TLG 3045 001 :: GEORGIUS SYNCELLUS :: Ecloga chronographica

GEORGIUS SYNCELLUS Chronogr., Abbas Monachus Secretarius Tarasii Patriarchae
(Constantinopolitanus: A.D. 8–9)

Ecloga chronographica

Source: Mosshammer, A.A. (ed.), Georgius Syncellus. Ecloga chronographica. Leipzig: Teubner, 1984: 1–478.

Citation: Page — (line)

1

(1t)

ΕΚΛΟΓΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ
2tΣΥΝΤΑΓΕΙΣΑ ΥΠΟ
3tΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΣΥΓΚΕΛΛΟΥ
4tΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ
5tΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
6tΑΠΟ ΑΔΑΜ ΜΕΧΡΙ ΔΙΟΚΛΗΤΙΑΝΟΥ
7 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἀρχὴ πάσης χρονικῆς κινήσεως τῆς ὑπὸ χρόνον ὁρατῆς κτίσεώς ἐστιν. ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ παρὰ θεοῦ πατρὸς διὰ υἱοῦ μονογενοῦς καὶ πνεύματος ἁγίου, τῆς ἁγίας
10καὶ ζωαρχικῆς ὁμοουσίου τριάδος, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι δι’ ἄμετρον ἀγοθότητα παρήχθη. ἡ ἁγία πρωτόκτιστος ἡμέρα τοῦ πρώτου μηνὸς Νισὰν λεγομένου παρ’ Ἑβραίοις καὶ ταῖς θεοπνεύστοις γραφαῖς, εἰκάδι πέμπτῃ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μηνὸς οὖσα, τοῦ δὲ παρ’ Αἰγυπτίοις ἑβδόμου μηνὸς κθʹ. τοῦτο πᾶσιν ὁμολογούμενόν ἐστι τοῖς ἁγίοις ἡμῶν
15πατράσι καὶ διδασκάλοις καὶ τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ. ἐν ταύτῃ καὶ Γαβριὴλ τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε τῇ ἁγίᾳ παρθένῳ τῆς θείας συλλήψεως προεφθέγξατο. ἐν ταύτῃ καὶ ὁ μονογενὴς υἱὸς τοῦ πα‐ τρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄρρητον σάρκωσιν πᾶσαν πληρώσας οἰκονομίαν ἐκ νεκρῶν ἀνέστη, ἀρχὴν λαβόντος κατὰ τὴν αὐτὴν ἁγίαν τῆς ζωηφόρου
20ἀναστάσεως ἡμέραν τοῦ ͵εφλδʹ ἔτους ἀπὸ κτίσεως κόσμου. περὶ οὗ μοι πᾶσα σπουδὴ γέγονε τόδε τὸ χρονικὸν συντάξαι κανονικῶς τε καὶ ἐξηγητι‐ κῶς, ὅπερ τοῖς πολλοῖς τῶν ἱστορικῶν οὐ συμπεφώνηται, ὅτι τε τῷ ͵εφʹ ἔτει τοῦ κόσμου ὁ κύριος ἡμῶν καὶ θεὸς ἐσαρκώθη ἐκ τῆς ἁγίας παρθένου καὶ ὅτι τῷ ͵εφλδʹ ἔτει ἀρχομένῳ, ὡς προείρηται, τῇ πρώτῃ τοῦ Νισὰν
25παρ’ Ἑβραίοις μηνός, κεʹ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου, παρὰ δὲ Αἰγυ‐ πτίοις Φαμενὼθ ζʹ μηνὶ κθʹ ἀνέστη ἐκ νεκρῶν πατήσας τὸν θάνατον. πρόδηλον δὲ ὅτι καὶ πρῶτον κυριακὸν πάσχα τοῖς καταξιωθεῖσι τῆς θείας
χάριτος κατὰ ταύτην ἤρξατο τὴν ἁγίαν πρωτόκτιστον ἡμέραν. εὐλόγως1

2

ἄρα καὶ ἐν αὐτῇ τῆς ὁρωμένης ἤρξατο δημιουργίας ἡ ἁγία καὶ παντουργὸς τριάς, ὡς προτυπούσης τὴν ἁγίαν ἀναστάσιμον ἡμέραν· οὗ χάριν καὶ πρώτην τοῦ πρώτου μηνὸς Νισὰν φυσικῶς αὐτὴν καὶ θεοδιδάκτως ὁ θεόπτης Μωϋσῆς παραλαβὼν ἐξ αὐτῆς ἤρξατο τῆς συγγραφῆς λέγων
5‘Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.‘ πρόδηλον γὰρ ὅτι παντὸς μηνιαίου καὶ ἐνιαυσιαίου χρόνου ἡμέρα τις προκατάρχει, καὶ ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὸ φῶς καὶ τὸ σκότος τὸ πνεῦμά τε καὶ ἡ ἄβυσσος καὶ αὐτὸ τὸ πρωτόκτιστον νυχθήμερον ὅπερ ἀρχὴ τῆς χρονικῆς κινήσεως πέφυκεν, ὥσπερ ἥτις μονὰς τῶν μετ’ αὐτὴν ἀριθμῶν, οὐδεὶς ἀντιφράσοι
10τῶν εὖ φρονούντων, οὐδ’ ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τῶν ὁρωμένων ἡ σύμπηξις πρὸ τῆς πρώτης ἡμέρας, ἀλλὰ πάντως σὺν αὐτῇ καὶ κατ’ αὐτὴν παρῆκται καὶ τὴν ἀρχὴν εἴληφε. εἰ γὰρ μὴ τοῦτο δῶμεν, ἔσται μὲν ἄλλη τις ἀρχὴ οὐρανοῦ καὶ γῆς κατὰ τὸν χρόνον πρεσβυτέρα καὶ ἄλλη νεωτέρα, καθ’ ἣν ἡ πρωτόκτιστος ἡμέρα τοῦ εἶναι ἤρξατο, ὅπερ ἐναντιοῦται ταῖς
15θεοπνεύστοις φωναῖς καὶ τῇ φυσικῇ τῶν πραγμάτων ἀκολουθίᾳ. τίνι γὰρ ὁ πρὸ τῆς πρωτοκτίστου ἡμέρας χρόνος κατεμετρεῖτο μήπω τῆς ἡλιακῆς φορᾶς καὶ σεληνικῆς γενομένης μηδὲ τῆς ὁρατῆς κτίσεως, δι’ ἣν καὶ ἡ τῶν νυχθημερινῶν διαστημάτων κίνησις ὑπὸ θεοῦ σοφῶς ὥρισται; τοῖς γὰρ ἀι‐ δίοις ἤγουν ταῖς ἀύλοις οὐσίαις αἰών τις ἀνεπισκότιστος συμπαρεκτείνεται,
20ὥσπερ ἡμῖν τοῖς ἐν γενέσει καὶ φθορᾷ ὁ χρόνος ἡλίου φορᾷ καταμετρεῖται, ὥς πού φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἀναγκαίως οὖν ἐκ πάντων δείκνυται χρονικὴ ἀρχή, καθ’ ἣν ὁ οὐρανὸς καὶ ἡ γῆ γεγόνασιν, ἡ ἁγία αὕτη πρωτόκτιστος ἡμέρα, ἣν ὡς θεμέλιον ἀρραγῆ καὶ βάσιν ἄσειστον πηξάμενος τῆσδε τῆς συγγραφῆς, λιπαρῶ τὸν ἐν αὐτῇ καὶ κατ’ αὐτὴν οὐ μόνον τὴν αἰ‐
25σθητὴν κτίσιν ὑποστησάμενον, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ καινὴν κτίσιν Χριστὸν θεὸν ἡμῶν συνεργῆσαί μοι τῷ ἀμαθεστάτῳ, ὥστε σαφῶς ἀποδεῖξαι τῷ ͵εφʹ ἔτει τοῦ κόσμου τὴν ἔνσαρκον αὐτοῦ γεγενῆσθαι οἰκονομίαν, καὶ ὅσα ἐν τῷ μεταξὺ χρόνῳ γέγονεν ἐπίσημα πράγματα περί τε ἔθνη καὶ βασιλείας καὶ τῶν μετὰ ταῦτα ὀκτακοσίων δύο ἐτῶν, λγʹ μὲν ἐτῶν καὶ ἡμερῶν μʹ τῆς ἐπὶ
30γῆς οἰκονομίας, ἑπτακοσίων δὲ καὶ ξϛʹ καὶ μηνῶν ιʹ καὶ ἡμερῶν κʹ τῶν μετὰ τὴν ἁγίαν αὐτοῦ ἀνάληψιν, τοῦτ’ ἔστιν ἀπὸ τῆς πρωτοκτίστου ἡμέρας
ἕως τοῦ κοσμικοῦ καθολικοῦ ͵ϛτʹ ἔτους ἰνδικτίωνος αʹ, ὡς ὑποτέτακται.2

3

Τὴν πρώτην ἡμέραν ὁ Ἀφρικανὸς νοητὴν λέγει διὰ τὸ ἀδιοργάνιστον εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον. Ἐν τῷ πρωτοκτίστῳ νυχθημέρῳ, τῇ πρώτῃ τοῦ παρ’ Ἑβραίοις πρώτου μηνὸς Νισάν, ὡς προδέδεικται, παρὰ δὲ Ῥωμαίοις κεʹ τοῦ Μαρτίου μηνός,
5καὶ παρ’ Αἰγυπτίοις κθʹ τοῦ Φαμενώθ, ἐν ἡμέρᾳ κυριακῇ, ἤτοι μιᾷ τῶν σαββάτων, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ σκότος καὶ τὰ ὕδατα, πνεῦμα καὶ φῶς καὶ νυχθήμερον, ὁμοῦ ἔργα ἑπτά. ἐν τῷ δευτέρῳ νυχθημέρῳ ἐγένετο τὸ στερέωμα, ἔργον αʹ. ἐν τῷ τρίτῳ νυχθημέρῳ ἐγένε‐ το ἔργα δʹ, φανέρωσις γῆς καὶ ἀναξήρανσις, παράδεισος, δένδρα παντοῖα,
10βοτάναι καὶ σπέρματα. τῇ δʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. τῇ εʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ ἑρπετὰ καὶ τὰ νηκτὰ πάντα, κήτη καὶ ἰχθύας καὶ ὅσα ἐν τοῖς ὕδασι, ἔτι τε πετεινά, ὁμοῦ ἔργα γʹ. τῇ ϛʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα δʹ. ὁμοῦ τὰ πάντα ἔργα κβʹ ἰσάριθ‐
15μα τοῖς κβʹ Ἑβραϊκοῖς γράμμασι καὶ ταῖς κβʹ Ἑβραϊκαῖς βίβλοις καὶ τοῖς ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἴκοσι δύο γεναρχίαις, ὡς ἐν λεπτῇ φέρεται Γενέ‐ σει, ἣν καὶ Μωϋσέως εἶναί φασί τινες ἀποκάλυψιν. αὕτη τὰς οὐρανίους δυνάμεις τῇ πρώτῃ ἡμέρᾳ λέγει ἐκτίσθαι. Ὁ ἅγιος Ἰωάννης καὶ μέγας ἐν διδασκάλοις Χρυσόστομος τῇ ϛʹ ἡμέρᾳ
20τῆς αʹ ἑβδομάδος, τοῦτ’ ἔστι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει τὸν Ἀδὰμ ἐκβληθῆναι τοῦ παραδείσου καὶ τὴν Εὔαν, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου, ᾧ καὶ ἡμεῖς πειθόμεθα. Ἑβδόμη ἡμέρα σαββάτῳ, ἐν ᾗ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων, καὶ ἡγίασεν αὐτήν. τὴν μὲν ποσότητα τοῦ χρόνου τῆς ἐν τῷ παραδείσῳ διαγω‐
25γῆς τῶν πρωτοπλάστων ἀτράνωτον ἡμῖν ὁ θεόπτης Μωϋσῆς καταλέλοιπε, καὶ χρὴ τοὺς καθ’ ἡμᾶς ἀτελεῖς μὴ ζητεῖν καὶ περιεργάζεσθαι τὰ σεσιγη‐ μένα τῇ θεοπνεύστῳ γραφῇ. ὅσα γὰρ ἦν ἐπωφελῆ καὶ χωρητὰ τοῖς ἀν‐
θρώποις, ταῦτα ἡμῖν διὰ πνεύματος ἁγίου ἐκδέδοται, καὶ οὐ χρὴ περαι‐3

4

τέρω τῶν θείων ὅρων προβαίνειν τοὺς ὀρθῶς ἐντυγχάνοντας, ἵνα μὴ ἀντὶ κέρδους μικροῦ μεγάλην ζημίαν ἐπισπάσωνται. ἐπειδὴ δέ τινες ἀκρατῶς ἔχοντες περὶ τοῦ συζητεῖν, εἴτε ἐκ δοκουμένης φιλομαθίας εἴτε καὶ κενο‐ δοξίᾳ νυττόμενοι, τὰ θεῖα λόγια μετὰ χεῖρας φέροντες δεικνύειν πειρῶνται
5τὸν μὲν προπάτορα ἡμῶν Ἀδὰμ οὐκ εὐθὺς εἰσενηνέχθαι ἐν τῷ παραδείσῳ ὑπὸ θεοῦ, ἢ καὶ εἰσελθόντα πρὸ τῆς πλάσεως τῆς γυναικὸς ὀνόματα θέσθαι τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ὅπερ μιᾶς ἡμέρας ἔργον οὐκ ἦν πρὸς ἀνθρωπίνην νόσον καὶ ἰσχύν, ὡς φιλονεικοῦσι, διὰ τὸ λέγειν τὴν γραφὴν ὅτι καὶ ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς
10καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν κα‐ λοῦ καὶ πονηροῦ. καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν
15Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά. Εἴτα μετὰ τοιαῦτα ἐπάγει· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς, καὶ τὰ ἑξῆς· ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις
20ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι περὶ τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέ‐ σοιεν οἱ ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναι‐
25κὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου Εὔας ἐν τῷ παραδείσῳ, τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν, ὡς ὑποτέτακται. Τῇ πρώτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος, ἥτις ἦν τρίτη μὲν ἡμέρα τῆς
30πλάσεως τοῦ Ἀδάμ, ηʹ δὲ τοῦ πρώτου μηνὸς Νισάν, αʹ δὲ τοῦ Ἀπριλλίου μηνός, καὶ ϛʹ τοῦ παρ’ Αἰγυπτίοις Φαρμουθί, ὠνόμασεν Ἀδὰμ τὰ ἄγρια θηρία θείῳ τινὶ χαρίσματι. τῇ βʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ
κτήνη. τῇ γʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ πετεινά. τῇ δʹ ἡμέρᾳ4

5

τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ ἑρπετά. τῇ εʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνό‐ μασε τὰ νηκτά. τῇ ϛʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος, ἥτις ἦν κατὰ μὲν Ῥωμαίους Ἀπριλλίου ϛʹ, κατὰ δὲ Αἰγυπτίους Φαρμουθὶ ιαʹ, λαβὼν ὁ θεὸς μέρος τι τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἔπλασε τὴν γυναῖκα. τῇ μϛʹ ἡμέρᾳ τῆς κοσμοποιίας,
5δʹ ἡμέρᾳ τῆς ζʹ ἑβδομάδος, Παχὼν ιδʹ, Μαΐου θʹ, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης σκορπίῳ κατὰ διάμετρον, ἐν τῇ τῶν Πλειάδων ἐπιτολῇ, εἰσήγαγεν ὁ θεὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ κατὰ τὴν μʹ ἡμέραν τῆς πλάσεως αὐ‐ τοῦ. τῇ νʹ ἡμέρᾳ τῆς κοσμοποιίας, μδʹ δὲ τῆς πλάσεως τοῦ Ἀδάμ, ἡμέρᾳ κυριακῇ, Παχὼν ιηʹ, Μαΐου ιγʹ, μετὰ τρεῖς ἡμέρας τῆς ἐν τῷ παρα‐
10δείσῳ αὐτοῦ εἰσόδου, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης αἰγοκέρωτι, ἐνετεί‐ λατο ὁ θεὸς τῷ Ἀδὰμ ἀπέχεσθαι τῆς βρώσεως τοῦ ξύλου τῆς γνώσεως. Τῇ ϙγʹ ἡμέρᾳ τῆς κτίσεως, τῇ βʹ ἡμέρᾳ τῆς τεσσαρεσκαιδεκάτης ἑβδο‐ μάδος, κατὰ τὴν θερινὴν τροπήν, ἡλίου ὄντος καὶ σελήνης καρκίνῳ, τῇ κεʹ τοῦ Ἰουνίου μηνός, Ἐπιφὶ πρώτῃ, εἰσήχθη ὑπὸ τοῦ θεοῦ ἐν τῷ πα‐
15ραδείσῳ ἡ τοῦ Ἀδὰμ βοηθὸς Εὔα, ἐν τῇ πʹ ἡμέρᾳ τῆς πλάσεως αὐτῆς. ἣν ὁ Ἀδὰμ λαβὼν ὠνόμασεν Εὔαν, ὃ ἑρμηνεύεται ζωή· διὰ τοῦτο προσέταξεν ὁ θεὸς διὰ Μωϋσέως ἐν τῷ Λευιτικῷ, ἤτοι διὰ τὰς μετὰ τὴν πλάσιν τοῦ χωρισμοῦ αὐτῶν ἡμέρας ἐκ τοῦ παραδείσου, ἐπὶ μὲν ἀρρενογονίας ἀκάθαρ‐ τον αὐτὴν εἶναι ἐπὶ μʹ ἡμέρας, ἐπὶ δὲ θηλυτοκίας ἕως ἡμερῶν πʹ. ἐπειδὴ
20καὶ Ἀδὰμ τῇ μʹ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ εἰσήχθη ἐν τῷ παραδείσῳ, οὗ χάριν καὶ τὰ γεννώμενα τῇ μʹ ἡμέρᾳ εἰσφέρουσιν ἐν τῷ ἱερῷ κατὰ τὸν νό‐ μον. ἐπὶ δὲ θήλεος ἀκάθαρτον εἶναι αὐτὴν ἐπὶ ἡμέρας πʹ διά τε τὴν ἐν τῷ παραδείσῳ αὐτῆς εἴσοδον τῇ πʹ ἡμέρᾳ καὶ διὰ τὸ ἀκάθαρτον τοῦ θήλεος πρὸς τὸ ἄρσεν. ἀφεδρῶς γὰρ πάλιν οὖσα οὐκ εἰσέρχεται ἕως ἑπτὰ ἡμέρας
25ἐν τῷ ἱερῷ κατὰ τὸν θεῖον νόμον. Ταῦτα ἐκ τοῦ βίου λεγομένου Ἀδὰμ φιλομαθίας χάριν ἐν συντόμῳ ἐστοιχείωσα, ἐν τῷ πρώτῳ ἔτει τῆς πλάσεως τοῦ Ἀδάμ, ἐπ’ αὐτῷ τὰ πραχθέντα, ἐφεξῆς δὲ καὶ τὰ λοιπὰ στοιχειωθήσεται, ἕως ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους τῆς ζωῆς αὐτοῦ, καὶ τῶν λοιπῶν γενέσεων, ἔκ τε τῶν
30θεοπνεύστων γραφῶν καὶ ἐκ τῶν ἐπισημοτέρων ἱστορικῶν τῶν ταύταις
ἐξακολουθησάντων, ἐξ ὧν καὶ τὰ πλείω λαβών, πλὴν ὀλίγων τῶν κατὰ5

6

τοὺς ἡμετέρους χρόνους γεγονότων, σύνοψίν τινα σπουδάσω ποιῆσαι, συν‐ αφείας ἅμα καὶ ἀληθείας ἐν πᾶσι φροντίζων καὶ τῆς καταλλήλου τῶν πραγ‐ μάτων ἀκολουθίας, διαφοράς φημι βασιλέων καὶ ἱερέων ἀριθμόν, προ‐ φητῶν τε καὶ ἀποστόλων καὶ μαρτύρων καὶ διδασκάλων, καὶ τῶν παρ’ Ἕλ‐
5λησιν ἢ ἄλλοις ἔθνεσιν ἐπὶ σοφίᾳ βεβοημένων ἢ ἄλλῃ τινὶ τέχνῃ ἢ ἀριστείᾳ πολεμικῇ καὶ ἐπὶ μοχθηρίᾳ προδήλῳ, πάντα ὡς οἷός τε ὢν ἀναλεξάμενος ἐκ τῶν προειρημένων ἱστορικῶν ἀνδρῶν· ἐπὶ πᾶσι τὴν κατὰ Χριστοῦ καὶ τοῦ γένους ἡμῶν θεοβδέλυκτον διαθήκην, ἣν διέθετο τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται διώκοντες τὸν κατὰ τὸ πνεῦμα λαόν, θείοις
10κρίμασι καὶ ἀποστασίαν μελετῶντες τὴν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὑπὸ τοῦ μακαρίου Παύλου προφητευθεῖσαν, διαγράψω κατὰ δύναμιν, ἕως τοῦ νῦν ἐνεστῶτος ͵ϛτʹ ἔτους ἀπὸ κτίσεως κόσμου ἰνδικτίωνος αʹ. ἀρχὴν δὲ παντὸς ἔτους ἐν τῷδε τῷ χρονικῷ τὴν αʹ τοῦ πρώτου μηνὸς τοῦ παρ’ Ἑβ‐ ραίοις Νισὰν πᾶς τις ἐντυγχάνων αὐτῷ λογιζέσθω, καὶ οὐ τὴν κατὰ τοὺς
15Αἰγυπτίους πρώτην τοῦ Θώθ, ἢ τὴν κατὰ Ῥωμαίους πρώτην τοῦ Ἰανουα‐ ρίου μηνός, ἢ ἄλλου τινὸς ἔθνους ἄλλοθεν ἀρχομένου. διαφόρως γὰρ παρὰ διαφόροις ἔθνεσιν οἱ μῆνες καὶ αἱ τῶν μηνῶν καὶ ἐνιαυτῶν ἀρχαὶ συνεφω‐ νήθησαν· ὧν ἡ ἄγνοια τοῖς βουλομένοις ἀκριβῶς περὶ ἡμερῶν ἢ μηνῶν ἢ ἐνιαυτῶν τι ζητεῖν οὐ μικρὰν ἐμποιεῖ τὴν πλάνην. διὸ καλὸν ἡγούμενος
20τὰς ἐπισημοτέρας αὐτῶν διαφορὰς τρεῖς οὔσας καὶ ταῖς πατρικαῖς δι‐ δασκαλίαις εὐδιαγνώστους εἶναι τοῖς φιλομαθέσιν ἐκθήσομαι τὰς λοιπὰς παρείς, ὡς ἀτρίπτους οἷον εἰπεῖν, Ἰνδῶν ἢ Χαλδαίων ἢ ἄλλων τινῶν ἀσυνήθων. εἰσὶ δὲ αἱ τρεῖς διαφοραὶ ἥ τε παρ’ Ἑβραίοις καὶ παρ’ Αἰγυ‐ πτίοις καὶ ἡ παρὰ Ῥωμαίοις.
25 Μὴν πρῶτος κατὰ τὴν τοῦ θεοῦ νομοθεσίαν ὁ παρ’ Ἑβραίοις Νισὰν νυχθημέρων λʹ· ἀπὸ κεʹ Μαρτίου ἕως κγʹ Ἀπριλλίου· ἀπὸ κθʹ τοῦ Φα‐ μενὼθ ἕως τὰς κηʹ τοῦ Φαρμουθί. Δεύτερος μὴν Ἰάρης ἡμερῶν τριάκοντα· ἀπὸ κδʹ Ἀπριλλίου ἕως κγʹ Μαΐου· ἀπὸ κθʹ τοῦ Φαρμουθὶ ἕως τὰς κηʹ τοῦ Παχὼν μηνός.
30 Μὴν Σουϊὰν ἡμερῶν λαʹ· ἀπὸ κδʹ Μαΐου ἕως τὰς κγʹ Ἰουνίου· ὁμοῦ ϙβʹ· ἀπὸ τὰς κθʹ τοῦ Παχὼν ἕως τὰς κθʹ τοῦ Παϋνί. Θερινὴ τροπή. Μὴν Θαμνεὶ νυχθημέρων λʹ· ἀπὸ κδʹ Ἰουνίου ἕως κγʹ Ἰουλίου· ἀπὸ λʹ
τοῦ Παϋνὶ ἕως κθʹ τοῦ Ἐπιφεί.6

7

Πέμπτος μὴν Ἀρεὶ ἡμερῶν λʹ· ἀπὸ κδʹ τοῦ Ἰουλίου ἕως τὰς κβʹ τοῦ Αὐγούστου· ἀπὸ λʹ τοῦ Ἐπιφεὶ ἕως τὰς κθʹ τοῦ Μεσορή. Ἕκτος μὴν Εἰλοῦ ἡμερῶν λαʹ· ἀπὸ τὰς κγʹ τοῦ Αὐγούστου ἕως τὰς κβʹ τοῦ Σεπτεμβρίου, ὁμοῦ ρπβʹ ἡμέραι· ἀπὸ τὰς λʹ τοῦ Μεσορή, καὶ
5αἱ ἐπαγόμεναι, ἕως τὰς κεʹ τοῦ Θώθ· ἀπὸ τὰς κδʹ τοῦ Αὐγούστου ἕως τὰς κηʹ. ἡ γὰρ ἀρχὴ τοῦ Θὼθ ἀπὸ τὰς κθʹ Αὐγούστου ἐστὶ ἐπιπενθήμερος λʹ Αὐγούστου, ἐπὶ δὲ ἑξημέρου λαʹ Αὐγούστου. Φθινόπωρον. Μὴν ἕβδομος Θεελεὶφ ἡμερῶν λʹ· ἀπὸ κγʹ Σεπτεμβρίου ἕως τὰς κβʹ
10Ὀκτωβρίου· ἀπὸ τὰς κϛʹ τοῦ πρώτου μηνὸς Θὼθ κατὰ Αἰγυπτίους ἕως κεʹ τοῦ Φαωφί. Ὄγδοος μὴν Μερσουὰν νυχθημέρων λʹ· ἀπὸ τὰς κγʹ Ὀκτωβρίου ἕως καʹ Νοεμβρίου· ἀπὸ τὰς κϛʹ τοῦ Φαωφὶ ἕως κεʹ τοῦ Ἀθύρ. Ἔνατος μὴν Χασσαλεὺ ἡμερῶν τριάκοντα μιᾶς. ὁμοῦ σογʹ· ἀπὸ κβʹ
15Νοεμβρίου ἕως κβʹ Δεκεμβρίου· ἀπὸ κϛʹ τοῦ Ἀθὺρ ἕως κϛʹ τοῦ Χοιάκ. Χειμερινὴ τροπή. Δέκατος μὴν Τυβὴθ ἡμέρας λʹ· ἀπὸ κγʹ Δεκεμβρίου ἕως καʹ Ἰανουα‐ ρίου· ἀπὸ κζʹ τοῦ Χοιὰκ ἕως κϛʹ τοῦ Τυβῆτ. Ἑνδέκατος μὴν Σαββὰτ ἡμερῶν λʹ· ἀπὸ κβʹ τοῦ Ἰανουαρίου ἕως κʹ
20τοῦ Φευρουαρίου· ἀπὸ κζʹ τοῦ Τυβῆτ ἕως τὰς κϛʹ τοῦ Μεχείρ. Δωδέκατος μὴν Ἀδὰρ ἡμερῶν τριάκοντα δύο· ἀπὸ καʹ Φευρουαρίου ἕως κδʹ Μαρτίου· ἀπὸ κζʹ τοῦ Μεχεὶρ ἕως κηʹ τοῦ Φαμενώθ. μετὰ δὲ τῆς πενθημέρου. Ταῦτα ὡς ἐν συνόψει ἐστοιχειώθη περὶ τῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐν
25χρήσει τριττῆς διαφορᾶς τῶν μηνῶν. ἀρκτέον δὲ λοιπὸν καὶ ἀπὸ τοῦ πρώτου ἔτους Ἀδὰμ καὶ καθεξῆς. Γενέσεως κόσμου ἔτη. πρῶτον.
28tἘκ τῶν λεπτῶν Γενέσεως
29Τῷ ζʹ ἔτει παρέβη καὶ τῷ ηʹ ἐξερρίφησαν τοῦ παραδείσου, ὥς φασι,
30μετὰ μεʹ ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων. Ἐποίησε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἑβδομάδα ἡμερῶν τξεʹ. καὶ ἐξε‐
βλήθη σὺν τῇ γυναικὶ Εὔᾳ διὰ τὴν παράβασιν τῇ ιʹ τοῦ Μαΐου μηνός.7

8

Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβάσεως τοῖς πρωτοπλάστοις· διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον εἶναι δοκεῖ. πᾶσα γὰρ λογικὴ φύσις κατ’ εἰκόνα θεοῦ ἐστι, ταῦτα δὲ οὐκ
5εἰσὶ κατ’ εἰκόνα θεοῦ. τὸν γὰρ ὄφιν ὁμολογοῦμεν λελαληκέναι τῇ Εὔᾳ, στόμα γενόμενον τῷ νοῒ τῷ ὄφει. ἐν ᾧ ἐνεργήσας ἀσυνήθει ὄντι τῷ ἀν‐ θρώπῳ παρὰ τὰ λοιπὰ θηρία, δι’ αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ’ αὐτοῦ δελεασθεῖσι πολυτρόπως εἰδωλολάτραις. τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ
10μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπηστικὸν οὐκ ἀπιστοῦμεν. Τῷ νεʹ ἔτει, φησίν, ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. Τῷ οʹ ἔτει ἐγεννήθη αὐτοῖς πρωτοτόκος υἱὸς ὁ Κάιν. Τῷ οζʹ ἔτει φασὶ γεγενῆσθαι τὸν δίκαιον Ἄβελ. Τῷ πεʹ ἔτει ἐγεννήθη αὐτοῖς θυγάτηρ, καὶ ὠνόμασαν αὐτὴν Ἀσουάμ.
15 Τῷ ϙζʹ ἔτει προσήνεγκε Κάιν. Τῷ ϙθʹ ἔτει Ἄβελ ἀνήνεγκε θυσίαν τῷ θεῷ κβʹ ἔτος ἄγων, κατὰ τὴν πανσέληνον τοῦ ζʹ μηνὸς παρ’ Ἑβραίοις, ἤγουν ἐν τῇ σκηνοπηγίᾳ. Σημειωτέον ὅτι τὴν Κάιν καρποφορίαν θυσίαν καλεῖ ἡ γραφή, τὰ δὲ τοῦ Ἄβελ δῶρα, δηλοῦσα τὸν τρόπον ἑκατέρου.
20 Τῷ αὐτῷ θʹ ἔτει ἀνεῖλεν ὁ Κάιν τὸν Ἄβελ, καὶ ἐπένθησαν αὐτὸν οἱ πρωτόπλαστοι ἑβδομαδικοὺς δʹ, ἤγουν ἔτη κηʹ. Τῷ ρκζʹ ἔτει ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἀπέθεντο τὸ πένθος. Τῷ ρλεʹ ἔτει ἔλαβεν ὁ Κάιν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν ἐτῶν νʹ. αὐτὸς δὲ ἦν ἐτῶν ξεʹ.
25tΤῆς θείας γραφῆς περὶ τοῦ γένους Κάιν
26 Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ
αὐτοῦ Ἐνώχ. ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν8

9

Μαλελεήλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. οὗτος ὁ Λάμεχ ἕκτος ὢν ἀπὸ Κάιν, 〈ὃσ〉 πρῶτος ἐν ἀνθρώποις φονεὺς ἐγένετο, ἔλαβε δύο γυναῖκας καὶ δεύτερον φόνον ἐποίησε. Κάιν οὖν πρῶτος φονεὺς Ἄβελ τοῦ δικαίου τύπον φέρει τοῦ διαβόλου, ὡς
5ἐφευρετὴς τοῦ κακοῦ καὶ ἀμεταμέλητος ἐν ἀρχῇ τῆς κοσμογονίας φανείς, Λάμεχ δὲ τύπον φέρει τοῦ Ἰουδαϊκοῦ κυριοκτόνου λαοῦ κατὰ τὸν ϛʹ αἰῶνα μεσοῦντα σταυρώσαντος τὸν σωτῆρα, οὗ καὶ πολλαπλασίως ἡ ἁμαρτία καὶ ἡ ἐκδίκησις. ἀλλὰ καὶ ὁ κύριος οζʹ ἀπὸ Ἀδάμ. Τῷ ρϙϛʹ ἔτει ἐγεννήθη τῷ Κάιν ὁ Ἐνώχ. οὗτος πρῶτος ἄροτρον εὗρεν.
10 Τῷ ρϙζʹ ἔτει Κάιν ἔκτισε πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ· Ἄβελ δὲ δικαιοσύνης ἐφρόντιζεν. ὁ Κάιν μετὰ τὴν καταδίκην ἅρπαξ καὶ πλεονέκτης μᾶλλον ἐγένετο μέτρα καὶ σταθμία καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας. τοὺς δὲ οἰκείους εἰς ἓν συναγαγὼν ἐν πολέμοις ἀσχολεῖσθαι ἐδίδασκεν. οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατάρας τοῦ θεοῦ καὶ πάντες οἱ
15ἐξ αὐτοῦ γεννώμενοι. ᾤκει δὲ τὴν γῆν ἥτις ἐστὶ τρέμουσα, χαμηλὴ οὖσα, κεχωρισμένος ὑπάρχων ἐκ τοῦ Σήθ, κατὰ πρόσταξιν τοῦ Ἀδάμ. οἱ ἐκ τοῦ Σὴθ υἱοὶ θεοῦ λεγόμενοι καὶ ἐγρήγοροι τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ πλησίον τοῦ παραδείσου κατῴκουν. Τῷ σλʹ ἔτει Ἀδάμ, ἐν ᾧ ὁ Σὴθ ἐγεννήθη, ρξʹ ἔτος ὑπῆρχε τοῦ Κάιν.
20 Τῷ δὲ σλδʹ ἔτει ἐγέννησε θυγατέρα, ἣν ὠνόμασεν Ἀζουράν. Τῷ σμγʹ ἔτει τοῦ Ἀδὰμ ἀπεγαλακτίσθη ὁ Σήθ. Τῷ σοʹ ἔτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλων ἐμυήθη τὰ περὶ τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν ἐγρηγόρων, καὶ τὰ περὶ τοῦ κατακλυσμοῦ τοῦ ὕδατος ἐσομένου καὶ τὰ περὶ τῆς παρουσίας τοῦ σωτῆρος.
25καὶ γενόμενος ἄφαντος ἡμέρας μʹ ἐλθὼν ἐξηγήσατο τοῖς πρωτοπλάστοις ὅσα ἐμυήθη δι’ ἀγγέλων. ἦν δὲ τότε ἐτῶν μʹ. ὁ Σὴθ εὐσεβὴς ἦν καὶ εὐδιά‐ πλαστος σφόδρα καὶ οἱ ἐξ αὐτοῦ πάντες εὐσεβεῖς καὶ ὡραῖοι ἦσαν. οὗτοι κατὰ πρόσταγμα τοῦ Ἀδὰμ τὴν ὑψηλοτέραν γῆν ᾤκουν τῆς Ἐδέμ, κατ‐ έναντι τοῦ παραδείσου, ἀγγελικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ
30ἔτους. τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν,
εἰς τὴν ὡραιότητα τῶν τότε θυγατέρων τῶν ἀνθρώπων αὐτοὺς ἔτρωσε,9

10

περὶ ὧν φησι καὶ ὁ θεῖος Μωϋσῆς ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέ‐ ρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐξ αὐτῶν. Τῷ υκεʹ ἔτει ὁ Σὴθ ἔλαβε γυναῖκα Ἀζουρὰν τὴν ἰδίαν ἀδελφήν. ἦν δὲ Σὴθ ἐτῶν ρϙεʹ, Ἀζουρὰ δὲ ἐτῶν ρϙαʹ.
5 Τῷ υλεʹ ἔτει ἐγεννήθη τῷ Σὴθ ὁ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ἑκατὸν ἐνενήκοντα ἐγέννησε τὸν Καϊνᾶν τῷ χκεʹ ἔτει. Ἀπὸ Ἀδὰμ ἕως γεννήσεως Ἐνὼς ἔτη τετρακόσια τριάκοντα πέντε, δηλού‐ σης τῆς γραφῆς· Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ πρῶτος, τοῦτ’ ἔστι προσαγορεύεσθαι ὀνόματι θεοῦ. ἑρμηνεύεται γὰρ
10ὁ Ἐνὼς ὡσανεὶ ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν. οὕτω δὲ καὶ ὁ σωτὴρ υἱὸς τοῦ ὄντος ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ. Πρώτη περίοδος τῶν φλβʹ ἐτῶν τούτῳ τῷ ἔτει ἐπληρώθη. ἦν δὲ τοῦ μὲν Σὴθ τβʹ, τοῦ δὲ Ἐνὼς ϙηʹ. Τῷ χʹ ἔτει μετανοήσας ὁ Ἀδὰμ ἔγνω δι’ ἀποκαλύψεως τὰ περὶ τῶν
15ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ καὶ τὰ περὶ τῆς μετανοίας καὶ τῆς θείας σαρκώσεως καὶ τὰ περὶ τῶν καθ’ ἑκάστην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν ἀναπεμπομένων εὐχῶν τῷ θεῷ ἐξ ὅλων τῶν κτισμάτων διὰ Οὐριὴλ τοῦ ἐπὶ τῆς μετανοίας ἀρχαγγέλου οὕτως. 〈ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ, βʹ εὐχὴ ἀγγέλων, γʹ εὐχὴ πτηνῶν, δʹ εὐχὴ
20κτηνῶν, εʹ εὐχὴ θηρίων, ϛʹ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης τῆς κτίσεως, ζʹ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων, ηʹ αἴνεσις καὶ θυσίαι ἀγγέλων, θʹ δέησις καὶ λατρεία ἀνθρώπων, ιʹ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ιαʹ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων, ιβʹ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίαν.〉
25 Τῷ χκεʹ ἔτει Καϊνᾶν ἐγεννήθη τῷ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεήλ. Τῷ ψϙʹ ἔτει ἀπὸ Ἀδὰμ Καϊνᾶν ἔλαβεν εἰς γυναῖκα τὴν Μαλέθ. Τῷ ψϙεʹ ἔτει ἐγέννησε Καϊνᾶν τὸν Μαλελεὴλ ὢν ἐτῶν ροʹ. Μαλελεὴλ
γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, τῷ ϡξʹ ἔτει τοῦ κόσμου.10

11

Τῷ ϡλʹ ἔτει Ἀδὰμ ἐκοιμήθη, καταλείψας ἄρρενας υἱοὺς λγʹ καὶ θυγα‐ τέρας κζʹ. οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων τὰ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη. Τῷ αὐτῷ ϡλʹ ἔτει καὶ Κάιν ἀπέθανεν, ἐμπεσόντος ἐπ’ αὐτὸν τοῦ οἴκου.
5λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέντος οὖν ἐνιαυτοῦ μετὰ θάνατον τοῦ Ἀδὰμ τέθνηκεν. Σὴθ ἡγεμόνευσε μετὰ τὸν Ἀδὰμ τῶν τηνικαῦτα ἀνθρώπων. οἱ δὲ ἐκ γένους αὐτοῦ διακόσιοι ἐγρήγοροι τῷ ͵α τῆς κοσμογονίας ἔτει, τεσσαρα‐ κοστοῦ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ψοʹ, πλανηθέντες κατέβησαν,
10καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων, καὶ ἐγέν‐ νησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς, ὥς φησιν ἡ γραφή. ἐπειδὴ δέ τινες ἀντιλέγουσι περὶ τούτων, συνεῖδον ἐφεξῆς ὀλίγα τινὰ καὶ περὶ αὐτῶν παραθέσθαι, ἔκ τε τοῦ αʹ βιβλίου τοῦ Ἐνὼχ καὶ αὐτοῦ Μωυσέως καὶ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων.
15 Τῷ ϡξʹ ἔτει ἐγέννησε Μαλελεὴλ τὸν Ἰάρεδ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ τῷ ͵αρκβʹ ἔτει τοῦ κόσμου. {Ἔτος 〈μʹ〉 Ἰάρεδ τῷ ͵α τοῦ κόσμου.}
19tἘκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων
20 Καὶ ἐγένετο ὅτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐγεννήθησαν αὐτοῖς θυγατέρες ὡραῖαι, καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπε‐ πλανήθησαν ὀπίσω αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς. καὶ εἶπε Σεμιαζὰς ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς· φοβοῦμαι μὴ οὐ θελήσητε ποιῆσαι τὸ πρᾶγμα
25τοῦτο καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης. καὶ ἀπεκρίθη‐ σαν αὐτῷ πάντες καὶ εἶπον· ὀμόσωμεν ἅπαντες ὅρκῳ καὶ ἀναθεματίσωμεν ἀλλήλους τοῦ μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην μέχρις οὗ ἀποτελέσωμεν αὐτήν. τότε πάντες ὤμοσαν ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους. ἦσαν δὲ
οὗτοι ςʹ οἱ καταβάντες ἐν ταῖς ἡμέραις Ἰάρεδ εἰς τὴν κορυφὴν τοῦ Ἐρμο‐11

12

νιεὶμ ὄρους καὶ ἐκάλεσαν τὸ ὄρος Ἐρμώμ, καθότι ὤμοσαν καὶ ἀνεθεμά‐ τισαν ἀλλήλους ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζὰς ὁ ἄρχων αὐτῶν, βʹ Ἀταρκούφ, γʹ Ἀρακιήλ, δʹ Χωβαβιήλ, εʹ Ὁραμμαμή, ϛʹ Ῥαμιήλ, ζʹ
5Σαμψίκ, ηʹ Ζακιήλ, θʹ Βαλκιήλ, ιʹ Ἀζαζήλ, ιαʹ Φαρμαρός, ιβʹ Ἀμαριήλ, ιγʹ Ἀναγημάς, ιδʹ Θαυσαήλ, ιεʹ Σαμιήλ, ιϛʹ Σαρινᾶς, ιζʹ Εὐμιήλ, ιηʹ Τυριήλ, ιθʹ Ἰουμιήλ, κʹ Σαριήλ. Οὗτοι καὶ οἱ λοιποὶ πάντες ἐν τῷ ͵αροʹ ἔτει τοῦ κόσμου ἔλαβον ἑαυτοῖς γυναῖκας καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς ἕως τοῦ κατακλυσμοῦ. καὶ
10ἔτεκον αὐτοῖς γένη τρία· αʹ γίγαντας μεγάλους. οἱ δὲ γίγαντες ἐτέκνωσαν Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ. καὶ ἦσαν αὐξανόμενοι κατὰ τὴν μεγαλειότητα αὐτῶν, καὶ ἐδίδαξαν ἑαυτοὺς καὶ τὰς γυναῖκας ἑαυτῶν φαρμακείας καὶ ἐπαοιδίας. πρῶτος Ἀζαὴλ ὁ δέκατος τῶν ἀρχόν‐ των ἐδίδαξε ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικὸν καὶ
15τὰ μέταλλα τῆς γῆς καὶ τὸ χρυσίον πῶς ἐργάσωνται, καὶ ποιήσωσιν αὐτὰ κόσμια ταῖς γυναιξί, καὶ τὸν ἄργυρον. ἔδειξε δὲ αὐτοῖς καὶ τὸ στίλβειν καὶ τὸ καλλωπίζειν καὶ τοὺς ἐκλέκτους λίθους καὶ τὰ βαφικά. καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ταῖς θυγατράσιν αὐτῶν καὶ παρέβησαν καὶ ἐπλάνησαν τοὺς ἁγίους, καὶ ἐγένετο ἀσέβεια πολλὴ ἐπὶ τῆς γῆς· καὶ
20ἠφάνισαν τὰς ὁδοὺς αὐτῶν. ἔτι δὲ καὶ ὁ πρώταρχος αὐτῶν Σεμιαζὰς ἐδίδαξεν εἶναι ὀργὰς κατὰ τοῦ νοός, καὶ ῥίζας βοτανῶν τῆς γῆς. ὁ δὲ ιαʹ Φαρμαρὸς ἐδίδαξε φαρμακείας, ἐπαοιδίας, σοφίας καὶ ἐπαοιδῶν λυτήρια. ὁ θʹ ἐδίδαξεν ἀστροσκοπίαν. ὁ δὲ δʹ ἐδίδαξεν ἀστρολογίαν. ὁ δὲ ηʹ ἐδίδαξεν ἀεροσκοπίαν. ὁ δὲ γʹ ἐδίδαξε τὰ σημεῖα τῆς γῆς. ὁ δὲ ζʹ ἐδίδαξε τὰ σημεῖα
25τοῦ ἡλίου. ὁ δὲ κʹ ἐδίδαξε τὰ σημεῖα τῆς σελήνης. πάντες δὲ οὗτοι ἤρξαντο12

13

ἀνακαλύπτειν τὰ μυστήρια ταῖς γυναιξὶν αὐτῶν καὶ τοῖς τέκνοις αὐτῶν. μετὰ δὲ ταῦτα ἤρξαντο οἱ γίγαντες κατεσθίειν τὰς σάρκας τῶν ἀνθρώπων· καὶ ἤρξαντο οἱ ἄνθρωποι ἐλαττοῦσθαι ἐπὶ τῆς γῆς. οἱ δὲ λοιποὶ ἐβόησαν εἰς τὸν οὐρανὸν περὶ τῆς κακώσεως αὐτῶν λέγοντες εἰσενεχθῆναι τὸ μνη‐
5μόσυνον αὐτῶν ἐνώπιον κυρίου. καὶ ἀκούσαντες οἱ δʹ μεγάλοι ἀρχάγγελοι Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ παρέκυψαν ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ· καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν γενομένην ἐπ’ αὐτῆς, εἰσελθόντες εἶπον πρὸς ἀλλήλους ὅτι τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων στενάζουσιν
10ἐντυγχάνοντα καὶ λέγοντα ὅτι εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγαλωσύνης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ. καὶ εἶπον τῷ κυ‐ ρίῳ τῶν αἰώνων· σὺ εἶ ὁ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν αἰώνων, καὶ ὁ θρόνος τῆς δόξης
15σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου τὸ ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας, καὶ τὰ ἑξῆς. τότε ὁ ὕψιστος ἐκέλευσε τοῖς ἁγίοις ἀρχαγγέλοις, καὶ ἔδησαν τοὺς ἐξάρχους αὐτῶν καὶ ἔβαλον αὐ‐ τοὺς εἰς τὴν ἄβυσσον, ἕως τῆς κρίσεως, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ὁ Ἐνὼχ μαρτυρεῖ.
20 Ὁ δὲ θεόπτης Μωυσῆς ἐν τῇ Γενέσει φησί· ‘καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐ‐ τοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.‘ εἶτα ‘καὶ μετ’ ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώ‐
25πων καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, ἄνθρω‐ ποι οἱ ὀνομαστοὶ‘ καὶ τὰ ἑξῆς. Ὁ δὲ κορυφαῖος καὶ ἀπόστολος Πέτρος ἐν ἐπιστολῇ δευτέρᾳ περὶ αὐτῶν οὕτω φησίν· ‘εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν,
30καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα
ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.‘13

14

Ταῦτά τοι πρὸς ὠφέλειαν τῶν βουλομένων ἐκ τῶν θείων γραφῶν παρα‐ τέθεικα. ἄξιον δὲ καὶ Ζωσίμου τοῦ Πανοπολίτου φιλοσόφου χρῆσίν τινα παραθέσθαι περὶ αὐτῶν ἐκ τῶν γεγραμμένων αὐτῷ πρὸς θεοσέβειαν ἐν τῷ θʹ τῆς Ἰμοὺθ βίβλῳ, ἔχουσαν ὧδε· ‘φάσκουσιν αἱ ἱεραὶ γραφαὶ ἤτοι βί‐
5βλοι, ὦ γύναι, ὅτι ἔστι τι δαιμόνων γένος ὃ χρῆται γυναιξίν. ἐμνημόνευσε δὲ καὶ Ἑρμῆς ἐν τοῖς φυσικοῖς, καὶ σχεδὸν ἅπας λόγος φανερὸς καὶ ἀπό‐ κρυφος τοῦτο ἐμνημόνευσε. τοῦτο οὖν ἔφασαν αἱ ἀρχαῖαι καὶ θεῖαι γραφαί, ὅτι ἄγγελοί τινες ἐπεθύμησαν τῶν γυναικῶν καὶ κατελθόντες ἐδίδαξαν αὐτὰς πάντα τὰ τῆς φύσεως ἔργα, ὧν χάριν, φησί, προσκρούσαντες ἔξω
10τοῦ οὐρανοῦ ἔμειναν, ὅτι πάντα τὰ πονηρὰ καὶ μηδὲν ὠφελοῦντα τὴν ψυχὴν ἐδίδαξαν τοὺς ἀνθρώπους. ἐξ αὐτῶν φάσκουσιν αἱ αὐταὶ γραφαὶ καὶ τοὺς γίγαντας γεγενῆσθαι. ἔστιν οὖν αὐτῶν ἡ πρώτη παράδοσις Χημεῦ περὶ τούτων τῶν τεχνῶν. ἐκάλεσε δὲ ταύτην τὴν βίβλον Χημεῦ, ἔνθεν καὶ ἡ τέχνη χημεία καλεῖται‘ καὶ τὰ ἑξῆς.
15 Τούτων οὕτως ἐχόντων περὶ τῶν ἐκ τοῦ Σὴθ ἐγρηγόρων δέον γινώσκειν ὅτι παρὰ μὲν τῇ θεοπνεύστῳ γραφῇ πρὸ τοῦ κατακλυσμοῦ περὶ βασιλείας τῆς οἱασοῦν οὐ φέρεται· δῆλον γὰρ ὡς οἱ τοῦ γένους προπάτορες Ἀδάμ τε καὶ Σὴθ καὶ Ἐνὼς καὶ οἱ ἀμφ’ αὐτοὺς ἐπισημότεροι, οὗτοι ἐξῆρχον τῶν πολλῶν ἕως τελείας κατακρατήσεως τῶν γιγάντων, οὓς νομίζομεν τυ‐
20ραννεῖν τῶν ἀσθενεστέρων ἀνθρώπων, οἵτινες οὐκ ἦσαν αὐτοῖς ὅμοιοι, μέχρι τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ, δι’ οὓς καὶ ἐφθάρη ἡ γῆ. Ἐπειδὴ δὲ Βήρωσσος ὁ τῆς Χαλδαϊκῆς ἀρχαιολογίας συγγραφεὺς ἀκμά‐ σας κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὥς φησι, καὶ εὑρὼν ἐν Βαβυλῶνι πολλῶν ἀναγραφὰς φυλασσομένας ἐπιμελῶς, αἳ περιεῖχον
25ἐτῶν μυριάδας που ιεʹ καὶ μικρὸν πρός, ἱστορίας τινὰς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλάσσης καὶ βασιλέων ἀρχαιότητος καὶ τῶν πράξεων αὐτῶν, περί τε θέσεως τῆς Βαβυλωνίας γῆς καὶ καρποφορίας αὐτῆς καὶ ζῴων τινῶν ἐκ τῆς ἐρυθρᾶς θαλάσσης φανέντων παρὰ φύσιν τῷ εἴδει, καὶ ἄλλα τινὰ μυθώδη, ταῦτα κομπολογίᾳ τινὶ συνέγραψεν, ἅτινα πάντα κατὰ τὸν
30ἀληθῆ λόγον πλάσματα δαιμόνων εἶναι δοκεῖ, ἀναγκαῖον ἡγοῦμαι καὶ τού‐ των τὸν χρόνον ἐν κανονίῳ παραθέσθαι ἀπὸ τοῦ ͵ανθʹ ἔτους τοῦ κόσμου
ὄντα, καίπερ πληροφορούμενος ὅτι δοξάσαι θέλων τὸ τῶν Χαλδαίων14

15

ἔθνος καὶ δεῖξαι πάντων τῶν ἐθνῶν ἀρχαιότερον ὁ Βήρωσσος καὶ οἱ κατ’ αὐτόν, ὁ Ἀλέξανδρος, φημί, ὁ Πολυίστωρ λεγόμενος καὶ Ἀβυδηνός, ταῦτα γεγράφασι. τὸ γὰρ τὴν καθ’ ἡμᾶς οἰκουμένην πρὸ τοῦ κατακλυσμοῦ μᾶλλον ἀοίκητον ἡγεῖσθαι, ἐν ᾗ τῶν Βαβυλωνίων ἡ χώρα καὶ ἡ Αἴγυπτος
5κεῖται, καταλληλότερον εἶναι δοκεῖ ἔκ τε τῆς θείας γραφῆς καὶ ἔκ τινων πατρικῶν μαρτυριῶν καὶ τῆς φυσικῆς τῶν πραγμάτων ἀκολουθίας· καὶ ἐκ μὲν τῆς γραφῆς οὕτω λεγούσης· ‘καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.‘ ἡ δὲ Βαβυλωνίων γῆ καὶ ἡ καθ’ ἡμᾶς οἰκουμένη πᾶσα πόρρω που κεῖται ἀπὸ τῆς κατ’ ἀνατολὰς
10Ἐδέμ, ἔνθα τὸν παράδεισον κεῖσθαι φαμέν. καὶ ἵνα τῷ τοιούτῳ λόγῳ μάρ‐ τυρά τινα θεοφόρον διδάσκαλον παραστήσωμεν, παρέστω ἡμῖν ὁ θεῖος Ἐφραΐμ, ἡ ὠκεανόβρυτος γλῶσσα, φάσκων ἐν τοῖς εἰς τὸν παράδεισον δογματικοῖς αὐτοῦ λόγοις οὕτως· ‘πάντων τῶν ὑψωμάτων τῶν ὡραίων ὑψηλότερος ὁ παράδεισος. ὁ δὲ κατακλυσμὸς πρὸς τὰ ἴχνη αὐτοῦ ἔφθασεν.
15οἱ δὲ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι ἀνὰ μέσον τοῦ ὠκεανοῦ καὶ τοῦ παρα‐ δείσου ᾤκησαν, ἡ δὲ γενεὰ τοῦ Κάιν εἰς γῆν καλουμένην Ὄδ, ἥτις μεθερ‐ μηνεύεται τρέμουσα, οἱ δὲ τοῦ Σὴθ εἰς τὴν ὑψηλοτέραν ἐντεταλμένοι ὑπὸ τοῦ Ἀδὰμ μὴ συμμίγνυσθαι εἰς τὴν γενεὰν τοῦ Κάιν τοῦ ἀδελφοκτόνου. ἦν δὲ ἡ γενεὰ αὐτοῦ χθαμαλοὶ τῇ ἡλικίᾳ διὰ τὴν κατάραν Κάιν· οἱ δὲ τοῦ
20Σὴθ γίγαντες καὶ ὡς ἄγγελοι θεοῦ ἐν τῇ ὑψηλῇ χώρᾳ. ἐλθοῦσαι δὲ αἱ θυγατέρες τοῦ Κάιν διὰ μουσικῶν αὐλῶν καὶ κινυρῶν κατήγαγον αὐτοὺς ἐκ τῆς χώρας αὐτῶν, καὶ ἔσχον αὐτάς, καὶ πληθυνθείσης τῆς ἀνομίας αὐ‐ τῶν γέγονεν ὁ κατακλυσμός. καὶ ἐξήγαγεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε εἰς ὄρος Ἀραράτ. καὶ ἔκτοτε ᾤκησαν οἱ ἄνθρωποι εἰς τὴν γῆν ταύτην. τοῦτο
25δηλοῖ ὅτι ἡ νῦν οἰκοῦσα γῆ τότε ἀοίκητος ἦν. διὰ γὰρ τῆς εὐσπλαγχνίας τοῦ θεοῦ ᾤκησαν οἱ πρὸ τοῦ κατακλυσμοῦ εἰς τὰ πλησίον τοῦ παραδείσου, ἀνὰ μέσον ὠκεανοῦ καὶ τοῦ παραδείσου. τὸ δὲ σκότος τὸ ἐξώτερον, περὶ οὗ εἶπεν ὁ Χριστός, ἔσωθεν τοῦ παραδείσου ἐστίν· ὁ δὲ παράδεισος σὺν τῷ ὠκεανῷ τὸν κόσμον κυκλοῖ· ἡ δὲ Ἐδὲμ κατὰ ἀνατολάς ἐστιν· οἱ δὲ
30φωστῆρες ἡλίου καὶ σελήνης ἔσωθεν τοῦ παραδείσου ἀνατέλλουσιν, ἔξω‐
θεν δὲ δύνουσιν παρερχόμενοι δι’ αὐτοῦ‘ καὶ τὰ ἑξῆς.15

16

Τοῖς μὲν οὖν εὐπειθέσιν ἀρκεῖν οἶμαι ταῦτα πρὸς πᾶσαν πληροφορίαν, ὅτι οἱ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι τὴν μεταξὺ ὠκεανοῦ καὶ τοῦ παραδείσου γῆν ᾤκουν, καὶ οὔτε Βαβυλὼν ἦν ἐπὶ τῆς γῆς οὔτε Χαλδαίων βασιλεία, ὡς τῷ Βηρώσσῳ καὶ τοῖς ἑπομένοις αὐτῷ δοκεῖ πρὸς ἀνατροπὴν
5τῶν θείων γραφῶν, οὔτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανεθῷ ψευδομέ‐ νῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος ἔδοξε γράφειν. εἰ δέ τις οὐκ ἀρκεῖται τοῖς προτεθεῖσι, τελείως πειθέσθω δι’ ὧν ὑποκατιὼν ὁ θεόπτης Μωϋσῆς ἐν τοῖς μετὰ τὸν κατακλυσμὸν οὕτω φησί· ‘Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς
10ἔναντι κυρίου. διὰ τοῦτο ἐροῦσιν· ὡς Νεβρὼδ γίγας. καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν τῇ γῇ Σεναάρ. ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσούρ, καὶ ᾠκοδόμησε τὴν Νινευὴ καὶ τὴν Ῥοβὼθ πόλιν καὶ τὴν Χαλάχ. αὕτη ἡ πόλις ἡ μεγάλη.‘ φανερὸν δὲ ἐκ τούτων ὅτι ἡ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ
15Νεβρὼδ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη χλʹ ἀκμάσαντος γέγονε. καὶ χρὴ πᾶσαν ἱστορίαν Χαλδαϊκὴν ἢ Αἰγυπτιακὴν πρὸ τοῦ κατακλυσμοῦ τῇ γραφῇ ἀπαγγελλομένην μὴ ἀποδέχεσθαι τοὺς προσέχοντας ὀρθῶς ταῖς θείαις γραφαῖς, εἰ καί τινα περὶ κατακλυσμοῦ καὶ λάρνακος ἤτοι κιβωτοῦ κλέψαντες ἐκ τῶν θεοπνεύστων γραφῶν ἰδιοποιήσαντο, δι’ ὧν οἱ ἁπλούστε‐
20ροι καὶ τοῖς λοιποῖς ληρήμασι προσέχοντες εὐχερῶς βλάπτονται, λέγω δὲ περὶ μυριάδων ἐτῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων καταλεγομένων. ἐν οἷς καὶ περὶ ἀννιδοτίων φάσκουσι ζῴων τινῶν ἰχθυομόρφων ἐν μέρει καὶ ἀνθρωπομόρφων, ἡμέρας μὲν ἐν τῇ γῇ διαιτωμένων καὶ μηδεμίαν τροφὴν προσφερομένων, νυκτὸς δὲ ἐν τῷ πελάγει καταδυνόντων, παραδιδόντων
25τε τοῖς ἀνθρώποις γράμματα καὶ μαθημάτων καὶ τεχνῶν ἐμπειρίας καὶ πόλεων συνοικισμοὺς καὶ ἱερῶν ἱδρύσεις καὶ νόμων εἰσηγήσεις σπερμάτων τε συναγωγάς· καὶ ἀπὸ τότε φασὶ χρόνους μηδὲν παρὰ ἀνθρώποις ἐφευ‐ ρεθῆναι. ἅτινα πάντα καὶ ἄλλα πλεῖστα πολλῆς ἀδολεσχίας γέμοντα ὁρῶν‐ τες καὶ ταῖς θείαις ἡμῶν γραφαῖς ἀνακόλουθα οἱ τὰς Χριστιανικὰς ἱστο‐
30ρίας συγγράψαντες, θαυμάζω πῶς κατεδέξαντο ὅλως κανονικῇ στοιχειώσει ὑποβαλεῖν ἀνάξια πάσης ὄντα μνήμης, οὓς κατ’ ὄνομα λέγειν περισσὸν ἡγοῦμαι αἰδοῖ τῶν ἀνδρῶν, δι’ οὓς ἀναγκάζομαι κἀγὼ τῇ αὐτῇ στοιχειώσει
χρήσασθαι, ἵνα μὴ δόξῃ ἀτελὲς εἶναι τὸ πόνημα. τῆς οὖν Χαλδαϊκῆς ἀρχῆς16

17

ἀπὸ Νεβρὼδ ἀποδεδειγμένης συναποδέδεικται δηλονότι καὶ τὰ περὶ τῶν Αἰγυπτιακῶν δυναστειῶν ὑπὸ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον συγγεγραμμένα πλήρη ψεύδους καὶ κατὰ μίμησιν Βηρώσ‐ σου πεπλασμένα κατὰ τοὺς αὐτοὺς σχεδόν που χρόνους ἢ μικρὸν ὕστερον·
5πλὴν καὶ αὐτὰ ἀνωφελῆ ὄντα στοιχειωθήσεται ἐκ τῶν παρὰ πολλοῖς ἱστορικοῖς κανονισθέντων. Τῷ ͵ανηʹ ἔτει τοῦ κόσμου οἱ ἐγρήγοροι κατῆλθον καὶ διήρκεσαν ἐν τῇ παραβάσει ἕως τοῦ κατακλυσμοῦ. Ὁ δεύτερος κύκλος τῶν φλβʹ ἐτῶν ἐπληρώθη, καὶ ἤρξατο ὁ τρίτος τῷ
10͵αξεʹ ἔτει τοῦ κόσμου, σοʹ τοῦ Μαλελεήλ. Ὁ ἀκριβῶς ἐφιστάνων τοῖς ὑποκειμένοις δυσὶ κανονίοις αὐτόθεν ἕξει πᾶσαν πληροφορίαν ὅτι ἐπίπλαστός ἐστιν ἡ τούτων ἐπίνοια ἀμφοτέρων, ὡς προείρηται, τοῦ τε Βηρώσσου καὶ τοῦ Μανεθῶ τὸ ἴδιον ἔθνος θέλοντος δοξάσαι, τοῦ μὲν τὸ τῶν Χαλδαίων, τοῦ δὲ τὸ τῶν Αἰγυπτίων. θαυμαζέτω
15δὲ πῶς οὐκ ᾐσχύνθησαν ἀφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἔτους ἀρχὴν θέσθαι ταῖς τερατώδεσιν αὐτῶν συγγραφαῖς, ἀλλ’ ὁ μὲν Βήρωσσος διὰ σάρων καὶ νή‐ ρων καὶ σώσσων ἀνεγράψατο, ὧν ὁ μὲν σάρος ͵γχʹ ἐτῶν χρόνον σημαίνει, ὁ δὲ νῆρος ἐτῶν χʹ, ὁ δὲ σῶσσος ξʹ. καὶ συνῆξε σάρους ρκʹ διὰ βασιλέων δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων μγʹ καὶ ͵β. ταῦτα δὲ ἔτη τινὲς τῶν
20καθ’ ἡμᾶς ἱστορικῶν ἡμέρας ἐλογίσαντο στοχαστικῶς μεμψάμενοι τὸν Παμφίλου Εὐσέβιον, ὡς μὴ νοήσαντα τὰ ἔτη τῶν σάρων ἡμέρας. μάτην δὲ αὐτὸν ἐν τούτῳ μέμφονται. πῶς γὰρ τὸ μὴ ὂν εἶχε νοῆσαι πολυμαθὴς ὢν καὶ εἰδὼς τὴν Ἑλληνικὴν δόξαν πολλοὺς αἰῶνας ὁμολογοῦσαν, ἤτοι μυριάδας ἐτῶν παρεληλυθέναι ἀπὸ τῆς κοσμικῆς γενέσεως κατὰ τὴν
25παρ’ αὐτοῖς μυθικὴν τοῦ ζωδιακοῦ ἐπὶ τὰ ἐναντία κίνησιν ἀπὸ τῆς ἀρχῆς τοῦ κριοῦ καὶ πάλιν εἰς αὐτὴν ἀποκατάστασιν; ποίαν δὲ αὐτοὶ ἀνάγκην εἶχον συμβιβάζειν τὸ ψεῦδος τῇ ἀληθείᾳ;
28tἈφρικανοῦ περὶ τῆς τῶν Αἰγυπτίων καὶ Χαλδαίων
29tμυθώδους χρονολογίας
30 Αἰγύπτιοι μὲν οὖν ἐπὶ τὸ κομπωδέστερον χρόνων περιττὰς περιόδους καὶ μυριάδας ἐτῶν κατὰ θέσιν τινὰ τῶν παρ’ αὐτοῖς ἀστρολογουμένων ἐξέθεν‐
το, ἅς τινες τῶν ταῦτα ἀκριβοῦν δοξάντων συστέλλοντες σεληνιαίους εἶπον17

18

ἐνιαυτούς, οὐδὲν ἔλαττον ἐπὶ τὸ μυθῶδες ἀπονενευκότες συμπίπτουσι ταῖς ὀκτὼ καὶ ἐννέα χιλιάσιν ἐτῶν, ἃς Αἰγυπτίων οἱ παρὰ Πλάτωνι ἱερεῖς εἰς Σόλωνα καταριθμοῦντες οὐκ ἀληθεύουσιν. καὶ μετ’ ὀλίγα· τὰ γὰρ Φοινί‐ κων τρισμύρια ἔτη ἢ τὸν τῶν Χαλδαίων λῆρον, τὸ τῶν μηʹ μυριάδων, τί δεῖ
5καὶ λέγειν; ἐκ τούτων γὰρ Ἰουδαῖοι τὸ ἀνέκαθεν γεγονότες ἀπὸ Ἀβραὰμ ἀρξάμενοι ἀτυφότερόν τε καὶ ἀνθρωπίνως μετὰ τοῦ ἀληθοῦς διὰ τοῦ Μωυ‐ σέως πνεύματος διδαχθέντες, ἔκ τε τῶν λοιπῶν Ἑβραϊκῶν ἱστοριῶν, ἀριθμὸν ἐτῶν πεντακισχιλίων πεντακοσίων εἰς τὴν ἐπιφάνειαν τοῦ σωτη‐ ρίου λόγου τὴν ἐπὶ τῆς μοναρχίας τῶν Καισάρων κηρυσσομένην παρα‐
10δεδώκασιν. Χαλδαίων αʹ ἐβασίλευσεν Ἀλῶρος σάρους ιʹ. Χαλδαίων βʹ ἐβασίλευσεν Ἀλάσπαρος σάρους γʹ. Χαλδαίων γʹ ἐβασίλευσεν Ἀμηλὼν σάρους ιγʹ. Χαλδαίων δʹ ἐβασίλευσεν Ἀμενὼν σάρους ιβʹ.
15Χαλδαίων εʹ ἐβασίλευσε Μετάλαρος σάρους ιηʹ. Χαλδαίων ϛʹ ἐβασίλευσε Δάωνος ἔτη ϙθʹ. Χαλδαίων ζʹ ἐβασίλευσεν Εὐεδώραχος σάρους ιηʹ. Χαλδαίων ηʹ ἐβασίλευσεν Ἀμφὶς σάρους ιʹ. Χαλδαίων θʹ ἐβασίλευσεν Ὀτιάρτης σάρους ηʹ.
20Χαλδαίων ιʹ ἐβασίλευσε Ξίσουθρος σάρους 〈ιηʹ〉.
21tΠερὶ τῆς τῶν Αἰγυπτίων ἀρχαιολογίας
22 Μανεθῶ ὁ Σεβεννύτης ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ μιαρῶν ἱερῶν μετὰ Βήρωσσον γενόμενος ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου γράφει τῷ αὐτῷ Πτολεμαίῳ, ψευδηγορῶν καὶ αὐτὸς ὡς ὁ Βήρωσσος, περὶ δυναστειῶν ϛʹ,
25ἤτοι θεῶν τῶν μηδέποτε γεγονότων ϛʹ, οἵ, φησί, διαγεγόνασιν ἐπὶ ἔτη αʹ ͵αϡπεʹ. ὧν πρῶτος, φησί, θεὸς Ἥφαιστος ἔτη ͵θ ἐβασίλευσε. ταῦτα τὰ ͵θ ἔτη πάλιν τινὲς τῶν καθ’ ἡμᾶς ἱστορικῶν ἀντὶ μηνῶν σεληνιακῶν λογισά‐ μενοι καὶ μερίσαντες τὸ τῶν ἡμερῶν πλῆθος τῶν αὐτῶν ͵θ σεληνίων παρὰ τὰς τξεʹ ἡμέρας τοῦ ἐνιαυτοῦ συνῆξαν ἔτη ψκζ𐅵ʹδʹ, ξένον τι δοκοῦντες κατ‐
30ωρθωκέναι, γελοίων δὲ μᾶλλον εἰπεῖν ἄξιον τὸ ψεῦδος τῇ ἀληθείᾳ συμβι‐
βάζοντες.18

19

(1t)

Πρώτη δυναστεία
2Αἰγυπτίων αʹ ἐβασίλευσεν Ἥφαιστος, πρώτη δυναστεία, ἔτη ψκζʹ 𐅵δʹ. Αἰγυπτίων βʹ ἐβασίλευσεν Ἥλιος Ἡφαίστου ἔτη πʹ 𐅵ϛʹ. Αἰγυπτίων γʹ ἐβασίλευσεν Ἀγαθοδαίμων ἔτη νϛʹ 𐅵ιβʹ.
5Αἰγυπτίων δʹ ἐβασίλευσε Κρόνος ἔτη μʹ 𐅵. Αἰγυπτίων εʹ ἐβασίλευσεν Ὄσιρις καὶ Ἶσις ἔτη λεʹ. Αἰγυπτίων ϛʹ ἐβασίλευσεν 〈******〉 Αἰγυπτίων ζʹ ἐβασίλευσε Τύφων ἔτη κθʹ. Αἰγυπτίων ηʹ ἐβασίλευσεν Ὦρος ἡμίθεος ἔτη κεʹ.
10Αἰγυπτίων θʹ ἐβασίλευσεν Ἄρης ἡμίθεος ἔτη κγʹ. Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἄνουβις ἡμίθεος ἔτη ιζʹ. Αἰγυπτίων ιαʹ ἐβασίλευσεν Ἡρακλῆς ἡμίθεος ἔτη ιεʹ. Αἰγυπτίων ιβʹ ἐβασίλευσεν Ἀπολῶ ἡμίθεος ἔτη κεʹ. Αἰγυπτίων ιγʹ ἐβασίλευσεν Ἀμμὼν ἡμίθεος ἔτη λʹ.
15Αἰγυπτίων ιδʹ ἐβασίλευσε Τιθόης ἡμίθεος ἔτη κζʹ. Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σῶσος ἡμίθεος ἔτη λβʹ. Αἰγυπτίων ιϛʹ ἐβασίλευσε Ζεὺς ἡμίθεος ἔτη κʹ.
18tΓενέσεως κόσμου ἔτη καὶ ἐγρηγόρων παράβασις
19Τῷ ͵αρκβʹ ἔτει τοῦ κόσμου ἐγέννησεν Ἰάρεδ τὸν Ἐνώχ. Ἐνὼχ γενόμενος
20ἐτῶν ἑκατὸν ἑξήκοντα πέντε ἐγέννησε τὸν Μαθουσάλα τῷ ͵ασπζʹ ἔτει τοῦ κόσμου. τῷ ͵αμβʹ ἔτει τοῦ κόσμου Σὴθ ἀπέθανε. τῷ ͵αροζʹ ἔτει τοῦ κόσμου οἱ ἐγρήγοροι φανερῶς ἐμοίχευσαν.
23tἈφρικανοῦ περὶ τῶν ἐγρηγόρων
24Πλήθους ἀνθρώπων γενομένου ἐπὶ τῆς γῆς ἄγγελοι τοῦ οὐρανοῦ θυ‐
25γατράσιν ἀνθρώπων συνῆλθον. ἐν ἐνίοις ἀντιγράφοις εὗρον· οἱ υἱοὶ τοῦ θεοῦ. μυθεύεται δέ, ὡς οἶμαι, ἀπὸ τοῦ Σὴθ ὑπὸ τοῦ πνεύματος οἱ υἱοὶ θεοῦ προσαγορεύονται διὰ τοὺς ἀπ’ αὐτοῦ γενεαλογουμένους δικαίους τε καὶ πατριάρχας ἄχρι τοῦ σωτῆρος. τοὺς δ’ ἀπὸ Κάιν ἀνθρώπων ἀποκαλεῖ· σποράν, ὡς οὐδέ τι θεῖον ἐσχηκότας διὰ πονηρίαν γένους καὶ διὰ τὸ τῆς
30φύσεως ἀνόμοιον, ἐπιμιχθέντων αὐτῶν τὴν ἀγανάκτησιν ποιήσασθαι τὸν
θεόν. εἰ δὲ ἐπ’ ἀγγέλων νοοῖτο ἔχειν τούτους, τῶν περὶ μαγείας καὶ19

20

γοητείας, ἔτι δὲ ἀριθμῶν κινήσεως τῶν μετεώρων ταῖς γυναιξὶ τὴν γνῶσιν παραδεδωκέναι, ἀφ’ ὧν ἐποιήσαντο παῖδας τοὺς γίγαντας, δι’ οὓς τῆς κακίας ἐπιγενομένης ἔγνω πᾶν ἀφανίσαι ζῴων γένος ὁ θεὸς ἐν κατακλυ‐ σμῷ ἄπιστον.
5 Τῷ ͵ασοζʹ ἔτει ἐγέννησεν Ἐνὼχ τὸν Μαθουσάλα. Μαθουσάλα γενόμενος ρξζʹ ἐτῶν ἐγέννησε τὸν Λάμεχ. Τῷ ͵αυνδʹ ἔτει τοῦ κόσμου, τινὰ δὲ τῶν ἀντιγράφων τῷ ρπζʹ ἔτει αὐτοῦ Μαθουσάλα φέρουσι τὴν γέννησιν Λάμεχ· οἷς καὶ ὁ Ἀφρικανὸς ἀκολου‐ θήσας τῷ ͵βσξβʹ ἔτει τοῦ κόσμου τὸν ἐπὶ Νῶε κατακλυσμὸν ἐστοιχείωσεν,
10ὅπερ οὐ δοκεῖ ἡμῖν ὑγιῶς ἔχειν. δοκεῖ δέ μοι ὁ Ἀφρικανὸς τῷ ͵βσξβʹ ἔτει τοῦ κόσμου τὸν κατακλυσμὸν στοιχειῶσαι διὰ τὸ τοὺς ϡξθʹ χρόνους τῆς ζωῆς Μαθουσάλα ἀρχομένους ἀπὸ τοῦ ͵ασπζʹ ἔτους τοῦ κόσμου λήγειν εἰς τὸ ͵βσνϛʹ ἔτος τοῦ κόσμου ἐντὸς τῶν ͵βσξβʹ ἐτῶν. Ὁ δὲ Εὐσέβιος περὶ τοῦ Μαθουσάλα φησὶν ὅτι τοῦτον ὑπερβῆναι τὸν
15κατακλυσμὸν ὁ τῆς ζωῆς αὐτοῦ ἀριθμὸς παρίστησιν. εἴδομεν δέ τινα τῶν ἀντιγράφων ἔχειν· ἐπέζησε δὲ ἔτη ψπβʹ. κατὰ τόνδε τρόπον οὐκ εἶδε τὸν κατακλυσμόν. καὶ ταῦτα μὲν ὁ Εὐσέβιος· ὅπερ ἐάν τις ἀληθὲς εἶναι δῷ, εὑρεθήσεται ὁ Μαθουσάλα ϡμθʹ ἐτῶν τελευτήσας, καὶ ἔσται ὁ Ἰάρεδ ὁ τούτου πάππος πολυχρονιώτερος αὐτοῦ ζήσας ἔτη ϡξβʹ. ὁμολογούμενον
20δέ ἐστι πᾶσιν ὅτι πάντων ἀνθρώπων μακροβιώτατος ὢν ὁ Μαθουσάλα καὶ ὅτι ἐν τῷ κατακλυσμῷ τέθνηκε. διὸ μᾶλλον ἄν τις τῷ ρνγʹ ἔτει τοῦ Ἐνὼχ ὑπολάβοι τὸν Μαθουσάλα γεννηθῆναι, τοῦτ’ ἔστι τῷ ͵ασογʹ ἔτει τοῦ κόσμου. τούτοις γὰρ προστιθέμενα τὰ ϡξθʹ ἔτη τῆς τοῦ Μαθουσάλα ζωῆς ποιεῖ ͵βσμβʹ, οἷς καὶ ὁ κατακλυσμὸς συντρέχει, καθ’ ὃν τέθνηκεν ὁ
25Μαθουσάλα. Τῷ ͵ατμʹ ἔτει Ἐνὼς ἀπέθανεν. Τῷ ͵αυκγʹ ἔτει ἀπεκαλύφθη τῷ Ἐνὼχ τὰ περῖ τοῦ κατακλυσμοῦ. Τῷ ͵αυληʹ ἔτει ἔλαβε Μαθουσάλα γυναῖκα. Τῷ ͵αυνδʹ Λάμεχ ἐγεννήθη τῷ Μαθουσάλα.
30 Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε τῷ ͵αχμβʹ ἔτει τοῦ κό‐ σμου. ἔζησε δὲ Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε ἔτη φξεʹ καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἔτη ψνγʹ. καὶ ἀπέθανε τῷ ͵βσζʹ ἔτει τοῦ κόσμου πρὸ λεʹ ἐτῶν τοῦ κατακλυσμοῦ. οὗτος ὀλιγοχρονιώτατος πάντων
τῶν πρὸ τοῦ κατακλυσμοῦ γέγονε πλὴν Ἄβελ τοῦ δικαίου. καὶ πρῶτος20

21

τελευτᾷ πρὸ τοῦ ἰδίου πατρὸς Μαθουσάλα. ὁ γὰρ Μαθουσάλα ἐν τῷ κατακλυσμῷ τέθνηκε, περὶ οὗ Ἀφρικανός· οὗτος ἁπάντων πλείονα χρόνον βιοῖ, τῶν τε πρὸ αὐτοῦ καὶ τῶν ἑξῆς εἰς ἡμᾶς, εἰς ἔτη τὰ σύμπαντα ϡξθʹ. τάχα τι σημαίνει τὸ πολυχρόνιον αὐτοῦ διὰ τὴν ὑπερκόσμιον ὀγδοάδα
5κυριακὴν ἡμέραν. ὄγδοος γὰρ ἀπὸ τοῦ αʹ τυγχάνει. ὃ δ’ ὑστερεῖ, τοῦτο πρὸς ἀναπλήρωσιν τῆς χιλιάδος, πρῶτον ὑπάρχον πλήρωμα, ἀνεπλήρωσεν ὁ σωτήρ. εἶτά φησιν· εἰσὶ τρεῖς ὁμωνυμίαι πως ἀπὸ Κάιν τοῖς ἀπὸ Σήθ, ὡς Ἐνὼχ καὶ Μαθουσάλα καὶ Λάμεχ. Τῷ ͵αυπηʹ ἔτει Ἐνὼχ μετετέθη ἐν τῷ παραδείσῳ, καθὼς καὶ ἡ θεία
10φάσκει γραφή, ὅτι ‘ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ ἔτη τξεʹ, καὶ εὐηρέστη‐ σεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός.‘ Τῷ ͵αφλεʹ ἔτει Καϊνᾶν ἀπέθανεν. Τῷ ͵αχλʹ 〈ἔτει〉 Λάμεχ ἔλαβε γυναῖκα. Τῷ ͵αχμβʹ ἔτει Νῶε ἐγεννήθη τῷ Λάμεχ.
15Τῷ ͵αχϙʹ ἔτει Μαλελεὴλ ἀπέθανεν. Τῷ ͵αϡκεʹ ἔτει Ἰάρεδ ἀπέθανεν. Τῷ ͵βρκαʹ ἔτει τοῦ κόσμου ἐγρηγόρων ἀπόφασις. Τῷ ͵βρκθʹ ἔτει Νῶε ἔλαβε γυναῖκα. Τῷ ͵βρμʹ ἔτει ἐντολὴ τοῦ θεοῦ πρὸς Νῶε περὶ κατασκευῆς τῆς κιβωτοῦ.
20 Τῷ ͵βρμαʹ ἔτει τοῦ κόσμου Νῶε ἦν ἐτῶν φʹ. καὶ ἐγέννησε τρεῖς υἱούς. τῷ αὐτῷ ἔτει Σὴμ ἐγεννήθη τῷ Νῶε. Τῷ ͵βρμδʹ ἔτει Χὰμ ἐγεννήθη. Τῷ ͵βρμζʹ ἔτει Ἰάφεθ ἐγεννήθη. εἶτά φησιν ἡ γραφή· ‘καὶ εἶπε κύριος ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν
25αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ρκʹ ἔτη.‘
26t〈Ἀφρικανοῦ〉
27 Ἔγνω πᾶν ὁ θεὸς ἀφανίσαι ζῴων γένος ἐν κατακλυσμῷ, ἀπειλήσας ρκʹ ἔτη οὐχ ὑπερβήσεσθαι τοὺς ἀνθρώπους. μηδὲ νομιζέσθω ζήτημα διὰ τὸ
πλείονα χρόνον τινὰς ὕστερον βιῶναι· τὸ γὰρ διάστημα τοῦ χρόνου γέγονεν21

22

ἑκατὸν ἔτη μέχρι τοῦ κατακλυσμοῦ κατὰ τῶν ἁμαρτωλῶν τῶν τότε· ἦσαν γὰρ εἰκοσαετεῖς. τῷ Νῶε διὰ δικαιοσύνην εὐαρεστήσαντι κιβωτὸν ὑπέθετο κατασκευάσαι θεός· καὶ γενομένης εἰσῆλθον εἰς αὐτὴν αὐτός τε Νῶε καὶ οἱ υἱοί, ἡ γυνὴ καὶ αἱ νύμφαι, καὶ ἀπὸ παντὸς ζῴου ἀπαρχὴ εἰς
5διαμονὴν τοῦ γένους. ἦν δὲ ἐτῶν ἑξακοσίων ὁ Νῶε, ὅτε ὁ κατακλυσμὸς ἐγένετο. ὡς δὲ ἔληξε τὸ ὕδωρ, ἡ κιβωτὸς ἱδρύθη ἐπὶ τὰ ὄρη Ἀραράτ, ἅτινα ἴσμεν ἐν Παρθίᾳ, τινὲς δὲ ἐν Κελαιναῖς τῆς Φρυγίας εἶναί φασιν· εἶδον δὲ τὸν τόπον ἑκάτερον. ἐπεκράτησε δὲ ὁ κατακλυσμὸς ἐνιαυτόν· καὶ τότε ἐξηράνθη ἡ γῆ. οἱ δὲ ἐξῆλθον τῆς κιβωτοῦ κατὰ συζυγίας, ὡς ἔστιν εὑρεῖν,
10καὶ οὐχ ὃν εἰσῆλθον τρόπον κατὰ γένη, εὐλογοῦνταί τε πρὸς τοῦ θεοῦ. τούτων μὲν οὖν ἕκαστον τῶν διαφερόντων τι σημαίνει. Τῷ ͵βςϛʹ ἔτει τοῦ κόσμου Λάμεχ ἐτελεύτησεν. Τῷ ͵βσκηʹ ἔτει Σὴμ ἔλαβε γυναῖκα ἑαυτῷ. Τῷ ͵βσλγʹ Χὰμ ἔλαβεν ἑαυτῷ γυναῖκα.
15 Τῷ ͵βσλϛʹ Μαθουσάλα ἐτελεύτησεν. Τῷ ͵βσλζʹ Ἰάφεθ ἔλαβεν ἑαυτῷ γυναῖκα. ἡ κιβωτὸς ἐπληρώθη τῷ ͵βσμαʹ ἔτει τοῦ κόσμου. Τούτῳ τῷ ͵βσμαʹ ἔτει ὄντι ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς ὅλης κοσμογονίας, φʹ δὲ καὶ ϙθʹ τῆς ζωῆς Νῶε τοῦ δικαίου, ἐτελειώθη ἡ κιβωτὸς ἐν ὅλοις
20ἔτεσιν ρʹ κατασκευασθεῖσα ὑπ’ αὐτοῦ θείῳ προστάγματι, περὶ ἧς μόνος πρὸ πάντων ἀνθρώπων ὁ θεόπτης Μωυσῆς ἐκ θεοῦ μυηθεὶς ἀκριβῶς ἔγραψε τήν τε ἡμέραν τοῦ μηνὸς καὶ ἐνιαυτοῦ καθ’ ὃν εἰσελθὼν Νῶε ἐν αὐτῇ πανοικί, σὺν πάσῃ γενέσει τῶν ζῴων, μόνος σὺν τοῖς μετ’ αὐτοῦ διεσώθη, ὡς μόνος εὐαρεστῶν τῷ θεῷ ἐν τῇ γενεᾷ αὐτοῦ· τοῦτ’ ἔστι τῷ
25͵βσμβʹ ἔτει τοῦ κόσμου, χʹ δὲ τῆς ζωῆς Νῶε, τῇ κζʹ τοῦ βʹ μηνὸς Ἴαρ παρ’ Ἑβραίοις καλουμένου, παρὰ δὲ Αἰγυπτίοις Παχὼν κεʹ, ἤτοι τοῦ παρὰ Ῥωμαίοις Μαΐου κʹ ἡμέρᾳ, αʹ τῆς ἑβδομάδος, ὥς τισιν ἔδοξε, σελή‐ νης δὲ κζʹ. ἐν ᾗ ἔκλεισεν ὁ θεὸς τὴν κιβωτὸν ἔξωθεν, ὡς τὰ ἱερὰ λόγια
φάσκει, καὶ ἀνεῴχθησαν οἱ καταρράκται τοῦ οὐρανοῦ καὶ αἱ πηγαὶ τῆς22

23

ἀβύσσου ἐρράγησαν ἐπὶ ἡμέρας μʹ, ἤγουν μέχρι τῆς εʹ τοῦ δʹ μηνὸς παρ’ Ἑβραίοις Θαμνεί, τῷ Ἐπιφεὶ κατ’ Αἰγυπτίους μηνὶ ιαʹ, ζʹ δὲ παρὰ Ῥωμαίοις, τῷ καὶ Ἰουλίῳ, εʹ φασὶν ἡμέρᾳ τῆς ἑβδομάδος, κατὰ δὲ σελή‐ νην ζʹ· ὃ καὶ παραδοξότατον ἦν, ἐν ἀκμῇ τῆς θερινῆς ὥρας τοιούτους
5ὄμβρους ὑπερφυῶς ἐπιρραγῆναι τῷ κόσμῳ δι’ ὑπερβολὴν ἁμαρτίας. πνεύ‐ ματος δὲ τῇ γῇ κατὰ θείαν ἐπιπνεύσαντος πρόσταξιν μετὰ τὰς ρνʹ ἡμέρας ἤρξατο ἐλαττοῦσθαι τὸ ὕδωρ ἀπὸ κδʹ τοῦ παρ’ Ἑβραίοις ζʹ μηνὸς Θεελείφ, βʹ δὲ παρ’ Αἰγυπτίοις Φαωφὶ ιθʹ, ἤτοι κατὰ Ῥωμαίους ιʹ μηνὶ Ὀκτωβρίῳ, γʹ τῆς ἑβδομάδος ἡμέρᾳ, σελήνης, ὥς φασί, νεομηνίᾳ, ἕως ιαʹ Ἑβραϊκοῦ
10μηνὸς Σαβὰτ τῆς νεομηνίας, ἤτοι κεʹ τοῦ Τυβίτ, τοῦ καὶ Ἰανουαρίου μηνὸς πρώτου κατὰ Ῥωμαίους, ἡμέρᾳ βʹ τῆς ἑβδομάδος, σελήνης ιʹ, ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ, τοῦτ’ ἔστι τῆς Ἀρμενίας. καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων, καὶ μεθ’ ἡμέρας μʹ ἐξαπέστειλε Νῶε διὰ θυρίδος τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ, τῇ ιαʹ τοῦ δω‐
15δεκάτου μηνὸς Ἀδάρ, εʹ τοῦ Φαμενώθ, ἐν ἀρχῇ τοῦ Μαρτίου κατὰ Ῥω‐ μαίους γʹ μηνός, ἡμέρᾳ τῆς ἑβδομάδος ζʹ, κατὰ δὲ σελήνην κʹ· καὶ ἀπελ‐ θὼν οὐχ ὑπέστρεψεν ὁ κόραξ. καὶ μεθ’ ἡμέρας ζʹ ἀπέστειλε τὴν περι‐ στεράν, καὶ μὴ εὑροῦσα ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτόν· καὶ μετ’ ἄλλας ζʹ ἡμέρας, τῇ ιηʹ τοῦ μηνὸς Ἀδάρ, ιβʹ τοῦ Φαμενώθ, Μαρτίου δὲ αὖθις
20ἀπέστειλε αὐτὴν ἐκ τῆς κιβωτοῦ, καὶ ὑπέστρεψε πρὸς ἑσπέραν ἔχουσα φύλλον ἐλαίας ἐν τῷ στόματι ἐν ἡμέρᾳ ἑβδομάδος ζʹ, σελήνης δὲ κβʹ. μετὰ δὲ ἄλλας ἑπτὰ ἡμέρας πάλιν ἀπέλυσε τὴν περιστερὰν τῇ κεʹ τοῦ αὐτοῦ ιβʹ παρ’ Ἑβραίοις μηνὸς Ἀδάρ, ἤτοι τῇ καʹ τοῦ Φαμενώθ, Μαρτίου δὲ ιηʹ, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι.
25 Κατὰ δὲ τὴν ἀρχὴν τοῦ κοσμικοῦ ͵βσμγʹ ἔτους, τῷ χαʹ ἔτει τῆς ζωῆς Νῶε, τῇ νεομηνίᾳ τοῦ πρώτου μηνὸς Νισάν, ἤτοι τῇ κθʹ τοῦ κατ’ Αἰγυπ‐ τίους ζʹ μηνὸς Φαμενώθ, Μαρτίου κεʹ, ἐν ἡμέρᾳ αʹ τῆς ἑβδομάδος, κατὰ σελήνην ιβʹ, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· ἐν δὲ τῷ βʹ μηνὶ Ἰὰρ κζʹ, ἤτοι Παχὼν κεʹ, ἐξηράνθη ἡ γῆ· καὶ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ Νῶε καὶ οἱ σὺν
30αὐτῷ, ἐν ἡμέρᾳ αʹ τῆς ἑβδομάδος. τούτων ἡμῖν ἐκ τῶν διὰ Μωυσέως θεοπνεύστων γραφῶν κατειλημμένων περιττὸν ἂν εἴη προσέχειν Χαλ‐ δαϊκαῖς καὶ Αἰγυπτιακαῖς ἱστορίαις τοὺς ἀδιστάκτως πιστεύοντας ὅτι ὁ κο‐ σμικὸς ἐπὶ Νῶε κατακλυσμὸς γέγονε τῷ ͵βσμβʹ ἔτει τοῦ κόσμου. αὐταὶ γὰρ χρόνων ἀπείρους εἰσάγουσαι μυριάδας πρὸς ἀνατροπὴν τῆς ἀληθείας
35πάντα κατασκευάζουσιν, εἰ καὶ δοκοῦσιν ἐν μέρει περί τε κατακλυσμοῦ
καὶ γιγάντων καὶ αὐτοῦ Νῶε, τοῦ καὶ Ξισούθρου λεγομένου παρ’ αὐτοῖς,23

24

συμφωνεῖν τῇ θεοπνεύστῳ γραφῇ, ἐξ ὧν καὶ ἐσφετερίσαντο πᾶν νόημα χρηστὸν οἱ ταῦτα συντάξαντες. ἀλλ’ ἐπειδὰν καὶ τὰ δηλητήρια ἀγνοούμενα θάνατον οἶδε πολλάκις τοῖς ἀπείροις αὐτῶν μετέχουσι προξενεῖν, ἀναγ‐ καῖον ἡγοῦμαι μικρὰς χρήσεις παραθέσθαι ἐκ παραλλήλου τῶν ἐγκειμένων
5ἡμῖν ἀπὸ τῶν θείων γραφῶν, οὐ πρὸς πίστωσιν αὐτῶν, μὴ γένοιτο, πρὸς ἔλεγχον δὲ τῆς ἐκείνων ψευδηγορίας. πρὸ δὲ τούτων ἡ περὶ τῶν ἐγρηγόρων ἀκόλουθος ἱστορία ἐκ τοῦ αʹ λόγου Ἐνὼχ ὡς καὶ συγγενεστέρα ταῖς ἡμε‐ τέραις γραφαῖς ἐκτεθήσεται, εἰ καὶ ἀπόκρυφός ἐστι καὶ ἔν τισιν ἀμφίβολος, ἔχουσά πως ὧδε.
10tἘκ τοῦ λόγου Ἐνὼχ
11tΤὰ λοιπὰ περὶ ἐγρηγόρων
12 Τότε ἐβόησαν οἱ ἄνθρωποι εἰς τὸν οὐρανόν, λέγοντες· εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγάλης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ.
15 Καὶ ἀκούσαντες οἱ δʹ μεγάλοι ἀρχάγγελοι Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ παρέκυψαν οἱ δʹ ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ. καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀνομίαν καὶ ἀσέβειαν γινομένην ἐπ’ αὐτῆς, εἰσελθόντες εἶπον πρὸς ἀλλή‐ λους ὅτι τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων ἐντυγχάνουσι στε‐
20νάζοντα καὶ λέγοντα· εἰσαγάγετε τὴν δέησιν ἡμῶν πρὸς τὸν ὕψιστον. καὶ προσελθόντες οἱ τέσσαρες ἀρχάγγελοι εἶπον τῷ κυρίῳ· σὺ εἶ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν ἀνθρώπων, καὶ ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας· σὺ γὰρ
25εἶ ὁ ποιήσας τὰ πάντα καὶ πάντων τὴν ἐξουσίαν ἔχων, καὶ πάντα ἐνώ‐ πιόν σου φανερὰ καὶ ἀκάλυπτα, καὶ πάντα ὁρᾷς, καὶ οὐκ ἔστιν ὃ κρυβῆναί σε δύναται. ὁρᾷς ὅσα ἐποίησεν Ἀζαήλ, ὅσα εἰσήνεγκεν καὶ ὅσα ἐδίδαξεν, ἀδικίας καὶ ἁμαρτίας ἐπὶ τῆς γῆς, καὶ πάντα δόλον ἐπὶ τῆς ξηρᾶς. ἐδίδαξε γὰρ τὰ μυστήρια καὶ ἀπεκάλυψε τῷ αἰῶνι τὰ ἐν οὐρανῷ. ἐπιτηδεύουσι δὲ
30τὰ ἐπιτηδεύματα αὐτοῦ, εἰδέναι τὰ μυστήρια οἱ υἱοὶ τῶν ἀνθρώπων. τῷ Σεμιαζᾷ τὴν ἐξουσίαν ἔδωκας ἔχειν τῶν σὺν αὐτῷ ἅμα ὄντων, καὶ ἐπο‐ ρεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ συνεκοιμήθησαν
μετ’ αὐτῶν καὶ ἐν ταῖς θηλείαις ἐμιάνθησαν καὶ ἐδήλωσαν αὐταῖς πάσας24

25

τὰς ἁμαρτίας, καὶ ἐδίδαξαν αὐτὰς μίσητρα ποιεῖν, καὶ νῦν ἰδοὺ αἱ θυγα‐ τέρες τῶν ἀνθρώπων ἔτεκον ἐξ αὐτῶν υἱοὺς γίγαντας. κίβδηλα ἐπὶ τῆς γῆς τῶν ἀνθρώπων ἐκκέχυται, καὶ ὅλη ἡ γῆ ἐπλήσθη ἀδικίας. καὶ νῦν ἰδοὺ τὰ πνεύματα τῶν ψυχῶν τῶν ἀποθανόντων ἀνθρώπων ἐντυγχάνουσι,
5καὶ μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ ἀνέβη ὁ στεναγμὸς αὐτῶν, καὶ οὐ δύνα‐ ται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀδικημάτων. καὶ σὺ αὐτὰ οἶδας πρὸ τοῦ αὐτὰ γενέσθαι καὶ ὁρᾷς αὐτοὺς καὶ ἐᾷς αὐτούς, καὶ οὐδὲν λέγεις. τί δεῖ ποιῆσαι αὐτοὺς περὶ τούτου; Τότε ὁ ὕψιστος εἶπε καὶ ὁ ἅγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψε τὸν
10Οὐριὴλ πρὸς τὸν υἱὸν Λάμεχ λέγων· πορεύου πρὸς τὸν Νῶε καὶ εἰπὸν αὐτῷ· τῷ ἐμῷ ὀνόματι κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχό‐ μενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα. καὶ εἰπὸν αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς. δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ, καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συν‐
15τηρήσει καὶ ἐκφεύξεται δι’ αἰῶνος καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος. καὶ τῷ Ῥαφαὴλ εἶπε· πο‐ ρεύου, Ῥαφαήλ, καὶ δῆσον τὸν Ἀζαήλ, χερσὶ καὶ ποσὶ συμπόδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῇ ἐρήμῳ Δουδαήλ, καὶ ἐκεῖ πορευθεὶς βάλε αὐτόν· καὶ ὑπόθες αὐτῷ λίθους
20ὀξεῖς καὶ λίθους τραχεῖς, καὶ ἐπικάλυψον αὐτῷ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον, καὶ φῶς μὴ θεωρείτω· καὶ ἐν τῇ ἡμέρα τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐμπυρισμὸν τοῦ πυρός· καὶ ἴασαι τὴν γῆν ἣν ἠφάνισαν οἱ ἐγρήγοροι, καὶ τὴν ἴασιν τῆς πληγῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγὴν καὶ μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν
25ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὃ εἶπον οἱ ἐγρήγοροι καὶ ἐδίδαξαν τοὺς υἱοὺς αὐτῶν, καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ’ αὐτῇ γράψον πάσας τὰς ἁμαρτίας. καὶ τῷ Γαβριὴλ εἶπε· πορεύου, Γαβριήλ, ἐπὶ τοὺς γίγαντας, ἐπὶ τοὺς κιβδήλους, ἐπὶ τοὺς υἱοὺς τῆς πορ‐ νείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώ‐
30πων. πέμψον αὐτοὺς εἰς ἀλλήλους, ἐξ αὐτῶν εἰς αὐτούς, ἐν πολέμῳ καὶ ἐν ἀπωλείᾳ, καὶ μακρότης ἡμερῶν οὐκ ἔσται αὐτοῖς, καὶ πᾶσα ἐρώτησις οὐκ ἔστι τοῖς πατράσιν αὐτῶν, ὅτι ἐλπίζουσι ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη φʹ. καὶ τῷ Μιχαὴλ εἶπε· πορεύου, Μιχαήλ,
δῆσον Σεμιαζᾶν καὶ τοὺς ἄλλους σὺν αὐτῷ, τοὺς συμμιγέντας ταῖς θυγα‐25

26

τράσι τῶν ἀνθρώπων τοῦ μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν. καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσι τὴν ἀπώλειαν τῶν ἀγαπη‐ τῶν αὐτῶν, δῆσον αὐτοὺς ἐπὶ οʹ γενεὰς εἰς τὰς νάπας τῆς γῆς, μέχρι ἡμέρας
5κρίσεως αὐτῶν, μέχρι ἡμέρας τελειώσεως τελεσμοῦ, ἕως συντελεσθῇ
5κρίμα τοῦ αἰῶνος τῶν αἰώνων. τότε ἀπενεχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον τῆς συγκλείσεως τοῦ αἰῶνος. καὶ ὃς ἂν κατακριθῇ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετ’ αὐτῶν δεθήσεται μέχρι τελειώσεως γενεᾶς αὐτῶν. Καὶ μεθ’ ἕτερα· καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ πνευμάτων καὶ
10σαρκὸς πνεύματα πονηρὰ ἐπὶ τῆς γῆς καλέσουσιν αὐτούς, ὅτι ἡ κατοίκησις αὐτῶν ἔσται ἐπὶ τῆς γῆς. πνεύματα πονηρὰ ἔσονται, τὰ πνεύματα ἐξελη‐ λυθότα ἀπὸ τοῦ σώματος τῆς σαρκὸς αὐτῶν, διότι ἀπὸ τῶν ἀνθρώπων ἐγένοντο, καὶ ἐκ τῶν ἁγίων τῶν ἐγρηγόρων ἡ ἀρχὴ τῆς κτίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου. πνεύματα πονηρὰ ἐπὶ τῆς γῆς ἔσονται, τὰ πνεύματα τῶν
15γιγάντων νεμόμενα, ἀδικοῦντα, ἀφανίζοντα, ἐμπίπτοντα καὶ συμπαλαίοντα καὶ ῥιπτοῦντα ἐπὶ τῆς γῆς καὶ δρόμους ποιοῦντα καὶ μηδὲν ἐσθίοντα, ἀλλ’ ἀσιτοῦντα καὶ φάσματα ποιοῦντα καὶ διψῶντα καὶ προσκόπτοντα. καὶ ἐξαναστήσονται τὰ πνεύματα ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυ‐ ναικῶν, ὅτι ἐξ αὐτῶν ἐξεληλύθασι.
20 Καὶ ἀπὸ ἡμέρας καιροῦ σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου τῶν γιγάν‐ των Ναφιλείμ, οἱ ἰσχυροὶ τῆς γῆς, οἱ μεγάλοι ὀνομαστοί, τὰ πνεύματα τὰ ἐκπορευόμενα ἀπὸ τῆς ψυχῆς αὐτῶν, ὡς ἐκ τῆς σαρκὸς ἔσονται, ἀφανί‐ ζοντα χωρὶς κρίσεως, οὕτως ἀφανίσουσι μέχρις ἡμέρας τῆς τελειώσεως, ἕως τῆς κρίσεως τῆς μεγάλης, ἐν ᾗ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται, ἐφ’ ἅπαξ
25ὁμοῦ τελεσθήσεται. Καὶ αὖθις· παρὰ δὲ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπ’ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπ’ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης. ἐν τῷ καιρῷ
30ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακαήσεται περὶ πάντων
τῶν ἔργων αὐτοῦ. καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων· ὀργὴ μεγάλη26

27

καθ’ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν, καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφ’ ὑμῶν μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν. καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ρκʹ ἐτῶν. καὶ μὴ
5δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς πᾶσα ὁδὸς ἐκ‐ φεύξεως ἀπὸ τοῦ νῦν διὰ τὴν ὀργήν, ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα. Καὶ ταῦτα μὲν ἐκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων, εἰ καὶ μὴ τελείως χρὴ προσέχειν ἀποκρύφοις μάλιστα τοὺς ἁπλουστέρους διά τε
10τὸ περιττά τινα καὶ ἀτριβῆ τῆς ἐκκλησιαστικῆς παραδόσεως ἔχειν καὶ διὰ τὸ νενοθεῦσθαι αὐτὰ ὑπὸ Ἰουδαίων καὶ αἱρετικῶν. πλὴν καὶ ὁ μακάριος Παῦλος σπανίως ἐχρήσατό τισιν ἐξ ἀποκρύφων χρήσεσιν, ὡς ὅταν φησὶν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ· ‘ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη‘ καὶ τὰ ἑξῆς Ἠλία
15ἀποκρύφων. καὶ πάλιν ἐν τῇ πρὸς Γαλάτας ἐκ τῆς Μωυσέως ἀποκαλύ‐ ψεως· ‘οὔτε περιτομή τι ἐστὶν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.‘ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ἐκ τῶν Ἱερεμίου λεγομένων ἀποκρύφων· ‘ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.‘ ταῦτα δὲ ἡμῖν εἴρηται οὐ πρὸς ἄδειαν τῶν βουλομένων ἀδιαφόρως αὐτοῖς ἐντυγχά‐
20νειν· μὴ γένοιτο· πολλοὶ γὰρ ἐβλάβησαν ἐν πᾶσιν αὐτοῖς πιστεύσαντες, ὅθεν καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὁ χορὸς τῶν θεοφόρων ἡμῶν πατέ‐ ρων ἐκώλυσεν ἐντυγχάνειν αὐτοῖς ὥσπερ τῇ θείᾳ λοιπῇ γραφῇ· καὶ ἡμεῖς τὰς προγραφείσας χρήσεις ὑπὲρ τοῦ δεῖξαι μόνον τὴν τῶν ἐγρηγόρων παρά‐ βασιν καὶ τὴν τῶν γιγάντων ἀσέβειαν, περὶ ἧς καὶ ὁ θεῖος Μωυσῆς
25μέμνηται, καὶ ὅτι δι’ αὐτοὺς ὁ κοσμικὸς γέγονε κατακλυσμὸς παρεθέμε‐ θα, καὶ ὥστε τοὺς τὰς Χαλδαϊκὰς καὶ Αἰγυπτιακὰς ἀρχαιολογίας γράψαν‐ τας μὴ δεῖν Χριστιανῶν ὑπολαμβάνειν, ὅτι ἀπὸ ἐνδιαθέτων ἢ ἀποκρύφων βιβλίων ἔσχον οἱανδηποτοῦν ἀφορμὴν τῆς οἰκείας ψευδηγορίας καὶ τῶν ἀπείρων ἐτῶν τὸν ἐξελεγμὸν συγγράψαι καὶ τὰς παρ’ αὐτοῖς φημιζομένας
30βασιλείας καὶ δυναστείας, ἀλλ’ ἵνα καὶ τὰς περὶ τούτων βίβλους ἀποκρύ‐ φους ζητῶν ἀρκῆται ταῖς προκειμέναις ἐξ αὐτῶν χρήσεσιν ἐνταῦθα, καὶ μὴ τὰς καθόλου πραγματείας ἀσκόπως ἀναγινώσκων τοῦ ὀρθοῦ καὶ ἀλη‐
θοῦς ἀποπέσοι σκοποῦ· καὶ γὰρ καὶ ἐν τῇ Μωυσέως λεγομένῃ ἀποκαλύψει27

28

φέρεται περὶ αὐτῶν, ὅτι μετὰ τὸν κατακλυσμὸν τῷ ͵βφπβʹ ἔτει τοῦ κόσμου φθόνῳ κινούμενοι μετὰ θάνατον ἐπλάνησαν τοὺς υἱοὺς Νῶε· καὶ εὐξαμέ‐ νου τοῦ Νῶε ἵνα ἀποστῶσιν ἀπ’ αὐτῶν, ὁ κύριος ἐκέλευσε τῷ ἀρχαγγέλῳ Μιχαὴλ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον ἄχρι ἡμέρας τῆς κρίσεως· ὁ δὲ
5διάβολος ᾐτήσατο λαβεῖν μοῖραν ἀπ’ αὐτῶν πρὸς πειρασμὸν τῶν ἀνθρώπων καὶ ἐδόθη αὐτῷ τὸ δέκατον αὐτῶν κατὰ πρόσταξιν θείαν, ὥστε πειράζειν τοὺς ἀνθρώπους πρὸς δοκιμὴν τῆς ἑκάστου πρὸς θεὸν προαιρέσεως, τὰ δὲ λοιπὰ θʹ μέρη ἐβλήθη εἰς τὴν ἄβυσσον. ἡμῖν δὲ ἀσύμφωνον εἶναι τοῦτο δοκεῖ, ἄνθρωπον ζῶντα ὑπὸ τῆς τοῦ τεθνεῶτος ψυχῆς πειράζεσθαι. διὸ
10παραινοῦμεν καὶ ἡμεῖς τοὺς ἐντυγχάνοντας ἢ ἐνταῦθα ἢ ἀλλαχοῦ τοῖς ἀποκρύφοις μὴ ἐν πᾶσιν ἕπεσθαι ταῖς ἐννοίαις ταῖς φερομέναις ἐν αὐταῖς. λοιπὸν δέ ἐστι μετὰ ταῦτα, καθὼς καὶ ἐπηγγειλάμεθα, μικρὰς χρήσεις τῶν τὰς Χαλδαϊκὰς καὶ Αἰγυπτιακὰς ἱστορίας γραψάντων παραθέσθαι, δι’ ὧν πρόδηλος ἡ τούτων ἀσυμφωνία πρός τε ἀλλήλους καὶ τὴν θείαν
15γραφὴν τοῖς πιστοῖς ἔσται καὶ ἀνατροπὴ τῆς τερατώδους αὐτῶν ἐρεσχε‐ λίας. Ἐκ τοῦ Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ βασιλευσάντων ιʹ βασιλέων τῶν Χαλδαίων καὶ αὐτοῦ τοῦ κατακλυσμοῦ, καὶ περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ, ἐν οἷς καί τινα διὰ μέσου τερατώδη
20φάσκει, ὡς τῷ Βηρώσσῳ γεγραμμένα. Βήρωσσος δὲ ἐν τῇ πρώτῃ τῶν Βαβυλωνιακῶν φησι γενέσθαι μὲν αὐτὸν κατὰ Ἀλέξανδρον τὸν Φιλίππου τὴν ἡλικίαν. ἀναγραφὰς δὲ πολλῶν ἐν Βαβυλῶνι φυλάσσεσθαι μετὰ πολλῆς ἐπιμελείας ἀπὸ ἐτῶν που ὑπὲρ μυ‐ ριάδων ιεʹ περιεχούσας χρόνον· περιέχειν δὲ τὰς ἀναγραφὰς ἱστορίας περὶ
25τοῦ οὐρανοῦ καὶ θαλάσσης καὶ πρωτογονίας καὶ βασιλέων καὶ τῶν κατ’ αὐτοὺς πράξεων. καὶ πρῶτον μὲν τὴν Βαβυλωνίων γῆν φησι κεῖσθαι ἐπὶ τοῦ Τίγριδος καὶ Εὐφράτου ποταμοῦ μέσην. φύειν δὲ αὐτὴν πυροὺς ἀγρίους καὶ κριθὰς καὶ ὦχρον καὶ σήσαμον καὶ τὰς ἐν τοῖς ἕλεσι φυομένας ῥίζας ἐσθίεσθαι· ὀνομάζεσθαι αὐτὰς γόγγας· ἰσοδυναμεῖν δὲ τὰς ῥίζας
30ταύτας κριθαῖς. γίνεσθαι δὲ φοίνικας καὶ μῆλα καὶ τὰ λοιπὰ ἀκρόδρυα καὶ ἰχθύας καὶ ὄρνεα χερσαῖά τε καὶ λιμναῖα. εἶναι δὲ αὐτῆς τὰ μὲν κατὰ τὴν
Ἀραβίαν μέρη ἄνυδρά τε καὶ ἄκαρπα, τὰ δὲ ἀντικείμενα τῇ Ἀραβίᾳ ὀρεινά28

29

τε καὶ εὔφορα. ἐν δὲ τῇ Βαβυλῶνι πολὺ πλῆθος ἀνθρώπων γενέσθαι ἀλ‐ λοεθνῶν κατοικησάντων τὴν Χαλδαίαν· ζῆν δὲ αὐτοὺς ἀτάκτως ὥσπερ τὰ θηρία. Ἐν δὲ τῷ πρώτῳ ἐνιαυτῷ φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης κατὰ τὸν
5ὁμοροῦντα τόπον τῇ Βαβυλωνίᾳ ζῷον ἄφρενον ὀνόματι Ὠάννην, καθὼς καὶ Ἀπολλόδωρος ἱστόρησε, τὸ μὲν ὅλον σῶμα ἔχον ἰχθύος, ὑπὸ δὲ τὴν κεφαλὴν παραπεφυκυῖαν ἄλλην κεφαλὴν ὑποκάτω τῆς τοῦ ἰχθύος κεφαλῆς, καὶ πόδας ὁμοίως ἀνθρώπου, παραπεφυκότας δὲ ἐκ τῆς οὐρᾶς τοῦ ἰχθύος· εἶναι δὲ αὐτῷ φωνὴν ἀνθρώπου, τὴν δὲ εἰκόνα αὐτοῦ ἔτι καὶ νῦν διαφυλάσ‐
10σεσθαι· τοῦτο δέ φησι τὸ ζῷον, τὴν μὲν ἡμέραν διατρίβειν μετὰ τῶν ἀνθρώπων, οὐδεμίαν τροφὴν προσφερόμενον, παραδιδόναι τε τοῖς ἀν‐ θρώποις γραμμάτων καὶ μαθημάτων καὶ τεχνῶν παντοδαπῶν ἐμπειρίαν, καὶ πόλεων συνοικισμοὺς καὶ ἱερῶν ἱδρύσεις καὶ νόμων εἰσηγήσεις καὶ γεωμετρίαν διδάσκειν, καὶ σπέρματα καὶ καρπῶν συναγωγὰς ὑποδεικνύ‐
15ναι, καὶ συνόλως πάντα τὰ πρὸς ἡμέρωσιν ἀνήκοντα βίου παραδιδόναι τοῖς ἀνθρώποις. ἀπὸ δὲ τοῦ χρόνου ἐκείνου οὐδὲν ἄλλο περισσὸν εὑρεθῆναι. τοῦ δὲ ἡλίου δύνοντος τὸ ζῷον τουτονὶ Ὠάννην δῦναι πάλιν εἰς τὴν θάλασ‐ σαν, καὶ τὰς νύκτας ἐν τῷ πελάγει διαιτᾶσθαι· εἶναι γὰρ αὐτὸ ἀμφίβιον. ὕστερον δὲ φανῆναι καὶ ἕτερα ζῷα ὅμοια τούτῳ, περὶ ὧν ἐν τῇ τῶν βασι‐
20λέων ἀναγραφῇ φησι δηλώσειν. τὸν δὲ Ὠάννην περὶ γενεᾶς καὶ πολιτείας γράψαι καὶ παραδοῦναι τόνδε τὸν λόγον τοῖς ἀνθρώποις. Γενέσθαι φησὶ χρόνον, ἐν ᾧ τὸ πᾶν σκότος καὶ ὕδωρ εἶναι, καὶ ἐν τούτῳ ζῷα τερατώδη, καὶ εἰδιφυεῖς τὰς ἰδέας ἔχοντα ζωογονεῖσθαι. ἀνθρώπους γὰρ διπτέρους γεννηθῆναι, ἐνίους δὲ καὶ τετραπτέρους καὶ διπροσώπους·
25καὶ σῶμα μὲν ἔχοντας ἕν, κεφαλὰς δὲ βʹ, ἀνδρείαν τε καὶ γυναικείαν, καὶ αἰδοῖα δὲ δισσά, ἄρρεν καὶ θῆλυ· καὶ ἑτέρους ἀνθρώπους τοὺς μὲν αἰγῶν σκέλη καὶ κέρατα ἔχοντας, τοὺς δὲ ἱππόποδας, τοὺς δὲ τὰ ὀπίσω μὲν μέρη ἵππων, τὰ δὲ ἔμπροσθεν ἀνθρώπων, οὓς ἱπποκενταύρους τὴν ἰδέαν εἶναι. ζωογονηθῆναι δὲ καὶ ταύρους ἀνθρώπων κεφαλὰς ἔχοντας καὶ κύνας
30τετρασωμάτους, οὐρὰς ἰχθύος ἐκ τῶν ὄπισθεν μερῶν ἔχοντας, καὶ ἵππους
κυνοκεφάλους καὶ ἀνθρώπους καὶ ἕτερα ζῷα κεφαλὰς μὲν καὶ σώματα29

30

ἵππων ἔχοντα, οὐρὰς δὲ ἰχθύων, καὶ ἄλλα δὲ ζῷα παντοδαπῶν θηρίων μορφὰς ἔχοντα, πρὸς δὲ τούτοις ἰχθύας καὶ ἑρπετὰ καὶ ὄφεις καὶ ἄλλα ζῷα πλείονα θαυμαστὰ καὶ παρηλλαγμένας τὰς ὄψεις ἀλλήλων ἔχοντα· ὧν καὶ τὰς εἰκόνας ἐν τῷ τοῦ Βήλου ναῷ ἀνακεῖσθαι. ἄρχειν δὲ τούτων
5πάντων γυναῖκα ᾗ ὄνομα Ὁμόρωκα· εἶναι δὲ τοῦτο Χαλδαϊστὶ μὲν Θαλάτθ, Ἑλληνιστὶ δὲ μεθερμηνεύεσθαι θάλασσα, κατὰ δὲ ἰσόψηφον σελήνη. Οὕτως δὲ τῶν ὅλων συνεστηκότων ἐπανελθόντα Βῆλον σχίσαι τὴν γυναῖκα μέσην, καὶ τὸ μὲν ἥμισυ αὐτῆς ποιῆσαι γῆν, τὸ δὲ ἄλλο ἥμισυ οὐρανόν, καὶ τὰ ἐν αὐτῇ ζῷα ἀφανίσαι. ἀλληγορικῶς δέ φησι τοῦτο πε‐
10φυσιολογῆσθαι. ὑγροῦ γὰρ ὄντος τοῦ παντὸς καὶ ζῴων ἐν αὐτῷ γεγεννη‐ μένων, τοῦτον τὸν θεὸν ἀφελεῖν τὴν ἑαυτοῦ κεφαλήν, καὶ τὸ ῥυὲν αἷμα τοὺς ἄλλους θεοὺς φυρᾶσαι τῇ γῇ, καὶ διαπλάσαι τοὺς ἀνθρώπους· δι’ ὃ νοερούς τε εἶναι καὶ φρονήσεως θείας μετέχειν. Τὸν δὲ Βῆλον, ὃν Δία μεθερμηνεύουσι, μέσον τεμόντα τὸ σκότος χω‐
15ρίσαι γῆν καὶ οὐρανὸν ἀπ’ ἀλλήλων, καὶ διατάξαι τὸν κόσμον· τὰ δὲ ζῷα οὐκ ἐνεγκόντα τὴν τοῦ φωτὸς δύναμιν φθαρῆναι. ἰδόντα δὲ τὸν Βῆλον χώραν ἔρημον καὶ ἀκαρποφόρον κελεῦσαι ἑνὶ τῶν θεῶν τὴν κεφαλὴν ἀφελόντι ἑαυτοῦ τῷ ἀπορρυέντι αἵματι φυρᾶσαι τὴν γῆν καὶ διαπλάσαι ἀνθρώπους καὶ θηρία τὰ δυνάμενα τὸν ἀέρα φέρειν· ἀποτελέσαι δὲ τὸν
20Βῆλον καὶ ἄστρα καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας. ταῦτά φησιν ὁ Πολυίστωρ Ἀλέξανδρος τὸν Βήρωσσον ἐν τῇ πρώτῃ φάσκειν. Ἐν δὲ τῇ δευτέρᾳ τοὺς ιʹ βασιλεῖς τῶν Χαλδαίων καὶ τὸν χρόνον τῆς βασιλείας αὐτῶν, σάρους ρκʹ, ἤτοι ἐτῶν μυριάδας μγʹ καὶ ͵βʹ, ἕως τοῦ κατακλυσμοῦ· λέγει γὰρ ὁ αὐτὸς Ἀλέξανδρος ὡς ἀπὸ τῆς γραφῆς τῶν
25Χαλδαίων αὖθις παρακατιὼν ἀπὸ τοῦ θʹ βασιλέως Ἀρδάτου ἐπὶ τὸν ιʹ λεγόμενον παρ’ αὐτοῖς Ξίσουθρον οὕτως· Ἀρδάτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ιηʹ· ἐπὶ τούτου μέγαν κατα‐ κλυσμὸν γενέσθαι. ἀναγεγράφθαι δὲ τὸν λόγον οὕτως· τὸν Κρόνον αὐτῷ κατὰ τὸν ὕπνον ἐπιστάντα φάναι μηνὸς Δεσίου ιεʹ τοὺς ἀνθρώπους ὑπὸ
30κατακλυσμοῦ φθαρήσεσθαι. κελεῦσαι οὖν διὰ γραμμάτων πάντων ἀρχὰς30

31

καὶ μέσα καὶ τελευτὰς ὀρύξαντα θεῖναι ἐν πόλει ἡλίου Σισπάροις, καὶ ναυπηγησάμενον σκάφος ἐμβῆναι μετὰ τῶν συγγενῶν καὶ ἀναγκαίων φίλων· ἐνθέσθαι δὲ βρώματα καὶ πόματα, ἐμβαλεῖν δὲ καὶ ζῷα πτηνὰ καὶ τετράποδα, καὶ πάντα εὐτρεπισάμενον πλεῖν· ἐρωτώμενον δὲ ποῦ πλεῖ,
5φάναι· πρὸς τοὺς θεούς, εὐξάμενον ἀνθρώποις ἀγαθὰ γενέσθαι. τὸν δ’ οὐ παρακούσαντα ναυπηγήσαντα σκάφος τὸ μὲν μῆκος σταδίων πέντε, τὸ δὲ πλάτος σταδίων δύο, τὰ δὲ συνταχθέντα πάντα συνθέσθαι, καὶ γυ‐ ναῖκα καὶ τέκνα καὶ τοὺς ἀναγκαίους φίλους ἐμβιβάσαι. Γενομένου δὲ τοῦ κατακλυσμοῦ καὶ εὐθέως λήξαντος τῶν ὀρνέων τινὰ
10τὸν Ξίσουθρον ἀφιέναι. τὰ δὲ οὔτε τροφὴν εὑρόντα οὔτε τόπον ὅπου καθ‐ ίσαι πάλιν ἐλθεῖν εἰς τὸ πλοῖον. τὸν δὲ Ξίσουθρον πάλιν μετά τινας ἡμέρας ἀφιέναι τὰ ὄρνεα· ταῦτα δὲ πάλιν εἰς τὴν ναῦν ἐλθεῖν τοὺς πόδας πεπηλω‐ μένους ἔχοντα. τὸ δὲ τρίτον ἀφεθέντα οὐκέτι ἐλθεῖν εἰς τὸ πλοῖον. τὸν δὲ Ξίσουθρον ἐννοηθῆναι γῆν ἀναπεφηνέναι, διελόντα τε τῶν τοῦ πλοίου
15ῥαφῶν μέρος τι καὶ ἰδόντα προσοκεῖλαν τὸ πλοῖον ὄρει τινὶ ἐκβῆναι μετὰ τῆς γυναικὸς καὶ τῆς θυγατρὸς καὶ τοῦ κυβερνήτου, προσκυνήσαντα 〈δὲ〉 τὴν γῆν καὶ βωμὸν ἱδρυσάμενον καὶ θυσιάσαντα τοῖς θεοῖς γενέσθαι μετὰ τῶν ἐκβάντων τοῦ πλοίου ἀφανῆ. τοὺς δὲ ὑπομείναντας ἐν τῷ πλοίῳ μὴ εἰσπο‐ ρευομένων τῶν περὶ τὸν Ξίσουθρον ἐκβάντας ζητεῖν αὐτὸν ἐπὶ ὀνόματος
20βοῶντας, τὸν δὲ Ξίσουθρον αὐτὸν μὲν αὐτοῖς οὐκέτι ὀφθῆναι, φωνὴν δὲ ἐκ τοῦ ἀέρος γενέσθαι κελεύουσαν ὡς δέον αὐτοὺς εἶναι θεοσεβεῖς. καὶ γὰρ αὐτὸν διὰ τὴν εὐσέβειαν πορεύεσθαι μετὰ τῶν θεῶν οἰκήσοντα. τῆς δὲ αὐ‐ τῆς τιμῆς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ τὸν κυβερνήτην μετεσχηκέναι. εἶπέ τε αὐτοῖς ὅτι ἐλεύσονται πάλιν εἰς Βαβυλῶνα, καὶ
25ὡς εἵμαρται αὐτοῖς Σισπάρων ἀνελομένοις τὰ γράμματα διαδοῦναι τοῖς ἀνθρώποις, καὶ ὅτι ὅπου εἰσὶν ἡ χώρα Ἀρμενίας ἐστί. τοὺς δὲ ἀκούσαντας ταῦτα θῦσαί τε τοῖς θεοῖς καὶ πεζῇ πορευθῆναι εἰς Βαβυλῶνα. Τοῦ δὲ πλοίου τούτου κατακλιθέντος ἐν τῇ Ἀρμενίᾳ ἔτι μέρος τι ἐν τοῖς Κορδυραίων ὄρεσι τῆς Ἀρμενίας διαμένειν, καί τινας ἀπὸ τοῦ πλοίου
30κομίζειν ἀποξύοντας ἄσφαλτον, χρᾶσθαι δὲ αὐτῇ πρὸς τοὺς ἀποτροπιασ‐31

32

μούς. ἐλθόντας οὖν τούτους εἰς Βαβυλῶνα τά τε ἐκ Σισπάρων γράμματα ἀνορύξαι καὶ πόλεις πολλὰς κτίζοντας καὶ ἱερὰ ἀνιδρυσαμένους πάλιν ἐπικτίσαι τὴν Βαβυλῶνα. Τούτων δὴ ἀπὸ Ἀλεξάνδρου τοῦ Πολυίστορος, ὡς ἀπὸ Βηρώσσου τοῦ
5τὰ Χαλδαϊκὰ ψευδηγοροῦντος, προκειμένων ἔξεστι τοῖς ὀρθῶς ἐπιβάλλειν βουλομένοις τῇ τῆς Γενέσεως θείᾳ γραφῇ καὶ τῇ προκειμένῃ Χαλδαϊκῇ τερατολογίᾳ πόσον ἀλλήλων διενηνόχασι, πῶς τε ἐν τοῖς πλείοσιν ἀντι‐ πίπτειν τοῖς θεοπνεύστοις ῥητοῖς, ἐξ αὐτῶν λαβοῦσα τὰς ὅλας ἀφορμάς, καὶ διὰ τῆς τοῦ ψεύδους ἐπιμιξίας εἰδωλολατρίαν καὶ τῆς κοσμικῆς δη‐
10μιουργίας ἄλλην τινὰ κατὰ τὸν χρόνον καὶ τὸν τρόπον δύναμιν παρεισάγειν ἐπείγεται. φεύγουσα γὰρ εἰπεῖν ὅτι ἐκ τῶν Μωυσαϊκῶν γραφῶν κέκλοφε τὰς ἀρχὰς τῆς συγγραφῆς τὸν Ὠάννην τὸ θαλάττιον ζῷον προβάλλεται, ὅπερ οὐδὲ γέγονέ ποτε οὐδ’ ὤφθη τινὶ οὐδ’ ὑφέστηκε, καθάπερ οὐδὲ σκίν‐ δαψοι καὶ τραγέλαφοι· καὶ τοῦτό φησι παραδοῦναι τοῖς ἀνθρώποις, γενέ‐
15σθαι πω χρόνον ἐν ᾧ τὸ πᾶν σκότος καὶ ὕδωρ ἦν. ἐπεὶ γὰρ οὐκ ἴσχυσε προφανῶς εἰπεῖν τὰ τοῦ θεόπτου ῥήματα λέγοντα ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘, μετέπλασε μὲν τοὺς λόγους, οὐ μὴν δὲ τοὺς ἐχέφρονας ἔλαθεν, εἰ καὶ ἐπάγει λέγων καὶ τούτοις ζῷα τερατώδη καὶ τὰ ἑξῆς, συγχέαι τὸν ἀκροατὴν σπουδάζουσα καὶ πρὸ τῆς οὐρανοῦ καὶ γῆς δημιουργίας τὸ σκό‐
20τος καὶ τὸ ὕδωρ καὶ τῶν ἀνυποστάτων ζῴων ὑποτιθέμενος τὴν εἰδωλομα‐ νεστάτην καὶ ἀνύπαρκτον ὕπαρξιν, ὧν τὰς εἰκόνας φησὶν ἐν τῷ τοῦ Βήλου ναῷ σῴζεσθαι. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ περί τε θαλάττης καὶ οὐρανοῦ καὶ γῆς καὶ διαπλάσεως ἀνθρώπων δαιμονικοῖς εὑρήμασι σκοτεινοῖς καὶ διανοίας
25κακοδαίμονος ἀναπλάσμασι, κατὰ τὸν θεῖον Γρηγόριον, μυθικῶς δῆθεν συγκαλύπτουσα παρατίθεται, πολύθεον τοῖς πειθομένοις αὐτῇ πλάνην εἰσάγουσα καὶ ἐκ προϋποκειμένης ὕλης δεῖξαι σπουδάζουσα τῆς ὑγρᾶς οὐσίας τὴν τῶν ὄντων ὕπαρξιν. Διὸ καὶ περὶ τῶν ἀπείρων ἐτῶν καὶ τῶν δέκα βασιλέων τῶν πρὸ τοῦ κα‐
30τακλυσμοῦ καὶ ὅσα ἄλλα ἄτοπα ἐν αὐτῇ λέλεκται ἀπαγορεύων μηδὲν εἶναι ἀληθές, οὐδὲ τὴν τῶν ἐτῶν εἰς ἀνάλυσιν ἡμερῶν ἢ μερισμὸν ἀποδέχομαι,
οὐδὲ τοὺς ταῦτα ἀλληγορήσαντας καὶ εἰπόντας τὸν ἐνιαυτὸν ἡμέραν λο‐32

33

γίζεσθαι τοὺς πρὸ τοῦ κατακλυσμοῦ, παραλαβόντας ἀπὸ τοῦ τετάρτου τῶν ἐγρηγόρων ἄρχοντος Χωραβιὴλ τὸ τοῦ ἡλίου ἀνακυκλευματικὸν μέ‐ τρον εἶναι ἐν ζῳδίοις δώδεκα, μοίραις τριακοσίαις ἑξήκοντα· ἡ δὲ μοῖρά ἐστιν ἡμέρα μία καὶ λεπτὸν ἕν. μὴ μαθόντες, φησί, τί ἐστι ποσότης ἐνι‐
5αυτοῦ, διὰ τὸ μηδέπω ἐγνωρίσθαι τοῖς ἀνθρώποις τὸ τοῦ ἐνιαυτοῦ μέτρον. καὶ πῶς δυνατὸν μαθεῖν τινα τὸν περὶ ζῳδίων δώδεκα τὸν ἀνακυκλευτικὸν τοῦ ἡλίου ἐτήσιον χρόνον, μὴ γινώσκοντα ὅτι ἐνιαυτός ἐστι δωδεκαμερὴς καὶ δωδεκαμηνιαῖος; εἶτά φησιν· ὁ γοῦν παρ’ αὐτοῖς σάρος λεγόμενος ἡμέραι εἰσὶ ͵γχʹ, ὁ δὲ νῆρος ἡμέραι χʹ, ὁ δὲ σῶσσος ἡμέραι ξʹ. καὶ ὁ μὲν
10σάρος τῶν ͵γχʹ ἡμερῶν ἀναλυόμενος εἰς τὰς τοῦ ἐνιαυτοῦ ἡμέρας τξεʹ ποιεῖ ἔτη θʹ καὶ μῆνας ιʹ. ὁ δὲ νῆρος χʹ ἡμέραι ποιεῖ ἔτος αʹ καὶ μῆνας ζʹ 𐅵γʹ, ὁ δὲ σῶσσος ποιεῖ μῆνας βʹ. οἱ ρκʹ σάροι ποιοῦσιν ἡμερῶν μὲν μυ‐ ριάδας μγʹ καὶ δύο χιλιάδας. ταῦτα δὲ ἀναλυόμενα εἰς τὸν καθ’ ἕκαστον ἐνιαυτὸν ποιοῦσιν ἔτη ͵αρπγʹ καὶ μῆνας ϛʹ 𐅵γʹ. ταῦτα συναπτόμενα τοῖς
15ἀβασιλεύτοις ἔτεσιν ͵ανζʹ πληροῖ ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρό‐ νων τῷ ͵βσμβʹ συμφώνως τῇ ἡμετέρᾳ γραφῇ. τῶν δὲ ͵ανηʹ ἐτῶν ἡ ἀναμέτρησις δι’ ἑβδομάδων ἦν γινομένη, ὡς εἶναι τὰς ἀπὸ Ἀδὰμ ἕως Ἀλώρου μυριάδας εʹ καὶ ͵ερξζʹ. εἶτα τὴν τῶν Χαλδαίων, φησίν, ἀμφίβο‐ λον ὑπόνοιαν ἀποδεικτικῶς διαλύσας ἀναγκαῖον ἡγησάμην καὶ τὰ πρὸ
20παραδόσεως ἕως τοῦ ρξεʹ Ἐνὼχ ͵ασπϛʹ ἔτει πρῶτον ἑρμηνεῦσαι, εἶτα ἑξῆς ἐπὶ τὴν ἀπὸ Ἀδὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου στοιχείωσιν ὁρμῆσαι, ἵνα διὰ τῆς τῶν κρατησάντων κατ’ ἔθνος βασιλέων ὀνομασίας τὸν τῶν ͵εωιϛʹ ἐτῶν ἀπαραλείπτως συνάξας ἐπιδείξω. Ἔτι δὲ καὶ ἐκ τῶν ἐν ταῖς θείαις γραφαῖς γενεαλογουμένων ἀνδρῶν τῶν
25ἀπὸ Ἀδὰμ ἕως τοῦ πανευφήμου δευτέρου καὶ κʹ ἀρχιεπισκόπου Ἀλεξαν‐ δρείας καὶ Αἰγύπτου καὶ τῶν δύο Λιβύων εἰδωλοκτόνου Θεοφίλου τοὺς χρόνους συνάξας παραθήσομαι ἀριθμὸν ἐτῶν ͵εϡδʹ πρὸς τὸ μηδεμίαν ἀφορμὴν ἀντιθέσεως εὑρίσκειν ἐν ταῖς θείαις ἡμῶν γραφαῖς τοὺς οἰήσει σοφοὺς αἱρεσιάρχας τε καὶ ἐθνικούς· ὅτι οἱ μὲν ἐθνικοὶ οἰήσει σοφοὶ ἐνόμι‐
30σαν πολλῶν μυριάδων ἐτῶν εἶναι τὸν κόσμον, οἱ δὲ αἱρεσιάρχαι τὸ ἀνάπα‐ λιν τὸν Χριστὸν τοῦ χρόνου δημιουργὸν ὑπὸ χρόνον ὁμολογοῦσι λέγοντες· ἦν ποτε ὅτε οὐκ ἦν. ἀλλ’ οὗτοι πάντες οἰχέσθωσαν τῆς καθολικῆς ἐκ‐ κλησίας ἀκούσαντες· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;
καλὸν δὴ τὸ ἐπισφράγισμα τοῦ λόγου καὶ εὐαπόδεκτον ὁ συγγραφεὺς ἀπο‐33

34

δέδωκε, καὶ ἡμεῖς σὺν τοῖς εὖ φρονοῦσιν ἀποδεχόμεθα τοῦ λόγου τὸ πέρας ὡς κράτιστον. ἀλλ’ ἔδει τούτων οὕτως αὐτῷ διεγνωσμένων καθὼς ἔφησαν, ὅτι πολλῶν μυριάδων ἐτῶν εἶναι τὸν κόσμον νομίζουσιν οἱ ἐθνικοὶ οἰήσει σοφοί, διαπτύσαι τὴν δόξαν αὐτῶν καὶ ἐν μηδενὶ συμφωνοῦσαν ὡς ψευδῆ
5καὶ ἀντίθεον τῇ καθ’ ἡμᾶς ἀληθείᾳ σπεῦσαι μᾶλλον ἀποδεῖξαι ταύτην, ἐπεί, καθὼς ἀνωτέρω σαφῶς ἀποδέδεικται καὶ αὖθις ἐκ τῆς Γενέσεως δειχθήσεται προϊόντος τοῦ λόγου θεοῦ χάριτι, πρὸ τοῦ κατακλυσμοῦ οὐδὲ Χαλδαίων ὤφθη βασιλεία ἢ ἔθνος οὐδὲ Βαβυλὼν ἐχρημάτισεν, ἥν φασι μετὰ τὸν κατακλυσμὸν ἐπικτισθῆναι. τὸ δὲ ἐπάγειν αὐτὸν ὅτι ἐξ ἀρχῆς
10ἐν ταῖς τῆς κοσμοποιίας ἓξ ἡμέραις ἡ διὰ Μωυσέως δοθεῖσα ἡμῖν πρώτη βίβλος οὐκ ἐδήλου χρόνου μέτρα, εἰ μὴ μόνον ἡμέραν καὶ νύκτα καὶ ἑβδομάδα, ἀπρόσφορον· πανταχοῦ γὰρ ἐτῶν μέμνηται λέγουσα· καὶ ἔζη‐ σεν Ἀδὰμ ἔτη ϡλʹ καὶ ἀπέθανε, καὶ ἐφεξῆς ἐπὶ τῶν ὅλων γενεῶν ὁμοίως, πλὴν εἰ καὶ τοῦτο πεισθείη τις, ὅπερ οὐκ οἶμαι, καθώς φησιν, ὅτι οἱ ἐξ
15αὐτοῦ, ἤγουν τοῦ Ἀδάμ, δι’ ἑβδομάδων τοὺς χρόνους ἠρίθμουν, ἕως τοῦ ρξεʹ ἔτους Ἐνώχ, ὅπερ ἦν κοσμικὸν ͵ασπϛʹ—ἐν τούτῳ γὰρ κατ’ ἐπιτρο‐ πὴν τοῦ ἐπὶ πάντων θεοῦ ὁ ἐπὶ τῶν ἄστρων ἀρχάγγελος Οὐριὴλ ἐμήνυσε τῷ Ἐνὼχ τί ἐστὶ μὴν καὶ τροπὴ καὶ ἐνιαυτός, ὡς ἐν τῇ βίβλῳ αὐτοῦ Ἐνὼχ φέρεται, καὶ τὸ ἔχειν τὸν ἐνιαυτὸν νβʹ ἑβδομάδας, καὶ ὅτι τῶν ͵ασπϛʹ
20ἐτῶν γίνονται ἡμερῶν μὲν μυριάδες μϛʹ καὶ ͵θτϙʹ, ἑβδομάδων δὲ μυριάδες ϛʹ καὶ ͵ζνϛʹ, ἐν αἷς οὔτε μὴν οὔτε τροπαὶ οὔτε ἐνιαυτοὶ οὔτε τὰ τούτων μέτρα τοῖς ἀνθρώποις ἐγνώσθησαν—ἀτοπώτερον συναχθήσεται συμ‐ πέρασμα τοῖς τὰ Χαλδαϊκὰ συγγραψαμένοις τότε βασιλεύουσιν, ὡς ἐκεί‐ νοις δοκεῖ καὶ τῷ αὐτῶν εὐλαβεστάτῳ μοναχῷ συγγραφεῖ Ἀννιανῷ καὶ
25Πανοδώρῳ μονάζοντι συγχρόνῳ αὐτοῦ ἱστορικῷ. εἰ γὰρ ἐννακοσίοις πεν‐ τήκοντα ἓξ ἔτεσι πρὸ τοῦ κατακλυσμοῦ ἐγνωρίσθη τῷ Ἐνὼχ καὶ τοῖς μετ’ αὐτοῦ ὁ ἐνιαύσιος χρόνος καὶ ὁ τετραμερὴς αὐτοῦ τροπικῶς καὶ ὁ δωδεκαμερὴς μηνιαῖος, ἄρα ἐγίνωσκον καὶ οἱ πρὸ τοῦ κατακλυσμοῦ ἄν‐ θρωποι χιλίοις που ἔτεσιν, ἤγουν ϡνϛʹ, τοῖς ἡλιακοῖς ἔτεσι καὶ μησὶ
30καταμετρεῖν τὰ τῶν βασιλέων αὐτῶν ἔτη. καὶ περὶ τῶν ψʹ τὰ παρ’ ἐκείνοις ἔτη ψηφιζόμενα λογίζεσθαι ἡμᾶς ἡμέρας, διὰ τὸ συμφωνῆσαι, ὥς φασι, τῇ θείᾳ γραφῇ καὶ τῇ ἀληθείᾳ, ἧς ἐκπεπτώκασι κατὰ πάντα τρόπον, καὶ οὔτε ταῖς περὶ κατακλυσμοῦ μαρτυρίαις αὐτῶν πρὸς τὴν τῶν ἡμετέρων
πίστωσιν προσέχειν χρὴ οὔτε ἄλλῃ τινὶ δαιμονιώδει αὐτῶν ἱστορίᾳ. σχεδὸν34

35

γὰρ ἀπὸ ταύτης τῆς συγγραφῆς καθάπερ ἔκ τινος πηγῆς βορβορώδους καὶ τῶν παραπλησίων αὐτῇ πᾶσα μυθώδης Ἑλληνικὴ καὶ Μανιχαϊκὴ κακο‐ δοξία ἀνέβλυσε, καὶ τῶν καθ’ ἡμᾶς δὲ αἱρέσεων οὐκ ὀλίγαι τὰς ἀρχὰς ἐκ τοιούτων ἀπατηλῶν γραφῶν ἐσχήκασι τὰς ἀφορμάς. οὗ χάριν προήχθη‐
5μεν ἀσφαλείας ἕνεκα τῶν τὰ τοιαῦτα μυθάρια ὡς καίρια λογιζομένων τὰς προγραφείσας μαρτυρίας Ἀλεξάνδρου καὶ τῶν προειρημένων δύο μοναζόν‐ των Ἀννιανοῦ τε καὶ Πανοδώρου τῶν ὁμοχρόνων ἐπὶ Θεοφίλου τοῦ εἰκο‐ στοῦ δευτέρου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀκμασάντων καὶ πολλὰ χρή‐ σιμα κεφάλαια ἱστορικὰ πεπονηκότων παραθέσθαι, εἰ καὶ ἐν τῷδε τῷ
10μέρει δοκοῦντές τι κατορθοῦν οὐδὲν τῇ ἀληθείᾳ κέρδος προσήγαγον, δε‐ ξάμενοι τὰς Ἀλεξάνδρου τοῦ προρρηθέντος περὶ τῆς τῶν Χαλδαίων βασι‐ λείας δόξας, ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐν Βαβυλῶνι ἐβασίλευσαν, καὶ τὸν τῶν ἐτῶν μυριαδισμὸν ἀλληγορησάντων, πρὸς τούτοις δὲ καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου περὶ τῶν αὐτῶν, καὶ ἔτι Μανεθῶ περὶ τῆς Αἰγυπτίων
15δυναστείας πρὸ τοῦ κατακλυσμοῦ παρόμοια μυθολογούντων, ὧν τὰς χρή‐ σεις, Ἀβυδηνοῦ φημὶ καὶ Ἀπολλοδώρου καὶ Μανεθῶ, προστεθῆναι ταύτης ἡγοῦμαι τῆς προθέσεως, ὡς ἂν καὶ ἐξ ἀλλήλων αὐτοῖς τὸ ἀσύμφωνον συναχθῇ καὶ ὑφ’ ἑαυτοῦ τὸ κακὸν ἀνατραπῇ, καὶ οὕτω τοῖς μετὰ τὸν κατακλυσμὸν ἔτεσι τὰ κατὰ μέρος ὅση δύναμις ἐπισημήνασθαι.
20 Τῶν μέντοι προαναφερομένων θεοφιλεστάτων ἱστορικῶν μοναχῶν ἰστέον εἶναι τὴν ἔκδοσιν Ἀννιανοῦ μὲν ἐπιτομωτέραν καὶ ἀκριβεστέραν τῇ ἀπο‐ στολικῇ τε καὶ πατρικῇ παραδόσει ἀκόλουθον, ἐν ᾗ τὴν θείαν σάρκωσιν τῷ ͵εφʹ πληρουμένῳ καὶ ἀρξαμένῳ τῷ ͵εφαʹ ἀποδείκνυσι, τὴν δὲ ἁγίαν καὶ ὁλόφωτον ἡμέραν τῆς ἀναστάσεως κεʹ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μη‐
25νός, τοῦ δὲ παρ’ Αἰγυπτίοις Φαμενὼθ κθʹ, ἣν καὶ πρωτόκτιστον ἡμέραν ἐν τῷ ὑπ’ αὐτοῦ συστάντι πασχουαλίῳ τῶν φλβʹ ἐτῶν μετά τινων σχο‐ λαστικῶν ἐπιστασιῶν διεσάφησε, τῷ ͵εφλδʹ ἔτει τοῦ κόσμου ἀρξαμένῳ κατὰ αὐτὴν τὴν ζωοποιὸν τοῦ πρώτου κυριακοῦ πάσχα ἡμέραν, οὗτινος πασχουαλίου φιλαληθεστάτην ἔκδοσιν εὑρήσει ὁ φιλομαθὴς ἐν τῷδε τῷ
30πονήματι κατὰ τὸν δέοντα τόπον μετὰ καὶ τοῦ παρ’ ἡμῶν πονηθέντος ἰσο‐ δυνάμου αὐτοῦ· τοῦ δὲ Πανοδώρου πολυμερῆ τε καὶ πολυειδῆ, πολλά τε χρήσιμα ἔχουσαν, οὐ μόνον χρονικῆς ἐχόμενα θεωρίας, ἀλλὰ καὶ τῆς κανονικῆς τῶν δύο μεγάλων φωστήρων ἡλίου καὶ σελήνης κινήσεως, ἐν
πολλοῖς δὲ ταυτολογοῦσαν καὶ λειπομένην ἔτεσιν ζʹ τῶν ͵εφʹ ἐτῶν τῆς35

36

ἀρρήτου ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο σφαλλομένην περὶ τὸ πασχάλιον ἡμέραν (τῷ γὰρ ͵εφκεʹ ἔτει τοῦ κόσμου ταύτην γεγενῆσθαι παραδίδωσι μηνὸς Μαρτίου κʹ, ἤτοι κατ’ Αἰγυπτίους Φαμενὼθ κʹ), ὁμοίως δὲ καὶ περὶ τὸ γενέθλιον τοῦ σωτῆρος ἡμῶν ἔτος
5οὐχ ὑγιῶς ἔχουσαν. ἀμφότεροι δὲ αὐτῶν τὸν Καισαρείας Παλαιστίνης Εὐσέβιον καταμέμφονται, ὅτι μὴ δεδύνηται ὡς αὐτοὶ τὸν μυριαδισμὸν τῶν Χαλδαϊκῶν ἐτῶν, ἤτοι τῶν ρκδʹ, εἰς ἡμέρας νοῆσαι, καὶ ἀναλύσεως ἢ με‐ ρίσεως αὐτοὶ πεποιήκασιν, ὡς προδέδεικται, ἵνα σύμφωνος εὑρεθῇ τῇ γραφῇ. ἡμεῖς δὲ αὐτὸν μᾶλλον ἀποδεχόμεθα μὴ συμβιβάσαντα τὸ ψεῦδος
10τῇ ἀληθείᾳ. πολυμαθὴς γὰρ ὢν καὶ εἰδὼς Χαλδαίους μὲν ἀπείρους αἰῶνας τῆς κοσμογονίας εἰσάγοντας, Ἕλληνας δὲ καὶ Αἰγυπτίους ἐν εἴκοσι πέντε περιόδοις ἐτῶν λέγοντας τῶν ἀπὸ ͵αυξαʹ, ἤτοι ἐν λϛʹ χιλιάσι καὶ φκεʹ τὴν κοσμικὴν ἀποκατάστασιν γίνεσθαι λέγοντας, ἤγουν ἀπὸ σημείου εἰς ση‐ μεῖον τοῦ οὐρανοῦ τὴν ἀποκατάστασιν, ὡς ἐν τοῖς Γενικοῖς Ἑρμοῦ καὶ ταῖς
15Κυραννίσι φέρεται, τούτου χάριν περιττὸν ἡγήσατο τὰς ἀλλοτρίας δόξας ἀλληγορῆσαι, ὡς ἔοικε. μέμφονται δὲ αὐτὸν ἐν ἄλλῳ μέρει εὐλόγως, ὅτι ἐν τῇ ἀνακεφαλαιώσει τοῦ χρονογραφείου αὐτοῦ ςϙʹ ἔτη ἐσφάλη. ἀντὶ γὰρ ͵εωιϛʹ ͵εφκϛʹ. ἐστοιχείωσε δὲ οὕτως· ἀπὸ Ἀδὰμ ἕως τῆς γεννήσεως Ἀβραὰμ συνῆξεν ἔτη ͵γρπδʹ, καὶ ἀπὸ Ἀβραὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταν‐
20τίνου ἐν τῷ κατὰ πλάτος συνῆξε χρόνον ἐτῶν ͵βτμβʹ. ἃ γίνεται ἔτη ͵εφκϛʹ. ἡ δὲ τοιαύτη παράνοια, φησὶν ὁ Ἀννιανός, ἐκ τοῦ ἀνακυκλευτικοῦ τόμου τοῦ πάσχα ἐλέγχεται, ἤτοι ἐκ τοῦ ἡλιακοῦ κύκλου τῶν φλβʹ ἐτῶν. εἰς ταῦτα γὰρ ἀναλύσαντες τὰ ͵εφκϛʹ ἔτη εὑρίσκομεν περιόδους ιʹ καὶ λοιπὰ ἔτη ςϛʹ· ταῦτα εἰσαγαγόντες εἰς τὸν τοῦ πάσχα τόμον ἀκόλουθον εὑρί‐
25σκομεν τὴν ιδʹ τῆς σελήνης καὶ τὴν ἀναστάσιμον ἡμέραν τὴν κυριακὴν τῷ ͵εωιϛʹ. ὡσαύτως ἀναλύσαντες εἰς φλβʹ εὑρίσκομεν περιόδους ιʹ καὶ λοιπὰ υϙϛʹ ἔτη. ταῦτα εἰσενέγκαντες εἰς τὸν τοῦ πάσχα τόμον εὑρίσκομεν τὴν ιδʹ σύμφωνον τοῦ Φαμενὼθ κθʹ, ὅ ἐστι Μαρτίου κεʹ, τὴν δὲ κυριακὴν Φαρμουθὶ γʹ, τοῦτ’ ἔστι Μαρτίου κθʹ. τῶν δὲ παραλειφθέντων ἐτῶν ςϙʹ
30τῷ αὐτῷ Εὐσεβίῳ ἡ ἀπόδειξις ἐν ταῖς θείαις γραφαῖς οὕτω κεῖται· μετὰ τὸν κατακλυσμὸν τῷ Σὴμ γεννᾶται ὁ Ἀρφαξάδ, εἶθ’ οὕτως γεννᾶται
Καϊνᾶν· τοῦτον τὸν Καϊνᾶν οὐκ ἐγενεαλόγησεν ὁ Εὐσέβιος τεκνώσαντα ἐν36

37

τῷ ρλʹ ἔτει τῆς ζωῆς αὐτοῦ τὸν Σαλά· ἔτι δὲ καὶ Ἀωδὼν τὸν κριτὴν οὐκ ἐστοιχείωσε κρίναντα τὸν Ἰσραὴλ ἔτη ιʹ. οἱ δὲ οʹ ἑρμηνευταὶ ἑνδέκατον κριτὴν αὐτὸν ἔταξαν. ἔτι δὲ καὶ τὰ τῆς ἐπικρατήσεως τῶν ἐν τοῖς κριταῖς σποράδην βασιλευσάντων ἐξ ἀλλοφύλων ἔτη ριαʹ οὐκ ἐψηφίσατο, λογι‐
5σάμενος ἐν τοῖς κριταῖς λελογίσθαι αὐτά· οἱ δὲ οʹ ἑρμηνευταὶ ὀνομαστὶ ἡρ‐ μήνευσαν αὐτοὺς κρατήσαντας τοῦ Ἰσραὴλ ἔτη ριαʹ, τοὺς ιγʹ κριτὰς κρί‐ ναντας τὸν Ἰσραὴλ ἔτη ςϙθʹ, ὡς εἶναι ὅλον τὸ τῶν κριτῶν βασίλειον ἐτῶν υιʹ. ἔτι δὲ καὶ μετὰ τὴν τελευτὴν Σαμψὼν τοῦ κριτοῦ τῆς ἀναρχίας, ἤτοι εἰρήνης, τοῦ λαοῦ μʹ ἔτη ἐν τῷ κατὰ πλάτος οὐκ ἔθηκεν· ὁ δὲ Ἀφρικανὸς
10αὐτῶν ἐμνημόνευσε καὶ τῇ τοῦ χρονογραφίου αὐτοῦ ὁμάδι συμψηφισάμενος ἥνωσε. Ταῦτα Ἀννιανὸς ἐπὶ λέξεώς φησι μεμφόμενος Εὐσέβιον τὸν Παμφίλου δικαίως περὶ τῆς παραλήψεως τῶν ςϙʹ ἐτῶν. συνῳδὰ δὲ αὐτῷ καὶ Πανό‐ δωρος περὶ τούτων ἐγκαλεῖ, οὗ τὰς χρήσεις περὶ τούτου παρέλκον ἡγού‐
15μεθα παραθέσθαι. πλὴν καὶ Εὐσέβιος καὶ Ἰώσηππος καὶ ἄλλοι περὶ τῆς τῶν Χαλδαίων βασιλείας ἱστορικοὶ φαίνονται λέγοντες ὅτι πρὸ τοῦ κατα‐ κλυσμοῦ ἐβασίλευον ἑπόμενοι Ἀλεξάνδρῳ τῷ Πολυίστορι καὶ Ἀβυδηνῷ καὶ Ἀπολλοδώρῳ, μηδεμίαν ἔχοντες ἀφορμὴν ἐκ τῶν θειῶν γραφῶν. ὅτι γὰρ μετὰ τὸν κατακλυσμὸν διαμερισθέντες τὴν οἰκουμένην οἱ τρεῖς υἱοὶ
20Νῶε πάλιν ἐπὶ τὴν ἀνατολὴν ἐξ αὐτῶν ὥρμησαν κἀκεῖθεν, ὥς φησιν ἡ γραφὴ κατ’ ἐπανάληψίν τινα, μετὰ τὸν διαμερισμὸν καὶ τὰς γεννήσεις αὐτῶν ἦλθον ἐν γῇ Σεναάρ, ἥτις ἐστὶ Βαβυλών, ὃ ἑρμηνεύεται σύγχυσις, διὰ τὸ συγκεχύσθαι ἐκεῖ τὰς γλώσσας τῶν τὸν πύργον οἰκοδομούντων, ἀκουστέον τρανῶς τῆς γραφῆς λεγούσης ‘καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς
25ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ὁ ἄνθρωπος τῷ πλησίον· δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί.‘ καὶ μετ’ ὀλίγον ‘καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις.‘ σύγχυσις δὲ Βαβυλὼν ἑρμη‐
30νεύεται Ἑβραϊστί. προείρηκε δὲ πρὸ μικροῦ προλαβοῦσα ὅτι ‘Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι 〈γίγασ〉 ἐπὶ τῆς γῆς. οὗτος ἦν
γίγας κυνηγὸς ἔναντι κυρίου. καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ37

38

Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν γῇ Σεναάρ.‘ τούτων τί σα‐ φέστερον ἀκούειν ἐθέλοιμεν περὶ Βαβυλῶνος, ὅτι πρὸ τοῦ κατακλυσμοῦ οὐδέπω ὤφθη οὐδὲ μετὰ τὸν κατακλυσμὸν ἕως τοῦ κινῆσαι τοὺς ἀνθρώ‐ πους πληθυνθέντας ἐξ ἀνατολῶν καὶ κατοικῆσαι αὐτοὺς ἐν γῇ Σεναάρ, καὶ
5οἰκοδομῆσαι τὴν πόλιν καὶ τὸν πύργον, προηγουμένου αὐτῶν τοῦ θεομά‐ χου Νεβρὼδ καὶ βασιλεύοντος, κατὰ μίμησίν τε τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων πάντα τυραννικῶς πράττοντος καὶ πείθοντος τοὺς ὑπηκόους πρῶ‐ τον ἀπειθεῖν τῷ θεῷ καὶ πύργον οἰκοδομεῖν οὐρανομήκη κατέναντι αὐτοῦ. διό φησι τὰ λόγια· ‘οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆσ‘, τοῦτ’ ἔστι μετὰ
10τὴν τῶν προτέρων γιγάντων ἀπώλειαν οὗτος ἤρξατο εἶναι γίγας πρῶτος τῇ κακίᾳ μετ’ ἐκείνους ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου, ἀντίθεος τὸ δὴ λεγόμενον. τῆς δὲ Βαβυλῶνος, ὡς ἀποδέδεικται ταῖς θεο‐ λέκτοις φωναῖς, μὴ οὔσης πρὸ τοῦ κατακλυσμοῦ οὐδ’ ἡ Χαλδαίων βασι‐ λεία ἔσται τὸ πρότερον ἕως τῆς βασιλείας Νεβρὼδ καὶ τῆς πυργοποιίας,
15τούτοις δὲ συναποδείκνυται καὶ ἡ παρὰ Μανεθῶ περὶ τῶν πρὸ τοῦ κατα‐ κλυσμοῦ καὶ δυναστειῶν τῶν Αἰγυπτίων συγγραφὴ ψευδής, πρῶτον μὲν ἐξ ὧν ἑκάτερος αὐτῶν ἑαυτὸν συνιστῶν, ἤγουν οἱ τῶν Χαλδαϊκῶν καὶ οἱ τῶν Αἰγυπτιακῶν συγγραφεῖς, θάτερος οὐ μέμνηται οὐδὲ συνιστᾷ ὁ τῶν Αἰγυπτιακῶν τὰ τῶν Χαλδαϊκῶν, περὶ αὐτούς, ὥς φασι, ψευδόμενοι γε‐
20γονότα, οὐδ’ ὁ τῶν Χαλδαϊκῶν τὰ τῶν Αἰγυπτιακῶν, ἀλλ’ ἕκαστος τὸ ἴδιον ἔθνος καὶ τὴν πατρίδα δοξάζων ἀράχνας ὑφαίνει· ἔπειτα καὶ ἐκ τοῦ πρώτου τὴν Αἴγυπτον ὑπὸ τοῦ Μεστρὲμ τοῦ δευτέρου υἱοῦ Χάμ, κατὰ τὴν γραφήν, θείου δὲ τοῦ Νεβρὼδ υἱοῦ Χοῦς υἱοῦ Χὰμ τοῦ πρώτου, κατοι‐ κισθῆναι καὶ βασιλευθῆναι, ἀφ’ οὗ καὶ ἕως τοῦδε τοῦ χρόνου παρ’ Ἑβ‐
25ραίοις καὶ Σύροις καὶ Ἄραψι οὕτω καλεῖται ἡ χώρα Μεστραία, καὶ τοῦτο πᾶσίν ἐστιν ἱστορικοῖς πρόδηλον, εἰ καὶ οὐκ οἶδ’ ὅπως ὥσπερ τὰ τῆς Χαλδαϊκῆς, οὕτω καὶ τὰ τῆς Αἰγυπτιακῆς δυναστείας ψευδηγορήματα στοιχειῶσαι ἠξίωσαν πάντα ψεύδη πεφυκότα, ὡς ἡ ἀλήθεια μόνη ἀπέδει‐ ξεν, ἧς οὐδὲν ἰσχυρότερον. τούτων οὖν οὐ περιττῶς οἶμαι διασαφισθέντων
30ἀκόλουθόν ἐστιν Ἀβυδηνοῦ τε καὶ Ἀπολλοδώρου μικρὰ κεφάλαια περὶ τῶν αὐτῶν παραθέντας, ἔτι δὲ καὶ Μανεθῶ πρὸς τελείαν ἀπόδειξιν τῆς ἐκείνων ἀνατροπῆς, καὶ ἵνα μή τις ἐκεῖνα ζητῶν ἀναγνῶναι τὰ συγγράμματα περὶ πολλὰς ἀσχολοῖτο βίβλους, πέρας ἐπιθεῖναι τῷ περὶ αὐτῶν λόγῳ, καὶ οὕτω τῆς λοιπῆς κατὰ δύναμιν ἱστορίας ἐπιλαβέσθαι. λέγει γὰρ ὁ Ἀβυδη‐
35νὸς συνᾴδων μέν, οὐκ ἐν πᾶσι δέ, τῷ Ἀλεξάνδρῳ·38

39

(1t)

Ἐκ τῶν Ἀβυδηνοῦ
2tΠερὶ τῆς τῶν Χαλδαίων βασιλείας
3 Χαλδαίων μὲν τῆς σοφίης πέρι τοσαῦτα. βασιλεῦσαι δὲ τῆς χώρας πρῶ‐ τον λέγουσιν Ἄλωρον, τὸν δὲ ὑπὲρ ἑωυτοῦ λόγον διαδοῦναι ὅτι μιν τοῦ λεῶ
5ποιμένα ὁ θεὸς ἀποδείξαι. βασιλεῦσαι δὲ σάρους ιʹ. σάρος δέ ἐστιν χʹ καὶ ͵γʹ ἔτεα, νῆρος δὲ χʹ, σῶσσος δὲ ξʹ. μετὰ δὲ τοῦτον Ἀλάπαρον ἄρξαι σάρους γʹ, μεθ’ ὃν Ἀμίλλαρος ἐκ πόλεως Παυτιβίβλων ἐβασίλευσε σάρους ιγʹ. ἐφ’ οὗ δεύτερον Ἀννήδωτον τὴν θάλασσαν ἀναδῦναι παραπλήσιον Ὠάννῃ τὴν ἰδέαν ἡμιδαίμονα. μεθ’ ὃν Ἀμμένων ἐκ Παυτιβίβλων ἦρξε
10σάρους ιβʹ. μεθ’ ὃν Μεγάλαρος ἐκ Παυτιβίβλων ἦρξε σάρους ιηʹ· εἶτα Δαὼς ποιμὴν ἐκ Παυτιβίβλων ἐβασίλευσε σάρους ιʹ, ἐφ’ οὗ δʹ διφυεῖς γῆν ἐκ θαλάσσης ἀνέδυσαν, ὧν τὰ ὀνόματα ταῦτα· Εὐέδωκος, Ἐνεύγαμος, Ἐνεύβουλος, Ἀνήμεντος. ἐπὶ δὲ τοῦ μετὰ ταῦτα Εὐεδωρέσχου Ἀνώδαφος. μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Σίσουθρος ἐπὶ τούτοις, ὡς τοὺς πάντας εἶναι
15βασιλεῖς ιʹ, ὧν ὁ χρόνος τῆς βασιλείας συνῆξε σάρους ρκʹ. Καὶ περὶ τοῦ κατακλυσμοῦ παρόμοια μέν, οὐκ ἀπαράλλακτα λέγει οὕτως· μετὰ Εὐεδώρεσχον ἄλλοι τινὲς ἦρξαν καὶ Σίσιθρος, ᾧ δὴ Κρόνος προση‐ μαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου ιεʹ. κελεύει δὲ πᾶν ὅ τι γραμ‐ μάτων ἦν ἐχόμενον ἐν Ἡλιουπόλει τῇ ἐν Σισπόροισιν ἀποκρύψαι. Σίσιθρος
20δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ’ Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ θεοῦ. τρίτῃ δὲ ἡμερέῃ ἐπείτε ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων, πείρην ποιεύμενος εἴ που γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦ‐ σαν· αἱ δὲ ἐκδεκομένου σφέας πελάγεος ἀμφιχανέος ἀπορέουσαι, ὅκη κατορμίσονται παρὰ τὸν Σίσιθρον, ὀπίσω κομίζονται, καὶ ἐπ’ αὐτῇσιν
25ἕτεραι. ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν, ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι, τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα καὶ τοῖσιν ἐπιχωρίοις παρείχετο.
Ἰδοὺ δὴ καὶ οὗτος ἐξηλλαγμένῃ τινὶ φράσει τὰ Μωυσαϊκὰ παραχαράξας39

40

Κρόνον φησὶ κεχρηματικέναι τῷ Νῶε, ἤτοι Ξισίθρῳ, τῷ παρ’ αὐτοῖς οὕτω καλεῖσθαι συμφωνηθέντι, τοῦ Κρόνου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμόν, ὡς δειχθήσεται, καὶ τὴν πυργοποιίαν γενομένου μοχθηροῦ τινος καὶ ἀλά‐ στορος.
5 Πρὸς τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλω‐ ρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους ιʹ, καὶ καθεξῆς Ἀλά‐ παρον καὶ Ἀμήλωνα τὸν ἐκ Παυτιβίβλων· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ’ οὗ φησι φανῆναι τὸν μυσαρὸν Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς ἐρυ‐
10θρᾶς· ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει, οὗτος δὲ μετὰ σάρους μʹ, ὁ δὲ Ἀβυδηνὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους κϛʹ· εἶτα Μεγάλαρον ἐκ Παυτιβίβλων πόλεως, βασιλεῦσαι δ’ αὐτὸν σάρους ιηʹ· καὶ μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παυτιβίβλων βασιλεῦσαι σάρους ιʹ. κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς ἐρυθρᾶς Ἀννήδωτον δʹ τὴν
15αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μίξιν. εἶτα ἄρξαι Εὐεδώραγχον Παυτιβίβλων, καὶ βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄνθρωπον μίξιν, ᾧ ὄνομα Ὠδάκων. τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. περὶ τού‐
20του Ἀβυδηνὸς οὐδὲν εἶπεν. εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους ιʹ. εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου τὸν μέγαν κατα‐ κλυσμόν φησι γεγενῆσθαι. ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς ιʹ, σάρους
25δὲ ρκʹ. Ταῦτά μοι ἐκ 〈τῶν〉 τὰ Χαλδαϊκὰ μεγαλαυχούντων Ἀλεξάνδρου τοῦ Πο‐ λυίστορος καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου προσενήνεκται πρὸς ἔλεγχον τῆς ἀλόγου καὶ μυθώδους αὐτῶν δόξης καὶ ὠφέλειαν τῶν ἀναγινωσκόν‐ των αὐτούς, καὶ τοὺς ἐπιμαρτυροῦντας αὐτοῖς τῶν ἡμετέρων ἱστορικῶν,
30καὶ διὰ τοῦτο μᾶλλον βλαπτομένους, ὥστε μὴ πείθεσθαι τοῖς λεγομένοις παρ’ αὐτῶν ὡς ἀληθέσι. πρόκειται δὲ λοιπὸν καὶ περὶ τῆς τῶν Αἰγυπτίων
δυναστείας μικρὰ διαλαβεῖν ἐκ τῶν Μανεθῶ τοῦ Σεβεννύτου, ὃς ἐπὶ Πτο‐40

41

λεμαίου τοῦ Φιλαδέλφου ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ εἰδωλείων χρηματί‐ σας ἐκ τῶν ἐν τῇ Σηριαδικῇ γῇ κειμένων στηλῶν ἱερᾷ φησι διαλέκτῳ καὶ ἱερογραφικοῖς γράμμασι κεχαρακτηρισμένων ὑπὸ Θῶθ τοῦ πρώτου Ἑρμοῦ, καὶ ἑρμηνευθεισῶν μετὰ τὸν κατακλυσμὸν ἐκ τῆς ἱερᾶς διαλέκτου
5εἰς τὴν Ἑλληνίδα φωνὴν γράμμασιν ἱερογλυφικοῖς, καὶ ἀποτεθέντων ἐν βίβλοις ὑπὸ τοῦ Ἀγαθοδαίμονος υἱοῦ τοῦ δευτέρου Ἑρμοῦ, πατρὸς δὲ τοῦ Τὰτ ἐν τοῖς ἀδύτοις τῶν ἱερῶν Αἰγύπτου, προσεφώνησε τῷ αὐτῷ Φιλαδέλ‐ φῳ βασιλεῖ δευτέρῳ Πτολεμαίῳ ἐν τῇ βίβλῳ τῆς Σώθεος γράφων ἐπὶ λέξεως οὕτως.
10tἘπιστολὴ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς
11tΠτολεμαῖον τὸν Φιλάδελφον
12 Βασιλεῖ μεγάλῳ Πτολεμαίῳ Φιλαδέλφῳ σεβαστῷ Μανεθῶ ἀρχιερεὺς καὶ γραμματεὺς τῶν κατ’ Αἴγυπτον ἱερῶν ἀδύτων, γένει Σεβεννύτης ὑπάρχων Ἡλιουπολίτης, τῷ δεσπότῃ μου Πτολεμαίῳ χαίρειν.
15 Ἡμᾶς δεῖ λογίζεσθαι, μέγιστε βασιλεῦ, περὶ πάντων ὧν ἐὰν βούλῃ ἡμᾶς ἐξετάσαι πραγμάτων· ἐπιζητοῦντί σοι περὶ τῶν μελλόντων τῷ κόσμῳ γίγνεσθαι καθὼς ἐκέλευσάς μοι παραφανήσεταί σοι ἃ ἔμαθον ἱερὰ βιβλία γραφέντα ὑπὸ τοῦ προπάτορος τρισμεγίστου Ἑρμοῦ. ἔρρωσό μοι δέσποτά μου βασιλεῦ.
20 Ταῦτα περὶ τῆς ἑρμηνείας τῶν ὑπὸ τοῦ δευτέρου Ἑρμοῦ βιβλίων λέγει. μετὰ δὲ ταῦτα καὶ περὶ ἐθνῶν Αἰγυπτιακῶν πέντε ἐν λʹ δυναστείαις ἱστο‐ ρεῖ τῶν λεγομένων παρ’ αὐτοῖς θεῶν καὶ ἡμιθέων καὶ νεκύων καὶ θνητῶν, ὧν καὶ Εὐσέβιος ὁ Παμφίλου μνησθεὶς ἐν τοῖς χρονικοῖς αὐτοῦ φησιν οὕτως· ‘Αἰγύπτιοι δὲ θεῶν καὶ ἡμιθέων καὶ παρὰ τούτους νεκύων καὶ
25θνητῶν ἑτέρων βασιλέων πολλὴν καὶ φλύαρον συνείρουσι μυθολογίαν. οἱ γὰρ παρ’ αὐτοῖς παλαιότατοι σεληναίους ἔφασκον εἶναι τοὺς ψʹ τριμη‐ νιαίους τοὺς ἐνιαυτοὺς ἐξ ἡμερῶν λʹ συνεστῶτας, οἱ δὲ μετὰ τούτους ἡμίθεοι ὥρους ἐκάλουν τοὺς ἐνιαυτοὺς τοὺς ψʹ τριμηνιαίους.‘ Καὶ ταῦτα μὲν ὁ Εὐσέβιος μεμφόμενος αὐτοῖς τῆς φλυαρίας εὐλόγως
30συνέγραψεν, ὃν ὁ Πανόδωρος οὐ καλῶς, ὡς οἶμαι, ἐν τούτῳ μέμφεται,41

42

λέγων ὅτι ἠπόρησε διαλύσασθαι τὴν ἔννοιαν τῶν συγγραφέων, ἣν αὐτὸς καινότερόν τι δοκῶν κατορθοῦν λέγει, ἐπειδὴ ἀπὸ τῆς τοῦ Ἀδὰμ πλάσεως 〈ἕωσ〉 τοῦ Ἐνώχ, ἤτοι τοῦ καθολικοῦ κοσμικοῦ ͵ασπβʹ ἔτους οὔτε μηνὸς οὔτε ἐνιαυτοῦ ἀριθμὸς ἡμερῶν ἐγνωρίζετο, οἱ δὲ ἐγρήγοροι κατελθόντες
5ἐπὶ τοῦ καθολικοῦ κοσμικοῦ ͵α ἔτους συναναστραφέντες τοῖς ἀνθρώ‐ ποις ἐδίδαξαν αὐτοὺς τοὺς κύκλους τῶν δύο φωστήρων δωδεκαζῳδίους εἶναι ἐκ μοιρῶν τξʹ, οἱ δὲ ἀποβλέψαντες εἰς τὸν περιγειότερον μικρότερον καὶ εὐδηλότερον τριακονθήμερον σεληνιακὸν κύκλον ἐθέσπισαν εἰς ἐνιαυ‐ τὸν ἀριθμεῖσθαι, διὰ τὸ καὶ τὸν τοῦ ἡλίου κύκλον ἐν τοῖς αὐτοῖς δώδεκα
10ζῳδίοις πληροῦσθαι ἐν ἰσαρίθμοις μοίραις τξʹ. ὅθεν συνέβη τὰ τῆς βασι‐ λείας τῶν παρ’ αὐτοῖς βασιλευσάντων θεῶν γενεῶν ϛʹ ἐν δυναστείαις ϛʹ ἔτη ἐν σεληνιακοῖς τριακονθημέροις κύκλοις παρ’ αὐτοῖς ἀριθμεῖσθαι· ἃ καὶ συνῆξαν σελήνια αʹ ͵αϡπεʹ, ἔτη ἡλιακὰ ϡξθʹ· ταῦτα δὲ συναριθ‐ μούμενα τοῖς πρὸ τῆς τούτων βασιλείας ἡλιακοῖς ͵ανηʹ ἔτεσι συνάγουσιν
15ὁμάδα ἐτῶν ͵βκζʹ. ὁμοίως δὲ κατὰ τὰς βʹ δυναστείας τῶν θʹ ἡμιθέων τῶν μηδέποτε γεγονότων ὡς γεγονότων ἔτη σιδʹ 𐅵 σπουδάζει συνιστᾶν ἀπὸ τῶν ωνηʹ ὡρῶν, ἤτοι τροπῶν, ὡς γίνεσθαί φησι σὺν ϡξθʹ ͵αρπγʹ 𐅵 ἔτη, καὶ συναπτόμενα τοῖς ἀπὸ Ἀδὰμ μέχρι τῆς τῶν θεῶν βασιλείας ͵ανηʹ ἔτεσι συνάγειν ἔτη ͵βσμβʹ ἕως τοῦ κατακλυσμοῦ.
20 Καὶ ταῦτα μὲν ὁ Πανόδωρος τὰς κατὰ θεοῦ καὶ τῶν θεοπνεύστων γρα‐ φῶν Αἰγυπτιακὰς συγγραφὰς συμφωνεῖν αὐταῖς ἀγωνίζεται δεικνύναι μεμ‐ φόμενος τὸν Εὐσέβιον, μὴ εἰδὼς ὅτι καθ’ ἑαυτοῦ καὶ τῆς ἀληθείας ἀπο‐ δέδεικται ταῦτα αὐτοῦ τὰ ἀναπόδεικτά τε καὶ ἀσυλλόγιστα, εἴ γε, καθὼς προαποδέδεικται ἡμῖν ἐκ τῆς Γενέσεως, οὔτε Βαβυλὼν ἢ Χαλδαϊκὴ πρὸ
25τοῦ κατακλυσμοῦ οὔτε ἡ Αἴγυπτος πρὸ τοῦ Μεστρὲμ ἐβασιλεύθη, οἶμαι δ’ ὅτι οὐδ’ ᾠκίσθη, καθὼς ἡ προσηγορία τῆς χώρας ἕως καὶ νῦν κεκράτηκε κατὰ τὴν Ἑβραΐδα Μεστραία λεγομένη καὶ ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ. Αἴγυπτος γὰρ Ἑλληνιστὶ λέγεται κατά τινα συνήθειαν Ἑλληνικήν, ᾗ καὶ οἱ ἑβδομήκοντα ἑρμηνευταὶ ἑπόμενοι οὕτως ἐξέδωκαν, μὴ εἰδότων ἀκούειν
30τὴν τῆς Αἰγύπτου προσηγορίαν τῶν αἰτησάντων τὰς ἑρμηνείας τῶν Ἑβραϊκῶν θείων γραφῶν, λέγω δὲ Πτολεμαίου τούτου τοῦ φιλολογωτάτου Φιλαδέλφου καὶ τῶν ἀμφ’ αὐτόν, ἀλλ’ ἢ μόνον Αἴγυπτον ἀπὸ Αἰγύπτου
τινὸς καλουμένου τοῦ ἀδελφοῦ Δαναοῦ βασιλεύσαντος ἐπὶ τῆς ιθʹ δυνα‐42

43

στείας ἑβδόμου ἔτη ξηʹ, χρόνους ὕστερον ἐγγύς που τοῦ ͵δ κοσμικοῦ ἔτους, ὡς ἐκεῖσε στοιχειωθήσεται, τοῦ καὶ μετονομάσαντος τὴν Με‐ στραίαν χώραν εἰς τὸ ἴδιον ὄνομα Αἴγυπτον. Τούτων δὲ οὕτω διειλημμένων ἡμῖν μετέλθωμεν καὶ ἐπὶ τὴν καθεξῆς
5ἀπὸ τοῦ κατακλυσμοῦ τῶν χρόνων στοιχείωσιν, τῇ θείᾳ γραφῇ καὶ τοῖς ἀκολούθως αὐτῇ γράψασιν ἱστορικοῖς ἑπόμενοι. μετὰ γὰρ τὸν κατακλυ‐ σμὸν εὐθὺς οὐδαμοῦ δεδήλωται ἐν αὐτῇ βασιλεύς. μόνον δὲ τὸν Νῶε ἡγε‐ μονεύειν τῶν ἑαυτοῦ υἱῶν καὶ τῶν λοιπῶν ἀνθρώπων τὰ ὅλα φησὶ τῆς ζωῆς αὐτοῦ μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ. καὶ μετ’ αὐτὸν Σὴμ ὁ υἱὸς
10αὐτοῦ διεδέξατο τὴν ἀρχὴν ἐπ’ ὀλιγανδρίας τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ μετ’ αὐτὸν ἡγεμόνευσεν Ἀρφαξὰδ ὁ υἱὸς αὐτοῦ ἔτη λγʹ, ὡς γίνεσθαι τὰ πάντα τῆς ἡγεμονίας αὐτῶν γʹ μετὰ τὸν κατακλυσμὸν ἔτη φλδʹ, ἀπὸ δὲ τοῦ προπάτορος Ἀδὰμ ͵βψοεʹ. κατὰ δὲ τοὺς χρόνους τοῦ Ἀρφαξάδ, μικρῷ πρότερον ἔτεσιν ζʹ τῆς ἀρχῆς αὐτοῦ, ἤτοι τῷ καθολικῷ ͵βψλϛʹ
15ἔτει, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φϙδʹ, τοῦ δὲ Ἀρφαξὰδ υϙγʹ, τοῦ δὲ Καϊνᾶν, ὃν Εὐσέβιος οὐκ ἐστοιχείωσε, τνηʹ, τοῦ δὲ Σαλὰ σλʹ {καὶ τοῦ Ἕβερ ρληʹ, καὶ τοῦ Φαλὲκ ἔτος δʹ} φοβηθέντες οἱ ἀπόγονοι τῶν υἱῶν Νῶε μήποτε πάλιν ἀφανισθῶσιν ὑπὸ κατακλυσμοῦ, ἐβουλεύσαντο κακῶς οἰκοδομῆσαι πύργον ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ ἐλθόντες εἰς γῆν
20Σεναάρ, ὥς φησιν ἡ γραφή, ᾠκοδόμουν, κατάρχοντος καὶ βασιλεύοντος αὐτῶν Νεβρὼδ τοῦ υἱοῦ Χοῦς υἱοῦ τοῦ Χὰμ τοῦ υἱοῦ Νῶε, οὗ ἡ ἀρχὴ τῆς βασιλείας ἐγένετο Βαβυλών. ἐπὶ γὰρ ἔτη τεσσαράκοντα οἰκοδομήσαντες, ἐκείνου μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, συνεχύθησαν δι‐ αιρεθέντες εἰς πολυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος δὲ ἔμεινεν ἐκεῖ κατοι‐
25κῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, ἐφ’ ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει τοῦ‐ τον ἐπάταξε. μέμνηται δὲ αὐτοῦ καὶ Ἰώσηππος οὕτω λέγων·
28tἸωσήππου περὶ τῶν μετὰ τὸν κατακλυσμὸν τῆς πυργοποιίας
29Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ
30πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διάγων τελευτᾷ, ζήσας ἐτῶν ἀριθ‐43

44

μὸν ϡνʹ. μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἡμερῶν καὶ τῶν ἐτῶν ἀποβλέπων ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νο‐ μιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρα‐ τείνειν χρόνον τεκμαιρόμενος μηδὲ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς
5ζωῆς ἀφικέσθαι· οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενό‐ μενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκό‐ τως ἔζων πλῆθος τοσούτων ἐτῶν. ἔπειτα δι’ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν χʹ ἐνιαυ‐
10τούς. διὰ τοσούτων ἐτῶν ὁ μέγας ἐνιαυτὸς πληροῦται. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ’ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρ‐ χαιολογίας, Μανεθῶν ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βήρωσσος ὁ τὰ Χαλδαϊκὰ συνάγων, Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμ‐
15φωνοῦσι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις. Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνι‐ κος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη ͵α. Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες, Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς, ἑκατὸν ἔτεσι τῆς ἐπομβρίας ἔμπροσθεν γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν
20ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους δε‐ διότας σφόδρα διὰ τὸν κατακλυσμὸν τὰ πεδία ἔπεισαν θαρσήσαντας μιμη‐ τὰς αὐτῶν γενέσθαι. καὶ τὸ μὲν πεδίον εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν καλεῖται Σεναάρ. τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς εἰς πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν
25γεωργοῦντες ἀπολάβοιεν ἀφθόνως τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ· καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας. ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε
ποιεῖσθαι τὴν ἀποικίαν. οἱ δὲ οὐ κατὰ τὴν ἐκείνου εὐμένειαν νομίζοντες44

45

ἔχειν τὰ ἀγαθά, τὴν δὲ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπο‐ λαμβάνοντες οὐκ ἐπείθοντο. προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατ’ ἐπιβουλὴν ἐπινοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρότατοι γένοιντο.
5 Ἐξῆρέ τε αὐτοὺς πρὸς ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Νεβρώ‐ δης, ὃς υἱωνὸς μὲν ὢν Χαμοῦ τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος, ἔπειθεν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ δι’ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι. καὶ περιίστα δὲ κατ’ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα, ἀνόμως οὕτω
10νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτῇ δυνάμει διατελοῖεν, ἀμύνεσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα. πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ μὴ ἀναβῆναι δυνηθείη· μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας.
15 Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Νεβρώδου δόγμασιν ἕπεσθαι δουλείαν ἡγούμενον εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν. ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχρονίας, τὸ μέντοι πάχος ἦν τοσοῦτον ὥσθ’ ὑπ’ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος, ᾠκοδόμητο δ’ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ
20περιρρέοι. οὕτως δὲ μεμηνότας ὁρῶν ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδ’ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πο‐ λυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύρ‐ γον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ
25τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. Καὶ ταῦτα μὲν ὁ Ἰώσηππος περὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τὸν Νεβρὼδ καὶ τῆς πυργοποιίας καὶ αὐτῆς Βαβυλῶνος. ἀλλὰ καὶ Ἀλέξαν‐
δρος ὁ Πολυίστωρ ὡς ἐκ σιβύλλης τάδε φησὶ καὶ Ἀβυδηνός.45

46

(1t)

Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῆς πυργοποιίας
2 Σίβυλλα δέ φησιν ὁμοφώνων ὄντων πάντων ἀνθρώπων τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι. τοῦ δὲ θεοῦ ἀνέμους ἐμφυσήσαντος ἀνατρέψαι αὐτούς, καὶ ἰδίαν ἑκάστῳ φω‐
5νὴν δοῦναι, διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. μετὰ δὲ τὸν κατακλυ‐ σμὸν Τιτᾶνα καὶ Προμηθέα γενέσθαι. καὶ τὰ μὲν τῆς πυργοποιίας Ἀλέξ‐ ανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν μυθολογουμένην παρ’ αὐτοῖς βεβασι‐ λευκέναι.
10tἈβυδηνοῦ περὶ τῶν αὐτῶν
11 Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἀνασχόντας ῥώμῃ τε καὶ μεγέθει χαυ‐ νωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι τύρσιν ἠλίβατον ἀείρειν, ἣ νῦν Βαβυλών ἐστιν, ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ. καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα, τοῦ δὴ τὰ
15ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύ‐ θροον φωνὴν ἐνέγκασθαι· μετὰ δὲ Κρόνῳ καὶ Τιτῆνι συστῆναι πόλεμον. Τρανῶς δὴ καὶ οὗτος ὡς ἐπιλαθόμενος τῶν προτέρων περὶ Βαβυλῶνος κομπασμῶν ὁμολογεῖ ἐπὶ τῆς πυργοποιίας αὐτὴν οὕτω κεκλῆσθαι διὰ τὴν σύγχυσιν τῶν γλωσσῶν καὶ τῶν οβʹ ἐθνῶν τῶνδε διασπαρέντων
20κατὰ πᾶσαν τὴν οἰκουμένην, ἣν διεμέρισε Νῶε ὁ δίκαιος τοῖς τρισὶν αὐτοῦ υἱοῖς τῷ ͵βφοβʹ ἔτει τοῦ κόσμου, ϡλδʹ τῆς ζωῆς αὐτοῦ, κατὰ τὸν θεῖον δηλονότι χρησμὸν οὕτως. Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ κατάγοντι 〈ἔτοσ〉 υλαʹ ἔδωκεν ἀπὸ Περ‐
σίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινο‐46

47

κουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημ‐ βρίας, τήν τε Συρίαν καὶ Μήδειαν καὶ ποταμὸν διορίζοντα αὐτοῦ τὰ ὅρια τὸν Εὐφράτην. Χὰμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ κατάγοντι ἔτος υκζʹ ἔδωκε τὰ πρὸς νότον καὶ λίβα καὶ μέρος τῆς δύσεως ἀπὸ Ῥινοκουρούρων τῆς
5Αἰγύπτου, Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Λιβύην, Ἀφρικὴν καὶ Μαυριτα‐ νίαν ἕως Ἡρακλείων στηλῶν, ἤτοι ἕως τοῦ δυτικοῦ καὶ Λιβυκοῦ Ὠκεανοῦ, ποταμὸν διορίζοντα τὸν Νεῖλον, ὃς καὶ Γειὼν καὶ Χρυσορρόας λέγεται. Ἰάφεθ δὲ τῷ τρίτῳ υἱῷ αὐτοῦ ἄγοντι ἔτος υκεʹ ἀπὸ Μηδείας τὰ πρὸς ἄρκτον καὶ δυσμὰς ἕως Γαδείρων καὶ Βρεττανικῶν νήσων, Ἀρμενίαν καὶ
10Ἰβηρίαν, Πόντον, Κόλχους καὶ τὰς κατόπιν χώρας καὶ νήσους ἕως Ἰτα‐ λίας καὶ Γαλλικῆς Σπανικῆς τε καὶ Κελτιβηρίας καὶ Λυσιτανῶν. οὕτω μερίσας καὶ ἐγγράφως διαθέμενος, ὥς φασιν, ἐπαναγνούς τε αὐτοῖς τὴν διαθήκην αὐτοῦ ἐσφραγίσατο, παρ’ ἑαυτῷ κατασχών, ἕως τοῦ ͵βφϙβʹ ἔτους ἀπὸ Ἀδάμ, ἐν ᾧ καὶ ἐκοιμήθη. μέλλων δὲ τελευτᾶν ἐνετείλατο τοῖς
15τρισὶν αὐτοῦ υἱοῖς μηδένα ἐπελθεῖν τοῖς τοῦ ἀδελφοῦ ὁρίοις καὶ ἀτάκτως ἐνεχθῆναι πρὸς ἕτερον, ὡς τούτου γενησομένου αἰτίου στάσεως αὐτοῖς καὶ πολέμων τῶν πρὸς ἀλλήλους. τὴν δὲ διαθήκην αὐτοῦ ἔδωκε τῷ Σήμ, ὡς πρωτοτόκῳ υἱῷ καὶ θεοφιλεστέρῳ, ὃς καὶ τὴν ἡγεμονίαν διεδέξατο μετ’ αὐ‐ τὸν καὶ τὰς ἐξαιρέτους τῶν παρ’ αὐτοῦ εὐλογιῶν ἐκληρώσατο, ὡς καὶ ἐν
20τῇ Γενέσει φέρεται. καὶ ἐκοιμήθη ἐν ὄρει Λουβάρ. Ἐν δὲ τῷ ͵βψϙαʹ ἔτει τοῦ κόσμου, ἤτοι μετὰ ςʹ ἔτη τῆς τελευτῆς Νῶε, νεωτερίσας ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σὴμ καὶ κατ‐ ῴκησεν ἐκεῖ παραβὰς τὴν ἐντολὴν Νῶε σὺν τοῖς ἐξ αὐτοῦ γενομένοις ἔθνε‐ σιν ζʹ, Ἀμορραίοις, Χετταίοις, Φερεζαίοις, Εὐαίοις, Γεργεσαίοις, Ἰεβου‐
25σαίοις καὶ Χαναναίοις, οὓς διὰ Μωυσέως καὶ Ἰησοῦ ἐξωλόθρευσεν ὁ θεός, καὶ κατά τινας καιροὺς διὰ τῶν κριτῶν ἀπέδωκε τοῖς υἱοῖς Ἰσραὴλ τὴν πατρῴαν γῆν, ὡς ἐκ τοῦ Σὴμ καταγομένοις διὰ γενεῶν ληʹ, ἐτῶν ͵αχπζʹ. ὃ καὶ ἔφθασεν εἰς τὸ ͵δυοεʹ ἔτος, ἤτοι τῷ κγʹ τῆς βασιλείας Σα‐ λομῶν, καθ’ ὃ ἐνεκαίνισε τὸν ὑπ’ αὐτοῦ κτισθέντα πολυτελῆ ναόν, θύσας
30τῷ πατρῴῳ θεῷ λαμπρῶς· περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἑκάστης τῶν47

48

αὐτῶν ληʹ γενεῶν κατὰ τὸ ἐγχωροῦν στοιχειώδει ἐπιτομῇ σὺν θεῷ λεχθή‐ σεται. νῦν δὲ ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν πυργοποιίαν καὶ τὴν σύγχυσιν τῶν οβʹ ἐθνῶν καὶ γλωσσῶν, αἳ συνεχύθησαν, καὶ εἴπωμεν ἃ τοῖς πολλοῖς τῶν ἱστορικῶν προείρηται, ποῖα καὶ πόσα ἔθνη ἑκάστῳ τῶν γʹ υἱῶν τοῦ Νῶε
5ἔλαχεν ἐκ τῶν διασπαρέντων οβʹ ἐθνῶν. χρὴ δὲ ἀναμνησθῆναι τῶν προ‐ λεχθέντων ἀνωτέρω, ὅτι ἀρξάμενοι τῷ καθολικῷ ͵βψλϛʹ ἔτει οἰκοδομεῖν τὸν πύργον, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φϙδʹ, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀρφαξὰδ υϙγʹ καὶ τοῦ υἱοῦ τούτου Καϊνᾶν τνηʹ καὶ τοῦ Σαλᾶ σλʹ καὶ τοῦ Ἕβερ ϙθʹ, ἔμειναν οἰκοδομοῦντες ἐπὶ ἔτη μʹ ἕως τοῦ κοσμικοῦ ͵βψοϛʹ. ἐν τού‐
10τῳ γὰρ τῷ ἔτει διεσπάρησαν ὑπὸ τοῦ θεοῦ εἰς πᾶσαν τὴν οἰκουμένην οὕτως·
12tΤῶν οβʹ ἐθνῶν τῶν ἐκ τῶν διασπαρέντων ἀρχηγῶν
13tμετονομασθέντων τὰ ὀνόματα
14tἘκ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε ἔθνη κεʹ οὕτως
15αʹ Ἀρφαξάδ, ἀφ’ οὗ Χαλδαῖοι. βʹ Ἀλάμ, ἀφ’ οὗ Ἐλουμαῖοι. γʹ Ἀσούρ, ἀφ’ οὗ Ἀσύριοι. δʹ Λούδ, ἀφ’ οὗ Λυδοί. εʹ Ἀράμ, ἀφ’ οὗ Σύροι.
20tΥἱοὶ Ἀράμ
21ϛʹ Ὤς, ἀφ’ οὗ Τράχωνες.
ζʹ Οὔλ, ἀφ’ οὗ Μαγαρδοί.48

49

ηʹ Γαθέρ, ἀφ’ οὗ Ἀρμένιοι. θʹ Μοσόχ, ἀφ’ οὗ Μεσήνιοι.
3tΥἱοὶ Ἀρφαξάδ
4ιʹ Καϊνᾶν, ἀφ’ οὗ Γασφηνοί.
5ιαʹ Σασᾶν, ἀφ’ οὗ Κοσαῖοι. ιβʹ Ἑβραΐρ, ἀφ’ οὗ Ἑβραῖοι. ιγʹ Φαλέκ, ἀφ’ οὗ Βάκτροι. ιδʹ Ἐλμωδάμ, ἀφ’ οὗ Ἰνδοί. ιεʹ Ἰεκτάν, ἀφ’ οὗ Μαδιναῖοι.
10ιϛʹ Ἀραβώθ, ἀφ’ οὗ Ἄραβες. ιζʹ Ἰδουράμ, ἀφ’ οὗ Καμήλιοι. ιηʹ Δερά, ἀφ’ οὗ Μῆδοι. ιθʹ Ἰεζιά, ἀφ’ οὗ Ἀριανδνοί. κʹ Δεκλάμ, ἀφ’ οὗ Κεδρούσιοι.
15καʹ Γεβήλ, ἀφ’ οὗ Σκύθαι. κβʹ Ἀβιμεήλ, ἀφ’ οὗ Ὑρκανοί. κγʹ Σαβάτ, ἀφ’ οὗ Ἄραβες Ἰνδῶν. κδʹ Οὐήρ, ἀφ’ οὗ Οὐαρναῖοι. κεʹ Εὐήν, ἀφ’ οὗ Γυμνοσοφισταί.
20Οὗτοι πάντες ἐκ τοῦ Σὴμ κατάγονται, ὧν ἡ κατοικία ἐστὶ κατὰ μῆκος
μὲν ἀπὸ Βάκτρων καὶ Ἰνδικῆς ἕως Ῥινοκουρούρων τῆς ὁριζούσης Συρίαν49

50

καὶ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ Ἀρσι‐ νόην τῆς Ἰνδικῆς, κατὰ πλάτος δὲ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰν‐ δικῆς. τὰ δὲ ὀνόματα τῶν χωρῶν ταῦτα· Περσὶς καὶ τὰ ἐν αὐτῇ ἔθνη, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κοδρυαλία, Ἀσσυρία, Μεσοποταμία,
5εὐδαίμων Ἀραβία, κοίλη Συρία, Κομμαγηνὴ καὶ ἡ φυσικὴ Περσίς. τὰ δὲ ἐξ αὐτῶν γενόμενα ἔθνη ταῦτα· Ἑβραῖοι, Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Μαγαρδοί, Πάρθοι, Γερμανοί, Ἐλυμαῖοι, Κοσαῖοι, Ἄραβες ἀρχαῖοι, Κε‐ δρούσιοι, Σκύθαι, Γυμνοσοφισταί. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Χαλδαῖοι, Ἰνδοί, Ἀσσύριοι. ταῦτα τὰ κεʹ
10ἔθνη τοῦ Σὴμ σὺν ταῖς χώραις καὶ ὁρίοις αὐτῶν.
11tἘκ τοῦ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶε ἔθνη λβʹ οὕτως
12tΥἱοὶ Χὰμ δευτέρου υἱοῦ Νῶε
13αʹ Χούς, ἐξ οὗ Αἰθίοπες. βʹ Μεστραίμ, ἐξ οὗ Αἰγύπτιοι.
15 γʹ Φούδ, ἐξ οὗ Τρωγλοδύται. δʹ Χαναάμ, ἐξ οὗ Χαναναῖοι. Οὗτοι ἔφυγον ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κατῴκησαν Τρίπο‐ λιν τῆς Ἀφρικῆς, ὡς οὖσαν ἐν τῷ κλήρῳ τοῦ Χάμ.
19tΥἱοὶ Χοὺς τοῦ Αἰθίοπος τοῦ πρώτου υἱοῦ Χάμ
20εʹ Σαβάτ, ἐξ οὗ Σαβάτ. ϛʹ Εὐιλάτ, ἐξ οὗ Γαγγινοί.
ζʹ Σεβατά, ἐξ οὗ Σαβῖνοι.50

51

ηʹ Ῥεγμά, ἐξ οὗ Ἰχθυοφάγοι. θʹ Σεβακαθά, ἐξ οὗ 〈***
3tΥἱοὶ Ῥεγμά
4ιʹ Σαβά, ἐξ οὗ Μαρμαρῖται.
5ιαʹ Ἰουδαδάν, ἐξ οὗ Φοίνικες. ιβʹ Νεβρώδ, ἐξ οὗ γίγαντες. ιγʹ Λουδιείδ, ἐξ οὗ 〈***〉 ιδʹ Νεμεστιείμ, ἐξ ὧν 〈***〉 ιεʹ Λαβιείμ, ἐξ ὧν 〈***
10ιϛʹ Νεφθαβιείμ, ἐξ ὧν 〈***〉 ιζʹ Πατροσονιείμ, ἐξ ὧν 〈***〉 ιηʹ Χασλονιείμ, ἐξ ὧν 〈***〉 ιθʹ Φυλιστιείμ, ἐξ ὧν 〈***〉 κʹ Καφθονιείμ, ἐξ ὧν 〈***
15tΥἱοὶ Χαναάν, ὧν πρωτότοκος Σιδών
16καʹ Σιδών, ἐξ οὗ Σιδώνιοι. κβʹ Χατταῖος, ἐξ οὗ 〈***
κγʹ Ἰεβουσαῖος, ἐξ οὗ Ἰεβουσαῖοι.51

52

κδʹ Ἀμορραῖος, ἐξ οὗ Ἀμορραῖοι. κεʹ Γεργεσαῖος, ἐξ οὗ Γεργεσαῖοι. κϛʹ Εὐαῖος, ἐξ οὗ Εὐαῖοι. κζʹ Ἀρουκαῖος, ἐξ οὗ 〈***
5 κηʹ Ἀσενναῖος, ἐξ οὗ 〈***〉 κθʹ Ἀράδιος, ἐξ οὗ Ἀράδιοι. λʹ Σαμαραῖος, ἐξ οὗ Ὀρθωσιασταί. λαʹ Ἀμαθεῖς, ἐξ οὗ Ἀμαθούσιοι. οἱ πάντες σὺν τῷ Χὰμ λβʹ.
10 Τούτων δὲ ἡ κατοικία ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νό‐ τον· τὰ δὲ ἐξ αὐτῶν γεννηθέντα ἔθνη Αἰθίοπες, Τρωγλοδύται, Ἀγγαῖοι, Γαγγινοί, Σαβῖνοι, Ἰχθυοφάγοι, Ἐλαϊνοί, Αἰγύπτιοι, Φοίνικες, Λίβυες, Μαρμαρῖται, Κᾶρες, Ψυλλῖται, Μυσοί, Μοσύλλιοι, Φρύγες, Μάκωνες, Βιθυνοί, Νομάδες, Λύκιοι, Μαριανδηνοί, Πάμφυλοι, Μοσσυνοί, Πισσυνοί,
15Αἰγαλαῖοι, Κίλικες, Μαυρούσιοι, Κρῆται, Μαγάρται, Νούμιδες, Μάκωνες καὶ Νασαμῶνες. Οὗτοι διακρατοῦσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ δυτικοῦ πρὸς λίβα καὶ νότον Ὠκεανοῦ. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Φοίνικες, Αἰγύπτιοι, Πάμ‐ φυλοι, Φρύγες. αἱ δὲ χῶραι αὐτῶν Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ
20Ἰνδοὺς πρὸς εὐρόνοτον, ἄλλη Αἰθιοπία πρὸς νότον, ὄθεν ἐκπορεύεται ὁ Νεῖλος ποταμός, ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης, Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα, Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμῶνας, Μάκας, Ταυταμαίους. Λιβύη
ἀπὸ Λέπτεως παρεκτείνουσα μέχρι μικρᾶς Σύρτεως, Νουμιδία, Μασσου‐52

53

ρίς, Μαυριτανία ἡ καὶ Ἀφρική, παρεκτείνουσα μέχρι Ἡρακλεωτικῶν στη‐ λῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καββαλ‐ λίαν, Λυκίαν, Λυδίαν, Καρίαν, Τρωάδα, Αἰολίαν, Βιθυνίαν, τὴν ἀρχαίαν
5Φρυγίαν. ἔχει δὲ νήσους ἐπισήμους τρεῖς Σαρδώ, Κρήτην, Κύπρον, ἐπι‐ κοίνους δὲ Κόρσουλαν, Λαμπαδοῦσαν, Γαῦδον, Μελίτην, Κουροῦναν, Μῆ‐ νιν, Γαλάτην, Γορσύνην, Κρήτην, Γαυλορίδην, Θήραν, Κάρπαθον, Ἀστυ‐ πάλαιαν, Χίον, Λέσβον, Τένεδον, Ἴμβρον, Θάσον, Σάμον, Κνίδον, Κῶον, Νίσυρον· ποταμὸν δὲ Γηὼν τὸν καὶ Νεῖλον, ὃς καὶ κυκλοῖ Αἴγυπτον καὶ
10Αἰθιοπίαν. καὶ διορίζει μεταξὺ τοῦ Χὰμ καὶ Ἰάφεθ τὸ στόμα τῆς ἑσπε‐ ρίας θαλάσσης τὰ ἐπίκοινα τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ.
12tἘκ τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὔτως
13tΥἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὕτως
14αʹ Γάμερ, ἐξ οὗ Καππάδοκες.
15βʹ Μαγώγ, ἐξ οὗ Κέλτοι οἱ καὶ Γαλάται. γʹ Μαδαί, ἐξ οὗ Μῆδοι. δʹ Ἰωυάν, ἐξ οὗ Ἕλληνες οἱ καὶ Ἴωνες. εʹ Θωβέλ, ἐξ οὗ Θετταλοί. ϛʹ Μοσόχ, ἐξ οὗ Ἰλλυριοί.
20ζʹ Θηράς, ἐξ οὗ Θρᾷκες.
ηʹ Χετταείμ, ἐξ οὗ Μακεδόνες.53

54

(1t)

Οἱ υἱοὶ Γάμερ τοῦ υἱοῦ Ἰάφεθ
2θʹ Ἀσχανάζ, ἐξ οὗ Ῥηγῖνες. ιʹ Ῥιχάθ, ἐξ οὗ Σαυρομάται. ιαʹ Θοργαμά, ἐξ οὗ Ἀρμένιοι.
5tΟἱ υἱοὶ Ἰωυάν
6ιβʹ Ἐλισσά, ἐξ οὗ Σικελοί. ιγʹ Θαρσεῖς, ἐξ οὗ Ἴβηρες. ιδʹ Κίτιοι, ἐξ οὗ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι. ιεʹ Ῥόδιος, ἐξ οὗ Ῥόδιοι.
10 Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν αὐτῶν, ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν, ὥς φησιν ἡ γραφή. ὁμοῦ ἔθνη οβʹ. Εἰσὶ δὲ καὶ οἱ Κύπριοι ἐκ τῶν Κιτιαίων καὶ οἱ ἐν τῷ βορρᾷ ὁμόφυλοι τῶν αὐτῶν Κιτιαίων, εἴτ’ οὖν Ῥωμαῖοι, καὶ τὰ ἔθνη τῆς Ἑλλάδος, πλὴν
15τῶν μετοικησάντων ὕστερον ἐκεῖ Σαϊτῶν καὶ κατοικησάντων τὴν τῆς Ἑλλάδος μητρόπολιν Ἀθήνας καὶ τὰς Θήβας. Σιδωνίων γὰρ οὗτοι ἄποικοι ἐκ Κάδμου τοῦ Ἀγήνορος. οἱ δὲ Χαλδαῖοι Τυρίων εἰσὶν ἄποικοι καὶ εἴ τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν. τὰ δὲ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδείας ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κατέσπαρται βλέποντα πρὸς βορρᾶν οὕτως·
20Μῆδοι, Ἀλβανοί, Γαργανοί, Ἐρραῖοι, Ἀρμένιοι, Ἀμαζόνες, Κολλοί, Κορ‐ ζηνοί, Δενναγινοί, Καππάδοκες, Παφλαγόνες, Ταβίεννοι, Χάλυβες, Σαρ‐
μάται, Θρᾷκες, Μοσσονοί, Βαστρανοί, Σαυρομάται, Ἰλλυριοί, Μαιῶται,54

55

Σκύθαι, Ταῦροι, Μακεδόνες, Ἕλληνες, Ἴστριοι, Δαυνεῖς, Οὐεννοί, Ἰάπυ‐ γες, Καλαβροί, Ὀππικοί, Λατῖνοι καὶ Ῥωμαῖοι, Γάλλοι οἱ καὶ Κελταῖοι, Λυγιστῖνοι, Κελτίβηρες, Ἴβηρες, Γάλλοι, Ἀκυτιανοί, Ἰλλυρικοί, Βάσαν‐ τες, Κυρτανοί, Λυσιτανοί, Οὐακκαῖοι, Βρεττανικοί, οἱ δὲ ἐν ταῖς νήσοις
5οἰκοῦντες. ἐξ αὐτῶν εἰδότες γράμματά εἰσιν οὗτοι· Ἴβηρες, Λατῖνοι οἱ καὶ Ῥωμαῖοι, Ἱσπάνοι, Ἕλληνες, Μῆδοι, Ἀρμένιοι. ἔστι δὲ κατὰ μῆκος τὰ ὅρια αὐτῶν ἀπὸ Μηδείας ἕως δυτικοῦ Ὠκεανοῦ τὰ πρὸς βορρᾶν· εὖρος δὲ ἀπὸ Τανάιδος ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον. Αἱ χῶραι δὲ αὐτῶν Μηδεία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη,
10Ἀμαζονίς, Παφλαγονία, Καππαδοκία, Γαλατία, Κολχίς, Βοσπορινή, Μαιῶτις, Δερρίς, Σαρματία, Ταυριανή, Βαστρανή, Σκυθία, Θρᾴκη, Μα‐ κεδονία, Ἑλλάς, Θεσσαλία, Βοιωτίς, Λοκρία, Αἰτωλία, Ἀχαΐα, Πελο‐ πόννησος, Ἀκαρνία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ’ ἧς τὸ Ἀδριακὸν πέλαγος ἐκλήθη, Καλαβρία, Ἰταλία, Γαλλία, Θουσκινή, Λυ‐
15σιτανία, Κελτική, Μεσσαλία, Κελτογαλλία, Σπανογαλλία, Ἰβηρία, Ἱσπα‐ νία ἡ μεγάλη. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεττανικῶν νήσων τὰ πρὸς βορρᾶν βλέποντα. ἔχει δὲ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθά‐ κην καὶ τὰς Κυκλάδας, καὶ μέρος τι τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην·
20ποταμὸν δὲ Τίγριν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. ἐν τούτοις οὖν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρηκέναι τὴν γραφήν· ‘πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ πλεῖστα ὄντα.‘ τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μι‐ κρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται ‘καὶ κατασκηνώσει ἐν τοῖς σκηνώμασι τοῦ Σήμ.‘ οὐ μόνον δέ, ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρό‐
25πον, ὅτι πᾶσα ἡ μερὶς τοῦ Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν πίστει προσετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σήμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οἱ πατριάρχαι,
ἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλο‐55

56

γοῦνται. τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασίᾳ κατά τε τὰς Ἰνδίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας, ἐν οἷς Ἀραβίαι καὶ Ἰδου‐ μαῖαι κατὰ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται τῇ τοῦ Χὰμ καὶ Χα‐ ναὰν κατάρᾳ καθυποβεβλημένοι. διὸ καὶ παῖδα οἰκέτην τὸν Χὰμ τοῦ Σὴμ
5καὶ τοῦ Ἰάφεθ ἡ γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ αὐτοῦ καὶ αὐτὸν σημαίνουσα. Οὕτως οὖν ὑπὸ τοῦ Νῶε τῆς ὅλης οἰκουμένης διαμερισθείσης θείῳ προστάγματι, ὡς προδεδήλωται, τῷ ͵βφοβʹ ἔτει τοῦ κόσμου, ϡλʹ δὲ τῆς τοῦ δικαίου Νῶε ζωῆς πρὸ σδʹ ἐτῶν τῆς κατὰ τὴν πυργοποιίαν διασπορᾶς,
10τοῖς τρισὶν αὐτοῦ υἱοῖς, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ συγχύσει δια‐ σπαρὲν κατεκληρώσαντο αἱ οβʹ φυλαί τε καὶ γλῶσσαι, εἰ καὶ μετὰ ταῦτα κατά τινας καιροὺς ἀπῳκίσθησαν ἄλλοι ἀλλαχοῦ πολέμοις καὶ αἰχμαλω‐ σίαις καὶ ταῖς κατ’ ἀλλήλων πλεονεξίαις καὶ τυραννίσιν ἀλόγως χρησά‐ μενοι· περὶ ὧν ἐντυγχάνων τις ταῖς θεοπνεύστοις πρῶτον γραφαῖς, ἔπειτα
15δὲ καὶ ταῖς Ἰουδαϊκαῖς καὶ Ἑλληνικαῖς καὶ Αἰγυπτιακαῖς ἢ Χαλδαϊκαῖς ἱστορίαις εἴσεται, εἰ καὶ μὴ ἐν πᾶσι χρὴ ταῖς τῶν ἀλλοπίστων συγγραφαῖς ἕπεσθαι, μάλιστα δὲ ἐν οἷς περὶ πολυθεΐας καὶ ἀπείρων ἐτῶν γένεσιν κόσμου εἰσάγουσι. φέρεται γὰρ παρ’ Αἰγυπτίοις παλαιόν τι χρονογραφεῖον, ἐξ οὗ καὶ τὸν Μανεθῶ πεπλανῆσθαι νομίζω, περιέχον λʹ δυναστειῶν ἐν
20γενεαῖς πάλιν ριγʹ χρόνον ἄπειρον, καὶ οὐ τὸν αὐτὸν τὸν Μανεθῶ ἐν μυ‐ ριάσι τρισὶ καὶ ͵ϛφκεʹ, πρῶτον μὲν τῶν Αὐριτῶν, δεύτερον δὲ τῶν Με‐ στραίων, τρίτον δὲ Αἰγυπτίων, οὕτω πως ἐπὶ λέξεως ἔχον.
23tΘεῶν βασιλεία κατὰ τὸ παλαιὸν χρονικόν
24Ἡφαίστου χρόνος οὐκ ἔστι διὰ τὸ νυκτὸς καὶ ἡμέρας αὐτὸν φαίνειν.
25Ἥλιος Ἡφαίστου ἐβασίλευσεν ἐτῶν μυριάδας γʹ. ἔπειτα Κρόνος, φησί, καὶ οἱ λοιποὶ πάντες θεοὶ ιβʹ ἐβασίλευσαν ἔτη ͵γϡπδʹ. ἔπειτα ἡμίθεοι βασιλεῖς ηʹ ἔτη σιζʹ καὶ μετ’ αὐτοὺς γενεαὶ ιεʹ Κυνικοῦ κύκλου ἀνεγρά‐
φησαν ἐν ἔτεσι υμγʹ. εἶτα Τανιτῶν ιϛʹ δυναστεία, γενεῶν ηʹ, ἐτῶν ρϙʹ.56

57

πρὸς οἷς ιζʹ δυναστεία Μεμφιτῶν, γενεῶν δʹ, ἐτῶν ργʹ· μεθ’ οὓς ιηʹ δυναστεία Μεμφιτῶν, γενεῶν ιδʹ, ἐτῶν τμηʹ· ἔπειτα ιθʹ δυναστεία Διοσπο‐ λιτῶν, γενεῶν εʹ, ἐτῶν ρϙδʹ. εἶτα κʹ δυναστεία Διοσπολιτῶν, γενεῶν ηʹ, ἐτῶν σκηʹ. ἔπειτα καʹ δυναστεία Τανιτῶν, γενεῶν ϛʹ, ἐτῶν ρκαʹ. εἶτα κβʹ
5δυναστεία Τανιτῶν, γενεῶν γʹ, ἐτῶν μηʹ· ἔπειτα κγʹ δυναστεία Διοσπο‐ λιτῶν, γενεῶν βʹ, ἐτῶν ιθʹ. εἶτα κδʹ δυναστεία Σαϊτῶν, γενεῶν γʹ, ἐτῶν μδʹ. πρὸς οἷς κεʹ δυναστεία Αἰθιόπων, γενεῶν γʹ, ἐτῶν μδʹ. μεθ’ οὓς κϛʹ δυναστεία Μεμφιτῶν, γενεῶν ζʹ, ἐτῶν ροζʹ. καὶ μετ’ αὐτὰς κζʹ δυναστεία Περσῶν εʹ, ἐτῶν ρκδʹ. ἔπειτα κθʹ δυναστεία Τανιτῶν, γενεῶν 〈*〉 ἐτῶν
10λθʹ. καὶ ἐπὶ πάσαις λʹ δυναστεία Τανίτου ἑνός, ἔτη ιηʹ. τὰ πάντα ὁμοῦ τῶν λʹ δυναστειῶν ἔτη Μγʹ καὶ ͵ϛφκεʹ. Ταῦτα ἀναλυόμενα, εἴτουν μεριζόμενα παρὰ τὰ ͵αυξαʹ ἔτη εἴκοσι πεν‐ τάκις, τὴν παρ’ Αἰγυπτίοις καὶ Ἕλλησιν ἀποκατάστασιν τοῦ ζῳδιακοῦ μυθολογουμένην δηλοῖ, τοῦτ’ ἔστι τὴν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ
15σημεῖον, ὅ ἐστι πρῶτον λεπτὸν τῆς πρώτης μοίρας τοῦ ἰσημερινοῦ ζῳδίου, κριοῦ λεγομένου παρ’ αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς Γενικοῖς τοῦ Ἑρμοῦ καὶ ἐν ταῖς Κυραννίσι βίβλοις εἴρηται. ἐντεῦθεν δὲ οἶμαι καὶ Πτολεμαῖον τὸν Κλαύδιον τοὺς προχείρους κανόνας τῆς ἀστρονομίας διὰ κεʹ ἐτηρίδων ψη‐ φίζεσθαι θεσπίσαι, ὡς τοῦ Αἰγυπτιακοῦ ἐνιαυτοῦ καὶ τοῦ Ἑλληνικοῦ διὰ
20͵αυξαʹ ἔτους ἀποκαθισταμένων, εἰ καὶ διὰ ͵αυοϛʹ ἐτῶν τὸ κανόνιον τῶν κεʹ ἐτηρίδων ἐξέθετο διὰ τὸ μὴ ἀπαρτίζειν τὸν ͵αυξαʹ ἀριθμὸν εἰς κεʹ, ἀλλὰ λείπεσθαι ιδʹ. τὴν μέντοι μονάδα περιττὴν ἔθετο διὰ τὸ πλήρη τὰ τοῦ αʹ ἔτους ἐγκεῖσθαι κινήματα καὶ μὴ ἀπ’ ἀρχῆς αὐτοῦ, ὥσπερ καὶ ἐπὶ τῶν μηνιαίων κινημάτων. ἐντεῦθεν δέ ἐστι καὶ τὸ ἀσύμφωνον τῶν τοιού‐
25των ἐκδόσεων πρός τε τὰς θείας ἡμῶν γραφὰς καὶ πρὸς ἄλληλα ἐπιγνῶναι, ὅτι αὕτη μὲν ἡ παλαιοτέρα νομιζομένη Αἰγυπτίων συγγραφὴ Ἡφαίστου μὲν ἄπειρον εἰσάγει χρόνον, τῶν δὲ λοιπῶν κθʹ δυναστειῶν ἔτη τρισμύρια ͵ϛφκεʹ, καίτοι τοῦ Ἡφαίστου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμὸν καὶ τὴν πυργοποιίαν τῆς Αἰγύπτου βασιλεύσαντος, ὡς δειχθήσεται ἐν τῷ δέοντι
30τόπῳ.57

58

Ὁ δὲ παρ’ Αἰγυπτίοις ἐπισημότατος Μανεθῶ περὶ τῶν αὐτῶν λʹ δυ‐ ναστειῶν γράψας ἐκ τούτων δηλαδὴ λαβὼν τὰς ἀφορμὰς κατὰ πολὺ διαφωνεῖ περὶ τοὺς χρόνους πρὸς ταῦτα, καθὼς ἔστι καὶ ἐκ τῶν προειρημένων ἡμῖν ἀνωτέρω μαθεῖν καὶ ἐκ τῶν ἑξῆς λεχθησο‐
5μένων. Τῶν γὰρ ἐν τοῖς τρισὶ τόμοις ριγʹ γενεῶν ἐν δυναστείαις λʹ ἀναγεγραμ‐ μένων, αὐτῶν ὁ χρόνος τὰ πάντα συνῆξεν ἔτη ͵γφνεʹ, ἀρξάμενα τῷ ͵αφπϛʹ ἔτει τοῦ κόσμου καὶ λήξαντα εἰς τὸ ͵ερμζʹ κοσμικὸν ἔτος, ἤτοι πρὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος κοσμοκρατορίας ἔτη που ιεʹ.
10 Ἐκ τούτων οὖν ἀφελών τις τὰ πρὸ τοῦ κατακλυσμοῦ χνϛʹ πρὸς ἀναπλή‐ ρωσιν τῶν ͵βσμβʹ ἐξ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, ὡς ψευδῆ καὶ ἀνύπαρκ‐ τα, καὶ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν καὶ διασπορᾶς τῶν ἐθνῶν φλδʹ, ἕξει σαφῶς τὴν ἀρχὴν τῆς Αἰγυπτιακῆς βασιλείας ἐκ τοῦ πρώτου βασιλεύσαντος τῆς Αἰγύπτου Με‐
15στραίμ, τοῦ καὶ Μήνεος λεγομένου παρὰ τῷ Μανεθῶ, ἀπὸ τοῦ ͵βψοϛʹ ἔτους τοῦ ἐξ Ἀδὰμ ἕως Νεκταναβῶ τοῦ ἐσχάτου βασιλέως Αἰγύπτου, ὡς εἶναι τὰ πάντα ἀπὸ Μεστραὶμ ἕως τοῦ αὐτοῦ Νεκταναβῶ ἔτη ͵βτξεʹ, ἃ καὶ ἔφθασεν, ὡς προείρηται, εἰς τὸ κοσμικὸν ͵ερμζʹ ἔτος πρὸ τῆς Ἀλεξ‐ άνδρου τοῦ κτίστου ἀρχῆς, ἔτεσι ιεʹ ἐγγύς.
20 Τοῦτο δὲ τὸ ͵βψοϛʹ ἔτος τοῦ κόσμου τοῦ μὲν Φαλὲκ τῆς ζωῆς ἔτος ἦν εʹ, τοῦ δὲ Ἕβερ τοῦ πατρὸς Φαλὲκ ἔτος καὶ αὐτοῦ τῆς ζωῆς ρληʹ. τῷ γὰρ ͵βψοαʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τῆς τοῦ Ἕβερ ζωῆς ρλγʹ ἔτος, ἐγεν‐ νήθη αὐτῷ ὁ Φαλέκ, καὶ μετὰ δʹ ἔτη τῆς τοῦ Φαλὲκ γεννήσεως, τοῦτ’ ἔστι τῷ κοσμικῷ ͵βψοεʹ ἔτει συνεχύθησαν αἱ γλῶσσαι. καὶ τῷ ἐπιόντι κοσμι‐
25κῷ ͵βψοϛʹ ἔτει, τοῦ δὲ Ἕβερ ρληʹ, καὶ τοῦ υἱοῦ αὐτοῦ Φαλὲκ ἔτει εʹ, διεσπάρησαν εἰς τὴν οἰκουμένην αἱ οβʹ φυλαὶ καὶ γλῶσσαι. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦδε τοῦ χρόνου ἐπὶ ἔτη φλδʹ ὁ Νῶε καὶ ὁ πρῶτος αὐτοῦ υἱὸς μετ’ αὐτὸν Σὴμ καὶ ὁ τούτου παῖς Ἀρφαξὰδ ἡγεμόνευσαν τῶν
τηνικαῦτα ἀνθρώπων οὕτως.58

59

(1t)

Ὁ χρόνος τῶν μετὰ τὸν κατακλυσμὸν ἡγεμονευσάντων
2tτριῶν ἀνδρῶν ἕως τῆς διασπορᾶς
3 Νῶε μετὰ τὸν κατακλυσμὸν ἡγήσατο κόσμου τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ἔτη τνʹ· Σὴμ ἡγήσατο τοῦ κόσμου τὰ λοιπὰ τῆς ἑαυτοῦ ζωῆς ἔτη ρνʹ·
5Ἀρφαξὰδ ἔτη λγʹ. ὁμοῦ φλδʹ. Ἐπειδὴ δὲ τῶν ἀπὸ Μεστραῒμ Αἰγυπτιακῶν ἐτῶν οἱ χρόνοι ἕως Νεκτα‐ ναβῶ χρειώδεις τυγχάνουσιν ἐν πολλοῖς τοῖς περὶ τὰς χρονικὰς καταγινομέ‐ νοις ζητήσεις, αὐταὶ δὲ παρὰ Μανεθῶ ληφθεῖσαι τοῖς ἐκκλησιαστικοῖς ἱστο‐ ρικοῖς διαπεφωνημένως κατά τε τὰς αὐτῶν προσηγορίας καὶ τὴν ποσότητα
10τῶν χρόνων τῆς βασιλείας ἐκδέδονται, ἐπὶ τίνος τε αὐτῶν Ἰωσὴφ ἡγεμό‐ νευσε τῆς Αἰγύπτου καὶ μετ’ αὐτὸν ὁ θεόπτης Μωυσῆς τῆς τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου πορείας ἡγήσατο, ἀναγκαῖον ἡγησάμην δύο τῶν ἐπισημοτάτων ἐκδόσεις ἐκλέξασθαι καὶ ταύτας ἀλλήλαις παραθέσθαι, Ἀφρικανοῦ τέ φημι καὶ τοῦ μετ’ αὐτὸν Εὐσεβίου τοῦ Παμφίλου καλουμένου, ὡς ἂν τὴν
15ἐγγίζουσαν τῇ γραφικῇ ἀληθείᾳ δόξαν ὀρθῶς ἐπιβάλλων καταμάθοι, τοῦτο πρό γε πάντων εἰδὼς ἀκριβῶς, ὅτι Ἀφρικανὸς μὲν κʹ ἔτη προσ‐ τίθησιν ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρόνοις, καὶ ἀντὶ ͵βσμβʹ ͵βσξβʹ ἔτη βούλεται εἶναι, ὅπερ οὐ δοκεῖ καλῶς ἔχειν. Εὐσέβιος δὲ ͵βσμβʹ ὑγιῶς ἔθετο καὶ ὁμοφώνως τῇ γραφῇ. ἐν δὲ τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ
20ἀμφότεροι διήμαρτον ἕως Ἀβραὰμ καὶ Μωυσέως ἔτεσι ρλʹ τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ καὶ γενεᾷ μιᾷ, τῇ ιγʹ, παρὰ τῷ θείῳ εὐαγγελιστῇ Λουκᾷ ἀπὸ Ἀδὰμ κειμένῃ. ἀλλ’ ὁ μὲν Ἀφρικανὸς ἐν τοῖς ἀπὸ Ἀδὰμ προσ‐ τεθεῖσιν αὐτῷ καὶ ἐπὶ τὸν κατακλυσμὸν ἔτεσιν κʹ προαφήρπαξε ταῦτα, καὶ ἐν τοῖς τοῦ Καϊνᾶν καὶ τῶν μετέπειτα ριʹ μόνα λείπεται. διὸ καὶ ἕως
25Ἀβραὰμ πρώτου ἔτους ͵γσβʹ ἔτη ἐστοιχείωσεν. ὁ δὲ Εὐσέβιος ὁλοκλήρως τὰ ρλʹ ὑφελών, ͵γρπδʹ ἕως πρώτου ἔτους Ἀβραὰμ ἐξέδωκε.
27tΠερὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγύπτου δυναστειῶν, ὡς ὁ Ἀφρικανός
28αʹ Μετὰ νέκυας τοὺς ἡμιθέους πρώτη βασιλεία καταριθμεῖται βασιλέων ηʹ, ὧν πρῶτος Μήνης Θεεινίτης ἐβασίλευσεν ἔτη ξβʹ· ὃς ὑπὸ ἱπποπο‐
30τάμου διαρπαγεὶς διεφθάρη.59

60

βʹ Ἄθωθις υἱὸς ἔτη νζʹ, ὁ τὰ ἐν Μέμφει βασίλεια οἰκοδομήσας· οὗ φέ‐ ρονται βίβλοι ἀνατομικαί, ἰατρὸς γὰρ ἦν. γʹ Κενκένης υἱὸς ἔτη λαʹ. δʹ Οὐενέφης υἱὸς ἔτη κγʹ. ἐφ’ οὗ λιμὸς κατέσχε τὴν Αἴγυπτον μέγας.
5 οὗτος τὰς περὶ Κωχώμην ἤγειρε πυραμίδας. εʹ Οὐσαφάιδος υἱὸς ἔτη κʹ. ϛʹ Μιεβιδὸς υἱὸς ἔτη κϛʹ. ζʹ Σεμέμψης υἱὸς ἔτη ιηʹ. ἐφ’ οὗ φθορὰ μεγίστη κατέσχε τὴν Αἴγυπτον. ηʹ Βιηνεχὴς υἱὸς ἔτη κϛʹ.
10 ὁμοῦ ἔτη σνγʹ. Τὰ τῆς πρώτης δυναστείας οὕτω πως καὶ Εὐσέβιος ὡς ὁ Ἀφρικανὸς ἐξέθετο.
13tΔευτέρα δυναστεία Θεινιτῶν βασιλέων θʹ
14ὧν πρῶτος Βοηθὸς ἔτη ληʹ. ἐφ’ οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο,
15 καὶ ἀπώλοντο πολλοί. βʹ Καιέχως ἔτη λθʹ. ἐφ’ οὗ οἱ βόες Ἆπις ἐν Μέμφει καὶ Μηνεὺς ἐν Ἡλιουπόλει καὶ ὁ Μενδήσιος τράγος ἐνομίσθησαν εἶναι θεοί. γʹ Βίνωθρις ἔτη μζʹ. ἐφ’ οὗ ἐκρίθη τὰς γυναῖκας βασιλείας γέρας ἔχειν.
20δʹ Τλὰς ἔτη ιζʹ. εʹ Σεθένης ἔτη μαʹ. ϛʹ Χαίρης ἔτη ιζʹ. ζʹ Νεφερχέρης ἔτη κεʹ. ἐφ’ οὗ μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέρας ἕνδεκα ῥυῆναι.
25〈ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη
φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ.〉60

61

(1t)

Περὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγυπτίων δυναστειῶν,
2tὡς Εὐσέβιος
3 Μετὰ νέκυας καὶ τοὺς ἡμιθέους πρώτην δυναστείαν καταριθμοῦσι βασι‐ λέων ηʹ. ὧν πρῶτος γέγονε Μήνης, ὃς διασήμως αὐτῶν ἡγήσατο. ἀφ’ οὗ
5τοὺς ἐξ ἑκάστου γένους βασιλεύσαντας ἀναγράψομεν ὧν ἡ διαδοχὴ τοῦτον ἔχει τὸν τρόπον. αʹ Μήνης Θενίτης καὶ οἱ τούτου ἀπόγονοι ιζʹ (ἐν ἄλλῳ δὲ ζʹ), ὃν Ἡρό‐ δοτος Μῆνα ὠνόμασεν, ἐβασίλευσεν ἔτεσιν ξʹ. οὗτος ὑπερόριον στρα‐ τείαν ἐποιήσατο καὶ ἔνδοξος ἐκρίθη. ὑπὸ {ἵππου} δὲ ἱπποποτάμου
10ἡρπάσθη.
10βʹ Ἄθωθις ὁ τούτου υἱὸς ἦρξεν ἔτεσιν κζʹ. καὶ τὰ ἐν Μέμφει βασίλεια ᾠκοδόμησεν, ἰατρικήν τε ἐξήσκησε καὶ βίβλους ἀνατομικὰς συνέγραψε. γʹ Κενκένης ὁ τούτου υἱὸς ἔτη λθʹ. δʹ Οὐενέφης ἔτη μβʹ. ἐφ’ οὗ λιμὸς κατέσχε τὴν χώραν, ὃς καὶ τὰς πυραμίδας τὰς περὶ Κωχώμην ἤγειρε.
15εʹ Οὐσαφαὶς ἔτη κʹ. ϛʹ Νιεβαὶς ἔτη κϛʹ. ζʹ Σεμέμψης ἔτη ιηʹ. ἐφ’ οὗ πολλὰ παράσημα ἐγένετο καὶ μεγίστη φθορά. ηʹ Οὐβίενθις ἔτη κϛʹ.
20οἱ πάντες ἐβασίλευσαν ἔτη σνβʹ.
21tΔευτέρα δυναστεία βασιλέων θʹ
22αʹ πρῶτος Βῶχος, ἐφ’ οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο καὶ πολλοὶ ἀπώλοντο. βʹ μεθ’ ὃν καὶ βʹ Χῶος, ὅτε καὶ ὁ Ἆπις καὶ ὁ Μνεῦις, ἀλλὰ καὶ ὁ Μεν‐
25δήσιος τράγος θεοὶ ἐνομίσθησαν.61

62

γʹ Βίοφις, ἐφ’ οὗ ἐκρίθη καὶ τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. καὶ μετὰ τούτους ἄλλοι τρεῖς, ἐφ’ ὧν οὐδὲν παράσημον ἐγένετο. ζʹ ἐπὶ δὲ τοῦ ἑβδόμου μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέραις ιαʹ ῥυῆναι.
5{ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ.}
10〈ηʹ μεθ’ ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ςϙζʹ. Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου.〉
15tΤρίτη δυναστεία Μεμφιτῶν βασιλέων θʹ
16αʹ ὧν πρῶτος Νεχερωφὴς ἔτη κηʹ, ἐφ’ οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ Τόσορθρος ἔτη κθʹ. οὗτος Ἀσκληπιὸς Αἰγυπτίοις κατὰ τὴν ἰατρικὴν νενόμισται, καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομίαν εὕρατο, ἀλλὰ καὶ
20 γραφῆς ἐπεμελήθη. γʹ Τύρεις ἔτη ζʹ. δʹ Μέσωχρις ἔτη ιζʹ. εʹ Σώϋφις ἔτη ιϛʹ. ϛʹ Τοσέρτασις ἔτη ιθʹ.
25ζʹ Ἄχης ἔτη μβʹ. ηʹ Σήφουρις λʹ. θʹ Κερφέρης ἔτη κϛʹ. ὁμοῦ ἔτη σιδʹ.
Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ Ἀφρικανὸν ἔτη ψξθʹ.62

63

(1t)

Τετάρτη δυναστεία Μεμφιτῶν συγγενείας ἑτέρας βασιλεῖς ηʹ
2αʹ Σῶρις ἔτη κθʹ. βʹ Σοῦφις ἔτη ξγʹ. ὃς τὴν μεγίστην ἤγειρε πυραμίδα, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι. οὗτος δὲ καὶ ὑπερόπτης εἰς θεοὺς ἐγένετο καὶ
5 τὴν ἱερὰν συνέγραψε βίβλον, ἣν ὡς μέγα χρῆμα ἐν Αἰγύπτῳ γενόμενος ἐκτησάμην. γʹ Σοῦφις ἔτη ξϛʹ. δʹ Μενχέρης ἔτη ξγʹ. εʹ Ῥατοίσης ἔτη κεʹ.
10ϛʹ Βίχερις ἔτη κβʹ. ζʹ Σεβερχέρης ἔτη ζʹ. ηʹ Θαμφθὶς ἔτη θʹ. ὁμοῦ ἔτη σοδʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν τῶν μετὰ τὸν κατακλυσμὸν ἔτη ͵αμϛʹ κατ’
15Ἀφρικανόν. {ηʹ μεθ’ ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ςϙζʹ.
20Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου.}
21tΤρίτη δυναστεία Μεμφιτῶν βασιλέων ηʹ
22 αʹ Νεχέρωχις, ἐφ’ οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ μεθ’ ὃν Σέσορθος, ὃς Ἀσκληπιὸς παρὰ Αἰγυπτίοις ἐκλήθη διὰ τὴν
25ἰατρικήν. οὗτος καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομὴν εὕρατο, ἀλλὰ καὶ γραφῆς ἐπεμελήθη. οἱ δὲ λοιποὶ ἓξ οὐδὲν ἀξιομνημόνευτον ἔπραξαν. οἳ καὶ ἐβασίλευσαν ἔτεσιν ρϙηʹ.
Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ τὸν Εὐσέβιον ἔτη ψμζʹ.63

64

(1t)

Τετάρτη δυναστεία βασιλέων ιζʹ Μεμφιτῶν
2tσυγγενείας ἑτέρας βασιλείας
3ὧν τρίτος Σοῦφις, ὁ τὴν μεγίστην πυραμίδα ἐγείρας, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι, ὃς καὶ ὑπερόπτης εἰς θεοὺς γέγονεν, ὡς μετανοήσαν‐
5τα αὐτὸν τὴν ἱερὰν συγγράψαι βίβλον, ἣν ὡς μέγα χρῆμα Αἰγύπτιοι πε‐ ριέπουσι. τῶν δὲ λοιπῶν οὐδὲν ἀξιομνημόνευτον ἀνεγράφη. οἳ καὶ ἐβασί‐ λευσαν ἔτεσιν υμηʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν μετὰ τὸν κατακλυσμὸν ͵αρϙεʹ κατὰ Εὐσέβιον.
9tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
10tΠέμπτη δυναστεία βασιλέων ηʹ ἐξ Ἐλεφαντίνης
11αʹ Οὐσερχέρης ἔτη κηʹ. βʹ Σεφρὴς ἔτη ιγʹ. γʹ Νεφερχέρης ἔτη κʹ. δʹ Σισίρης ἔτη ζʹ.
15εʹ Χέρης ἔτη κʹ. ϛʹ Ῥαθούρης ἔτη μδʹ. ζʹ Μενχέρης ἔτη θʹ. ηʹ Τανχέρης ἔτη μδʹ. θʹ Ὄννος ἔτη λγʹ.
20 Ὁμοῦ ἔτη σμηʹ. γίνονται σὺν τοῖς προτεταγμένοις ͵αμϛʹ ἔτεσι τῶν δʹ δυναστειῶν ἔτη ͵αςϙδʹ.
22tἝκτη δυναστεία βασιλέων ἓξ Μεμφιτῶν
23αʹ Ὀθόης ἔτη λʹ, ὃς ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. βʹ Φιὸς ἔτη νγʹ.
25γʹ Μεθουσουφὶς ἔτη ζʹ. δʹ Φίωψ ἑξαέτης ἀρξάμενος βασιλεύειν διεγένετο μέχρις ἐτῶν ρʹ. εʹ Μενθεσουφὶς ἔτος ἕν. ϛʹ Νίτωκρις γεννικωτάτη τε καὶ εὐμορφοτάτη τῶν κατ’ αὐτὴν γενομένη,
ξανθὴ τὴν χροιάν, ἣ τὴν τρίτην ἤγειρε πυραμίδα· ἐβασίλευσεν ἔτη ιβʹ.64

65

Ὁμοῦ ἔτη σγʹ γίνονται σὺν τοῖς προτεταγμένοις ͵αςϙδʹ. Τῶν εʹ δυναστειῶν ἔτη ͵αυϙζʹ. Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων οʹ, οἳ ἐβασίλευσαν ἡμέρας οʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων κζʹ, οἳ ἐβασίλευσαν ἔτη ρμϛʹ.
5Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη ͵αχλθʹ τῶν ηʹ δυναστειῶν.
6tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
7tΠέμπτη δυναστεία βασιλέων τριάκοντα ἑνὸς ἐξ Ἐλεφαντίνης
8ὧν πρῶτος Ὀθόης. οὗτος ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. ὁ δὲ δʹ Φίωψ ἑξαέτης ἀρξάμενος ἐβασίλευσε μέχρις ἐτῶν ἑκατόν.
10 Γίνονται οὖν σὺν τοῖς προτεταγμένοις ͵αρϙεʹ ἔτεσι τῶν τεσσάρων δυνα‐ στειῶν ͵αςϙεʹ.
12tἝκτη δυναστεία
13 Γυνὴ Νίτωκρις ἐβασίλευσε τῶν κατ’ αὐτὴν γεννικωτάτη καὶ εὐμορφο‐ τάτη, ξανθή τε τὴν χροιὰν ὑπάρξασα, ἣ καὶ λέγεται τὴν τρίτην πυραμίδα
15ᾠκοδομηκέναι· οἳ καὶ ἐβασίλευσαν ἔτη γʹ, ἐν ἄλλῳ σγʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ͵αςϙεʹ τῶν πέντε δυναστειῶν ἔτη ͵αυϙηʹ. Σημειωτέον ὁπόσον ὁ Εὐσέβιος Ἀφρικανοῦ λείπεται ἀκριβείας ἔν τε τῇ τῶν βασιλέων ποσότητι καὶ ταῖς τῶν ὀνομάτων ὑφαιρέσεσι καὶ τοῖς χρό‐
20νοις, σχεδὸν τὰ Ἀφρικανοῦ αὐταῖς λέξεσι γράφων· Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων πέντε, οἳ ἐβασίλευσαν ἡμέρας οεʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων εʹ, οἳ ἐβασίλευσαν ἔτη ρʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη ͵αφϙηʹ τῶν ὀκτὼ δυναστειῶν.
25tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
26Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη υθʹ ὧν ὁ πρῶτος Ἀχθόης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο‐
δείλου διεφθάρη.65

66

Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιϛʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ’ οὓς Ἀμμενέμης ἔτη ιϛʹ.
5Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχε Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρϙβʹ, ἔτη ͵βτʹ, ἡμέραι οʹ.
7tΔΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ
8tΔωδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ἑπτά.
9αʹ Σεσόγχωσις Ἀμμανέμου υἱὸς ἔτη μϛʹ.
10βʹ Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, ὃς ἅπασαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν σχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεν‐ νέσι γυναικῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς ὑπὸ Αἰγυπτίων
15 μετὰ Ὄσιριν πρῶτον νομισθῆναι. δʹ Λαχάρης ἔτη ηʹ. ὃς τὸν ἐν Ἀρσινοΐτῃ λαβύρινθον ἑαυτῷ τάφον κατ‐ εσκεύασε. εʹ Ἀμερὴς ἔτη ηʹ. ϛʹ Ἀμμενέμης ἔτη ηʹ.
20ζʹ Σκεμίοφρις ἀδελφὴ ἔτη δʹ. ὁμοῦ ἔτη ρξʹ.
22tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
23tἘνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων δʹ,
24tοἳ ἐβασίλευσαν ἔτη ρʹ
25 ὧν πρῶτος Ἀχθώης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο‐
δείλου διεφθάρη.66

67

Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιϛʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ’ οὓς Ἀμμενέμης ἔτη ιϛʹ.
5Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχεν ὁ Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρϙβʹ, ἔτη ͵βτʹ, ἡμέραι οθʹ.
7tΔΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ
8tΔωδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ζʹ
9ὧν πρῶτος Σεσόγχωσις Ἀμμενέμου υἱὸς ἔτη μϛʹ.
10〈βʹ〉 Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. 〈γʹ〉 Σέσωστρις ἔτη μηʹ, ὃς λέγεται γεγονέναι πηχῶν δʹ, παλαιστῶν γʹ, δακτύλων βʹ. ὃς πᾶσαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν κατασχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναι‐
15κῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς καὶ ὑπὸ τῶν Αἰγυπτίων μετὰ Ὄσιριν νομισθῆναι. 〈δʹ〉 μεθ’ ὃν Λάμαρις ἔτη ηʹ, ὡς τὸν ἐν Ἀρσενοΐτῃ λαβύρινθον ἑαυτῷ τά‐ φον κατεσκεύασεν. οἱ δὲ τούτου διάδοχοι ἐπὶ ἔτη μβʹ, οἳ πάντες ἐβασίλευσαν ἔτη σμεʹ.
20tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
21tΤρισκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ξʹ,
22tοἳ ἐβασίλευσαν ἔτη υνγʹ
23tΤεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων οϛʹ,
24tοἳ ἐβασίλευσαν ἔτη ρπδʹ.
25tΠεντεκαιδεκάτη δυναστεία ποιμένων.
26Ἦσαν δὲ Φοίνικες ξένοι βασιλεῖς ϛʹ, οἳ καὶ Μέμφιν εἷλον, ὧν πρῶτος
Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ’ οὗ καὶ ὁ Σαΐτης νομός. οἳ καὶ ἐν τῷ67

68

Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ’ ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μδʹ. γʹ Παχνὰν ἔτη ξαʹ. δʹ Σταὰν ἔτη νʹ.
5 εʹ Ἄρχλης ἔτη μθʹ. ϛʹ Ἄφοβις ἔτη ξαʹ. ὁμοῦ ἔτη σπδʹ. Ἑξκαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς λβʹ. ἐβασίλευσαν ἔτη φιηʹ.
10 Ἑπτακαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς μγʹ καὶ Θηβαῖοι Διοσπολῖται μγʹ. Ὁμοῦ οἱ ποιμένες καὶ οἱ Θηβαῖοι ἐβασίλευσαν ἔτη ρναʹ.
13tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
14Τρισκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ξʹ, οἳ ἐβασίλευσαν
15ἔτη υνγʹ. Τεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων οϛʹ, οἳ ἐβασίλευσαν ἔτη ρπδʹ. ἐν ἄλλῳ υπδʹ. Πεντεκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων, οἳ ἐβασίλευσαν ἔτη σνʹ.
20Ἑξκαιδεκάτη δυναστεία Θηβαῖοι βασιλεῖς εʹ, οἳ καὶ ἐβασίλευσαν ἔτη ρϙʹ.
21tἙπτακαιδεκάτη δυναστεία ποιμένες ἦσαν ἀδελφοὶ
22tΦοίνικες ξένοι βασιλεῖς, οἳ καὶ Μέμφιν εἷλον
23ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ’ οὗ καὶ ὁ Σαΐτης νομὸς ἐκλήθη, οἳ καὶ ἐν τῷ Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ’ ἧς ὁρμώμενοι Αἰγυπτίους
25ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μʹ. γʹ Ἄφωφις ἔτη ιδʹ. μεθ’ ὃν Ἄρχλης ἔτη λʹ. ὁμοῦ ἔτη ργʹ.
30Κατὰ τούτους Αἰγυπτίων βασιλεὺς Ἰωσὴφ δείκνυται.68

69

Σημειωτέον πῶς ὁ Εὐσέβιος πρὸς τὸν οἰκεῖον σκοπὸν τοὺς τῆς πεντε‐ καιδεκάτης δυναστείας παρὰ τῷ Ἀφρικανῷ φερομένους κατὰ τὴν ιζʹ δυνα‐ στείαν γεγονέναι λέγει. ἐπὶ γὰρ πᾶσι συμπεφώνηται ὅτι ἐπὶ Ἀφώφεως ἦρξεν Ἰωσὴφ τῆς Αἰγύπτου. μὴ ἔχων ὁπωσοῦν ἐπὶ ἄλλου τινὸς αὐτὸν
5παραθέσθαι μετήγαγε τὸν Ἄφωφιν ἀπὸ τῆς ιεʹ δυναστείας εἰς τὴν ιζʹ, κολοβώσας τὰ ἔτη αὐτοῦ ξαʹ ὑπάρχοντα εἰς λʹ, τὰ δὲ τῆς ὅλης δυνα‐ στείας ρναʹ ργʹ παραθεὶς καὶ ἀντὶ τῶν ἓξ βασιλέων δʹ μόνους.
8t〈ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ〉
9tὈκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιϛʹ
10ὧν πρῶτος Ἀμώς, ἐφ’ οὗ Μωϋσῆς ἐξῆλθεν ἐξ Αἰγύπτου, ὡς ἡμεῖς ἀπο‐ δεικνύομεν. ὡς δ’ ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα συμβαίνει νέον ἔτι εἶναι.
13t〈ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ〉
14Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιδʹ, ὧν πρῶτος
15Ἄμωσις ἔτη κεʹ. Κἀνταῦθα Εὐσέβιος δύο βασιλεῖς περιέκρυψεν, ἔτη δὲ προσέθηκε πεʹ, τμηʹ παραθεὶς ἀντὶ σξγʹ τῶν παρ’ Ἀφρικανῷ. Ἰδοὺ δὴ ὁ μὲν Ἀφρικανὸς βουληθεὶς κατὰ τὸ πʹ ἔτος Μωυσέως τὸν Ἄμω‐ σιν ἐκθέσθαι διὰ τὴν ἔλλειψιν τῶν ριʹ ἐτῶν ἣν ὑπέστη ἐκ τῆς ιγʹ γενεᾶς
20τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὡς εἴρηται ἡμῖν καὶ ῥηθήσεται πολ‐ λάκις, πλὴν φιλαληθέστερος ὢν Εὐσεβίου καὶ εἰδὼς τὴν τῶν πολλῶν δόξαν οὕτω κρατοῦσαν, ὅτι ἐπὶ Ἀμώσεως Φορωνεὺς Ἀργείων ἐβασίλευσε, καὶ πρό γε τούτου Ἴναχος ὁ τούτου πατήρ, ἐφ’ οὗ Μωυσῆς γεννᾶται κατὰ τὸ μαʹ ἔτος, ἠναγκάσθη, καίπερ οὐ συμφωνούσης τῆς τοιαύτης ψήφου
25τελείως ταῖς ἀποδείξεσιν αὐτοῦ, πλὴν διὰ τὸ ἀληθὲς καὶ μᾶλλον τῇ τῶν69

70

πολλῶν ἐξηκολούθησε δόξῃ. οἵ τε γὰρ ἐκ περιτομῆς πάντες, Ἰώσηππός τε καὶ Ἰοῦστος, οἵ τε ἐξ Ἑλλήνων, Πολέμων φημὶ καὶ Ἀπίων, Ποσειδώνιος καὶ Ἡρόδοτος, τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ κατὰ Φορωνέα καὶ Ἄπιδα τοὺς Ἀργείων βασιλεῖς συνέγραψαν, Ἀμώσεως Αἰγυπτίων βασι‐
5λεύοντος, οὐ τούτου, ἀλλὰ τοῦ μετ’ αὐτὸν τοῦ καὶ Μισφραγμουθώσεως καλουμένου· διώνυμοι γὰρ καὶ τριώνυμοι πολλαχοῦ τῶν Αἰγυπτίων οἱ βα‐ σιλεῖς εὕρηνται. ἀμέλει γοῦν καὶ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ πλεῖστον Φαραὼ λέγονται, ὅπερ ἦν τοῖς πᾶσι κοινόν τε καὶ προσηγορικὸν ὄνομα, καθάπερ ὁ ἐπὶ Ἀβραὰμ πρῶτος ἐν τοῖς λόγοις φερόμενος Φαραώ, οἵ τε
10μετέπειτα ἐπὶ Ἰωσὴφ καὶ Ἰακὼβ καὶ τῆς δουλείας τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ καὶ τῆς αὐτῶν ἐπὶ Μωυσέως ἐξόδου· καὶ σχεδὸν σπανίως ἔστιν εὑρεῖν κύριον αὐτῶν ὄνομα, πλὴν Σουσακεὶμ καὶ Νεχαὼ καὶ Οὐαφρί, παρ’ ὅλην τὴν θείαν γραφήν· εἰ γὰρ καὶ ἦσαν ὀνόματα κύρια, οὐκ ἂν τὰ πολλὰ περὶ αὐτοῦ διεφωνήθη.
15 Ἰστέον δὲ καὶ τοῦτον τὸν Ἄμωσιν τὸν πρῶτον ἐπὶ τῆς ιηʹ δυναστείας Αἰγύπτου βασιλεύσαντα ὁ Ἀφρικανὸς Ἄμωσιν ὀνομάζει, ὅτι διώνυμος ἦν Ἄμωσις, ὁ αὐτὸς καὶ Τέθμωσις καλούμενος υἱὸς Ἀσήθ· ἡμεῖς δὲ δεύτερον αὐτὸν τῆς ιηʹ δυναστείας κατετάξαμεν ἔν τε ἄλλοις ἀντιγράφοις καὶ ἐν τοῖς πρὸς ἔλεγχον Ἀπίωνος Ἰωσήππου δυσὶ λόγοις περὶ τῆς ἐξ Αἰγύπτου
20πορείας τοῦ λαοῦ, οὕτως αὐτὸν εὑρόντες. καὶ πρῶτον τὸν πατέρα αὐτοῦ Ἀσσήθ, οὗ μνήμην Ἀφρικανὸς καὶ Εὐσέβιος οὐ πεποίηνται, ἐπεὶ ὁ μὲν Ἀφρικανὸς τοὺς τῆς ἑξκαιδεκάτης καὶ ἑπτακαιδεκάτης δυναστείας ἀνωνύ‐ μως ἐξέδωκεν, ὁ δὲ Εὐσέβιος οὔτε τῷ Ἀφρικανῷ οὔτε τῷ Ἰωσήππῳ οὐδ’ ἄλλῳ τινὶ συμφωνῶν, τὰ μὲν τῶν ὀνομάτων ἐκ τῆς παρὰ τῷ Ἀφρι‐
25κανῷ ιεʹ δυναστείας εἰς τὴν ιζʹ μετήγαγε, τοὺς δὲ χρόνους περιέκοψε, σύγχρονον Μωυσέως δεῖξαι Κέκροπα τὸν διφυῆ ἐπειγόμενος, μαρτυρῶν
καὶ αὐτὸς ἐν τῷ τοῦ κανόνος αὐτοῦ προλόγῳ τοὺς προλεχθέντας Ἰώσηπ‐70

71

πον μὲν καὶ Ἰοῦστον ἐκ περιτομῆς, Ἀφρικανὸν δὲ καὶ Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν, τοῦ καθ’ ἡμᾶς λόγου ἄνδρας ἐν παιδεύσει γνω‐ ρίμους πάντας, κατὰ Ἴναχον καὶ Φορωνέα τὸν Ἰνάχου πρώτους Ἀργείων βασιλεῖς γενέσθαι Μωυσέα, ὧν σύγχρονος ἦν Ὤγυγος αὐτόχθων πρῶτος
5βασιλεὺς Ἀκτῆς τῆς νῦν Ἀττικῆς, καὶ ὁ κατ’ αὐτὸν Ὤγυγον πρῶτος καὶ παλαιὸς ἱστορούμενος Ἕλλησι κατακλυσμὸς κατὰ τὸ πʹ ἔτος Μωυσέως, νεʹ δὲ Φορωνέως, κατὰ τὸν Ἀφρικανὸν ὧδέ πως ἐπὶ λέξεως γραφέντα. φαμὲν τοίνυν ἐκ τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατα‐ κλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν
10ἀπ’ Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως ἔξοδον γεγενῆσθαι· τὸν δὲ τρόπον ἐπὶ τὴν πρώτην ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσε‐ ται ͵ακʹ. ἀπὸ δὲ αʹ ὀλυμπιάδος ἐπὶ νεʹ, ἔτος πρῶτον, τοῦτ’ ἔστιν ἐπὶ Κύ‐ ρου βασιλείας ἔτος αʹ, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη σιεʹ. ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου ἔτη ͵ασλεʹ. εἰ δὲ ἀναφέροι τις ἀναλογιζόμενος ἀπὸ τοῦ
15τέλους τῆς αἰχμαλωσίας τὰ ͵ασλεʹ ἔτη, κατὰ ἀναλογίαν εὑρήσει ταὐτὸν διάστημα ἐπὶ πρῶτον ἔτος τῆς ἀπ’ Αἰγύπτου διὰ Μωυσέως ἐξόδου Ἰσραὴλ ὅσον ἀπὸ τῆς νεʹ ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα. ὅθεν ἐπι‐ σημότερον ἐπικαταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν· ὀλίγα δὲ τούτων ἐν Ἀσσυρίοις λόγοις ἀρχαιότερα μυθεύεται. πρῶτος ἦρξε Νίνος ἁπάσης
20τῆς Ἀσίας, πλὴν Ἰνδῶν, ἔτεσι τριακοσίοις, οὐ πολὺ πρότερον Ὠγύγου. τοῦτον διεδέξατο Σεμίραμις ἡ διαβόητος, ἣ πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα προφάσει μὲν διὰ τοὺς κατακλυσμούς, τὰ δ’ ἦν ἄρα τῶν ἐρω‐ μένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ· ὥστε οὐδὲν ἀξιομνημόνευτον Ἕλλησιν ἱστορεῖται πρὸ Ὠγύγου, πλὴν Φορωνέως τοῦ
25συγχρονίσαντος αὐτῷ καὶ Ἰνάχου τοῦ Φορωνέως πατρός, ὃς πρῶτος Ἄργους ἐβασίλευσεν, ὡς Ἀκουσίλαος ἱστορεῖ. τούτου θυγάτηρ Ἰώ, ἣν Ἶσιν μετονομάσαντες σέβουσι.
Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε71

72

Μωυσῆς ἀπ’ Αἰγύπτου. καὶ μετ’ ὀλίγα· ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου, ὁπόσα ἀπὸ Μωυσέως ἐπὶ τῶν αὐτῶν χρόνων, ἔτη ͵ασλεʹ. ἀλλὰ καὶ Ἑλλή‐ νων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα. Πο‐ λέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγει· ἐπὶ Ἄπιδος τοῦ
5Φορωνέως μοῖρα τοῦ Αἰγυπτιακοῦ στρατοῦ ἐξέπεσεν ἐν Αἰγύπτῳ, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν. οὗτοι δηλον‐ ότι οἱ μετὰ Μωυσέως· Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμ‐ ματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀπο‐
10στῆναι Ἰουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δὲ καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα διὰ τὸν Ἀβραάμ. Πτολεμαῖός τε ὁ Μεν‐ δήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει, ὡς
15οὐδὲ ἐπίσημος ἐπὶ πλεῖον ἡ τῶν χρόνων παραλλαγή. σημειωτέον δὲ ὡς εἴ τί ποτε ἐξαίρετον Ἕλλησι δι’ ἀρχαιότητα μυθεύεται, μετά γε Μωυσέα τοῦθ’ εὑρίσκεται· κατακλυσμοὶ καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, σπαρτοί, Κόρης ἁρπαγή, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περ‐ σεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ
20Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία καὶ ὀλυμπιάδες. ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατι‐ θέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέστω γὰρ τῷ βουλομένῳ παρ’ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί.
25 Οὐκοῦν τῶν ͵α καὶ κʹ ἐτῶν τῶν μέχρι πρώτης ὀλυμπιάδος ἀπὸ Μωυσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ’ Αἰγύπτου. ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατακλυ‐ σμός, καὶ κατὰ λόγον. τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ
χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε72

73

Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. ὁ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστορεῖται. μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὡς τινές.
5 Ταῦτα ὁ Ἀφρικανὸς ἐν τῷ τρίτῳ λόγῳ φιλαλήθως καὶ ἐμμαρτύρως ἱστορῶν ἀξιοπιστότερος εἶναί μοι δοκεῖ κατὰ πάντα Εὐσεβίου, ἐν τούτῳ τῷ κατὰ τὸν Μωυσέα καὶ τὴν ἀπ’ Αἰγύπτου πορείαν λόγῳ ἔχων, ὡς προείρηται, καὶ τοὺς ἐκ περιτομῆς ὁμοφώνους καὶ τοὺς κατὰ Χριστὸν φιλοσοφήσαντας ἐξ Ἑλλήνων Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν,
10ὡς αὐτὸς Εὐσέβιος ἐν τῷ προοιμίῳ τοῦ κανόνος ὧδέ πως γράφων συμμαρτυρεῖ. Μωυσέα γένος Ἑβραῖον, προφητῶν ἁπάντων πρῶτον, ἀμφὶ τοῦ σωτῆ‐ ρος ἡμῶν, λέγω δὲ τοῦ Χριστοῦ, ἀμφί τε τῆς τῶν ἐθνῶν δι’ αὐτοῦ θεογνω‐ σίας χρησμοὺς καὶ λόγια θεῖα γραφῇ παραδεδωκότα, τοῖς χρόνοις ἀκμά‐
15σαι κατὰ Ἴναχον εἰρήκασιν ἄνδρες ἐν παιδεύσει γνώριμοι, Κλήμης, Ἀφρικανός, Τατιανὸς τοῦ καθ’ ἡμᾶς λόγου, τῶν τε ἐκ περιτομῆς Ἰώσηπ‐ πος καὶ Ἰοῦστος, ἰδίως ἕκαστος τὴν ἀπόδειξιν ἐκ παλαιᾶς ὑποσχὼν ἱστο‐ ρίας. Ἴναχος δὲ τῶν Ἰλιακῶν ἔτεσιν ἑπτακοσίοις πρεσβεύει. Ἑλληνικῶν δὲ φιλοσόφων, ὅστις ποτὲ ἦν ἐκεῖνος ἀνὴρ ὁ τὴν καθ’ ἡμῶν συσκευὴν προ‐
20βεβλημένος, ἐν τῇ δʹ τῆς εἰς μάτην αὐτῷ πονηθείσης καθ’ ἡμῶν ὑποθέ‐ σεως πρὸ τῶν Σεμιράμεως χρόνων τὸν Μωυσέα γενέσθαι φησί· βασιλεύει δὲ Ἀσσυρίων ἡ Σεμίραμις πρόσθεν ἔτεσι νʹ πρὸς τοῖς ρʹ. ὥστε εἶναι κατὰ τοῦτον τῶν Τρωικῶν Μωυσέα πρεσβύτερον νʹ καὶ ωʹ ἔτεσιν. Ἐγὼ δὲ περὶ πολλοῦ τὸν ἀληθῆ λόγον τιμώμενος καὶ τὸ ἀκριβὲς ἀν‐
25ιχνεῦσαι διὰ σπουδῆς προὐθέμην· ἔνθεν ὁρμηθεὶς ἐν μὲν τῇ πρὸ ταύτης συντάξει ὕλας ἐκπορίζων ἐμαυτῷ χρόνων ἀναγραφὰς συνελεξάμην παν‐ τοίας, βασιλείας τε Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβ‐ ραίων, Αἰγυπτίων, Ἀθηναίων, Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, οἷς ὕστερον γέγονεν ἐπίκλην
30ὄνομα Ῥωμαῖοι· ὁμοῦ γίνονται ιεʹ.73

74

Ἐν δὲ τῷ παρόντι ἐπὶ τὸ αὐτὸ τοὺς χρόνους συναγαγὼν καὶ ἀντιπαραθεὶς ἐκ παραλλήλου τὸν παρ’ ἑκάστῳ ἔθνει τῶν ἐτῶν ἀριθμὸν χρονικοῦ κανό‐ νος σύνταξιν ἐποιησάμην, εὑρών τε παρ’ Ἑβραίοις διαφόρους τῶν χρόνων ἀποδόσεις, τὴν μὲν πλεονάζουσαν, τὴν δὲ ἐλλείπουσαν, οὐ τὴν ἐμαυτῷ
5κεχρησμένην, λέγω δὲ τὴν πλήθουσαν, ἥρπασα, τὴν δὲ ἐνδέουσαν μετῆλθον· πλὴν ἀλλὰ καὶ οὕτω κατὰ μὲν Ἴναχον, ὃν πρῶτον Ἕλληνες Ἄργους βασι‐ λεῦσαί φασι, τῶν Ἑβραίων προπάτορα Ἰσραὴλ γενόμενον εὗρον, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ, Χαλδαῖον μὲν τὸ γένος, ἄλλως δὲ
10ἄνδρα θεοφιλῆ καὶ πρῶτον τῶν παρ’ Ἑβραίοις προφητῶν εἶναι πεπιστευ‐ μένον, Μωυσέα δέ, φιλαλήθως εἰπεῖν, τούτων μὲν νεώτερον, τῶν δὲ παρ’ Ἕλλησιν ἀρχαιολογουμένων ἁπάντων πρεσβύτατον, Ὁμήρου λέγω καὶ Ἡσιόδου, καὶ αὐτῶν γε τῶν Τρωικῶν, καὶ ἔτι Διοσκούρων, Ἀσκληπιοῦ, Διονύσου, ἡρώων τε πάντων, Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, τῶν τε λοιπῶν
15παρ’ Ἕλλησι θεῶν, μυστηρίων τε καὶ τελετῶν, Διός τε αὐτοῦ πράξεων τῶν παρ’ Ἕλλησι μνημονευομένων· τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέραν τῆς Κέκροπος ἡλικίας παῖδες Ἑλλήνων παραδιδόασι. Μωυσέα δὲ ἡ παροῦσα συνεξέτασις τῶν χρόνων γενέσθαι κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτόν φασι τῆς Ἀττικῆς βασιλεῦσαι, συνίστησι πρὸ τῶν Ἰλιακῶν
20ἀμφὶ τὰ τνʹ ἔτη. Ὅτι μὲν οὖν αὐτὸς ἑαυτῷ τὴν ἀτοπίαν τοῦ λόγου μεμαρτύρηκεν Εὐσέ‐ βιος ἀρκεῖ πρὸς κατανόησιν τοῖς γε ποσῶς μετεσχηκόσι παιδεύσεως ἄλλης τε καὶ τῆς ἐν ἱστορίαις παλαιαῖς ὁμολογουμένης. ἓν γὰρ αὐτῷ πρὸς ἀνα‐ τροπὴν τῶν συγγεγραμμένων ἤρκει τοῦτο καὶ μόνον, τὸ ταῖς τοσαύταις
25τηλικούτων δόξαις ἀνδρῶν φιλοσόφων ἀντιπεσεῖν, ἀμάρτυρόν τε τὴν παρ’ ἑαυτοῦ παρεισαγαγεῖν. ταῦτα γὰρ ταῖς τῶν πολλῶν, μᾶλλον δὲ τῶν πάν‐ των δόξαις ἀντεισαγόμενα, μόλις ἂν καὶ μετὰ πολλῆς προσδεχθεῖεν τῆς ἀποδείξεως παρὰ τοῖς εὖ εἰδόσι ταῦτα κρίνειν. ὅτι δὲ καὶ ἐξ ἑτέρων τριῶν ὑποθέσεων ἑαυτόν τε καὶ τὴν ἀλήθειαν ὦπται παραλογισάμενος ἐντεῦθεν
30φανερόν. εἰπὼν γὰρ διαφόρους χρόνων ἀποδόσεις παρ’ Ἑβραίοις εὑρηκέναι, τὴν μὲν πλήθουσαν, τὴν δὲ ἐλλείπουσαν, ταύτῃ τε κατακολουθῆσαι, πρῶ‐
τον μὲν διαψεύδεται· τῇ γὰρ πλεοναζούσῃ τῶν δύο, τῆς τε κατὰ τὸ74

75

Ἑβραϊκὸν τῆς τε παρὰ Σαμαρείταις, ἐκδόσει τῶν οʹ κέχρηται, ὥς φησιν ἐν τῷ πρώτῳ λόγῳ. Ἄλλως τε, εἰ καὶ ἀληθεύοι χρησάμενος τῇ ἐλλειπούσῃ, πόρρω φιλαλή‐ θους σκοποῦ πέπραχε. τῆς τε γὰρ περὶ τὸ θεωρητικὸν ἀρετῆς μεσότης
5ἐστὶν ἀλήθεια, τὰς ἐλλείψεις καὶ προσθέσεις ὡς κακίας καὶ ψευδεῖς δια‐ φεύγουσα, τῆς τ’ αὖ περὶ τὸ πρακτικὸν ἀρεταὶ μὲν αἱ μεσότητες, κακίαι δὲ πρὸς ὑφαιρέσεις μεμαρτύρηνται. οὐκ ἄρα λοιπὸν εὖ πεποίηκεν ἐξακο‐ λουθήσας ἐλλειπούσῃ γραφῇ περὶ τοὺς χρόνους. ἴσον γάρ, εἰ καὶ ἐκ δια‐ μέτρου τὸ κακόν, τῇ τε προσθήκῃ παρέπεται καὶ τῇ ἐλλείψει τὸ ψεῦδος.
10διαμαρτάνει δὲ τοῦ ἀληθοῦς κἀν τῷ λέγειν Μωυσέα κατὰ Κέκροπα τὸν διφυῆ πρεσβύτερον πάντων τῶν παρ’ Ἕλλησι θεῶν καὶ μυστηρίων, Διός τε αὐτοῦ πράξεων, ἃς νεωτέρας τῆς Κέκροπος ἡλικίας παρ’ Ἕλλησι πέ‐ φυκε δόξα· τὸν Δία πρώτῃ γυναικῶν μιγῆναι Νιόβῃ τῇ Ἰνάχου· Ἴναχος δὲ κατὰ τὴν Εὐσεβίου σύνθεσιν ἔτεσι τριακοσίοις προτερεύει Κέκροπος·
15οὕτω δὲ σχεδὸν καὶ κατὰ τὸν Ἀφρικανόν. Ἀλλὰ καὶ αὐτὸς οὗτος Εὐσέβιος περὶ Διὸς καὶ Νιόβης, Φορωνέως τε καὶ Ἰνάχου, κατὰ τὸ νʹ ἔτος τοῦ Ἰακὼβ ταῦτα παρέθετο ἐν τῷ κανόνι αὐτοῦ. Φορωνεὺς οὗτος Ἰνάχου καὶ Νιόβης παῖς, ὃς πρῶτος νόμους καὶ κριτήρια ὥρισε, τινὲς δὲ αὐτοῦ Φορωνέως τὴν Νιόβην θυγατέρα φασὶν Ἕλληνες, ἐξ
20ἧς ποιεῖται παῖδα Ἆπιν τὸν καὶ Σέραπιν. εἰ δ’ ἄρα ταῦτά γε ἀληθῆ ἢ καὶ ψευδῆ ὄντα παρ’ Ἕλλησιν ἐπὶ Ἰνάχου καὶ Φορωνέως τῷ μοιχῷ πέπρακται Διί, φέρονται πράξεις τοῦ αὐτοῦ Διὸς παρ’ Ἕλλησι πρὸ Κέκροπος τοῦ διφυοῦς ἱστορούμεναι, ὧν μία αὕτη καὶ ἐπίσημος ἡ περὶ Νιόβης, ἣν πρώτην γυναικῶν ἐμοιχεύσατο Ζεύς.
25 Καὶ μάτην Εὐσέβιος Μωυσέως τε καταψεύδεται καὶ Ἑλλήνων οὕτω πάλιν. εἰ γὰρ μετὰ Φορωνέα Μωυσής, κατὰ Κέκροπα τὸν διφυῆ, οὐκ ἔστι Διὸς αὐτοῦ πράξεων καὶ πάντων τῶν παρ’ Ἕλλησιν ἀρχαιολογουμένων, ὡς δέδεικται, παλαιότερος· εἰ δὲ παλαιότερος, ὡς καὶ αὐτὸς μαρτυρεῖ καὶ πάντες οἱ πρὸ αὐτοῦ, πέφυκε Μωυσῆς τοῦ Διός, κατὰ Ἴναχον καὶ Φορω‐
30νέα, ἐνδέχεται αὐτὸν καὶ τῶν παρ’ Ἕλλησι πάντων εἶναι πρεσβύτατον.
οὐδὲν γὰρ Ἕλλησι πρὸ Ἰνάχου καὶ Φορωνέως παιδὸς τῶν πρώτως Ἄργους75

76

βασιλευσάντων Ἕλλησιν ἱστόρηται· καθ’ οὓς πρῶτος καὶ μέγας ἐν τῇ Ἀκτῇ, τῇ νῦν Ἀττικῇ λεγομένῃ, κατακλυσμὸς γέγονε βασιλεύοντος αὐτῇ Ὠγύγου, μεθ’ ὃν Κέκροψ ὁ διφυής, ἔτεσιν ρπθʹ ἀβασιλεύτου μεινάσης τῆς χώρας διὰ τὴν ἀπὸ τοῦ αὐτοῦ κατακλυσμοῦ πολλὴν φθορὰν τοσούτοις
5ἔτεσιν· ὥστε ἐκ πάντων δείκνυσθαι διαμαρτάνειν ἐν τοῖς περὶ Μωυσέως χρόνοις ἔτεσι τοὐλάχιστον διακοσίοις τὸν Εὐσέβιον· ὅθεν καὶ τὴν παρ’ Αἰγυ‐ πτίοις τῶν λεγομένων δυναστειῶν παρενόθευσε χρονολογίαν καὶ τὴν παρ’ Ἀσσυρίοις, ὡς ἐν τῷ τέλει τοῦ κανονίου τῶν Ἀσσυρίων βασιλέων δειχθήσεται, καὶ τὴν παρ’ Ἕλλησι δέ, καθὼς ἀποδέδεικται. τοῦτο γὰρ
10ἡμῖν ἐνταῦθα προὔκειτο κατὰ Ἄμωσιν μέν, τὸν καὶ Τέθμωσιν, υἱὸν Ἀσὴθ τοῦ πρώτου βασιλέως τῆς κατ’ Αἴγυπτον ὀκτωκαιδεκάτης δυναστείας, δεῖξαι τὴν Μωυσέως γένεσιν, εἴ γε τριάκοντα ἔτη λογισώμεθα τῷ αὐτῷ Ἀμώσει, καὶ ιϛʹ τῷ πατρὶ αὐτοῦ Ἀσήθ· εἰ δέ, ὡς τὰ πλεῖστα καὶ ἀκριβέ‐ στερα τῶν ἀντιγράφων, κʹ μὲν τῷ Ἀσήθ, κϛʹ δὲ τῷ Ἀμώσει, ἔσται γεν‐
15νηθεὶς κατὰ κζʹ ἢ καὶ κϛʹ ἔτος τοῦ αὐτοῦ Ἀσήθ, ὅπερ ἡμῖν εὕρηται μετὰ πολλῆς τῆς ἀκριβείας συντρέχων τῷ ͵γψλβʹ ἔτει τοῦ κόσμου, νεʹ δὲ Ἰνάχου τοῦ πρώτου βασιλέως Ἀργείων, καθ’ οὓς Ἀσσυρίων μὲν Σφαῖρος, Σι‐ κυωνίων δὲ Ὀρθόπολις ἐβασίλευον. μετὰ δὲ ἔτη πʹ Ὤγυγον καὶ τὸν ἐπ’ αὐ‐ τοῦ κατακλυσμὸν Ἄπιδος τοῦ Φορωνέως Ἀργείων βασιλεύοντος ἔτι,
20Αἰγυπτίων δὲ Μισφραγμουθώσεως τοῦ καὶ Ἀμώσιος ἔτι, Ἀσσυρίων δὲ ἔτι καὶ Σικυωνίων. Τετάχθωσαν δὲ ἡμῖν ἐφεξῆς αἱ λοιπαὶ δυναστεῖαι τῶν Αἰγύπτου βασι‐ λέων ἀπὸ τῆς αὐτῆς ιηʹ καὶ τοῦ πρώτου βασιλέως αὐτῆς Ἀμὼς μὲν κατὰ Ἀφρικανόν, κατὰ δὲ Εὐσέβιον Ἀμώσιος, κατὰ δὲ τὸ παρὸν χρονογραφεῖον
25καὶ ἕτερα ἀκριβῆ, ὡς δειχθήσεται, δευτέρου τῆς αὐτῆς ιηʹ δυναστείας Ἀμώσιος.
27tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
28tὈκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν ιϛʹ
29ὧν πρῶτος Ἀμώς, ἐφ’ οὗ Μωυσῆς ἐξῆλθεν ἀπ’ Αἰγύπτου, ὡς ἡμεῖς ἀπο‐
30δείκνυμεν· ὡς δ’ ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα
συμβαίνει νέον ἔτι εἶναι.76

77

Οἶμαι τὸν Ἀφρικανὸν ἀγνοεῖν ὅτι καὶ ὁ παρ’ αὐτῷ Ἀμὼς Ἄμωσις ἐκα‐ λεῖτο ὁ αὐτὸς καὶ Τέθμωσις υἱὸς Ἀσήθ, ὡς δηλωθήσεται· καὶ ὁ μετ’ αὐτὸν ἕκτος Μισφραγμούθωσις ὁμοίως καὶ Ἄμωσις εὕρηται λεγόμενος. ἀλλὰ κατὰ μὲν τὸν πρῶτον Ἄμωσιν, ἤτοι Ἀμὼς παρ’ αὐτῷ, ἢ πρὸ δʹ τῆς ἀρχῆς
5αὐτοῦ ἐτῶν, Μωυσῆς γεγένηται, ὡς δεδήλωται, κατὰ τὸ ͵γψλβʹ ἔτος τοῦ κόσμου· κατὰ δὲ τὸν δεύτερον Ἄμωσιν, τὸν καὶ Μισφραγμούθωσιν, Μωυσῆς ἐξῆλθεν ἀπ’ Αἰγύπτου σὺν τῷ λαῷ τῷ ͵γωιβʹ ἔτει τοῦ κόσμου, πʹ δὲ αὐτοῦ.
9tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
10 Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιδʹ ὧν πρῶτος Ἄμω‐ σις ἔτη κεʹ. Πρὸ τούτου τοῦ Ἀμώσεως τέταρτον καὶ τελευταῖον τῆς ιζʹ δυναστείας Ἄφωφιν Εὐσέβιος παρέθετο παραλόγως, καθ’ ὃν πάντες ὁμολογοῦσι τὸν Ἰωσὴφ ἄρξαι Αἰγύπτου, ὃν ἐτῶν ιδʹ φησὶ βασιλεῦσαι, πάντων ξαʹ ἔτη
15ὁμολογούντων αὐτὸν βεβασιλευκέναι τῶν πρὸ Εὐσεβίου. ὅσα γοῦν πόσοις ἔτεσι τὸν Ἄμωσιν προγεγονέναι Μωυσέως καὶ τῆς ἐξόδου παρελογίσατο, ἵνα μὴ λέγω συνελογίσατο. μαρτυρεῖ δὲ καὶ Ἀφρικανὸς ἕκτον βασιλέα Ἄφωφιν κατὰ τὴν ιεʹ δυναστείαν ἔτη ξαʹ τῆς Αἰγύπτου βασιλεῦσαι. Εἰ δὲ τοῖς χρόνοις πεπλεονακέναι δοκεῖ ἀπὸ Ἀφώφεως ἐπὶ Ἄμωσιν,
20τοῦτο παρὰ τῆς Αἰγυπτίων ἔπαθεν ἀσυμφωνίας, οὕτω παρὰ Μανεθῶ κεί‐ μενα εὑρών· πλείω γὰρ πʹ τῶν ἀπὸ Ἰωσὴφ ἐτῶν ἐπὶ Μωυσέα.
22tΟἱ λοιποὶ βασιλεῖς Αἰγύπτου τῆς ιηʹ δυναστείας
23tμετὰ τὸν πρῶτον παρὰ Ἀφρικανῷ Ἀμώς
24Δεύτερος κατὰ Ἀφρικανὸν κατὰ τὴν ιηʹ δυναστείαν ἐβασίλευσε Χεβρὼς
25ἔτη ιγʹ.
Τρίτος Ἀμενωφθὶς ἔτη καʹ.77

78

Τέταρτος Ἀμενσὶς ἔτη κβʹ. Πέμπτος Μίσαφρις ἔτη ιγʹ. Ἕκτος Μισφραγμούθωσις ἔτη κϛʹ, ἐφ’ οὗ ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμός. Ὁμοῦ ἀπ’ Ἀμὼς ἕως Μισφραγμουθώσεως ἀρχῆς κατὰ Ἀφρικανὸν γί‐
5νονται ἔτη ξθʹ. τοῦ γὰρ Ἀμὼς οὐδ’ ὅλως εἶπεν ἔτη. Εἰ δ’ ἄρα γε κατὰ τὴν Εὐσεβίου στοιχείωσιν δῶμεν κεʹ ἔτη τοῦ Ἀμὼς καὶ κϛʹ τοῦ Μισφραγμουθώσεως, ἦ κατὰ Ἀφρικανὸν καὶ Εὐσέβιον ἔσονται ἀπὸ ἀρχῆς Ἀμὼς ἕως τέλους Μισφραγμουθώσεως ἔτη ρκʹ, ὅσα καὶ τῆς ζωῆς Μωυσέως πεπίστευται εἶναι. καὶ πῶς ἐστι δυνατὸν ἀπὸ τῆς ἀρχῆς
10Μωυσέως, εἴτουν τῆς ἐξ Αἰγύπτου πορείας, ἐὰν κατὰ τὸν Ἀμὼς δῶμεν αὐτὸν ἐξεληλυθέναι, ὡς Ἀφρικανῷ δοκεῖ, ἢ ἀπὸ τῆς νεότητος, ὡς αὐτὸς διαπορεῖ, ἕως τελευτῆς αὐτοῦ Μωυσέως τοὺς δύο κατακλυσμοὺς παρ’ Ἕλ‐ λησι βεβοημένους γεγονέναι; λέγω δὴ τὸν πρῶτον ἐπὶ Ὠγύγου ἐν τῇ Ἀττι‐ κῇ καὶ τὸν ἐπὶ Δευκαλίωνος ἐν Θετταλίᾳ χρόνοις ὕστερον σμηʹ, ἀναμφι‐
15λέκτως συμβάντα ἐπὶ Κραναοῦ αὐτόχθονος δευτέρου βασιλέως Ἀθήνησιν. ἵνα γὰρ ἐπὶ Ἀμὼς δῶμεν αὐτὸν γεγενῆσθαι, ὅπερ μᾶλλον συμφωνεῖ τοῖς Ἰνάχου χρόνοις, καὶ ἐπὶ Μισφραγμουθώσεως τετελευτηκέναι, διπλοῦς ὁ τῶν χρόνων πλείων πέφυκεν ἀριθμός, ὡς αὐτὸς Ἀφρικανὸς μεμαρτύρηκεν ἐν ἀρχῇ τοῦ τρίτου λόγου εἰπών· ἀπὸ μὲν Ὠγύγου διὰ τὴν ἀπὸ τοῦ κατα‐
20κλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ ἔτεσιν ρπθʹ. εἶτα Κέκροψ ὁ διφυὴς ἔτη νʹ. Κραναὸς αὐτόχθων μετὰ Κέκροπα ἔτη θʹ. ὁμοῦ γίνονται ἀπὸ τοῦ ἐπὶ Ὠγύγου κατακλυσμοῦ ἐπὶ Κέκροπα πρῶτον βασιλέα Ἀθήνησι καὶ τὸν μετ’ αὐτὸν δεύτερον Κραναὸν ἔτη σμηʹ. τὰ δ’ αὐτὰ καὶ ἀπὸ τῆς ἐξόδου Μωυσέως καὶ Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τοῦ
25ἐπὶ Δευκαλίωνος κατακλυσμοῦ ἐν Θετταλίᾳ. ὅ τε γὰρ ἐπὶ Ὠγύγου κατακλυ‐
σμὸς ἐπὶ Φορωνέως καὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τοῦ λαοῦ ἱστορεῖται78

79

τῷ αὐτῷ Ἀφρικανῷ, καὶ ὁ ἐπὶ Δευκαλίωνος ἐπὶ Κραναοῦ δευτέρου βασι‐ λέως Ἀθήνησιν, ὡς ἐκ τῶν αὐτοῦ συγγραμμάτων ἀποδέδεικται. οὐκ ἄρα καλῶς ἐπὶ Μισφραγμουθώσεως τὸν ἐπὶ Δευκαλίωνος λέγει κατακλυσμόν. ὁ γὰρ Μισφραγμούθωσις μετὰ τὸν Ἄμωσιν πρῶτον βασιλέα κατ’ αὐτὸν
5καὶ κατὰ τὸν Εὐσέβιον τῆς ιηʹ δυναστείας μόλις πεʹ χρόνοις ὕστερον καταλήγει. ὑπολείπεται δὴ λοιπὸν ἡμῖν λογίζεσθαι τὸν ἐπὶ Ὠγύγου κατα‐ κλυσμὸν ἐπὶ Μισφραγμουθώσεως γεγονέναι μᾶλλον, ἐφ’ οὗ καὶ Μωυσῆς καθ’ ἡμᾶς καὶ ἄλλους ἀκριβεστέρους ἐκπεπόρευται τῆς Αἰγύπτου σὺν τῷ λαῷ, ὅπερ Ἀφρικανός, συγγνώτω μοι, διαπορήσας ἀντὶ τοῦ ἐπὶ Ὠγύ‐
10γου τὸν ἐπὶ Δευκαλίωνος εἴρηκεν ἑαυτῷ ἀντιπίπτων. καὶ οὕτω μὲν ἐν τούτῳ διήμαρτεν οὐ συλλογισάμενος ἀκριβῶς ὅτι Κέκροψ ὁ διφυὴς καὶ Κραναὸς οἱ πρῶτοι βασιλεῖς Ἀθηναίων μετὰ Ὤγυγον, ἐφ’ ὧν καὶ ὁ ἐπὶ Δευκαλίωνος γέγονε κατακλυσμὸς ἐν Θετταλίᾳ, μετὰ Μισφραγμούθωσιν ἦσαν χρόνοις ὕστερον τοὐλάχιστον ρνʹ, ὡς αὐτὸς μαρτυρῶν ἀποδέδεικται.
15 Σαφῶς δὴ ἔκ τε τῶν Εὐσεβίου παραλογισμῶν πρὸς τοὺς βελτίονας αὐτοῦ, οἷς ἀντιπίπτων ἀμαρτύρως τὰ δοκοῦντα αὐτῷ συνέγραψεν, ἔκ τε τῶν Ἀφρικανῷ λελεγμένων, ὀρθῶς μὲν ἐν οἷς ἐμμαρτύρως εἴρηκε κατὰ Ἴναχον καὶ Φορωνέα γενέσθαι Μωυσέα, διηπορημένως δὲ ἐν οἷς ἢ νέον αὐτὸν ἐπὶ Ἀμώσιος εἶναι κατηναγκάσθη παρὰ τῆς ἀληθείας φάναι ἢ τῆς
20Αἰγύπτου ἐκπορευθῆναι, παρέστη ἡμῖν ὅτι ἐπὶ Μισφραγμουθώσεως ἡγή‐ σατο τοῦ λαοῦ, τοῦ καὶ Ἀμώσιος, καὶ ὅτι ἐπ’ αὐτοῦ καὶ ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός.
23tΟἱ λοιποὶ βασιλεῖς Αἰγύπτου τῆς ιηʹ δυναστείας
24tμετὰ τὸν πρῶτον παρ’ Εὐσεβίῳ Ἄμωσιν
25βʹ Χεβρὼν δεύτερος ἔτη ιγʹ. γʹ Ἀμμενῶφις ἔτη καʹ. δʹ Μιφρὴς ἔτη ιβʹ. εʹ Μισφραγμούθωσις ἔτη κϛʹ. Ὁμοῦ ἀπὸ Ἀμώσεως τοῦ πρώτου τῆς προκειμένης ιηʹ δυναστείας ἕως
30Μισφραγμουθώσεως ἀρχῆς κατὰ Εὐσέβιον ἔτη γίνονται οαʹ. βασιλεῖς πέντε ἀντὶ τῶν ἕξ. τὸν γὰρ τέταρτον Ἀμενσὴν παραδραμών, οὗ Ἀφρικανός,
ὡς καὶ οἱ λοιποί, μέμνηται, ἔτη κβʹ αὐτοῦ ἐκολόβωσεν.79

80

(1t)

Οἱ λοιποὶ τῆς ιηʹ δυναστείας μετὰ τὸν Μισφραγμούθωσιν
2tκατὰ Ἀφρικανὸν οὕτως
3ζʹ Τούθμωσις ἔτη θʹ. ηʹ Ἀμενῶφις ἔτη λαʹ. οὗτός ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ
5 φθεγγόμενος λίθος. θʹ Ὦρος ἔτη λζʹ. ιʹ Ἀχερρῆς ἔτη λβʹ. ιαʹ Ῥαθῶς ἔτη ϛʹ. ιβʹ Χεβρὴς ἔτη ιβʹ.
10ιγʹ Ἀχερρῆς ἔτη ιβʹ. ιδʹ Ἀρμεσὶς ἔτη εʹ. ιεʹ Ῥαμεσσῆς ἔτος αʹ. ιϛʹ Ἀμενωφὰθ ἔτη ιθʹ. ὁμοῦ ἔτη σξγʹ.
15tἘννεακαιδεκάτη δυναστεία βασιλέων Διοσπολιτῶν ϛʹ
16αʹ Σέθως ἔτη ναʹ. βʹ Ῥαψάκης ἔτη ξαʹ. γʹ Ἀμενεφθῆς ἔτη κʹ. δʹ Ῥαμεσσῆς ἔτη ξʹ.
20εʹ Ἀμμενεμνῆς ἔτη εʹ. ϛʹ Θούωρις, ὁ παρ’ Ὁμήρῳ καλούμενος Πόλυβος, Ἀλκάνδρας ἀνήρ, ἐφ’ οὗ τὸ Ἴλιον ἑάλω, ἔτη ζʹ. ὁμοῦ ἔτη σθʹ. Ἐπὶ τοῦ αὐτοῦ δευτέρου τόμου Μανεθῶ βασιλεῖς ϙϛʹ ἔτη ͵βρκαʹ.
25tΟἱ λοιποὶ τῆς ιηʹ δυναστείας μετὰ τὸν Μισφραγμούθωσιν
26tκατὰ Εὐσέβιον οὕτως
27ϛʹ Τούθμωσις ἔτη θʹ. ζʹ Ἀμένωφις ἔτη λαʹ. οὗτός ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ
φθεγγόμενος λίθος.80

81

ηʹ Ὦρος ἔτη λϛʹ. ἐν ἄλλῳ ληʹ. θʹ Ἀχενχέρσης ἔτη ιβʹ. ιʹ Ἄθωρις ἔτη λθʹ. ιαʹ Χενχέρης ἔτη ιϛʹ.
5 Κατὰ τοῦτον Μωυσῆς τῆς ἐξ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ἡγήσατο. Μόνος Εὐσέβιος ἐπὶ τούτου λέγει τὴν τοῦ Ἰσραὴλ διὰ Μωυσέως ἔξοδον, μηδενὸς αὐτῷ λόγου μαρτυροῦντος, ἀλλὰ καὶ πάντων ἐναντιουμένων τῶν πρὸ αὐτοῦ, ὡς μαρτυρεῖ. ιβʹ Ἀχερρῆς ἔτη ηʹ.
10ιγʹ Χερρῆς ἔτη ιεʹ. ιδʹ Ἀρμαῒς ὁ καὶ Δαναὸς ἔτη εʹ, μεθ’ ἃ ἐκ τῆς Αἰγύπτου ἐκπεσὼν καὶ φεύγων τὸν ἀδελφὸν Αἴγυπτον εἰς τὴν Ἑλλάδα ἀφικνεῖται, κρατήσας τε τοῦ Ἄργους βασιλεύει Ἀργείων. ιεʹ Ῥαμεσσῆς ὁ καὶ Αἴγυπτος ἔτη ξηʹ.
15ιϛʹ Μένωφις ἔτη μʹ. ὁμοῦ ἔτη τμηʹ. Προσέθηκεν ὑπὲρ τὸν Ἀφρικανὸν ἔτη πεʹ Εὐσέβιος κατὰ τὴν ιηʹ δυνα‐ στείαν.
19tἘννεακαιδεκάτη δυναστεία βασιλέων εʹ Διοσπολιτῶν
20αʹ Σέθως ἔτη νεʹ. βʹ Ῥαμψὴς ἔτη ξϛʹ. γʹ Ἀμμενεφθὶς ἔτη μʹ. δʹ Ἀμμενεμὴς ἔτη κϛʹ. εʹ Θουωρίς, ὁ παρ’ Ὁμήρῳ καλούμενος Πόλυβος, Ἀλκάνδρας ἀνήρ, ἐφ’
25οὗ τὸ Ἴλιον ἑάλω, ἔτη ζʹ. ὁμοῦ ἔτη ρϙδʹ.
Ἐπὶ τὸ αὐτὸ βʹ τόμου Μανεθῶ βασιλέων ϙβʹ ἔτη ͵αρκαʹ.81

82

(1t)

ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
2tΤρίτου τόμου Μανεθῶ
3tΕἰκοστὴ δυναστεία βασιλέων Διοσπολιτῶν ιβʹ, οἳ ἐβασίλευσαν ἔτη ρλεʹ
4tΠρώτη καὶ εἰκοστὴ δυναστεία βασιλέων Τανιτῶν ζʹ
5αʹ Σμενδὴς ἔτη κϛʹ. βʹ Ψουσέννης ἔτη μϛʹ. γʹ Νεφελχερὴς ἔτη δʹ. δʹ Ἀμενωφθὶς ἔτη θʹ. εʹ Ὀσοχὼρ ἔτη ϛʹ.
10ϛʹ Ψιναχῆς ἔτη θʹ. ζʹ Ψουσέννης ἔτη ιδʹ. ὁμοῦ ἔτη ρλʹ.
13tΕἰκοστὴ δευτέρα δυναστεία Βουβαστιτῶν βασιλέων θʹ
14αʹ Σέσωγχις ἔτη καʹ.
15βʹ Ὀσορθὼν ἔτη ιεʹ. γʹ δʹ εʹ ἄλλοι τρεῖς ἔτη κεʹ. ϛʹ Τακέλωθις ἔτη ιγʹ. ζʹ ηʹ θʹ ἄλλοι τρεῖς ἔτη μβʹ. ὁμοῦ ἔτη ρκʹ.
20tΤρίτη καὶ εἰκοστὴ δυναστεία Τανιτῶν βασιλέων δʹ
21αʹ Πετουβάτης ἔτη μʹ, ἐφ’ οὗ ὀλυμπιὰς ἤχθη. βʹ Ὀσορχὼ ἔτη ηʹ, ὃν Ἡρακλέα Αἰγύπτιοι καλοῦσι. γʹ Ψαμμοῦς ἔτη ιʹ. †δʹ Ζὴτ ἔτη λαʹ.†
25ὁμοῦ ἔτη πθʹ.
26tΤετάρτη καὶ εἰκοστὴ δυναστεία
27Βόχχωρις Σαΐτης ἔτη ϛʹ, ἐφ’ οὗ ἀρνίον ἐφθέγξατο, ἔτη ϡϙʹ.82

83

(1t)

Πέμπτη καὶ εἰκοστὴ δυναστεία Αἰθιόπων βασιλέων γʹ
2αʹ Σαβάκων, ὃς αἰχμάλωτον Βόχχωριν ἑλὼν ἔκαυσε ζῶντα, καὶ ἐβασί‐ λευσεν ἔτη ηʹ. βʹ Σεβιχὼς υἱὸς ἔτη ιδʹ.
5γʹ Τάρκος ἔτη ιηʹ. ὁμοῦ ἔτη μʹ.
7tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
8tΤρίτου τόμου Μανεθῶ
9tΕἰκοστὴ δυναστεία βασιλέων Διοσπολιτῶν ιβʹ, οἳ ἐβασίλευσαν ἔτη ροηʹ
10tΕἰκοστὴ πρώτη δυναστεία βασιλέων
11αʹ Σμενδὶς ἔτη κϛʹ. βʹ Ψουσέννης ἔτη μαʹ. γʹ Νεφερχερὴς ἔτη δʹ. δʹ Ἀμμενωφθὶς ἔτη θʹ.
15εʹ Ὀσοχὼρ ἔτη ϛʹ. ϛʹ Ψινάχης ἔτη θʹ. ζʹ Ψουσέννης ἔτη λεʹ. ὁμοῦ ἔτη ρλʹ.
19tΕἰκοστὴ δευτέρα δυναστεία Βουβαστιτῶν βασιλέων τριῶν
20αʹ Σεσόγχωσις ἔτη καʹ. βʹ Ὀσορθὼν ἔτη ιεʹ. γʹ Τακέλωθις ἔτη ιγʹ. ὁμοῦ ἔτη μθʹ.
24tΕἰκοστὴ τρίτη δυναστεία Τανιτῶν βασιλέων
25αʹ Πετουβάστις ἔτη κεʹ. βʹ Ὀσορθὼν ἔτη θʹ, ὃν Ἡρακλέα Αἰγύπτιοι ἐκάλεσαν. γʹ Ψαμμοῦς ἔτη ιʹ.
ὁμοῦ ἔτη μδʹ.83

84

(1t)

Εἰκοστὴ τετάρτη δυναστεία
2Βόχχορις Σαΐτης ἔτη μδʹ, ἐφ’ οὗ ἀρνίον ἐφθέγξατο. ὁμοῦ ἔτη μδʹ.
4tΕἰκοστὴ πέμπτη δυναστεία Αἰθιόπων βασιλέων
5αʹ Σαβάκων, ὃς αἰχμάλωτον Βόχχοριν ἑλὼν ἔκαυσε ζῶντα, καὶ ἐβασί‐ λευσεν ἔτη ιβʹ. βʹ Σεβιχὼς υἱὸς ἔτη ιβʹ. γʹ Ταρακὸς ἔτη κʹ. ὁμοῦ ἔτη μδʹ.
10tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
11tἝκτη καὶ εἰκοστὴ δυναστεία Σαϊτῶν βασιλέων θʹ
12αʹ Στεφινάτης ἔτη ζʹ. βʹ Νεχεψὼς ἔτη ϛʹ. γʹ Νεχαὼ ἔτη ηʹ.
15δʹ Ψαμμήτιχος ἔτη νδʹ. εʹ Νεχαὼ δεύτερος ἔτη ϛʹ. οὗτος εἷλε τὴν Ἱερουσαλὴμ καὶ Ἰωάχαζ τὸν βασιλέα αἰχμάλωτον εἰς Αἴγυπτον ἀπήγαγε. ϛʹ Ψάμμουθις ἕτερος ἔτη ϛʹ. ζʹ Οὔαφρις ἔτη ιθʹ, ᾧ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων Ἱερουσαλὴμ
20 οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. ηʹ Ἄμωσις ἔτη μδʹ. θʹ Ψαμμεχερίτης μῆνας ϛʹ. ὁμοῦ ἔτη ρνʹ καὶ μῆνας ϛʹ.
24tἙβδόμη καὶ εἰκοστὴ δυναστεία Περσῶν βασιλέων ηʹ
25αʹ Καμβύσης ἔτει εʹ τῆς ἑαυτοῦ βασιλείας Περσῶν ἐβασίλευσεν Αἰγύπτου ἔτη ϛʹ. βʹ Δαρεῖος Ὑστάσπου ἔτη λϛʹ.
γʹ Ξέρξης ὁ μέγας ἔτη καʹ.84

85

δʹ Ἀρτάβανος μῆνας ζʹ. εʹ Ἀρταξέρξης ἔτη μαʹ. ϛʹ Ξέρξης μῆνας δύο. ζʹ Σογδιανὸς μῆνας ζʹ.
5ηʹ Δαρεῖος Ξέρξου ἔτη ιθʹ. ὁμοῦ ἔτη ρκδʹ, μῆνας δʹ.
7tΕἰκοστὴ ὀγδόη δυναστεία
8Ἀμύρτεος Σαΐτης ἔτη ϛʹ.
9tἘνάτη καὶ εἰκοστὴ δυναστεία Μενδησίων βασιλέων δʹ
10αʹ Νεφερίτης ἔτη ϛʹ. βʹ Ἄχωρις ἔτη ιγʹ. γʹ Ψάμμουθις ἔτος αʹ. δʹ Νεφορίτης μῆνας δʹ. ὁμοῦ ἔτη κʹ, μῆνας δʹ.
15tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
16tἝκτη καὶ εἰκοστὴ δυναστεία Σαϊτῶν βασιλέων θʹ
17αʹ Ἀμμέρις Αἰθίοψ ἔτη ιβʹ. βʹ Στεφινάθις ἔτη ζʹ. γʹ Νεχεψὼς ἔτη ϛʹ.
20δʹ Νεχαὼ ἔτη ηʹ. εʹ Ψαμμήτιχος ἔτη μεʹ. ϛʹ Νεχαὼ δεύτερος ἔτη ϛʹ. οὗτος εἷλε τὴν Ἱερουσαλὴμ καὶ Ἰωάχαζ τὸν βασιλέα αἰχμάλωτον εἰς Αἴγυπτον ἀπήγαγε. ζʹ Ψάμμουθις ἕτερος, ὁ καὶ Ψαμμήτιχος, ἔτη ιζʹ.
25ηʹ Οὔαφρις ἔτη κεʹ, ᾧ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων τῆς Ἱερου‐ σαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. θʹ Ἄμωσις ἔτη μβʹ.
ὁμοῦ ἔτη ρξγʹ.85

86

(1t)

Εἰκοστὴ ἑβδόμη δυναστεία Περσῶν βασιλέων ηʹ
2αʹ Καμβύσης ἔτει πέμπτῳ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσεν Αἰγύπτου ἔτη γʹ. βʹ Μάγοι μῆνας ζʹ.
5γʹ Δαρεῖος ἔτη λϛʹ. δʹ Ξέρξης ὁ Δαρείου ἔτη καʹ. εʹ Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μʹ. ϛʹ Ξέρξης ὁ δεύτερος μῆνας βʹ. ζʹ Σογδιανὸς μῆνας ζʹ.
10ηʹ Δαρεῖος ὁ Ξέρξου ἔτη ιθʹ. ὁμοῦ ἔτη ρκʹ καὶ μῆνας δʹ.
12tΕἰκοστὴ ὀγδόη δυναστεία
13Ἀμυρταῖος Σαΐτης ἔτη ϛʹ.
14tΕἰκοστὴ ἐνάτη δυναστεία Μενδησίων βασιλέων δʹ
15αʹ Νεφερίτης ἔτη ϛʹ. βʹ Ἄχωρις ἔτη ιγʹ. γʹ Ψάμμουθις ἔτος αʹ. δʹ Νεφερίτης μῆνας δʹ. εʹ Μοῦθις ἔτος αʹ.
20ὁμοῦ ἔτη καʹ καὶ μῆνας δʹ.
21tΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ
22tΤριακοστὴ δυναστεία Σεβεννυτῶν βασιλέων γʹ
23αʹ Νεκτανέβης ἔτη ιηʹ. βʹ Τεὼς ἔτη βʹ.
25γʹ Νεκτάνεβος ἔτη ιηʹ.
ὁμοῦ ἔτη ληʹ.86

87

(1t)

Πρώτη καὶ τριακοστὴ δυναστεία Περσῶν βασιλέων γʹ
2αʹ Ὦχος εἰκοστῷ ἔτει τῆς ἑαυτοῦ βασιλείας Περσῶν ἐβασίλευσεν Αἰγύπ‐ του ἔτη βʹ. βʹ Ἀρσῆς ἔτη γʹ.
5γʹ Δαρεῖος ἔτη δʹ. ὁμοῦ ἔτη γʹ τόμου ͵ανʹ. Μέχρι τῶνδε Μανεθῶς· τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν συγγραφέων. Μακεδόνων βασιλεῖς ιεʹ.
9tΚΑΤΑ ΕΥΣΕΒΙΟΝ
10tΤριακοστὴ δυναστεία Σεβεννυτῶν βασιλέων γʹ
11αʹ Νεκτανέβης ἔτη ιʹ. βʹ Τεὼς ἔτη βʹ. γʹ Νεκτανεβὸς ἔτη ηʹ. ὁμοῦ ἔτη κʹ.
15tΤριακοστὴ πρώτη δυναστεία Περσῶν βασιλέων γʹ
16αʹ Ὦχος εἰκοστῷ ἔτει τῆς αὐτοῦ Περσῶν βασιλείας κρατεῖ τῆς Αἰγύπ‐ του ἔτη ϛʹ. βʹ Μεθ’ ὃν Ἀρσῆς Ὤχου ἔτη δʹ. γʹ Μεθ’ ὃν Δαρεῖος ἔτη ἕξ· ὃν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε.
20 Ταῦτα τοῦ γʹ Μανεθῶ. Μέχρι τῶνδε Μανεθῶ· τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν παρίσταται συγγραφέων.
23tΤὰ δὲ μετὰ τὸν κατακλυσμόν, ὡς ὑπόκειται, γενέσεως
24tκόσμου ἔτη ͵βσμγʹ
25 Τούτῳ τῷ ͵βσμγʹ ἔτει ἡ κιβωτὸς ἀνεώχθη καὶ Νῶε ἐξῆλθε σὺν τοῖς μετ’ αὐτοῦ.
Τῷ αὐτῷ ͵βσμγʹ ἔτει ὁ Σὴμ ραʹ ἔτος ἄγων ἐγέννησε τὸν Ἀρφαξὰδ καὶ87

88

ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη φʹ ἕως ͵βψμβʹ ἔτους τοῦ κόσμου. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ ͵βτοζʹ ἔτει τοῦ κόσμου καὶ ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη υλʹ ἕως τοῦ
5͵βωηʹ κοσμικοῦ ἔτους. Τούτῳ τῷ ͵βσναʹ ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας. Τούτῳ τῷ ͵βτοβʹ ἔτει Ἀρφαξὰδ ἔλαβε γυναῖκα ἔτος ἄγων ρλʹ. Τούτῳ τῷ ͵βτοζʹ ἔτει Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν ἔτος ἄγων ρλεʹ.
10 Καϊνᾶν δὲ γενόμενος ρλʹ ἐγέννησε τὸν Σαλὰ τῷ ͵βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη τλʹ ἕως ͵βωλζʹ κοσμικοῦ ἔτους. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐκ τοῦδε τοῦ ͵βυεʹ κοσμικοῦ ἔτους βούλεται πάλιν τὴν μετὰ τὸν κατακλυσμὸν τῶν Χαλδαίων βασιλείαν κατάρξασθαι
15μυθολογῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων βεβασιλευκέναι Χαλδαίων καὶ Μήδων βασιλεῖς πϛʹ ἐν τρισμυρίοις ἔτεσι καὶ ͵δϙʹ, τοῦτ’ ἔστιν ἐν σάροις θʹ καὶ νήροις βʹ καὶ σώσσοις ηʹ, ἅπερ τινὲς τῶν ἐκκλησιαστικῶν ἡμῶν ἱστορικῶν οὐ καλῶς ἐξελάβοντο πάλιν εἰς ἔτη ἡλιακὰ ϙδʹ καὶ μῆνας ηʹ, ἅπερ, ὥς φασιν, εἰς τὸ ͵βυϙθʹ ἔτος κοσμικὸν συντρέχει. ἀπὸ δὲ τούτου
20τοῦ χρόνου τῶν πϛʹ δύο μὲν Χαλδαίων βασιλέων, Εὐηχίου καὶ Χωμασβή‐ λου, πδʹ δὲ Μήδων, Ζωροάστρην καὶ τοὺς μετ’ αὐτὸν ζʹ Χαλδαίων βασι‐ λεῖς εἰσάγει, ἔτη κρατήσαντας ἡλιακὰ ρϙʹ, ὁ αὐτὸς Πολυίστωρ, οὐκέτι διὰ σάρων καὶ νήρων καὶ σώσσων καὶ τῆς λοιπῆς ἀλόγου μυθικῆς ἱστορίας, ἀλλὰ δι’ ἡλιακῶν ἐτῶν. τοὺς γὰρ προγενεστέρους ὡς θεοὺς ἢ ἡμιθέους
25νομίζοντες καὶ τοὺς μετ’ αὐτοὺς τὴν πλάνην εἰσηγούμενοι τῷ ὄντι χρόνους88

89

ἀπείρους βεβασιλευκέναι συνέγραψαν, ἀίδιον εἶναι τὸν κόσμον δοξάζοντες ἐναντίως ταῖς θεοπνεύστοις γραφαῖς· τοὺς δὲ μεταγενεστέρους καὶ πᾶσι φανεροὺς δι’ ἡλιακῶν ἐτῶν ὡς θνητούς, καὶ οὐχ, ὡς τῷ Πανοδώρῳ δοκεῖ καὶ ἑτέροις τισί, διὰ τὸ ἐσχάτως ὑπὸ Ζωροάστρου τῶν ἡλιακῶν ἐνιαυτῶν
5ἐκ τῶν τοῦ Ἐνὼχ ἐγνωσμένων ἔκτοτε ἡλιακοῖς ἔτεσιν ἐπιμετρεῖσθαι τὰ τῶν βασιλέων ἔτη. διόπερ ἐκ τῶν θείων γραφῶν πεπεισμένοι καὶ ταῦτα ψευδῆ εἶναι καὶ μηδεμίαν βασιλείαν ἐπὶ τῆς γῆς γενέσθαι ἕως τῆς τοῦ Νεβρὼδ ἐπὶ τῆς πυργοποιίας γιγαντομιμήτου καὶ ἀποστατικῆς τυραννίδος, ὡς καὶ ἀνωτέρω δέδεικται, μόνους δὲ τοὺς τρεῖς ἄνδρας μετὰ τὸν κατα‐
10κλυσμὸν ἕως τῆς διασπορᾶς ἡγεῖσθαι τῶν πολλῶν εὐσεβῶς, λέγω δὴ τὸν δίκαιον Νῶε, τὰ λοιπὰ τῆς ζωῆς ἔτη τνʹ, καὶ τὸν υἱὸν αὐτοῦ Σήμ, τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ ἔτι μετὰ τοῦτον τὸν υἱὸν αὐτοῦ Ἀρφαξὰδ τὰ λοιπὰ λδʹ, τοῦτ’ ἔστιν ἔτη φλδʹ τὰ γινόμενα σὺν τοῖς ͵βσμβʹ τοῦ κατακλυ‐ σμοῦ ͵βψοϛʹ, ταῦτα οὖν οὕτω μαθόντες καὶ πιστεύοντες καὶ τοὺς λοιποὺς
15τῶν ἱστορικῶν, ὡς δειχθήσεται, ὁμοφωνοῦντας, ἀπὸ δὲ τοῦ ͵βψοϛʹ ἔτους, ὅπερ ἦν τοῦ Ἀρφαξὰδ λδʹ τῆς ἡγεμονίας, ἔχοντες, τῆς δὲ γενέσεως τοῦ Φαλὲκ ἔτος εʹ, ἐξ αὐτοῦ καὶ τὴν τότε τῶν Χαλδαίων βασιλείαν, ἧς πρῶτος Εὐήχιος ὁ καὶ Νεβρὼδ ἡγήσατο, φαμὲν κατάρξασθαι καὶ τὴν τῶν Αἰγυπ‐ τίων, ἧς καὶ αὐτῆς πρῶτος ὁ οἰκιστὴς Αἰγύπτου Μεστραῒμ ἐβασίλευσε·
20διὸ καὶ περιττὸν ἡγησάμεθα ἐκθέσθαι κανόνιον ἀπὸ τοῦδε τοῦ ͵βυεʹ ἔτους κατὰ τὴν ἔκδοσιν τῶν ἀποδειξάντων βεβιασμένως ἀπὸ τούτου μετὰ τὸν κατακλυσμὸν ἄρξασθαι τὴν τῶν Χαλδαίων βασιλείαν, οὐχ οὕτως ἔχοντος τοῦ ἀληθοῦς λόγου, οὐδὲ τοῦ Ἀλεξάνδρου καὶ τῶν ἀμφ’ αὐτὸν τὰς ἡμέρας ἔτη καταριθμούντων, ἀλλὰ μᾶλλον πρὸς ἀνατροπὴν τῆς θείας γραφῆς, ὡς
25πολλάκις εἴρηται, ἀπείρους αἰῶνας εἰσηγουμένων. ἀναγκαίως δὴ λοιπὸν ἀπὸ τοῦ ͵βψοϛʹ ἔτους ὁ περὶ τῶν δύο τούτων βασιλειῶν λόγος στοιχειωθή‐ σεται γινομένοις ἡμῖν ἐκεῖσε. Τῷ ͵βφʹ ἔτει Καϊνᾶν ἔλαβε γυναῖκα καὶ τῷ ͵βφεʹ ἐγέννησε τὸν Σαλά.
Τοῦτον δὲ τὸν Καϊνᾶν ὁ Εὐσέβιος οὐκ ἐστοιχείωσε, τῷ Ἑβραϊκῷ ἀντι‐89

90

γράφῳ κακῶς ἀκολουθήσας, διὸ καὶ ἐσφάλη ἔτη ρλʹ. ὁμοίως δὲ καὶ ὁ Ἀφρικανὸς διήμαρτε μὴ στοιχειώσας τοῦτον τὸν δεύτερον Καϊνᾶν, ὅθεν καὶ ἐν τοῖς ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν πρεσβυτέρων ἕως Ἠλὶ καὶ Σαμουὴλ ἠναγκάσθη ἔτεσι προσθεῖναι χρόνους ἐγγὺς ρμʹ. περὶ ὧν ὁ Και‐
5σαρεὺς Εὐσέβιος οὗτος σφόδρα αὐτὸν καταμέμφεται πλειοτέρως σφαλεὶς ἐν ταὐτῷ καὶ ἐν τοῖς λοιποῖς, ὡς προδεδήλωται, ἕως ἐτῶν ςϙʹ. ὁ μέντοι θεῖος εὐαγγελιστὴς Λουκᾶς ιγʹ αὐτὸν ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησε.
8tΓενεὰ ιγʹ Καϊνᾶν
9Τούτῳ τῷ ͵βφοʹ ἔτει Νῶε διέθετο καὶ τὴν οἰκουμένην τοῖς τρισὶν αὐτοῦ
10υἱοῖς διεμέρισε. Τῷ ͵βφπεʹ ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ’ ἑαυτῷ. Τῷ ͵βφϙβʹ ἔτει τοῦ κόσμου Νῶε ὁ δίκαιος ἐκοιμήθη ἐτῶν ϡνʹ, γενεὰ ιʹ. Τῷ ͵βχκϛʹ ἔτει Σαλὰ ἔλαβεν ἑαυτῷ γυναῖκα.
15tΣαλὰ γενεὰ ιδʹ
16 Τῷ ͵βχλʹ ἔτει τοῦ κόσμου ὁ Σαλὰ ἐγέννησε τὸν Ἕβερ ἔτος ἄγων ρλʹ· καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ ἔτη τλʹ ἕως τοῦ ͵βϡξʹ κοσμικοῦ ἔτους. Τῷ ͵βψλϛʹ ἔτει τοῦ κόσμου ἤρξαντο οἰκοδομεῖν τὸν πύργον ἐπὶ ἔτη μʹ.
20Τῷ ͵βψβʹ ἔτει Σὴμ ἐκοιμήθη ἐτῶν χʹ. Τῷ ͵βψιδʹ ἔτει Ἕβερ ἔλαβεν ἑαυτῷ γυναῖκα.
22tἝβερ γενεὰ ιεʹ
23 Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ ͵βψοαʹ ἔτει τοῦ κό‐ σμου· καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως
25τοῦ ͵γμαʹ κοσμικοῦ ἔτους.90

91

Οὕτως ἀποδεδειγμένου τοῦ χρόνου, καθ’ ὃν ὁ Ἕβερ τὸν Φαλὲκ ἐγέννησε δέκατον ὄντα ἀπὸ Ἀδάμ, ἄξιον οἶμαι ἐκ παραλλήλου τῶν ἡμῖν ἐπιλογισ‐ θέντων ἐν δευτέρῳ κανονίῳ παραθέσθαι καὶ τὰ παρὰ τῷ Ἀφρικανῷ ἔτη ἕως τοῦδε χρόνου, καὶ ἀπὸ τοῦδε μέχρι Ἀβραάμ (καὶ γὰρ προγενέστερος ὁ
5ἀνὴρ ὑπάρχει τοῦ Εὐσεβίου ἔτεσί που), εἶθ’ οὕτω καὶ τὰ παρὰ Εὐσεβίου τριχῶς ἐκτεθέντα, ὡς ἐκεῖνός φησι, κατά τε τοὺς οʹ σοφοὺς ἑρμηνέας καὶ κατὰ τὸ παρ’ Ἑβραίοις καὶ ἔτι κατὰ τὸ παρὰ Σαμαρείταις ἀντί‐ γραφον. οὕτω γὰρ ἐν πέντε κανονίοις κειμένων τῶν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλὲκ καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως Ἀβραὰμ ἐτῶν, εὐμαρῶς δειχθήσεται ἡ
10σύμφωνος τῇ τε Μωυσαϊκῇ καὶ εὐαγγελικῇ γραφῇ γενεαρχία τε καὶ χρονολογία.
12tΚατὰ τὸ παρὸν χρονογραφεῖον
13 Ἀδὰμ τῷ σλʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Σὴθ ὅμοιον αὐτῷ κατὰ πάντα.
15Σὴθ ἐτῶν ὑπάρχων σεʹ ἐγέννησε τὸν Ἐνὼς υλεʹ. Ἐνὼς ἐτῶν ρϙʹ ἐγέννησε τὸν Καϊνᾶν χκεʹ. Καϊνᾶν ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ ψϙεʹ. Μαλελεὴλ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ ϡξʹ. Ἰάρεδ δὲ ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ ͵αρκβʹ.
20Ἐνὼχ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα ͵ασπζʹ. Μαθουσάλα ρξζʹ ἐγέννησε τὸν Λάμεχ ͵αυνδʹ. Λάμεχ ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε ͵αχμβʹ.
23tἈφρικανοῦ
24Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ· καὶ τούτοις ἐπιζήσας ἔτη ψʹ
25ἀπέθανεν, ἤτοι δεύτερον θάνατον. Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς· ἀπὸ Ἀδὰμ τοίνυν μέχρι γενέσεως Ἐνὼς ἔτη τὰ σύμπαντα υλεʹ. Ἐνὼς ὑπάρχων ἐτῶν ρϙεʹ γεννᾷ τὸν Καϊνᾶν. Καϊνᾶν δὲ ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ.
30Μαλελεὴλ δὲ ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ.
Ἰάρεδ δὲ ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ.91

92

Ἐνὼχ δὲ ὑπάρχων ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα· καὶ εὐαρεστήσας τῷ θεῷ ἐπιζήσας ἔτη ςʹ οὐχ εὑρίσκετο. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ ἐγέννησε τὸν Λάμεχ. Λάμεχ ὑπάρχων ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε.
5tΕὐσεβίου πρὸς λέξιν περὶ τῶν οʹ
6 Ἴδωμεν οὖν πρῶτον ὅπως ἡ τῶν οʹ ἑρμηνεία τὴν ἀπὸ Ἀδὰμ μέχρι τῆς τοῦ Ἀβραὰμ γενέσεως χρονογραφίαν παρείληφε. Πρῶτος ἀνθρώπων Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ μέχρις ρλεʹ 〈ἔτους Μαλελεήλ〉.
10 Σὴθ γενόμενος ἐτῶν σεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ μέχρις κʹ ἔτους Ἐνώχ. Ἐνὼς γενόμενος ἐτῶν ρϙʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψιεʹ μέχρις νγʹ ἔτους Μαθουσάλα. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ψμʹ
15μέχρις παʹ ἔτους Λάμεχ. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ψλʹ μέχρις μηʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σπʹ ἔτους Νῶε.
20 Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη ςʹ, καὶ μετετέθη ἐν ἔτει λγʹ τοῦ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ωβʹ. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη φλεʹ.
25 Πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ τοῦ Μαθουσάλα. ἐπέζησε δὲ μέχρις φλεʹ ἔτους Νῶε.
27tΕὐσεβίου πρὸς λέξιν περὶ τοῦ Ἑβραϊκοῦ
28 Ταῦτα μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, κατὰ δὲ τὸ παρ’ Ἰουδαίοις Ἑβραϊκὸν
30Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ ἕως νϛʹ
ἔτους Λάμεχ.92

93

Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ μέχρι ρξηʹ ἔτους Λάμεχ. Ἐνὼς γενόμενος ἐτῶν ϙʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις πδʹ ἔτους Νῶε.
5 Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις ροθʹ ἔτους Νῶε. Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις σλδʹ ἔτους Νῶε. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ
10μέχρις τξϛʹ ἔτους Νῶε. Ἐνὼχ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ καὶ μετετέθη ἐν ἔτει ριγʹ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ψπβʹ ἕως αὐτοῦ τοῦ κατακλυσμοῦ.
15tΕὐσεβίου πρὸς λέξιν περὶ τοῦ παρὰ Σαμαρείταις
16 Κατὰ δὲ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκὸν Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σκγʹ ἔτους Νῶε. Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ ἕως τλεʹ
20ἔτους Νῶε. Ἐνὼς γενόμενος ἐτῶν ϙʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις υλγʹ ἔτους Νῶε. Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις φκηʹ ἔτους Νῶε.
25 Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις φλγʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ψπεʹ μέχρις αὐτοῦ τοῦ κακακλυσμοῦ. Ἐνὼχ γενόμενος ἐτῶν ξʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ,
30μετετέθη ἐν ἔτει ρπʹ τοῦ Νῶε. Μαθουσάλα γενόμενος ἐτῶν ξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη χνγʹ ἕως τοῦ κατακλυσμοῦ. Λάμεχ γενόμενος ἐτῶν νγʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη χʹ μέχρις
αὐτοῦ τοῦ κατακλυσμοῦ.93

94

(1t)

Κατὰ τὸ παρὸν χρονογραφεῖον
2Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σὴμ ͵βρμβʹ. Μετὰ δὲ ρʹ ἔτη τῷ χʹ ἔτει τοῦ Νῶε γέγονεν ὁ κατακλυσμός. Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. οὕτω δὲ καὶ Εὐσέβιος καὶ
5ὁ ἀληθὴς λόγος καὶ τὰ πλεῖστα τῶν Μωυσαϊκῶν ἀντιγράφων περιέχουσι κατὰ τὴν τῶν οʹ ἔκδοσιν. Ὁ μέντοι Ἀφρικανὸς ͵βσξβʹ ἐπελογίσατο ἔκ τινων σπανίων ἀντιγράφων οὕτω περιεχόντων, οἷς οὐ χρὴ πείθεσθαι. Μέχρι τοίνυν τοῦ κατακλυσμοῦ καθὼς πρόκειται διαφωνοῦσι τὰ Ἑβραϊκὰ
10ἀντίγραφα πρὸς τὸ Σαμαρειτῶν ἀρχαιότατον καὶ τοῖς χαρακτῆρσι διαλ‐ λάττον, ὃ καὶ ἀληθὲς εἶναι καὶ πρῶτον Ἑβραῖοι καθομολογοῦσιν, ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἔκδοσιν τὸ μὲν Ἑβραϊκὸν ἔτεσιν φπϛʹ, τὸ δὲ Σαμαρειτῶν ϡλεʹ. Ἀφρικανὸς δὲ πρὸς Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τοῦ κατα‐ κλυσμοῦ διαφωνεῖ ἔτη κʹ.
15tἈφρικανοῦ
16 Νῶε ἦν ἐτῶν χʹ ὅτε ὁ κατακλυσμὸς ἐγένετο. γίνεται τοίνυν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη ͵βσξβʹ.
18tΕὐσεβίου κατὰ τοὺς οʹ
19Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ
20ἐπέζησε μέχρι τοῦ κατακλυσμοῦ ἔτη ρʹ. ἔτους χʹ Νῶε ὁ κατακλυσμὸς ἐγένετο, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἔτη ͵βσμβʹ. Ταῦτα μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν.
25tΕὐσεβίου
26Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ ἐπέζη‐
σεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ.94

95

Ἐν ἔτει χʹ τοῦ Νῶε ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις νηʹ ἔτους Ἀβραάμ. Ὁμοῦ τὰ πάντα ἔτη ͵αχνϛʹ. Διαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι φπϛʹ.
5 Ἐν τούτοις οἱ μὲν τῶν ἄλλων τῶν ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Νῶε χρόνοι πρὸ τῆς ἑκάστου παιδοποιίας διεστήκασι πρὸς τὴν τῶν οʹ ἑρμηνείαν, συμφω‐ νοῦσι δὲ αὐτῇ οἱ τοῦ Ἰάρεδ καὶ τοῦ Μαθουσάλα καὶ τοῦ Λάμεχ. ἐκ δὲ τῆς τούτων συμφωνίας πάρεστι λογισμῷ λαβεῖν ὅτι καὶ τὰ πρὸ τούτων βέλτιον ἡ παρ’ ἡμῖν ἀνάγνωσις ἔχει. ἀπὸ γὰρ τοῦ πλείονος χρόνου τῶν περὶ τὸν
10Ἰάρεδ δῆλος ἂν γένοιτο καὶ ὁ τῶν προαγόντων συντρέχειν ὀφείλων τῇ τῶν οʹ ἐκδόσει. εἰ γὰρ οἱ νεώτεροι καὶ μεταγενέστεροι τοῖς χρόνοις ταῖς τῶν ἑκατοντάδων προσθήκαις εὕρηνται κατὰ τὴν τοῦ Ἑβραϊκοῦ γραφὴν σύμ‐ φωνοι τῇ τῶν οʹ ἑρμηνείᾳ, πόσῳ πλέον εἰκὸς ἦν τοὺς ἀρχαιοτέρους καὶ αὐτῶν ἐκείνων προπάτορας μᾶλλον τῶν μετέπειτα πολυχρονιωτέρους γε‐
15νέσθαι; Ὁρῶν δὲ ἐν τῇ συγκεφαλαιώσει τῆς ἑκάστου ἀνδρὸς ζωῆς τὸν πρὸ τῆς παιδοποιίας χρόνον καὶ τὸν μετὰ τὴν παιδοποιίαν ἅμα συναγόμενον τὸν αὐτὸν ἀριθμὸν σῴζοντα κατά τε τὴν Ἑβραίων ἀνάγνωσιν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, μόνα δὲ τὰ πρὸ τῆς τεκνογονίας ἔτη παρὰ τῶν Ἰουδαίων
20ἀντιγράφων συνεσταλμένα, κινοῦμαι μήποτε Ἰουδαίων ἔργον ἦν τοῦτο τολμησάντων συστεῖλαι καὶ ἐπιταχῦναι τοὺς πρὸ τῆς παιδοποιίας χρόνους ἐπιτροπῇ ταχυγαμίας. τῶν γὰρ παλαιοτάτων ἀνδρῶν μακροβίων ὄντων καὶ πολυχρονίων, οὕτω δὲ κατὰ τούτους θᾶττον ἐπὶ γάμους καὶ παιδο‐ ποιίας ἐλθόντων, ὡς ἡ παρ’ αὐτοῖς ἀνάγνωσις δηλοῖ, τίς οὐκ ἂν αὐτῶν τὸν
25ὅμοιον τῆς ταχυγαμίας τρόπον ἐζήλωσεν;
26tΕὐσεβίου κατὰ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκόν
27 Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, καὶ ἐπέζησεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ. ἐν ἔτει τοῦ Νῶε χʹ ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ.
30Ὁμοῦ τὰ πάντα ἔτη ͵ατζʹ. Διαφωνεῖ πρὸς μὲν τὸ Ἰουδαϊκὸν ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἑρμη‐
νείαν ἔτεσιν ϡλεʹ.95

96

Καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ κατακλυσμοῦ. ἐπίωμεν δὲ καὶ τοὺς μετὰ ταῦτα χρόνους, πρῶτον ἐκεῖνο σημειωσάμενοι, τὸ συμφώνως τοῦ παρ’ Ἑβραίοις ἱστορουμένου κατακλυσμοῦ καὶ τὴν Χαλδαίων μνημονεῦσαι γραφὴν τῆς τε κατασκευασθείσης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. τοῦ δὲ τὸν κατακλυσμὸν
5ἀρθῆναι ὑπὲρ τὰ ὑψηλότατα τῶν ὀρέων καὶ ἡμῖν τοῖς μετὰ ταῦτα γράφου‐ σιν ἀλήθειαν ἐπιστώσατο αὐτοψία τισὶν ἰχθύων καθ’ ἡμᾶς εὑρημένων ἄνω πρὸς αὐταῖς τοῦ Λιβάνου ταῖς ὑψηλοτάταις ἀκρωρείαις. λίθους γὰρ ἐνθένδε εἰς οἰκοδομάς τινες ἀπὸ τῶν ὀρῶν ἐκτέμνοντες θαλαττίων ἰχθύων εὗρον διάφορα γένη, ἃ δὴ ἐπὶ τῶν κατὰ τὰ ὄρη κοιλωμάτων συναποπα‐
10γῆναι τῇ ἰλύι καὶ τεταριχευμένων δίκην εἰς δεῦρο διαμεῖναι συνέβη, ὥσθ’ ἡμῖν καὶ δι’ αὐτῆς τῆς ὄψεως τὴν τοῦ παλαιοῦ λόγου πιστωθῆναι μαρτυρίαν.
13tΚατὰ τὸ παρὸν χρονογραφεῖον
14Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ.
15 Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν ͵βτοζʹ. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σαλὰ ͵βφζʹ. τοῦτον τὸν Καϊνᾶν Εὐσέβιος καὶ Ἀφρικανὸς οὐκ ἐστοιχείωσαν· διὸ καὶ τὰ ρλʹ ἔτη αὐτοῦ σφάλλονται. Σαλὰ τὸν Ἕβερ ͵βχλζʹ ἐτῶν ρλʹ.
20 Ἕβερ τὸν Φαλὲκ ἐτῶν ρλδʹ ͵βψοαʹ. Φαλὲκ τὸν Ῥαγαῦ ἐτῶν ρλʹ ͵βϡαʹ, καὶ ἔζησεν ἄλλα σθʹ. γίνονται ἀπὸ Ἀδὰμ ͵γριʹ ἕως τελευτῆς Φαλέκ. Ῥαγαῦ ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ ͵γλγʹ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ ͵γρξγʹ.
25Ναχὼρ ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα ͵γσμβʹ. Θάρα ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ ͵γτιβʹ. Ἀπὸ τοῦ κατακλυσμοῦ ἕως αʹ ἔτους Ἀβραὰμ ἔτη ͵αοʹ. ἀπὸ δὲ Ἀδὰμ
ἐπὶ μὲν τὸν κατακλυσμὸν ἔτη ͵βσμβʹ, ὡς δέδεικται, ἐπὶ δὲ τὸ πρῶτον96

97

ἔτος Ἀβραὰμ ἔτη ͵γτιβʹ, ὡς ἐν τῷ κανόνι σαφῶς ὑπόκειται. μετὰ δὲ ἔτη οεʹ τῷ ͵γτπεʹ ἔτει ἀπὸ Ἀδὰμ ἐξῆλθεν ἐκ Χαρὰν παροικῆσαι εἰς γῆν Χα‐ ναὰν τὴν Παλαιστίνην νῦν καλουμένην.
4tἈφρικανοῦ
5 Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, ͵βτϙζʹ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, ͵βφκζʹ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, ͵βχξαʹ, οὕτως ἐπικληθέντα διὰ τὸ ἐν ἡμέραις αὐτοῦ μερισθῆναι τὴν γῆν.
10Φαλὲκ ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἐπιζήσας ἔτη σθʹ ἐτελεύτησεν. Ἀπὸ Ἀδὰμ ἐπὶ τελευτὴν Φαλὲκ ἔτη ͵γ, κατὰ δὲ Εὐσέβιον ͵βϡπʹ. Ῥαγαῦ ἐτῶν ρλβʹ γενόμενος ἐγέννησε τὸν Σερούχ. Σεροὺχ ρλʹ τὸν Ναχώρ. Ναχὼρ οθʹ τὸν Θάρα.
15 Θάρα οʹ ἐτῶν ὢν τὸν Ἀβραὰμ καὶ Ναχὼρ καὶ Ἀρράν. Συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη ͵αιεʹ, ἀπὸ Ἀδὰμ γενεῶν κʹ ἔτη ͵γσοζʹ.
19tΕὐσεβίου μετὰ τὸν κατακλυσμὸν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν
20 Ἔτους βʹ Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρι θʹ ἔτους Ῥαγαῦ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υϛʹ μέχρις
25ζʹ ἔτους Σερούχ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλγʹ μέχρις ληʹ ἔτους Ναχώρ. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ,
͵βϡπʹ, μέχρις οεʹ ἔτους Σερούχ.97

98

Ἐν ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ, δι’ ὃ καὶ σημαίνει τὸ Φαλὲκ τῇ Ἑβραίων φωνῇ μερισμός. καὶ οὗτος πρὸ τοῦ πατρὸς τελευτᾷ δεύτερος. κατὰ τοῦτον ἡ πυργοποιία συνέστη, καὶ ἀπὸ μιᾶς τῆς πάλαι διαλέκτου πολυφωνία γέγονε καὶ ἡ καθ’ ἕκαστον ἔθνος τῶν γλωσσῶν διαφορά.
5 Μετὰ δὲ τὸν Φαλὲκ Ῥαγαῦ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρις ναʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ
10μέχρις οζʹ ἔτους Ἀβραάμ. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. οὗτος ἦν ὁ τοῦ Ἰουδαίων ἔθνους προπάτωρ. κατὰ τοῦ‐ τον Ἀσσυρίας καὶ τῆς Ἀσίας πάσης ἐβασίλευσε Νίνος καὶ Σεμίραμις.
15ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ϡμβʹ. ἦν δὲ τὰ ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ͵βσμβʹ. Τὰ πάντα συνάγεται ἔτη ͵γρπδʹ.
18tΕὐσεβίου
19Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν
20 Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις τοῦ νʹ ἔτους Ἰακώβ. Ἀρφαξὰδ γενόμενος ἐτῶν λεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις μηʹ ἔτους Ἰσαάκ. Σαλὰ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις
25ιηʹ ἔτους Ἰακώβ. Ἕβερ γενόμενος ἐτῶν λδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλʹ μέχρις οθʹ ἔτους Ἰακώβ. Φαλὲκ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ μέχρις μηʹ ἔτους Ἀβραάμ.
30Ῥαγαῦ γενόμενος ἐτῶν λβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη οζʹ
μέχρις οηʹ Ἀβραάμ.98

99

Σεροὺχ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρι πρώτου ἔτους Ἰσαάκ. Ναχὼρ γενόμενος ἐτῶν κθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ μέχρις μθʹ ἔτους Ἀβραάμ.
5 Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ςϙβʹ, τὰ δὲ πάντα ἀπὸ Ἀδὰμ ἔτη ͵αϡμηʹ. διαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι ͵ασλεʹ.
10tΕὐσεβίου
11 Κατὰ δὲ τὸ Σαμαρειτῶν Ἑβραϊκὸν Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη τγʹ
15μέχρις λθʹ ἔτους Φαλέκ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη τγʹ μέχρις λθʹ ἔτους Ῥαγαῦ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη σοʹ μέχρις ρμʹ ἔτους Ῥαγαῦ.
20 Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη ρθʹ μέχρις ρθʹ ἔτους Ῥαγαῦ. Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ρʹ
25μέχρις καʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ξθʹ μέχρις ξθʹ ἔτους Θάρα. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη οεʹ μέχρις οεʹ ἔτους Ἀβραάμ.
30 Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη ϡμβʹ, ὁπόσα ἦν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν. Συνᾴδει τοίνυν τῇ παρ’ ἡμῶν ἀναγνώσει ἡ παρὰ Σαμαρείταις φερομένη
Ἑβραϊκὴ γραφὴ κατὰ τὰς πρώτας τῶν ἐτῶν ἀποδόσεις τὰς πρὸ τῆς παιδο‐99

100

ποιίας. διαφωνεῖ δὲ πρὸς τὸ Ἰουδαίων Ἑβραϊκὸν ἔτεσι χνʹ. ἦν γὰρ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ κατὰ τὴν τῶν Ἰουδαίων γραφὴν ἔτη ςϙβʹ. Ἐπεὶ τοίνυν φαίνονται κατὰ τὸ παλαιότατον Ἑβραϊκόν, ὃ δὴ παρὰ Σα‐
5μαρείταις ἔτι καὶ νῦν σῴζεται, τῇ τῶν οʹ ἑρμηνείᾳ συμφώνως οἱ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ μετὰ τὰς προκειμένας τῶν ἐτῶν ἑκατον‐ τάδας καὶ τὸν ἐπὶ τούτοις ἀριθμὸν παῖδας ποιησάμενοι, ποῖος ἐρεῖ λόγος τοὺς τούτων πρεσβυτέρους, καίπερ ἔτεσι πολὺ πλείοσι τῶν μετὰ ταῦτα βεβιωκότας, τάχιστα ἐπὶ τὴν παιδοποιίαν ἐλθεῖν, καὶ μὴ μᾶλλον κατὰ
10τοὺς παρὰ τοῖς οʹ σεσημειωμένους χρόνους; τούτων δ’ οὖν καὶ ὁ σώφρων λογισμὸς ὑποβάλλει νοεῖν, ὥστε ἀνάγκη διημαρτῆσθαι ὁμολογεῖν τὴν μὲν παρὰ Ἰουδαίοις γραφὴν ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Ἀβραὰμ χρόνοις ἐκτὸς τριῶν περὶ τὸν Ἰάρεδ, τὴν δὲ παρὰ Σαμαρείταις ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ τὸν κατακλυσμὸν μόνοις. τὰ γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ τὸν
15Ἀβραὰμ ἔτη σύμφωνα εὕρηται τῇ παρὰ τοῖς οʹ φερομένῃ τῶν ἐτῶν ση‐ μειώσει. ἄντικρυς δὲ φαίνεται διημαρτημένως ἔχειν τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκόν. συνάγει γὰρ κατὰ τὸ αὐτὸ τοῖς χρόνοις τὸν Ἀβραὰμ καὶ τὸν Νῶε, ὅπερ οὐδεμία παρίστησιν ἱστορία. Εἰ γὰρ κατὰ τὴν Ἰουδαίων γραφὴν ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ
20ἔτη τυγχάνει ςϙβʹ, ἔζησε δὲ Νῶε κατὰ τοὺς αὐτοὺς μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ, δῆλός ἐστι παρατείνας τὴν ζωὴν μέχρι νηʹ ἔτους Ἀβραάμ. ἔστι δὲ καὶ ἄλλως τὴν ἀτοπίαν συνιδεῖν τῶν παρ’ Ἰουδαίοις ἀντιγράφων ἀπὸ τοῦ τριακονταέτεις ἀναγράψαι τοὺς πρὸ τοῦ Ἀβραὰμ πεπαιδοποιημένους· ὁπότε οἱ μετὰ τὸν Ἀβραὰμ ἱστοροῦνται πρεσβύτεροι τῶν λʹ ἐτῶν ἐπὶ τὴν
25παιδοποιίαν ἐλθεῖν. Πανταχόθεν τοιγαροῦν τῆς τῶν οʹ ἑρμηνείας ἐκ παλαιᾶς, ὡς ἔοικε, καὶ ἀδιαστρόφου Ἑβραίων γραφῆς μεταβεβλῆσθαι συνισταμένης, εἰκότως ταύτῃ καὶ ἡμεῖς κεχρήμεθα κατὰ τὴν παροῦσαν χρονογραφίαν, ὅτε μά‐ λιστα καὶ ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἡπλωμένη Χριστοῦ ἐκκλησία
30ταύτῃ μόνῃ προσέχει τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθη‐ τῶν ἀρχῆθεν ταύτῃ χρῆσθαι παραδεδωκότων. Ἔστι τοίνυν κατὰ τοὺς οʹ τὰ μὲν ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ͵βσμβʹ, τὰ δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη ϡμβʹ, τὰ πάντα ἔτη ͵γρπδʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἀπὸ
35Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ͵αχνϛʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ
πρῶτον ἔτος Ἀβραὰμ ἔτη ςϙβʹ, τὰ πάντα ἔτη ͵αϡμηʹ, κατὰ δὲ τὸ παρὰ100

101

Σαμαρείταις Ἑβραϊκὸν ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ͵ατζʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ϡμβʹ, τὰ πάντα ὁμοῦ ἔτη ͵βσμθʹ.
4tΚΟΣΜΟΥ ΕΤΗ
5 Τῷ ͵βψοϛʹ ἔτει τοῦ κόσμου ἡ διασπορὰ τῶν οβʹ ἐθνῶν γέγονε, Φαλὲκ δὲ ἦν ἐτῶν εʹ. Τῷ ͵βψϙʹ ἔτει τοῦ κόσμου Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σήμ, ἁρπάσας βιαίως τὴν γῆν τὴν ἐσχάτην δοθεῖσαν τῷ Ἀβραάμ. Τῷ ͵βωζʹ ἔτει τοῦ κόσμου Ἀρφαξὰδ ἀπέθανε.
10 Τῷ ͵βωληʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ξζʹ ἔτει, Καϊνᾶν ἀπέθανε, καὶ οἱ υἱοὶ τοῦ Σὴμ ἐπολέμησαν πρὸς τοὺς υἱοὺς Χὰμ περὶ τῶν ὁρίων τῆς Παλαιστίνης. Τῷ ͵βωμθʹ ἔτει τοῦ κόσμου οἱ διασπαρέντες ἤρξαντο κτίζειν πόλεις. Τῷ ͵βϡαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ρλʹ, ἐγέννησεν ὁ Φαλὲκ τὸν
15Ῥαγαῦ.
16tΓενεὰ ιζʹ
17 Ῥαγαῦ ἔτη ρλβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βϡβʹ. Τῷ ͵γλγʹ ἔτει τοῦ κόσμου Ῥαγαῦ ἐγέννησε τὸν Σεροὺχ τῷ ρλβʹ ἔτει αὐτοῦ.
20tΓενεὰ ιηʹ
21 Σεροὺχ ἔτη ρλʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γλδʹ. Τῷ ͵βψοϛʹ ἔτει τοῦ κόσμου οἱ Χαλδαῖοι πρῶτοι ἀνηγόρευσαν ἑαυτοῖς βασιλεῖς, ὧν πρῶτος Εὐήχιος, ὁ παρ’ ἡμῖν Νεβρώδ, ἐβασίλευσε Βαβυλῶ‐ νος ἔτη ϛγʹ.
25 Χαλδαίων βʹ ἐβασίλευσε Χοσμάσβηλος ἔτη ζʹ𐅵. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βψπβʹ.
Χαλδαίων γʹ ἐβασίλευσε Πῶρος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βψϙʹ.101

102

Χαλδαίων δʹ ἐβασίλευσε Νεχούβης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βωκεʹ. Χαλδαίων εʹ ἐβασίλευσε Νάβιος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βωξηʹ.
5 Χαλδαίων ϛʹ ἐβασίλευσεν Ὀνίβαλλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βϡιϛʹ. Χαλδαίων ζʹ ἐβασίλευσε Ζίνζηρος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βϡνϛʹ. Ἕως τούτου σκεʹ διήρκεσεν ἡ μετὰ τὴν διασπορὰν τῶν ζʹ Χαλδαίων
10βασιλέων ἀρχή, ἀπὸ τοῦ ͵βψοϛʹ κοσμικοῦ ἔτους ἕως τοῦ ͵γ κοσμικοῦ· ἀπὸ δὲ τοῦ ͵γαʹ κοσμικοῦ ἔτους διεδέξαντο τὴν Χαλδαίων βασιλείαν Ἄρα‐ βες ἐπὶ ἔτη σιεʹ, βασιλεῖς ϛʹ, ἕως τοῦ ͵γσιεʹ κοσμικοῦ ἔτους, ὧν ὁ χρόνος ὡς ὑποτέτακται. Τῷ ͵βψοϛʹ ἔτει τοῦ κόσμου ὁ πρῶτος οἰκήσας τὴν Μεστραίαν χώραν,
15ἤτοι Αἴγυπτον, ἐβασίλευσεν ἐν αὐτῇ πρῶτος ἔτη λεʹ.
16tΑἰγύπτου τῆς πάλαι Μεστραίας βασιλεῖς ἔτη
17αʹ Πρῶτος Μεστραὶμ ὁ καὶ Μήνης ἔτη λεʹ. βʹ Αἰγύπτου δεύτερος ἐβασίλευσε Κουρώδης ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βωιαʹ.
20γʹ Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀρίσταρχος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βωοδʹ. δʹ Αἰγυπτίων τέταρτος ἐβασίλευσε Σπάνιος ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βϡηʹ. εʹ, ϛʹ Αἰγυπτίων δύο βασιλέων εʹ καὶ ϛʹ ἀνεπιγράφων ἔτη οβʹ. τοῦ δὲ
25κόσμου ἦν ἔτος ͵βϡμδʹ. ζʹ Αἰγυπτίων ζʹ ἐβασίλευσεν ὁ Σέραπις ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵γιϛʹ.102

103

ηʹ Αἰγυπτίων ηʹ ἐβασίλευσε Σεσόγχωσις ἔτη μθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γλθʹ. θʹ Αἰγυπτίων θʹ ἐβασίλευσεν Ἀμενέμης ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γπηʹ.
5tΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
6 Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν ͵αοϛʹ. ἥτις ἤρξατο μὲν τῷ ͵βϡʹ ἔτει τοῦ κόσμου, ἔληξε δὲ εἰς τὸ ͵γμεʹ ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶ‐ σιν, φησίν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυπτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι
10κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως·
11tΘηβαίων βασιλέων τῶν μετὰ ρκδʹ ἔτη τῆς διασπορᾶς
12tληʹ βασιλειῶν
13αʹ ἐβασίλευσε Μήνης Θινίτης Θηβαῖος, ὃ ἑρμηνεύεται αἰώνιος· ἐβασί‐ λευσεν ἔτη ξβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵βϡʹ.
15βʹ Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως ἔτη νθʹ. οὗτος ἑρμηνεύεται Ἑρμογένης. ἔτος τοῦ κόσμου ͵βϡξβʹ. γʹ Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γκαʹ.
19tΑΡΑΒΩΝ ΒΑΣΙΛΕΙΣ
20 Ἀράβων βασιλέων τῶν μετὰ τοὺς ϛʹ Χαλδαίων βασιλεῖς, ὧν πρῶτος Μαρδοκέντης ἐβασίλευσεν ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γαʹ. βʹ Ἀράβων δεύτερος ἐβασίλευσε Μαρδακὸς ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γμαʹ. γʹ Ἀράβων τρίτος ἐβασίλευσε Σισιμόρδακος ἔτη κηʹ. τοῦ δὲ κόσμου
25ἦν ἔτος ͵γπϛʹ. δʹ Ἀράβων τέταρτος ἐβασίλευσε Νάβιος ἔτη λζʹ. τοῦ κόσμου ἦν ἔτος
͵γριδʹ.103

104

εʹ Ἀράβων πέμπτος ἐβασίλευσε Πάραννος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρναʹ. ϛʹ Ἀράβων ἕκτος ἐβασίλευσε Ναβούνναβος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρϙαʹ.
5 Ἡ τῶν Ἀράβων βασιλεία διαδεξαμένη τὴν τῶν Χαλδαίων διήρκεσεν ἔτη σιεʹ, ἀρξαμένη ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ ͵γαʹ ἔτους καὶ λήξασα εἰς τὸ παρὸν ͵γσιεʹ. ταύτην Ἀσσυρίων μαʹ διεδέξαντο βασιλεῖς, οἳ καὶ ἀρξάμενοι ἀπὸ τοῦ ͵γσιϛʹ καθολικοῦ ἔτους κόσμου ἔληξαν εἰς τὸ ͵δχοεʹ ἔτος τοῦ κόσμου, διαρκέσαντες ἔτη ὅλα ͵αυξʹ ἀπὸ τοῦ πρώτου αὐτῶν Βή‐
10λου ἕως τοῦ μαʹ Κονκολέρου τοῦ καὶ Σαρδαναπάλου, ὡς συμφωνοῦσι πολ‐ λοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι.
13tΚΟΣΜΟΥ ΕΤΗ
14tΓενεὰ ιθʹ
15 Ναχὼρ ἔτη οθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρξδʹ. Εὐσέβιος τῷ ͵γρπδʹ ἔτει τοῦ κόσμου φησὶ τὸν Ἀβραὰμ γεννηθῆναι. σφάλλεται ὁ Εὐσέβιος ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ χρόνοις τὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν μὴ στοιχειώσας υἱοῦ Ἀρφαξάδ, ὃν οἱ οʹ ἀριθ‐ μοῦσι καὶ τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ιγʹ ἀπὸ Ἀδάμ.
20 Ἀφρικανὸς ἀπὸ Ἀδὰμ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ͵γσβʹ ἐπελο‐ γίσατο. σφάλλεται δὲ καὶ οὗτος τὰ αὐτὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὑφαιρουμένων τῶν κʹ ἐτῶν τοῦ Μαθουσάλα, ἅτινα προσ‐ ομοίως τῷ Εὐσεβίῳ καὶ οὗτος τῷ ͵γρπδʹ ἔτει τοῦ κόσμου.
Τῷ οθʹ αὐτοῦ ἔτει ὁ Ναχὼρ ἐγέννησε τὸν Θάρα.104

105

(1t)

Γενεὰ εἰκοστή
2Θάρα ἔτη οʹ. τοῦ κόσμου ἦν ἔτος ͵γσμγʹ.
3tΚατὰ Ἀφρικανόν
4Τῷ ͵γσοζʹ ἔτει τοῦ κόσμου ἐπέβη Ἀβραὰμ τῆς ἐπηγγελμένης Χανανί‐
5τιδος γῆς, ὅπερ ἀδύνατον πέφυκε. Τῷ ͵γτιβʹ ἔτει τοῦ καθολικοῦ κόσμου, ὅπερ ἦν τῆς ζωῆς Θάρα τοῦ πα‐ τρὸς Ἀβραὰμ ἔτος οʹ, ἐγέννησεν ὁ αὐτὸς Θάρα τὸν Ἀβραάμ, ὥς φησιν ἡ γραφή, καὶ μετὰ οεʹ ἔτη, τοῦτ’ ἔστι μετὰ ρμεʹ τῆς γεννήσεως Θάρα, τῷ ͵γτπζʹ ἔτει τοῦ κόσμου, ἐξῆλθεν Ἀβραὰμ ἐκ Χαρρὰν οεʹ ἔτος ἄγων, ὥς φησι
10πάλιν ἡ γραφὴ ὅτι ‘Ἀβραὰμ δὲ ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρράν.‘ εἰ τοίνυν τῷ οʹ ἔτει τοῦ Θάρα ἐγεννήθη ὁ Ἀβραάμ, ὅπερ ἐστίν, ὡς πρόκειται, ͵γτιβʹ τοῦ κόσμου ἔτει, καὶ τῷ οεʹ ἔτει μετὰ τὸ γεννηθῆναι αὐτὸν ἐξῆλθεν ἐκ Χαρρὰν θείᾳ προσκλήσει, φανερόν ἐστιν ὅτι τῷ ρμεʹ ἔτει τοῦ Θάρα ἐξῆλθεν ἐκ Χαρράν, ὅπερ συνάγεται ἔτος ἀπὸ Ἀδὰμ ͵γτπζʹ. οὐ γὰρ φαί‐
15νεται ἡ γραφὴ τρανῶς φάσκουσα ὅτι μετὰ θάνατον τοῦ Θάρα ἐξῆλθεν ὁ πατριάρχης Ἀβραὰμ ἐκ Χαρράν, εἰ καὶ τὸν περὶ τοῦ θανάτου τοῦ Θάρα λόγον προτάττει καὶ οὕτως ἐπάγει τὸ περὶ τῆς ἐξόδου τοῦ Ἀβραάμ, οὕτω τῆς συνεχείας ἀπαιδευτούσης τοῦ λόγου καὶ τοῦ θεόπτου Μωυσέως, ὡς οἶδεν ὁ χρηματίζων πρὸς αὐτόν, οὕτω σοφῶς φθεγγομένου κρείττω ἢ κατὰ
20ἄνθρωπον. Ἐπεὶ κατὰ τοῦτο περιεργούντων ἡμῶν εὑρεθήσεται ἐν πολλοῖς ἡ γραφὴ σφαλλομένη ὑπερβατικῶς λέγουσα τὰ πρῶτα ἔσχατα καὶ τὰ ἔσχατα πρῶ‐ τα, ὥσπερ καὶ ἐν ταῖς εὐλογίαις τῶν τριῶν υἱῶν τοῦ Νῶε, ἀρξαμένη μὲν ἀπὸ τοῦ μέσου υἱοῦ αὐτοῦ Ἰάφεθ, ἐλθοῦσα δὲ εἰς τὸν πρῶτον υἱὸν Σὴμ
25διὰ μέσου τοῦ Χάμ, ὃς ἦν ὕστατος· καὶ αὖθις πρὸ τοῦ εἰπεῖν περὶ τῆς συγ‐ χύσεως τῶν γλωσσῶν καὶ τῆς οἰκοδομῆς τοῦ πύργου, ἡνίκα καὶ Βαβυ‐ λὼν κυρίως ἐκλήθη διὰ τὴν σύγχυσιν, εἰρηκυῖα περὶ τοῦ Νεβρὼδ ὅτι ‘καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών‘· καὶ ἐν ἄλλοις δὲ πλείοσιν
ὑπερβατοῖς εὑρήσεις τὴν γραφὴν χρησαμένην καὶ μηδαμοῦ σφαλλομένην.105

106

τὸ γάρ τοι παρά τινων ὡς ἄπορον ἡμῖν προτεινόμενον εἰρῆσθαι τῷ θείῳ Λουκᾷ ὡς ἐκ τοῦ πρωτομάρτυρος Στεφάνου πρὸς τοὺς Ἰουδαίους ὅτι ‘ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς
5γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε‘, καὶ ὅτι κατὰ τοῦτον τὸν λόγον δυοῖν θάτερον ἀνάγκη εἶναι, ἢ τὸν Ἀβραὰμ γεννηθέντα κατὰ τὸν θεῖον Μωυσῆν τῷ οʹ ἔτει τοῦ
10Θάρα, ὡς ἐν τῷ θανάτῳ αὐτοῦ εἶναι ἐτῶν ρλεʹ πρὸ τῆς εἰς τὴν Χανανίτιδα γῆν πορείας, ἢ οεʹ ἔτος ἄγοντα κατὰ τὴν γραφήν, καὶ μετὰ θάνατον Θάρα, πορευθέντα ἐκ Χαρρὰν εἰς γῆν Χαναναίαν κατὰ τὴν τῶν πράξεων ἀψευδῆ γραφὴν καὶ τὸν λόγον τοῦ μεγάλου πρωτομάρτυρος καὶ ἀποστόλου Στε‐ φάνου μὴ εἶναι οεʹ ἐτῶν, ἀλλ’ ρλεʹ, εἴπερ σεʹ ἐτῶν τέθνηκεν ὁ Θάρα·
15καὶ κατ’ ἄμφω τοὺς τρόπους, εἴτε τὴν Γένεσιν εἴτε τὰς πράξεις, ὥς φασιν ἐκεῖνοι, σφάλλεσθαι. προστιθέασι δὲ καὶ τὴν λύσιν τῆς ἀπορίας μηδὲν ἔχουσαν ἀληθὲς ἢ πιθανόν, ὅτι συντομίας χάριν καὶ οὐκ ἀκριβείας εἴρηται τῇ γραφῇ τῷ οʹ ἔτει τοῦ Θάρα γεγεννῆσθαι τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, ὡς τότε ἀρξαμένου γεννᾶν τοῦ Θάρα, ἐπεὶ μηδὲ τριδιδύ‐
20μους αὐτοὺς ἴσμεν. Καὶ ταῦτα μὲν ἐκεῖνοι καλῶς δῆθεν ἐπαπορήσαντες, ἀπόρως δὲ ἐπιλύ‐ σαντες καὶ ἀλλοτρίως ἀναγκαίας καὶ ἐνδεχομένης ἀποδείξεως· καὶ ἀναγ‐ καίας μὲν ὅτι δεῖ τὰς ἄμφω θείας γραφὰς ὡς θεοπνεύστους ἀληθεύειν καὶ τῷ οʹ ἔτει τοῦ Θάρα τὸν πατριάρχην Ἀβραὰμ ὁμολογεῖν γεγεννῆσθαι
25καὶ οεʹ ἄγειν ἐν τῇ ἀπὸ Χαρρὰν εἰς τὴν Χαναναίαν γῆν παροικίᾳ ἀναγκαίως καὶ ἀραρότως. τῷ δ’ ἀναγκαίῳ συμπεριέχεται καὶ τὸ ἐνδεχόμενον. οὐκοῦν καὶ μετὰ θάνατον τοῦ Θάρα οὕτως ἔχειν ἐνδέχεται σαφῶς τοῖς βουλομένοις τὸν γραφικὸν νοῦν θηρᾶσαι προκειμένου καὶ τὸν ψυχικὸν θάνατον νοοῦσι τεθνάναι πρὸ τοῦ φυσικοῦ διὰ τὸ πρὸς εἰδωλολατρείαν κεχηνέναι καὶ
30αἰσχροκερδίαν, εἰδωλοποιὸν ὄντα, καὶ μὴ συμπορεύεσθαι τῷ Ἀβραάμ,
ἀλλ’ ἐπὶ τούτῳ μὲν ἐξελθόντα, καθὼς γέγραπται ὅτι ‘καὶ ἔλαβε Θάρα τὸν106

107

Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Λὼτ καὶ τὴν Σάρραν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων τοῦ πορευθῆναι εἰς τὴν τῶν Χαναναίων γῆν· καὶ ἦλθεν ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ‘· μεταμεληθέντα δὲ στῆναι ἐν Χαρρὰν τῇ κατειδώλῳ ἕως τοῦ σεʹ ἔτους τῆς ζωῆς αὐτοῦ, ἐν ᾧ καὶ τέθνη‐
5κεν. ἐνταῦθα γὰρ μᾶλλον ἡ γραφὴ συνέτεμε τὰ κατὰ τὸν Θάρα συνάψασα, τά τε πρὸ τῆς πορείας τοῦ Ἀβραὰμ ἐπὶ τὴν γῆν Χαναὰν καὶ τὰ μετὰ τὴν πορείαν, ἅπερ ἦν, ὡς δείκνυται, τὰ ἀπὸ τοῦ ρμʹ ἔτους ἕως τοῦ σεʹ ἔτους τοῦ θανάτου αὐτοῦ. φησὶ γὰρ ὅτι ‘καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν ἔτη σεʹ καὶ ἀπέθανε Θάρα ἐν Χαρράν‘ ἀντὶ τοῦ εἰπεῖν ὅτι ἐκεῖ
10διέτριβον ἕως θανάτου. οὐ γὰρ δὴ τὰ σεʹ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη ἐν Χαρ‐ ρὰν ἐγένοντο. Εἶτα ἐπάγει ‘καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἔξελθε ἐκ τῆς γῆς σου‘ καὶ τὰ ἑξῆς, προσδιοριζομένη ὅτι ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρρὰν Ἀβραὰμ ἑβδομηκοστῷ ἔτει γεννηθεὶς τοῦ Θάρα, ἅτινα ὁμοῦ γινόμενά ἐστιν ρμεʹ
15τῆς ζωῆς Θάρα, ἡνίκα καὶ παρεγένετο ἐν Χαρρὰν εἰς τὴν Χαλδαίων γῆν. οὐ μόνον δὲ ἐντεῦθεν ἡμῖν παρίσταται ὅτι πρὸ τῆς τελευτῆς Θάρα εἶπεν ὁ θεὸς τῷ Ἀβραὰμ ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ἀλλὰ καὶ ἐκ τῶν εἰρημένων τῷ πρωτομάρτυρι, ὅτι πρὸ τοῦ κατοικῆσαι αὐτὸν ἐν Χαρρὰν ὤφθη αὐτῷ ὁ θεὸς ἐν τῇ Μεσοποταμίᾳ, τοῦτ’ ἔστιν ἐν τῇ Χαλδαίων γῇ. οὐκοῦν ὀρθῶς
20νοηθήσεται μὴ μετὰ θάνατον τοῦ Θάρα κεχρηματίσθαι τῷ Ἀβραάμ, ἀλλ’ ἐν τῇ πατρίδι αὐτοῦ ἔτι ὄντι καὶ τῷ θεῷ ἀνακειμένῳ ἀποστρεφομένῳ τε τὰ τοῦ πατρὸς εἴδωλα, ὡς πολλαχοῦ ἱστορεῖται, ἃ καὶ ἐνέπρησεν ἐν νυκτί, ὥς φασι, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν ὁ ἀδελφὸς αὐτοῦ, σβέσαι θέλων τὸ πῦρ ἐνώπιον τοῦ Θάρα, ὥς φασιν, αἰνιττομένη τοῦτο καὶ ἡ γραφὴ
25ὅτι ‘καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ Θάρα ἐν τῇ γῇ ᾗ ἐγεν‐ νήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων‘, ἐν Σοὺρ τῇ πόλει. ὥστε ἐκ πάντων τού‐ των δείκνυσθαι ἐξελθεῖν μὲν καὶ τὸν Θάρα καὶ τοὺς λοιποὺς σὺν τῷ Ἀβραὰμ ἐπαγγελλομένους συμπορευθῆναι εἰς γῆν Χαναάν, ὥς φησιν ἡ γραφή, ταῖς παραινέσεσι δηλονότι νοούντων ἡμῶν τοῦ πατριάρχου Ἀβραάμ· ἐν Χαρ‐
30ρὰν δὲ ἐλθόντας τῇ μέχρι τοῦ νῦν κατειδώλῳ κατοικῆσαι ἐκεῖ δι’ αἰσχρο‐
κερδίαν καὶ εἰδωλομανίαν, καὶ οὕτω τὸν Ἀβραὰμ ὁρῶντα αὐτοὺς τεθνη‐107

108

κότας κατὰ ψυχὴν καὶ μὴ βουλομένους συγκληρονομῆσαι αὐτῷ τὰς θείας ἐπαγγελίας, ἀπιστοῦντας θεῷ μετοικισθῆναι ὑπὸ τοῦ θεοῦ μετὰ θάνατον τοῦ πατρός, τὸν ψυχικὸν δηλαδή, εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν νεκροὺς οἶδε τοὺς μὴ πιστεύοντας αὐτῷ, κἂν ζῶσι τὴν πρόσκαι‐
5ρον ζωήν, ὥς πού φησιν· ‘ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.‘ Καὶ ταῦτα μὲν ἡμῖν κατὰ δύναμιν νενόηται πρὸς λύσιν τῆς προταθείσης ἀπορίας, ὡς ἂν ἡ τῆς Γενέσεως καὶ τῶν πράξεων βίβλος σύμφωνος εἴη ἐκ τοῦ αὐτοῦ θείου πνεύματος ὑπαγορευθεῖσαι ἑκάτεραι καὶ ἐν μηδενὶ τῆς ἄλλης διαφέρουσα κατὰ τὴν ἀλήθειαν. εἰ δέ τινι φίλον ἄλλην τινὰ συμ‐
10φωνοτέραν ἔννοιαν ἐφευρεῖν πρὸς τὴν προκειμένην ἀπορίαν, ταύτῃ καὶ ἡμεῖς πειθόμεθα χάριν τῆς ὀνήσεως ὁμολογήσοντες.
12tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
13ιʹ Αἰγυπτίων ἐβασίλευσεν ιʹ Ἄμασις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γριζʹ.
15ιαʹ Αἰγυπτίων ἐβασίλευσεν ιαʹ Ἀκεσέφθρης ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γριθʹ. ιβʹ Αἰγυπτίων ἐβασίλευσεν ιβʹ Ἀγχορεὺς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρλβʹ ιγʹ Αἰγυπτίων ἐβασίλευσεν ιγʹ Ἀρμιυσῆς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
20͵γρμαʹ. ιδʹ Αἰγυπτίων ἐβασίλευσεν ιδʹ Χαμοῒς ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρμεʹ. ιεʹ Αἰγυπτίων ἐβασίλευσεν ιεʹ Μιαμοὺς ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρνζʹ.
25ιϛʹ Αἰγυπτίων ἐβασίλευσεν ιϛʹ Ἀμεσῆσις ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γροαʹ. ιζʹ Αἰγυπτίων ἐβασίλευσεν ιζʹ Οὔσης ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσλϛʹ. ιηʹ Αἰγυπτίων ἐβασίλευσεν ιηʹ Ῥαμεσὴς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
30͵γσπϛʹ.108

109

(1t)

ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
2δʹ Θηβαίων ἐβασίλευσε δʹ Διαβιὴς υἱὸς Ἀθώθεως ἔτη ιθʹ. οὗτος ἑρμη‐ νεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γνγʹ. εʹ Θηβαίων ἐβασίλευσε εʹ Πεμφὼς υἱὸς Ἀθώθους, ὅ ἐστιν Ἡρακλείδης,
5ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γοβʹ. ϛʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ϛʹ Τοιγαράμαχος Μομχειρὶ Μεμ‐ φίτης ἔτη οθʹ. οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϙʹ. ζʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης
10ἀναίσθητος, ἔτη ϛʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γρξθʹ. ηʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ηʹ Γοσορμίης, ὅ ἐστιν †αἰτήσι παν‐ τός†, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γροεʹ. θʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιό‐ δωρος, ἔτη κϛʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσεʹ.
15tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
16 Ἀσσυρίων πρῶτος ἐβασίλευσε Βῆλος ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσιϛʹ. Ἀσσυρίων βʹ ἐβασίλευσε Νίνος ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσοαʹ. Ἀσσυρίων γʹ ἐβασίλευσε Σεμίραμις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
20͵γτκγʹ. Ἀσσυρίων δʹ ἐβασίλευσεν Νινύας ἔτη ληʹ, ὁ καὶ Ζάμης, υἱὸς Νίνου καὶ Σεμιράμεως, ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτξεʹ.
23tΣικυωνίων βασιλεῖς πῶς καὶ πόθεν ἤρξαντο
24Αἱ παρ’ Ἕλλησιν ἀρχαιολογίαι πᾶσαι μὲν ἀσύμφωνοι φέρονται παρὰ
25τοῖς συλλεξαμένοις αὐτὰς ἱστορικοῖς, ἐξαιρέτως δὲ αἱ πρὸ τῆς πρώτης ὀλυμπιάδος. τούτων πρώτη καὶ πάντων παλαιοτάτη ἀνεγράφη ἡ Σικυω‐ νίων ἀρχή, ἧς πρῶτος ἡγήσατο Αἰγιαλεύς, ἀφ’ οὗ καὶ Αἰγιάλεια ἡ νῦν
Πελοπόννησος τὸ πρὶν ἐκαλεῖτο.109

110

(1t)

Σικυωνίων βασιλεῖς ἔτη ϡξζʹ καὶ ἱερεῖς ϛʹ
2 Τῷ ͵γσλθʹ ἔτει τοῦ κόσμου, οϛʹ τοῦ Ναχὼρ ἡ Σικυωνίων βασιλεία ἤρξατο ἀπὸ πρώτου βασιλέως Αἰγιαλέως ἕως κϛʹ βασιλέως Ζευξίππου ἐπὶ ἔτη διαρκέσασα ϡξζʹ. μεθ’ οὓς ἄρχοντες ἱερεῖς ϛʹ ἔτη λγʹ. ὁμοῦ τὰ
5πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη ͵α, ὡς Ἀπολλόδωρος καὶ ἕτεροι, ἐν οἷς καὶ Εὐσέβιος, ἔγραψαν. ἔστιν οὖν ἀπὸ ͵γσλθʹ κοσμικοῦ ἔτους ἕως ͵δσληʹ, ὡς ὑπόκειται.
8tΚάστορος περὶ τῆς βασιλείας τῶν Σικυωνίων
9Παρατίθεμεν δὲ καὶ τοὺς Σικυῶνος βασιλεύσαντας, ἀρχομένους μὲν
10ἀπὸ Αἰγιαλέως τοῦ πρώτου βασιλεύσαντος, λήγοντας δὲ ἐπὶ Ζεύξιππον. οἱ μὲν οὖν βασιλεῖς κατέσχον ἐτῶν χρόνον ϡνθʹ. μετὰ δὲ τοὺς βασιλεῖς κατεστάθησαν ἱερεῖς τοῦ Καρνίου ϛʹ. οὗτοι δ’ ἱεράτευσαν ἔτη λγʹ. μεθ’ οὓς κατεστάθη ἱερεὺς Χαρίδημος, ὃς καὶ οὐχ ὑπομείνας τὴν δαπάνην ἔφυγε. Πάντων μὲν Ἑλλήνων παλαιότατοι τοῖς χρόνοις ἀναγράφονται Σικυώ‐
15νιοι καὶ βασιλεῖς οἱ Σικυῶνος ἡγησάμενοι, ὧν πρῶτος ἦρξεν Αἰγιαλεὺς κατὰ Βῆλον καὶ Νῖνον γεγονὼς τοὺς πρώτους Ἀσσυρίων βασιλεῦσαι τῆς Ἀσίας μνημονευομένους, ἐξ οὗ Αἰγιάλεια τὸ πρὶν ἡ νῦν Πελοπόννησος ἐκαλεῖτο. συγχρονίζειν δὲ τῷ Ναχὼρ καὶ τῷ Θάρα πατρὶ τοῦ Ἀβραὰμ ὁ ἀκριβὴς καὶ καθ’ ἡμᾶς ἀποδείκνυσι λόγος.
20 Σικυωνίων πρῶτος ἐβασίλευσεν Αἰγιαλεὺς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσλθʹ. Σικυώνιοι ἐλέγοντο ἀπὸ Σικυῶνος πόλεως πρώτης ἐν Πελοποννήσῳ.
23tΚΟΣΜΟΥ ΕΤΗ
24tΓενεὰ καʹ
25Ἀβραὰμ ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτιγʹ. Ἀβραὰμ Χαλδαῖος ὢν τῷ γένει τὴν πρώτην ἡλικίαν παρὰ Χαλδαίοις
ἐτράφη καὶ τῆς παρ’ αὐτοῖς ἀστρολογίας καὶ λοιπῆς μετέσχε σοφίας.110

111

θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, ἀλλ’ ἐπὶ τὸν γενεσιουργὸν ἐκ τῆς τῶν κτισμάτων ἀν‐ αχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πατρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προσεσήμανται.
5 Ἰστέον δὲ ὅτι οἱ Χαλδαῖοι ἀπὸ τοῦ Σὴμ κατάγονται, ἐξ ὧν ὁ Ἀβραάμ. Τὸν κατὰ μητέρα πάππον τοῦ Ἀβραὰμ ἡ λεπτὴ Γένεσίς φησιν ὅτι Ἀβρα‐ ὰμ ἐκαλεῖτο, ἡ δὲ Σάρρα ἀδελφὴ ὁμοπατρία τοῦ Ἀβραὰμ ὑπῆρχε. Πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν τῶν ὅλων θεὸν ἀνεκήρυξε. Πρῶτος Ἀβραὰμ ἐκύκλου τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν.
10 Ἐπὶ Ἀβραὰμ πρῶτος ὠνόμασται ἄγγελος ἐν τῇ θείᾳ γραφῇ. Παρ’ αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ κίνησιν ἔμαθον καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην. Τῷ ιδʹ ἔτει αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν προσεκύνει, τὰ δὲ εἴδωλα τοῦ πατρὸς συντρίψας κατέκαυσε σὺν τῷ οἴκῳ. συγκατεκαύθη
15δὲ αὐτοῖς καὶ Ἀρρὰν ὁ ἀδελφὸς Ἀβραὰμ σβέσαι τὸ πῦρ σπουδάζων. ἐνου‐ θέτει δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀποστῆναι τῆς εἰδωλολατρείας καὶ εἰδω‐ λοποιίας, ὥς φησιν ὁ Ἰώσηππος. Τούτοις τοῖς χρόνοις ἤκμαζε Μελχισεδὲκ ὁ πρῶτος ἀρχιερεὺς καὶ πρῶ‐ τος βασιλεὺς Σαλὴμ ἐν τῇ θείᾳ γραφῇ καταγγελλόμενος, παρθένος καὶ
20ἀγενεαλόγητος ἐν τοῖς λογίοις φερόμενος, καὶ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν ἀν‐ αίμακτον θυσίαν τοῦ ἀμήτορος ἄνωθεν καὶ ἀπάτορος κάτωθεν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν προτυπῶν· καθ’ ἣν εὐλογήσας τὸν Ἀβραὰμ κυριωτέραν τῆς ἐν νόμῳ λατρείας τὴν καθ’ ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ ἀπέφηνε, κρείττων ἐν ἀνθρώποις μόνος φανεὶς τοῦ πατριάρχου
25Ἀβραάμ, εἴπερ ἀναμφιλέκτως κατὰ τὸν θεῖον ἀπόστολον καὶ τὴν ἀλήθειαν
τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἀποδεκατοῦται.111

112

(1t)

Ἀρχὴ τοῦ μαʹ Ἰωβηλαίου παρ’ Ἑβραίοις
2 Ἰωβὴλ δὲ παρ’ αὐτοῖς ἡ πεντηκονταετηρίς, ὡς εἶναι ἀπὸ Ἀδὰμ κατ’ αὐ‐ τοὺς ἐπὶ μεʹ ἔτος Ἀβραὰμ ἔτη ͵βνʹ. Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωυσῇ εἶπεν αὐτῷ ὅτι ‘τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα
5τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ’ ἀρχῆς κτίσεως λαλεῖν τὰ πάτρια πάντα‘, ὡς ἐν λεπτῇ κεῖται Γενέσει. Τῷ ͵γτογʹ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξαʹ ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν θέλων σβέσαι τὸ πῦρ ἐν νυκτί. καὶ ἐξῆλθε Θάρα σὺν Ἀβραὰμ τοῦ ἐλθεῖν εἰς γῆν Χαναάν,
10καὶ μεταγνοὺς ᾤκησεν ἐν Χαρρὰν εἰδωλομανῶν ἕως θανάτου αὐτοῦ. Τούτῳ τῷ ͵γτπζʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν οεʹ ἔτος Ἀβραάμ, ἐξῆλθεν ἐκ Χαρρὰν κατὰ θεῖον χρησμόν, καὶ ἦλθεν εἰς Συχέμ, καὶ ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαῒ τῷ οϛʹ ἔτει αὐτοῦ. Τῷ ͵γτϙγʹ ἔτει τοῦ κόσμου, παʹ Ἀβραάμ, κατῆλθεν εἰς Αἴγυπτον μετὰ
15Σάρρας τῷ ζʹ ἔτει τῆς παροικίας αὐτοῦ, ὥς τινες.
16tἈφρικανοῦ περὶ Ἀβραάμ
17 Ἔνθεν ἄρχεται τῶν Ἑβραίων ἡ προσωνυμία. Ἑβραῖοι γὰρ οἱ Περάται ἑρμηνεύονται, διαπεράσαντος Εὐφράτην Ἀβραάμ, καὶ οὐχ, ὡς οἴονταί τι‐ νες, ἀπὸ Ἕβερ τοῦ προειρημένου. συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς
20κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη ͵αιεʹ, ἀπὸ δὲ Ἀδὰμ γενεῶν κʹ ἔτη ͵γσοζʹ. Λείπεται πρὸς τὴν προκειμένην ἀκριβῆ χρονολογίαν ἡ παρὰ τῷ Ἀφρι‐ κανῷ χρόνοις ριʹ ἐκ τῶν ρλʹ ἐτῶν τοῦ δευτέρου Καϊνᾶν. τὰ γὰρ ἄλλα κʹ
ἐκ τῶν αὐτῶν ρλʹ ἡ ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν τῶν ͵βσξβʹ ἐτῶν112

113

παραύξησις προαφήρπασε, προστεθέντων αὐτῶν τοῖς τοῦ Μαθουσάλα χρόνοις. Εὐσέβιος τὰ υλʹ ἔτη ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους Ἀβραάμ, ἤτοι ἀπὸ τοῦ πρώτου ἔτους τῆς παροικίας αὐτοῦ εἰς γῆν Χαναάν, ἕως τοῦ παʹ ἔτους
5Μωυσέως καὶ ἀπ’ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἀπαριθμεῖ. Ἡ δὲ βίβλος τῆς Γενέσεως τὴν θείαν ἀπόφασιν περὶ τούτου μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον καὶ τὸν πρὸς τοὺς βασιλεῖς πόλεμον καὶ τὰς εὐλο‐ γίας τοῦ Μελχισεδὲκ ὑπογράφει, καθὼς ἔξεστι μαθεῖν ἀκριβῶς ἐντυγχά‐ νοντι τῷ βουλομένῳ. Ἀβραὰμ ἦν ἐτῶν πϛʹ, ἡνίκα ἔτεκεν Ἄγαρ τὸν Ἰσμαὴλ
10τῷ Ἀβραάμ, ὡς γέγραπται ἐν βίβλῳ τῆς Γενέσεως· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτϙηʹ. Ἐκ τούτου τὸ γένος τῶν Ἰσμαηλιτῶν ἤτοι Ἀγαρηνῶν· οἱ αὐτοὶ καὶ Σαρα‐ κηνοί εἰσιν ἀπὸ Σάρρας ἑαυτοὺς μετονομάσαντες, ὥς τινές φασιν, ἀπ‐ αξιοῦντες καλεῖσθαι Ἀγαρηνοὶ δουλικῶς. ἕτεροι δὲ τοὺς Ἰσμαηλίτας Σαρα‐
15κηνοὺς καλεῖσθαί φασιν, ὅτι Σάρρα τὴν Ἄγαρ κενὴν ἐξαπέστειλε κληρονο‐ μίας. Ἀβραὰμ ἀσεβεῖ μὴ συναπολέσθαι δίκαιον ἐδυσώπει διὰ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ. Λὼτ σὺν τῇ γαμετῇ καὶ ταῖς θυγατράσιν ἐκπεμφθεὶς εἰς Σηγὼρ
20περισῴζεται, τῆς γυναικὸς μόνης ἐπιστραφείσης καὶ διὰ τοῦτο παγεί‐ σης εἰς στήλην ἁλὸς ἀδιάλυτον, ἣν εἰσέτι πολλοὶ χάριν ἱστορίας ὁρῶ‐ σιν ἐρχόμενοι. Σηγὼρ δὲ ἡ πόλις διὰ τὸν Λὼτ ἐσώθη τῶν ἐν αὐτῇ διαφθαρέντων ἀνδρῶν, ὥς φασι, καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατρα‐ πείσης.
25 Ἀβραὰμ παρῴκησεν ἐν Γεράροις, ἥν τινες Ἀσκαλῶνά φασιν εἶναι, ὡς καὶ Ἀφρικανός. Ἀβραὰμ ἔλαβε τὴν Χεττούραν γυναῖκα μετὰ τελευτὴν Σάρρας ἐν τῷ γήρᾳ αὐτοῦ, ἐξ ἧς ἔσχεν υἱοὺς εʹ, Ζεμβριάμ, Ἰεξάν, Μαδάμ,
Μαδιάμ, Ἰεσβώκ.113

114

(1t)

Ἀφρικανοῦ
2 Λιμοῦ κατασχόντος τὴν γῆν τὴν Χανανίτιδα κατῆλθεν εἰς Αἴγυπτον Ἀβραάμ, δεδιὼς δὲ μὴ διὰ τὸ κάλλος τῆς γυναικὸς ἀναιρεθῇ, ἀδελφὸς εἶναι σκέπτεται. ἐπαινεθεῖσαν δὲ ἠγάγετο Φαραώ (οὕτω γὰρ Αἰγύπτιοι
5τοὺς βασιλεῖς ἑρμηνεύουσι), καὶ ὁ μὲν δίκας ἔτισε τῷ θεῶ, ὁ δ’ ἅμα τοῖς ἰδίοις Ἀβραὰμ ἤδη πλουτῶν ἀπηλλάσσετο. Ἐν Χαναὰν διεπληκτίσαντο ποιμένες τοῦ τε Ἀβραὰμ καὶ τοῦ Λώτ, καὶ δόξαντος αὐτοῖς ἐχωρίσθησαν, ἑλομένου Λὼτ ἐν Σοδόμοις οἰκεῖν δι’ ἀρε‐ τὴν καὶ κάλλος τῆς γῆς ἐχούσης πέντε πόλεις, Σόδομα, Γόμορρα, Ἄδαμα,
10Σεβωείμ, Σηγώρ, καὶ τοσούτους βασιλεῖς. τούτοις οἱ πλησιόχωροι τέσσα‐ ρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλαγομὸρ βασιλεὺς Αἰλάμ. συνέβαλλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν, ἣ καλεῖται νῦν θάλαττα νεκρά· ἐν ταύτῃ πλεῖστα τῶν θαυμασίων τεθέαμαι. ζῴων τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκροὶ μὲν ὑποβρύχιοι φέρονται, ζῶντες δὲ
15οὐδ’ ἂν ῥᾳδίως βαπτίσαιντο. λύχνοι δὲ καιόμενοι μὲν ἐπιφέρονται, σβεν‐ νύμενοι δὲ καταδύουσιν. Ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί· φέρει δὲ στυπτηρίαν καὶ ἅλας, ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ ἐστι καὶ διαυγῆ. ἔνθα δ’ ἂν καρπὸς εὑρεθῇ κάπνου πλέον εὑρίσκεται θολερωτάτου. τὸ δὲ ὕδωρ
20ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. εἰ δὲ μὴ Ἰορδάνην εἶχε τὸν ποταμὸν τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἂν θᾶττον ἢ φαίνεται. ἔστι δὲ παρ’ αὐτῇ πάμ‐ πολυ τοῦ βαλσάμου φυτόν. ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ θεοῦ διὰ
τὴν τῶν περιοικούντων ἀσέβειαν.114

115

Τῷ ρʹ ἔτει τῆς ζωῆς αὐτοῦ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ἔτει κοσμικῷ ͵γυιβʹ. Ἀβραὰμ ἔζησε τὰ πάντα ἔτη ροεʹ καὶ ἐκλείπων, ὥς φησιν ἡ γραφή, ἀπέθανεν ἐν γήρᾳ καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. καὶ ἔθαψαν
5αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο ὁ Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
9tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
10 Αἰγύπτου ἐβασίλευσεν ιθʹ Ῥαμεσσομενὴς ἔτη ιεʹ. τοῦ δὲ κόσμου 〈ἦν〉 ἔτος ͵γτιεʹ. Αἰγύπτου ἐβασίλευσεν κʹ Οὐσιμάρης ἔτη λαʹ. τοῦ δὲ κόσμου 〈ἦν〉 ἔτος ͵γτλʹ. Αἰγύπτου ἐβασίλευσεν καʹ Ῥαμεσσήσεως ἔτη κγʹ. τοῦ δὲ κόσμου 〈ἦν〉
15ἔτος ͵γτξαʹ. Αἰγύπτου ἐβασίλευσε κβʹ Ῥαμεσσαμένω ἔτη ιθʹ. οὗτος πρῶτος Φαραῶ ἐν τῇ θείᾳ γραφῇ μνημονεύεται. ἐπὶ τούτου ὁ πατριάρχης Ἀβραὰμ κατ‐ ῆλθεν εἰς Αἴγυπτον. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτπδʹ. Αἰγύπτου ἐβασίλευσε κγʹ Ῥαμεσσῆ Ἰουβασσῆ ἔτη λθʹ. τοῦ δὲ κόσμου
20ἦν ἔτος ͵γυγʹ.
21tΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
22 Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωυφίς, ὅ ἐστιν ἐπίκωμος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσλαʹ. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ
25ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσναʹ. Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρός, ὅ ἐστι Χρύσης
Χρύσου υἱός, ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γσξθʹ.115

116

Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαύωσις, ὅ ἐστιν ἀρχικράτωρ, ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γςϙαʹ. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιύρης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτδʹ.
5 Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις κωμαστής, κατὰ δὲ ἐνίους χρηματιστής, ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτιδʹ.
7tΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
8 Σικυωνίων δεύτερος ἐβασίλευσεν Εὔρωψ ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γςϙαʹ.
10 Κατὰ τὸ κʹ ἔτος Εὔρωπος τούτου τοῦ δευτέρου βασιλέως Σικυωνίων, ἤτοι Πελοποννησίων, γεννᾶται ὁ παρ’ Ἑβραίοις Ἀβραάμ. ἐκ τούτου φασί τινες τὴν Εὐρώπην προσαγορευθῆναι πᾶσαν ἤπειρον ἑνὶ ὀνόματι καὶ οὕτω μέχρι νῦν ὀνομάζεσθαι, τοῦτ’ ἔστι τὴν ἀντικειμένην τῇ μεγάλῃ Ἀσίᾳ γῆν. Σικυωνίων γʹ ἐβασίλευσε Τελχὶν ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτλϛʹ.
15Σικυωνίων δʹ ἐβασίλευσεν Ἆπις ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτξεʹ. Σικυωνίων εʹ ἐβασίλευσε Θελξίων ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γτϙʹ.
17tΚΟΣΜΟΥ ΕΤΗ
18tΓενεὰ κβʹ
19Ἰσαὰκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυιγʹ.
20 Ἰσαὰκ γέλως μεθ’ ἡδονῆς ἑρμηνεύεται. διὰ γὰρ τὸ ἐπιμειδιάσαι τὴν Σάρραν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ οὕτω κέκληται κατὰ τὴν περατικὴν διάλεκτον. Μαστιφὰμ ὁ ἄρχων τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελ‐
θὼν τῷ θεῷ εἶπεν· εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ.116

117

Τῷ ͵γυλζʹ ἔτει τοῦ κόσμου, κεʹ τοῦ Ἰσαάκ, προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαάκ, ὥς φησιν Ἰώσηππος, ἐν τῷ ὄρει Σιών. Σάρρα ἐτῶν ρκζʹ ἐτελεύτησε, καὶ ἐτάφη ἐν Χεβρών, ἣ νῦν Ἐλευθερό‐ πολις καλεῖται, ἐν τῷ σπηλαίῳ ὃ ὠνήσατο ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τετρα‐
5κοσίων διδράχμων ἐπὶ μαρτύρων τῶν υἱῶν Χέτ· ὡς ἐκ τούτου δοκεῖν μήπω τὰ διὰ γραμμάτων συμβόλαιά ποτε χρηματίζειν, ἅπερ Βαβυλωνίων εὑρήματα λέγουσιν οἱ νεώτεροι ἐκ γῆς Χαλδαίων κομισθέντα Φοίνιξι πρώτοις μεταδοθῆναι ὑπὸ Ἀβραάμ, ἀφ’ ὧν Ἕλληνες ὁμολογοῦσι ταῦτα μετειληφέναι. Σάρραν τινὲς τῷ λβʹ ἔτει τοῦ Ἰσαάκ φασι τελευτῆσαι.
10 Ἰσαὰκ ἐτῶν μʹ γενόμενος ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουήλ. Βαθουὴλ δὲ ἦν υἱὸς Ναχώρ. οὗτος ηʹ καὶ τελευταῖος. ὀκτὼ γὰρ ἦσαν ἀπὸ Μελχᾶς αὐτῷ παῖδες. Ναχὼρ δὲ ὁ πατὴρ Βαθουὴλ ἦν ἀδελφὸς Ἀβραάμ. οὗτος ἔσχεν ἀπὸ Μελχᾶς ὀκτὼ παῖδας, ὡς εἴρηται, ὧν ὁ ἔσχατος Βαθουὴλ ἦν πατὴρ Ῥεβέκκας καὶ Λάβαν τοῦ πενθεροῦ Ἰακώβ. τοῦ δὲ κόσμου ἦν
15ἔτος ͵γυνβʹ. Ῥεβέκκα στείρα οὖσα μετὰ εἴκοσιν ἔτη ἐγέννησε δύο ἐπὶ τὸ αὐτὸ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. τῷ ξʹ ἔτει αὐτοῦ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυοβʹ.
19tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
20 Ἀσσυρίων εʹ ἐβασίλευσεν Ἄρειος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυγʹ. Ἀσσυρίων ϛʹ ἐβασίλευσεν Ἀράλιος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυλγʹ. Ἀσσυρίων ζʹ ἐβασίλευσε Ξέρξης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυογʹ. Ἀσσυρίων ηʹ ἐβασίλευσεν Ἀρμαμίθρης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυοζʹ.
25tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
26Αἰγυπτίων κδʹ ἐβασίλευσε Ῥαμεσσῆ Οὐάφρου ἔτη κθʹ. τοῦ δὲ κόσμου
ἦν ἔτος ͵γυμβʹ.117

118

Αἰγυπτίων κεʹ ἐβασίλευσε Κόγχαρις ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυοαʹ. Τούτῳ τῷ εʹ ἔτει τοῦ κεʹ βασιλεύσαντος Κογχάρεως τῆς Αἰγύπτου ἐπὶ τῆς ιϛʹ δυναστείας τοῦ Κυνικοῦ λεγομένου κύκλου παρὰ τῷ Μανεθῷ ἀπὸ τοῦ πρώτου βασιλέως καὶ οἰκιστοῦ Μεστραῒμ τῆς Αἰγύπτου πληροῦνται ἔτη
5ψʹ βασιλέων κεʹ, τοῦτ’ ἔστιν ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ ͵βψοϛʹ ἔτους, καθ’ ὃν χρόνον ἡ διασπορὰ γέγονεν, ἐν τῷ λδʹ ἔτει τῆς ἡγεμονίας Ἀρφα‐ ξάδ, εʹ δὲ ἔτει τοῦ Φαλέκ. καὶ διεδέξαντο Τανῖται βασιλεῖς δʹ, οἳ καὶ ἐβασί‐ λευσαν Αἰγύπτου ἐπὶ τῆς ιζʹ δυναστείας ἔτη σνδʹ, ὡς ἑξῆς ἐστοιχείωται. Ἰώσηππος δὲ ἐν τῷ δευτέρῳ πρὸς ἔλεγχον Ἀπίωνος λόγῳ περὶ τῆς ἐξ
10Αἰγύπτου πορείας τοῦ λαοῦ γενομένης ἱστορῶν ἐπὶ τοῦ ιβʹ μετὰ τοὺς προ‐ γραφέντας κεʹ, τοῦτ’ ἔστιν ἐπὶ τοῦ Μισφραγμουθώσεως, ἤτοι Φαραῶ, ϛʹ βασιλέως Αἰγύπτου, κατὰ τὴν ιηʹ παρὰ τῷ Μανέθωνι δυναστείαν, λζʹ ὄντος ἀπὸ τοῦ Μεστραΐμ, χρόνον ἡμῖν ἐξέθετο Αἰγυπτίων βασιλέων κγʹ, ἐτῶν δὲ φϙδʹ, ἀρξάμενος ἀπὸ τοῦ κοσμικοῦ ͵γυοζʹ ἔτους καὶ λήξας εἰς τὸ
15͵δοʹ ἔτος, οὐκ ἐν πᾶσιν ὁμοφωνήσας τῷ Μανεθῷ κατὰ τοὺς μερικοὺς τῶν βασιλέων χρόνους, οὔτε μὴν τελείως ἐν τῇ τούτων ὁμαδικῇ στοιχειώσει, ὡς δειχθήσεται ἐν τῇ πινακικῇ αὐτῶν στοιχειώσει. ἐν γὰρ τῇ κανονικῇ τοῦτο παρήκαμεν διὰ τὴν σύγχυσιν. Ἰστέον δὲ ὅτι οἱ παρὰ τῷ Ἰωσήππῳ οὗτοι κγʹ οἱ αὐτοί εἰσι τοῖς παρὰ
20τῷ Μανέθωνι ἐπὶ τῆς ιζʹ δυναστείας καὶ ιηʹ καὶ ιθʹ φερόμενοι ἐν χρόνοις ͵φϙβʹ. οὗτος γὰρ ἀρξάμενος ἀπὸ τοῦ ͵γυοεʹ ἔληξεν εἰς τὸ ͵δξζʹ ἔτος τοῦ κόσμου. ἡμεῖς δὲ μᾶλλον τῷ Ἰωσήππῳ διὰ τὴν γραφικὴν συμφωνίαν ἐν τούτῳ ἑπόμενοι ἀπὸ τοῦ ͵γυοζʹ ἔτους τοῦ κόσμου στοιχειοῦμεν ἐφεξῆς ἕως τοῦ ͵δοʹ ἔτους, ὡς ὑποτέτακται.
25 Αἰγυπτίων κϛʹ ἐβασίλευσε Σιλίτης ἔτη ιθʹ. Πρῶτος τῶν ϛʹ τῆς ιζʹ δυναστείας παρὰ Μανεθῷ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυοζʹ.
28tΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
29Θηβαίων ιϛʹ ἐβασίλευσε Σαωφὶς βʹ ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
30͵γτμγʹ. Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ. τοῦ δὲ κόσμου
ἦν ἔτος ͵γτοʹ.118

119

Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυαʹ. Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυλδʹ.
5 Θηβαίων κʹ ἐβασίλευσεν Ἀπάππους μέγιστος. οὗτος, ὥς φασι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυξθʹ. Θηβαίων καʹ ἐβασίλευσεν Ἐχεσκοσοκάρας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφξθʹ. Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ ἀνδρός, ὅ ἐστιν Ἀθηνᾶ
10νικηφόρος, ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφοʹ. Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. τοῦ δέ κό‐ σμου ἦν ἔτος ͵γφοϛʹ.
13tΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
14Σικυωνίων ϛʹ ἐβασίλευσεν Αἴγυδρος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵γυμβʹ. Σικυωνίων ζʹ ἐβασίλευσε Θουρίμαχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυοϛʹ. Σικυωνίων ηʹ ἐβασίλευσε Λεύκιππος ἔτη νγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφκαʹ.
20 Σικυωνίων θʹ ἐβασίλευσε Μέσαππος ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφοδʹ. Σικυωνίων ιʹ ἐβασίλευσεν Ἔραστος ἔτη μϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχκαʹ. Τινὲς τὸν αὐτόχθονα Κρῆτα πρῶτον Κρήτης βασιλεῦσαί φασι κατὰ
25τόνδε τὸν χρόνον ὃν ἀνωτέρω ἱστορήσαμεν, κατὰ ἄλλους ἐπὶ Νινύα, ἐπι‐ σημηνάμενοι ὅτι τε εἷς ἐστι τῶν λεγομένων Κουρητῶν καὶ ὅτι Ζεὺς παρ’ αὐτῷ κρυβεὶς ἐτράφη καὶ ὅτι ἡ νῆσος Κρήτη πρῶτον ἐξ αὐτοῦ προσηγο‐
ρεύθη.119

120

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ
2tΓενεὰ κγʹ
3Ἰακὼβ ἐτῶν πβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυογʹ. Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβ
5καὶ εἰσήγαγε μεθ’ ἑτέρων δώρων διὰ Ἰσαὰκ πρὸς Ἀβραάμ, καὶ εὐλόγησεν αὐτὸν Ἀβραὰμ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαντος τοῦ Ἀβραὰμ τῷ ιεʹ ἔτει τῆς ζωῆς Ἰακώβ. Τῷ μεʹ ἔτει Ἰακὼβ Ἡσαῦ καὶ αὐτὸς ὢν ἐτῶν μεʹ (τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵γφιβʹ) ἔλαβε δύο γυναῖκας, Ἰουδείν, τὴν θυγατέρα Βεὴρ τοῦ Χετ‐ ταίου, καὶ τὴν Βασεμάθ, θυγατέρα Αἰλὼν τοῦ Εὐαίου, ὥς φησιν ἡ γραφή· καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ρʹ, ὥστε καὶ μετὰ τὸ ρʹ ἔτος ἔκλεψεν ὁ Ἰακὼβ τὰς τοῦ Ἡσαῦ εὐλογίας ταῖς μητρικαῖς εἰσηγήσεσι· προεῖχε δὲ αὐτὰς παρὰ τοῦ πατριάρχου Ἀβραάμ,
15ὡς Ἰώσηππος βεβαιοῦται, καὶ πιστὸς ὁ λόγος. Ἰώσηππός φησιν ὅτι ὁ Ἰακὼβ ἐτῶν ὑπάρχων ξγʹ οὐκ ἔγνω ὅλως γυ‐ ναῖκα, ὡς αὐτὸς ἐξεῖπε τῇ μητρὶ Ῥεβέκκᾳ. Ὁ Ἀφρικανὸς οζʹ ἐτῶν λέγει τὸν Ἰακὼβ ἐλθεῖν εἰς Μεσοποταμίαν, ὡς ἐκ τῆς γραφῆς. ἡ δὲ γραφὴ οὐδαμοῦ τοῦτο φαίνεται λέγουσα, ἄλλως τε,
20εἰ τοῦτο δῶμεν, ἔσται ὁ Ἰωσὴφ κατὰ τὸ ϙϛʹ τοῦ Ἰακὼβ γεννηθείς, ὅπερ ἀδύνατον. Τῷ ογʹ ἔτει τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου ͵γφμεʹ, κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἑαυτοῦ ζωῆς ἀπέδρα ὁ Ἰακώβ, καὶ δουλεύσας ἔτη ζʹ ἔλαβε τὴν Λείαν καὶ ἐγέννησε τὸν Ῥουβὴν τῷ πʹ ἔτει καὶ τὸν Συμεὼν τῷ παʹ, τὸν δὲ Λευὶ
25τῷ πβʹ, τὸν Ἰούδαν τῷ πγʹ, τὸν Δὰν τῷ πεʹ, τὸν Νεφθαλεὶμ τῷ πϛʹ, τὸν Γὰδ τῷ πζʹ, τὸν Ἀσὴρ τῷ πηʹ, τὸν Ἰσσάχαρ τῷ πθʹ, τὸν Ζαβουλὼν καὶ τὴν Δείναν ἐκ Λείας τῷ ϙʹ, τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχὴλ τῷ ϙαʹ. καὶ ἔμεινε
παρὰ τῷ Λάβαν ἄλλα δύο ἔτη, τῷ ϙγʹ ἀπέδρα ἀπὸ τοῦ οἴκου Λάβαν.120

121

Τινὲς βεβαιοῦνται ὡς ἐκ τῆς γραφικῆς ἀκολουθίας ὅτι μετὰ τὸ λαβεῖν τὴν Ῥαχὴλ τὸν Ἰακὼβ ἤρξατο τίκτειν ἡ Λεία. ἐπεὶ πῶς εʹ ἔστιν ὁ Δὰν ἀπὸ Βαλλᾶς παιδίσκης Ῥαχήλ, καὶ ϛʹ ὁ Νεφθαλείμ, ἐὰν ἀπὸ αʹ ἔτους Λείας ἐγένοντο, εἶτα ζʹ ὁ Γὰδ ἀπὸ Ζελφᾶς καὶ οἱ ἐφεξῆς;
5 Ἰώσηππος λέγει ζʹ ἡμέρας τὸν Ἰακὼβ δουλεῦσαι τῷ Λάβαν μετὰ τὸν γάμον Λείας, καὶ μετὰ τὰς ζʹ ἡμέρας λαβεῖν τὴν Ῥαχήλ, καὶ μετὰ ταῦτα εἶναι παρὰ τῷ Λάβαν ἕως τῆς ἀναχωρήσεως αὐτοῦ. Οὔτε κατὰ τὸν Ἀφρικανόν μοι δοκεῖ δυνατὸν εἶναι τὸν Λευὶ γεννηθῆναι τῷ πζʹ ἔτει τοῦ Ἰακὼβ οὔτε κατὰ τὸν Εὐσέβιον τῷ αὐτῷ πζʹ. εἰ γὰρ ὁ
10Ἰωσὴφ μʹ ἐτῶν ἦν τῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, ἡνίκα κατῆλθε πρὸς αὐτὸν εἰς Αἴγυπτον, ἀνάγκη πᾶσα τὸν Ἰακὼβ ϙαʹ αὐτοῦ ἔτει γεννῆσαι τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχήλ. ὁ δὲ Λευὶ ὁμολογουμένως πρὸ Ἰωσὴφ θʹ ἔτεσιν, ἢ τοὐλάχι‐ στον ηʹ προγεγενημένος ἦν οὕτως αʹ Λευὶ ἔτος αʹ τοῦ τρίτου υἱοῦ Λείας.
15βʹ Ἰούδας μετὰ Λευὶ τέταρτος υἱὸς Λείας. γʹ Δὰν ἐκ Βαλλᾶς παιδίσκης Ῥαχήλ. δʹ Νεφθαλεὶμ ἐκ τῆς αὐτῆς Βαλλᾶς. εʹ Γὰδ ἐκ Ζελφᾶς παιδίσκης Λείας. ϛʹ Ἀσὴρ ἐκ τῆς αὐτῆς Ζελφᾶς.
20ζʹ Ἰσσάχαρ πέμπτος υἱὸς Λείας. ηʹ Ζαβουλὼν ἕκτος υἱὸς Λείας. θʹ Δείνα θυγάτηρ Λείας. ιʹ Ἰωσὴφ πρῶτος υἱὸς Ῥαχήλ. Ἰδοὺ δὴ φανερὸν ὅτι ἐκ τῶν ϙαʹ ἐτῶν τοῦ Ἰακὼβ ἀφαιρουμένων θʹ,
25ἀναστρεφόντων ἡμῶν ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Λευὶ πβʹ ὑπολειφθήσονται· καλῶς ἄρα ἡμῖν ἐστοιχείωται ὁ Λευὶ τῷ πβʹ ἔτει τοῦ Ἰακὼβ γεννηθείς.
27tΓενεὰ κδʹ
28Λευὶ ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφνεʹ.121

122

(1t)

Ἀφρικανοῦ
2 Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τὴν τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ ͵γφξγʹ. Διαμαρτάνει προφανῶς ἔτη ριʹ. τῷ γὰρ αὐτῷ ͵γφξγʹ ἔτει τοῦ κόσμου
5ἐγεννήθη Ἰωσήφ, ὡς ὑπόκειται. τῷ θʹ ἔτει τῆς ζωῆς τοῦ Λευὶ ἐγέννησε Ῥαχὴλ τὸν Ἰωσὴφ τῷ Ἰακώβ. ἦν δὲ τῆς ζωῆς Ἰακὼβ ἔτος ϙαʹ, κόσμου δὲ ͵γφξγʹ. Πρῶτον ἔτος τῆς ζωῆς Ἰωσήφ, τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφξγʹ. Τῷ ϙγʹ ἔτει Ἰακώβ, ιαʹ δὲ τοῦ Λευὶ καὶ γʹ τοῦ Ἰωσὴφ ἀπέδρα Ἰακὼβ
10ἀπὸ Μεσοποταμίας, καὶ τῷ ἀδελφῷ συντυχὼν δώροις κατήλλαξε. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφξεʹ. Ὁ Ἰακὼβ Ἰσραὴλ μετεκλήθη διαβαίνων τὸν Ἰορδάνην, καὶ ἐπευλογήθη ιβʹ ἔτει τοῦ Λευί. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφξϛʹ. Ἰακὼβ ἀποδεκατώσας τὰ ἑαυτοῦ τὸν Λευὶ ιηʹ ἐτῶν ὄντα ἀρχιερέα ἀν‐
15έδειξεν, ιʹ ὄντα ἀπὸ τοῦ ἐσχάτου κατὰ τὸν τῆς ἀναστροφῆς λόγον. Ῥουβὴν γὰρ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ ἐστερήθη βασιλείας καὶ ἱερω‐ σύνης, πρωτότοκος ὤν, ἔτει κοσμικῷ ͵γφοβʹ. Ῥαχὴλ ἐν τῷ τίκτειν τὸν Βενιαμὶν ἐτελεύτησε, καὶ ἐτάφη μεταξὺ Βηθ‐ λεὲμ καὶ Ἱερουσαλὴμ εἰς τὸν ἱππόδρομον. ἦν δὲ τοῦ Λευὶ ἔτος καʹ, τοῦ δὲ
20κόσμου ἦν ἔτος ͵γφοεʹ. ταύτης ἐγὼ τὴν λάρνακα τῆς γῆς ὑπερκειμένην πολλάκις ἐκεῖσε παροδεύων ἐπὶ Βηθλεὲμ καὶ τὴν παλαιὰν λεγομένην λαύ‐ ραν τοῦ ὁσίου Χαρίτωνος ἑώρακα. Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἐπράθη ἑπτακαιδέκατον ἔτος ἄγων μετὰ εʹ ἔτος τῆς τελευτῆς Ῥαχήλ, ἐπισήμως ὑπὸ θεοῦ ἐνυπνιαζό‐
25μενος καὶ ὑπὸ τοῦ πατρὸς διὰ πολλὴν φρόνησιν ἀγαπώμενος. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵γφοθʹ. Τῷ ͵γφπθʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Λευὶ λεʹ, Ἰωσὴφ καθείρχθη ἐν τῷ
δεσμωτηρίῳ.122

123

Τῷ ληʹ ἔτει τῆς ζωῆς Λευί, ρκʹ τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου ͵γφϙβʹ, Ἰωσὴφ ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβιβάζεται, ὅπερ ἦν τῆς μὲν τοῦ Ἰωσὴφ ἔτος λʹ, ὥς φησιν ἡ γραφή, Ἀφώφεως δὲ τῆς βασιλείας τοῦ καὶ Φαραῶ ἔτος ιζʹ. εἰσὶν οὖν τὰ τῆς ἐν Αἰγύπτῳ εὐθηνίας ἔτη ζʹ ἀπὸ τοῦ
5λαʹ ἔτους Ἰωσήφ, λθʹ τοῦ Λευί, ρκαʹ Ἰακώβ. τῷ δὲ ληʹ Ἰωσὴφ ἤρξατο ἡ λιμὸς καὶ μετὰ δύο ἔτη κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ρλʹ ἔτει αὐτοῦ, τοῦ δὲ Ἰωσὴφ μʹ. Τῷ ρκʹ ἔτει τοῦ Ἰακὼβ ἐτελεύτησεν ὁ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ ζήσας ἔτη ρπʹ. ἐτάφη δὲ ὑπὸ Ἰακὼβ καὶ Ἡσαῦ τῶν παίδων αὐτοῦ.
10 Ἡ ποιμενικὴ σκηνὴ τοῦ Ἰακὼβ ἐν Ἐδέσῃ σῳζομένη κατὰ τοὺς χρόνους Ἀντωνίνου Ῥωμαίων βασιλέως διεφθάρη κεραυνῷ, ὥς φησιν ὁ Ἀφρικα‐ νός, ἕως τῶν χρόνων αὐτοῦ Ἀντωνίνου ἱστορήσας. Ἰακὼβ ἀπαρεσθεὶς τοῖς ὑπὸ Συμεὼν καὶ Λευὶ πραχθεῖσιν ἐν Σικίμοις διὰ τὴν τῆς ἀδελφῆς φθορὰν εἰς τοὺς ἐπιχωρίους, θάψας ἐν Σικίμοις οὓς
15ἐφέρετο θεοὺς παρὰ τὴν πέτραν ὑπὸ τὴν θαυμασίαν τερέβινθον, ἥτις μέχρι νῦν εἰς τιμὴν τῶν πατριαρχῶν ὑπὸ τῶν πλησιοχώρων τιμᾶται, μετῆρεν εἰς Βαιθήλ· ταύτης παρὰ τὸ πρέμνον βωμὸς ἦν, ὥς φησιν ὁ Ἀφρικανός, τῆς τερεβίνθου, ἐφ’ ὃν τὰς ἐκτενὰς ἀνέφερον ἐν ταῖς πανηγύρεσι τῆς χώρας ἔνοικοι, ἡ δ’ οὐ κατεκαίετο δοκοῦσα πιπρᾶσθαι. παρὰ ταύτην ὁ
20τάφος Ἀβραὰμ καὶ Ἰσαάκ. φασὶ δέ τινες ῥάβδον εἶναί τινος τῶν ἐπι‐ ξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ φυτευθεῖσαν αὐτόθι.
22tΤῆς Γενέσεως
23 Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσῃς εἰς
25θάνατον.123

124

(1t)

Ἰωσήππου
2 Τῷ ρνγʹ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοπο‐ ταμίας. καὶ ἀναβλέψας Ἰσαὰκ καὶ ἰδὼν τοὺς υἱοὺς Ἰακὼβ ηὐλόγησε τὸν Λευὶ ὡς ἀρχιερέα καὶ τὸν Ἰούδαν ὡς βασιλέα καὶ ἄρχοντα.
5 Ἡ Ῥεβέκκα ᾔτησε τὸν Ἰσαὰκ ἐν τῷ γήρᾳ παραινέσαι τῷ Ἡσαῦ καὶ τῷ Ἰακὼβ ἀγαπᾶν ἀλλήλους. καὶ παραινέσας αὐτοῖς προεῖπεν ὅτι ἐὰν ἐπανα‐ στῇ τῷ Ἰακὼβ ὁ Ἡσαῦ, εἰς χεῖρας αὐτοῦ πεσεῖται. μετὰ οὖν τὸ τελευτῆ‐ σαι τὸν Ἰσαὰκ κινηθεὶς ὑπὸ τῶν υἱῶν ὁ Ἡσαῦ καὶ ἀθροίσας ἔθνη ἦλθε κατὰ τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον. Ἰακὼβ δὲ ἀποκλείσας
10τὰς πύλας τῆς βάρεως παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐν‐ τολῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλ’ ὑβρίζοντος καὶ ὀνειδίζοντος, βιασθεὶς Ἰακὼβ ὑπὸ τοῦ Ἰούδα ἐνέτεινε τόξον καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε. τοῦ δὲ θανόντος ἀνοίξαντες τὰς πύλας οἱ υἱοὶ Ἰακὼβ ἀνεῖλον τοὺς πλείστους. ταῦτα ἐν λεπτῇ Γενέσει φέρεται.
15Λευὶ ἐγέννησε τὸν Καὰθ μζʹ ἔτος ἄγων. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχβʹ.
16tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
17 Ἀσσυρίων θʹ ἐβασίλευσε Βήλωχος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφμαʹ. Ἀσσυρίων ιʹ ἐβασίλευσε Βαλαιὸς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφοϛʹ.
20 Ἀσσυρίων ιαʹ ἐβασίλευσε {Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχλζʹ.} 〈Ἀλταδὰς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχκηʹ.〉 Ἀσσυρίων ιβʹ ἐβασίλευσε Μαμυθὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχξʹ.
23tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
24Αἰγυπτίων κζʹ ἐβασίλευσε Βαίων ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γυϙϛʹ.
25Αἰγυπτίων κηʹ ἐβασίλευσεν Ἀπαχνᾶς ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵γφμʹ.124

125

Αἰγυπτίων κθʹ ἐβασίλευσεν Ἄφωφις ἔτη ξαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφοϛʹ. Τοῦτον λέγουσί τινες πρῶτον κληθῆναι Φαραῶ, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὸν Ἰωσὴφ ἐλθεῖν εἰς Αἴγυπτον δοῦλον. οὗτος
5κατέστησε τὸν Ἰωσὴφ κύριον Αἰγύπτου καὶ πάσης τῆς βασιλείας αὐτοῦ τῷ ιζʹ ἔτει τῆς ἀρχῆς αὐτοῦ, ἡνίκα καὶ τὴν τῶν ὀνείρων διασάφησιν ἔμαθε παρ’ αὐτοῦ καὶ τῆς θείας συνέσεως αὐτοῦ διὰ πείρας γέγονεν. ἡ δὲ θεία γραφὴ καὶ τὸν ἐπὶ τοῦ Ἀβραὰμ βασιλέα Αἰγύπτου Φαρῶα καλεῖ.
9tΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
10 Θηβαίων κδʹ ἐβασίλευσεν Οὐοσιμάρης κραταιός, ὅ ἐστιν ἥλιος, ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γφϙηʹ. Θηβαίων κεʹ ἐβασίλευσε Σεθίνιλος, ὅ ἐστιν αὐξήσας τὸ πάτριον κράτος, ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχιʹ. Θηβαίων κϛʹ ἐβασίλευσεν Σεμφρουκράτης, ὅ ἐστιν Ἡρακλῆς Ἁρπο‐
15κράτης, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχιηʹ. Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχλϛʹ. Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλόσκορος ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχμγʹ.
20 Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλήφαιστος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχνεʹ. Θηβαίων λʹ ἐβασίλευσε Σοικούνιος Ὁχοτύραννος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχξϛʹ.
24tΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
25 Σικυωνίων ιαʹ ἐβασίλευσε Πλημναῖος ἔτη νʹ, κατὰ δὲ ἄλλους μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχξζʹ. Σικυωνίων ιβʹ ἐβασίλευσεν Ὀρθόπολις ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψιζʹ. Σικυωνίων ιγʹ ἐβασίλευσεν Ἐχυρεὺς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
30͵γψπʹ.125

126

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ
2tΓενεὰ κεʹ
3Καὰθ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχβʹ. Τῷ βʹ ἔτει τῆς λιμοῦ κατῆλθον οἱ ἀδελφοὶ Ἰωσὴφ εἰς Αἴγυπτον, ὅπερ
5ἦν τοῦ μὲν Ἰωσὴφ λθʹ ἔτος, τοῦ δὲ Ἰακὼβ ρκθʹ, τοῦ δὲ Λευὶ μζʹ, κόσμου δὲ ͵γχαʹ. προσελθόντες δὲ ἀγοράσαι σῖτον διεγνώσθησαν ὑπ’ αὐτοῦ ἀγνο‐ ούμενοι, καὶ αἰτιαθέντες κατασκοπεῖν ὅμηρον κατέλιπον τὸν Συμεὼν μετὰ πολλὰς ἀπολογίας· ἐν οἷς τὰ κατὰ τὸν Βενιαμὶν καὶ τὸ κόνδυ, ὅ ἐστιν εἶδος ποτηρίου, καὶ ὁ ἀναγνωρισμὸς τοῦ Ἰωσὴφ πρὸς αὐτούς.
10 Τῷ αʹ ἔτει τῆς ζωῆς Καάθ, ὅπερ ἦν τοῦ μὲν Ἰακὼβ ρλʹ, τοῦ δὲ Λευὶ μηʹ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον πρὸς Ἰωσήφ, ὥς φησιν ἡ θεία γραφὴ ὅτι ‘εἶπε δὲ Ἰακὼβ τῷ Φαραῶ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ρλʹ ἔτη.‘ Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ. Τῷ αὐτῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, διότι, ὥς φασιν οἱ περὶ τὸν Ἀφρικανόν, οʹ
15ἔζησεν ὁ Ἰωσὴφ ἔτη μετὰ τὸ παροικῆσαι τὸν Ἰακὼβ ἐν Αἰγύπτῳ, τὸ ζʹ καὶ τελευταῖον ἔτος τῆς λιμοῦ, τὸ εʹ ἔτος Καάθ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχϛʹ. Ἰακὼβ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ προτυπῶν τὸ ζωοποιὸν τοῦ σταυροῦ σημεῖον τοὺς υἱοὺς Ἰωσὴφ σταυροειδῶς εὐλόγησεν, ἐναλλὰξ ἐπι‐
20θεὶς τὰς χεῖρας, τὴν δεξιὰν ἐπὶ τὸν Ἐφραῒμ καὶ τὴν ἀριστερὰν ἐπὶ τὸν Μανασσῆν. ὁ δὲ Ἰωσὴφ τὸν Μανασσῆν ἐν τοῖς δεξιοῖς τοῦ Ἰακὼβ ἔστησεν ὡς πρωτότοκον, τὸν δὲ Ἐφραῒμ ἐν τοῖς ἀριστεροῖς. Τῷ ͵γχκʹ ἔτει τοῦ κόσμου, Καὰθ δὲ ιηʹ, ἤτοι νζʹ τῆς ζωῆς Ἰωσήφ, ἐτελεύτησεν Ἰακώβ, καὶ ἐτάφη ὑπὸ Ἰωσὴφ καὶ τῶν λοιπῶν τέκνων αὐτοῦ
25ἐν τῷ σπηλαίῳ τῷ διπλῷ εἰς Χεβρών. Ἰακὼβ δὲ κατελθὼν πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς κατῳκί‐
σθη ἐν γῇ Γεσέμ, ἥτις ἐστὶν ἡ πρὸς τῇ Αἰγύπτῳ Ἀραβία.126

127

Ῥουβὴν ὁ πρῶτος υἱὸς Ἰακὼβ συνελθὼν τῇ παλλακῇ τοῦ πατρὸς αὐτοῦ τῶν τε πρωτοτοκίων ἀφῃρέθη καὶ ἱερωσύνης καὶ βασιλείας, καὶ τὰ μὲν πρωτοτόκια ἔλαβον οἱ υἱοὶ τοῦ Ἰωσὴφ διὰ τὴν τοῦ πατρὸς σωφροσύνην, ἡ δὲ βασιλεία τῷ Ἰούδᾳ ἐδόθη, διότι καὶ αὐτὸς ἐν γυναικὶ ἐδικαιώθη τῇ
5Θάμαρ ἑαυτὸν κατακρίνας καὶ μὴ διαφθείρας αὐτὴν ὡς μοιχαλλίδα, καὶ ὅτι πρὸς ζῆλον θεοῦ καὶ ἐκδίκησιν ἑτοιμοτέρα ἡ τούτου δέδεικται φυλή. ἱερωσύνη τῷ Λευὶ ἐδόθη, ὅτι δέκατος ὑπάρχων ἀπὸ τοῦ ἐσχάτου τῶν υἱῶν Ἰακὼβ σὺν πᾶσι τοῖς ὑπάρχουσι τοῦ πατρὸς τῷ θεῷ ἀπεδεκατώθη, καθὼς προσηύξατο ὁ Ἰακὼβ λέγων· καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκα‐
10τώσω αὐτά. καὶ ὅτι ὁ Ἰσαὰκ ἀναβλέψας ὅτε παρεγένετο ὁ Ἰακὼβ ἐκ Μεσο‐ ποταμίας, καὶ ἰδὼν τὸν Λευὶ καὶ τὸν Ἰούδαν, εὐλόγησε τὸν μὲν ὡς ἱερέα, τὸν δὲ ὡς βασιλέα, καθά φησιν Ἰώσηππος. Ῥουβὴν πολὺς καὶ ἀναρίθμητος διὰ τὸ περισῶσαι τὸν Ἰωσὴφ ἐκ τῶν ἀδελφῶν ἀφανιζόμενον.
15 Ἰσραηλῖται κοινῶς λέγονται πάντες οἱ ἐκ τῶν ιβʹ φυλῶν κατ’ ἐξοχὴν ἐκ τοῦ πατρὸς Ἰσραήλ· Ἰουδαῖοι δὲ ὅτι τῶν λοιπῶν διαφθαρεισῶν ἡ τοῦ Ἰούδα διεφυλάχθη φυλή. Τῷ ͵γχξαʹ ἔτει τοῦ κόσμου ἐγέννησεν ὁ Καὰθ τὸν Ἄμβραμ, ξʹ ἔτος ἄγων· ἕτεροι δὲ τῷ ͵γχϛʹ ἔτει τοῦ κόσμου φασίν.
20tΓενεὰ κϛʹ
21 Ἄμβραμ ἔτη οεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχξβʹ. Μετὰ οʹ ἔτη τῆς καθόδου τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ ἐτελεύτησεν Ἰωσήφ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχοβʹ. Τῷ ͵γχοβʹ ἔτει τοῦ κόσμου, ἤγουν τῷ ιβʹ τῆς ζωῆς Ἄμβραμ πατρὸς
25Μωυσέως, ἐτελεύτησεν Ἰωσὴφ ζήσας ἔτη ριʹ, ὥς φησιν ἡ βίβλος τῆς Γενέσεως οὕτως· καὶ ἐτελεύτησεν Ἰωσὴφ ὢν ἐτῶν ριʹ. ἕως τούτου τοῦ ͵γχοβʹ κοσμικοῦ ἔτους ἱστορεῖ ἡ αὐτὴ θεόπνευστος πρώτη βίβλος.
Ὁ μέντοι Ἀφρικανὸς ἔτη ρθʹ διαμαρτήσας κατ’ ἔλλειψιν οὕτω γράφει·127

128

(1t)

Ἀφρικανοῦ
2 Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ ͵γφξγʹ. Ὁ δὲ Εὐσέβιος ἀπὸ Ἀδὰμ ἕως πρώτου Ἀβραὰμ ἔτους ͵γρπδʹ ἔτη, καὶ
5ἀπὸ τοῦ πρώτου ἔτους Ἀβραὰμ ἕως τέλους Ἰωσήφ, ἐν ᾧ καταλήγει χρό‐ νῳ τῆς Γενέσεως ἡ βίβλος, ἤγουν τῷ ριʹ ἔτει τῆς ζωῆς Ἰωσήφ, ἔτη τξαʹ ἐπελογίσατο· γίνονται οὖν κατὰ Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἰωσὴφ ἔτη ͵γφμεʹ. διαμαρτάνει δὲ οὗτος ἔτεσιν ρκζʹ ὡς πρὸς ͵γχοβʹ. Ἕως τοῦδε τοῦ ͵γχοβʹ ἔτους ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἱστορεῖ
10Μωυσῆς ὁ θεόπτης ἐν τῇ πρώτῃ θεοπνεύστῳ τῆς Γενέσεως βίβλῳ. Εὖ δ’ ἂν εἴη κεφαλαιωδῶς ἐκθεμένου τὰ αὐτὰ ͵γχοβʹ κοσμικὰ ἀπὸ Ἀδὰμ ἔτη ἕως τῆς Ἰωσὴφ τελευτῆς ἐκ τῆς αὐτῆς ἱερᾶς βίβλου κατὰ τὴν τῶν οʹ σοφῶν ἔκδοσιν οὕτω χωρῆσαι πρὸς τὴν τῶν ἐφεξῆς ἀκριβῆ κατὰ τὸ δυνατὸν χρονολογίαν. συντρέχει γὰρ τῷ ριʹ ἔτει τῆς ζωῆς τοῦ σώφρονος
15Ἰωσὴφ τὸ αὐτὸ ͵γχοβʹ ἔτος ἐξ Ἀδάμ, ἐν ᾧ καὶ ἐτελεύτησε, μετὰ πʹ ἔτη τῆς ἡγεμονίας Αἰγύπτου. τριακοντούτης γὰρ αὐτῆς ἦρξε, ζήσας ἔτη οʹ με‐ τὰ τὴν τοῦ πατρὸς πρὸς αὐτὸν ἐν Αἰγύπτῳ πανοικικὴν κάθοδον καὶ αὐτόθι παγγενῆ παροικίαν, ἥτις γέγονε μετὰ ιʹ ἔτη τῆς ἀρχῆς αὐτοῦ κατὰ τὴν αὐτὴν θεόπνευστον γραφήν, τῶν ζʹ διελθόντων τῆς εὐθηνίας ἐτῶν, τῷ
20δὲ τρίτῳ τῆς λιμοῦ κατελθόντος Ἰσραὴλ εἰς Αἴγυπτον, ἡνίκα καὶ ἦν αὐτὸς μὲν Ἰακὼβ ἐτῶν ρλʹ, ὡς ἔφη πρὸς Φαραῶ πρὸς αὐτοῦ ἐρωτηθείς, Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ, εἴπερ τριακοντούτης τῆς Αἰγύπτου τὴν ἀρχὴν ἐγκεχείρισται, δεκάτῳ δὲ τότε ἔτει μετ’ αὐτὴν ἀπέλαβε τὸν πατέρα καὶ τοὺς ἀδελφούς, ὡς ἐντεῦθεν ἡμῖν καὶ ἄλλο τι τῶν ἀναγκαίων συναποδείκνυ‐
25σθαι ζήτημα· τὸν μὲν Ἰωσὴφ κατὰ τὸ ϙαʹ ἔτος Ἰακὼβ τεχθῆναι αὐτῷ ἐκ τῆς Ῥαχήλ, πρῶτον ἐπὶ θυγατρὶ μιᾷ Δείνᾳ καὶ παισὶν ἄρρεσι ιʹ. τούτοις κατὰ τὸν τῆς ἀναστροφῆς λόγον ἐν ἕνδεκα τοὐλάχιστον ἔτεσι πρὸ Ἰωσὴφ τεχθεῖσιν, ἑνὸς ἔτους ἑκάστῳ νεμομένου κατὰ τὴν τῶν λογίων ἔμφασιν,
τὸν Λευὶ τῷ πβʹ. εἰσὶν οὖν οἱ πάντες ἐν Μεσοποταμίᾳ παῖδες ιʹ καὶ θυ‐128

129

γάτηρ μία Δείνα, καὶ ἐπὶ πᾶσιν ἔσχατος μὲν τῇ τάξει, ιβʹ γὰρ ἀπὸ Ῥουβήν, ὁ Ἰωσήφ, πρῶτος δὲ ἐκ τῆς Ῥαχὴλ κατὰ τὸ ϙαʹ ἔτος Ἰακὼβ γεννηθείς, ὡς προαποδέδεικται. εἰ δὲ κατὰ ἀντιστροφὴν τῶν χρόνων τῆς ἑκάστου γενέσεως ἀπαρίθμησις ἀρχομένοις ἀπὸ τοῦ Ἰωσὴφ καὶ λήγουσιν ἐπὶ τὸν
5Ῥουβήν, οὕτω πως ἔχει. Ἰωσὴφ δὲ δωδέκατος καὶ ἔσχατος τῶν ἐν Μεσοποταμίᾳ παίδων τοῦ Ἰακὼβ ἐγεννήθη τῷ ϙαʹ ἔτει αὐτοῦ ἐκ τῆς Ῥαχὴλ πρῶτος· Δείνα ἑπτά‐ παις Λείας πρὸ ἑνὸς ἔτους Ἰωσὴφ ἐγεννήθη τῷ ϙʹ ἔτει Ἰακὼβ ἑνδεκάτη. Ζαβουλὼν ἕκτος υἱὸς Λείας πρὸς δύο ἐτῶν τοῦ Ἰωσὴφ ἐγεννήθη ιʹ ἀπὸ Ῥου‐
10βήν· Ἰσσάχαρ πέμπτος υἱὸς Λείας πρὸ ἐτῶν γʹ τοῦ Ἰωσὴφ ἐγεννήθη· τέταρτος ὢν πρὸ αὐτοῦ Ἀσὴρ ἐκ Ζελφᾶς παιδίσκης Λείας βʹ, ἀπὸ δὲ Ἰωσὴφ εʹ κατὰ ἀναστροφὴν καὶ ὄγδοος ἀπὸ Ῥουβήν. Γὰδ πρῶτος ἐκ Ζελφᾶς παιδίσκης Λείας, ϛʹ ἀπὸ Ἰωσὴφ κατὰ ἀναστροφὴν καὶ ζʹ ἀπὸ Ῥουβήν· Νεφθαλεὶμ βʹ υἱὸς Βαλλᾶς παιδίσκης Ῥαχήλ, ηʹ ἀπὸ Ἰωσὴφ
15κατὰ ἀναστροφὴν καὶ εʹ ἀπὸ Ῥουβήν· Ἰούδας δʹ υἱὸς Λείας, θʹ ἀπὸ Ἰωσὴφ κατὰ ἀναστροφὴν καὶ δʹ ἀπὸ Ῥουβήν· Λευὶ γʹ υἱὸς Λείας, ιʹ ἀπὸ Ἰωσὴφ ἀναστρέφοντι καὶ γʹ ἀπὸ Ῥουβήν, ἐγεννήθη τῷ πατριάρχῃ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῷ πβʹ ἔτει αὐτοῦ, ὡς πρόδηλόν ἐστι. τοῦτον ἀριθμήσας ἀπὸ τοῦ Βενιαμὶν ἔτι ὄντος ἐν τῇ γαστρὶ Ῥαχὴλ ιʹ ὄντα ἐν ἄρρεσιν, ἀφιέρωσε
20τῷ θεῷ καὶ ἀρχιερέα ἀνέδειξεν, ὡς Ἰώσηππος, κατὰ τὸν τῆς ἀναστροφῆς λόγον, συναποδεκατώσας αὐτῷ πάντα τὰ ὑπάρχοντα καὶ ἀναθέμενος τῷ θεῷ, καθὰ προσηύξατο πορευόμενος εἰς Μεσοποταμίαν ὅτι ‘καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκατώσω αὐτά.‘ Συμεὼν βʹ υἱὸς Λείας τῷ παʹ ἔτει Ἰακὼβ ἐγεννήθη· Ῥουβὴν πρωτότοκος Ἰακὼβ υἱὸς καὶ Λείας τῷ πʹ
25ἔτει Ἰακὼβ ἐγεννήθη. σαφῶς ἄρα παρίσταται ἡμῖν ἐκ τούτων ὅτι πρὸ ζʹ ἐτῶν ἦλθεν Ἰακὼβ πρὸς Λάβαν τῷ ογʹ ἔτει τῆς ζωῆς αὐτοῦ. Οὕτως προδιειλημμένων τῶν περὶ τῆς ἑκάστου τῶν πατριαρχῶν γε‐ νέσεως χρόνων ἀκριβοῦς θεωρίας ἐγκείσθω καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως τε‐ λευτῆς Ἰωσὴφ ἔτη.
30tἈπὸ Ἀδὰμ πάλιν
31Ἀδὰμ γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ καὶ
ἀπέθανε.129

130

Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ καὶ ἀπέθανε. τούτου τῷ ψʹ ἔτει, ἤτοι τῷ ϡλʹ ἔτει τοῦ κόσμου, 〈Ἀδὰμ〉 ἀπέθα‐ νεν. Ἐνὼς γενόμενος ἐτῶν ρϙʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ χκεʹ ἔτει τοῦ κό‐
5σμου, τϙεʹ τοῦ Σήθ, καὶ ἐπέζησεν ἔτη ψιεʹ ἕως τοῦ ͵ατμʹ κοσμικοῦ ἔτους. τούτου τῷ υϙεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ ψζʹ αὐτοῦ ὁ Σήθ. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ τῷ ψϙεʹ ἔτει τοῦ κόσμου, φξεʹ ἔτους Σήθ, τξʹ δὲ τοῦ Ἐνώς· καὶ ἐπέζησεν ἔτη ψμʹ ἕως τοῦ ͵αφλεʹ κοσμικοῦ ἔτους. τούτου τῷ τεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ φιζʹ
10αὐτοῦ ὁ Σήθ, τῷ δὲ ψιεʹ αὐτοῦ ὁ Ἐνώς. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ τῷ ϡξʹ ἔτει τοῦ κόσμου, ψλʹ τοῦ Σήθ, φκεʹ τοῦ Ἐνώς, τλεʹ τοῦ Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψλʹ ἕως ͵αχϙʹ κοσμικοῦ ἔτους. τούτου τῷ ρλεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ τμζʹ αὐτοῦ ὁ Σήθ, καὶ τῷ φμεʹ τοῦ αὐτοῦ Μαλελεὴλ ὁ Ἐνώς· τῷ δὲ
15ψμʹ αὐτοῦ ἔτει Καϊνᾶν ὁ πατὴρ αὐτοῦ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, τῷ δὲ ͵αρκβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Σὴθ ωϙβʹ, τοῦ δὲ Ἐνὼς χπζʹ, τοῦ δὲ Καϊνᾶν υϙζʹ, τοῦ δὲ Μαλελεὴλ τκζʹ. ὁ αὐτὸς δὲ Ἰάρεδ ἐπέζησεν ἔτη ωʹ ἕως τοῦ ͵αϡκβʹ ἔτους τοῦ κόσμου. τοῦ δὲ αὐτοῦ Ἰάρεδ ἔτει ρπβʹ Σὴθ ἀπέθανεν,
20Ἐνὼς δὲ τῷ τπʹ, Καϊνᾶν δὲ φοεʹ αὐτοῦ Ἰάρεδ· Μαλελεὴλ δὲ ὁ πατὴρ αὐτοῦ τῷ ψλʹ τοῦ Ἰάρεδ ἔτει θνήσκει. Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα τῷ ͵ασπζʹ ἔτει τοῦ κόσμου. τούτου, φημὶ δὴ τοῦ Ἐνώχ, ἔτει κʹ Σὴθ ἀπέθανεν. ἦν δὲ τοῦ μὲν Ἐνὼς ἔτος, καθ’ ὃ ὁ Ἐνὼχ ἐγέννησε τὸν Μαθουσάλα, ωνβʹ, τοῦ δὲ
25Καϊνᾶν χξβʹ, τοῦ δὲ Μαλελεὴλ υϙβʹ, τοῦ δὲ Ἰάρεδ τκζʹ. οὗτος ὁ Ἐνὼχ ἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ὁρώμενος ὑπὸ τῶν τηνι‐ καῦτα ἀνθρώπων ἔτη ςʹ, καὶ εὐαρεστήσας τῷ θεῷ μετετέθη καὶ οὐχ εὑρί‐ σκετο. μετετέθη δὲ τῷ ͵αυπζʹ ἔτει τοῦ κόσμου. τῷ οὖν κʹ ἔτει αὐτοῦ, ὡς προείρηται, Σὴθ μετήλλαξε. τῷ δὲ σιηʹ ἔτει αὐτοῦ Ἐνὼχ ἀπέθανεν Ἐνώς.
30 Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λάμεχ τῷ ͵αυνδʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Καϊνᾶν ἔτος ωκθʹ, τοῦ δὲ Μαλελεὴλ χνθʹ, τοῦ δὲ Ἰάρεδ ἔτος υϙδʹ, τοῦ δὲ Ἐνὼχ τλβʹ ἔτος. ὁ δ’ αὐτὸς Μαθουσάλα μετὰ τὸ γεννῆσαι τὸν Λάμεχ ἐπέζησεν ἔτη ωβʹ μέχρι τοῦ ͵βσνϛʹ ἔτους τοῦ
κόσμου. οὗτος μακροβιώτατος πάντων τῶν πρὸ αὐτοῦ ἀποθανόντων γέ‐130

131

γονεν. οὗτος κατὰ τὰς ἁπανταχοῦ τῆς Γενέσεως βίβλους ὑπερέβη τὸν κατα‐ κλυσμὸν ἔτεσι ιεʹ, ὡς ἄπορον εἶναι ποῦ διεσώθη ἐν τῷ κατακλυσμῷ. Τινὲς δέ φασιν, ὧν εἷς καὶ ὁ Εὐσέβιος, ἔχειν τινὰ τῶν ἀντιγράφων ὅτι ψπβʹ ἔτη ἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτόν, ὡς γίνεσθαι τὸν πάντα τῆς
5ζωῆς αὐτοῦ χρόνον ἔτη ϡμθʹ. ὅπερ οὐκ εὖ ἔχειν δοκεῖ. ἔσονται γὰρ κατὰ τοῦτον τὸν λόγον αἱ ἀνὰ πάσας τὰς ἐκκλησίας τοῦ θεοῦ ἱεραὶ βίβλοι τῆς Γενέσεως διεσφαλμέναι, ϡξθʹ ἔτη ἱστοροῦσαι τὸν Μαθουσάλα· ἔσται δὲ καὶ Ἰάρεδ μακροβιώτερος αὐτοῦ ἔτη ιγʹ, ϡξβʹ ζήσας ἔτη, ὅπερ οὐδενὶ συμπεφώνηται. διόπερ οὐ χρὴ διὰ τὸ φάναι συναπολέσθαι αὐτὸν τοῖς ἐν
10τῷ κατακλυσμῷ, διὰ τοῦτο ϡμθʹ μόνα ἔτη βεβιωκέναι. Ἀλλὰ οὐδὲ τῷ Ἀφρικανῷ πειθόμεθα προστιθέντι τὰ αὐτὰ κʹ ἔτη καὶ ϡπθʹ λέγοντι τοῦ Μαθουσάλα ἀντὶ ϡξθʹ. λοιπὸν οὖν κρεῖσσον εἶναι δοκεῖ ταῖς καθ’ ὅλην τὴν οἰκουμένην ἑπομένους ἱεραῖς βίβλοις ϡξθʹ λέγειν τῆς ζωῆς Μαθουσάλα, εἰ καὶ τὸν κατακλυσμὸν ὑπερβέβηκεν ἔτεσι ιεʹ, τοῦ
15θεοῦ κἀκεῖνον ἴσως, ὡς τὸν Ἐνώχ, περισώσαντος παραδόξως καθ’ οὓς οἶδε τρόπους καὶ τόπους. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε τῷ ͵αχμβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ Μαλελεὴλ μὲν ἔτος ωμζʹ, τοῦ δ’ Ἰάρεδ χπβʹ, τοῦ δ’ Ἐνὼχ φκʹ, ὅπερ ἐστὶ μετὰ τὴν μετάθεσιν αὐτοῦ ἔτος ρνεʹ. τὸ αὐτὸ δ’ ἔτος
20τνεʹ ἐχρημάτιζε τοῦ Μαθουσάλα. ἐπέζησε δὲ Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη φλεʹ μέχρι τοῦ ͵βροεʹ κοσμικοῦ ἔτους, καὶ ἀπέ‐ θανε πρὸ ξηʹ ἐτῶν τοῦ κατακλυσμοῦ. ὁ αὐτὸς Λάμεχ πρῶτος ἐν τοῖς γεν‐ άρχαις ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς Μαθουσάλα ἔτεσιν παʹ, τοῦτ’ ἔστι τῷ ωπηʹ τοῦ ὀγδόου ἐξ Ἀδὰμ Μαθουσάλα ἔτει. κατὰ δὲ τὸ σλϛʹ ἔτος τοῦ
25Λάμεχ ὁ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ κατὰ τὸ υξηʹ τοῦ αὐτοῦ Λάμεχ ἔτος. ὁ μέντοι θεῖος Ἐνὼχ τῷ λγʹ ἔτει τοῦ Λάμεχ μετετέθη. Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ ͵βρμαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Νῶε ἔτει μθʹ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ τῷ σπʹ τοῦ Νῶε. Μαθουσάλα δὲ ἔτος ἦν κατὰ τὸ ͵βρμαʹ ἔτος τοῦ κόσμου, λέγω δὲ
30τῷ φʹ ἔτει τοῦ Νῶε, καθ’ ὃ καὶ ὁ πρῶτος υἱὸς αὐτοῦ Σὴμ ἐγεννήθη ωνεʹ,131

132

τοῦ Λάμεχ πατρὸς Νῶε ἔτος χπζʹ, τῷ δὲ χʹ ἔτει τοῦ Νῶε, ρʹ δὲ τῆς ζωῆς τοῦ Σὴμ καὶ ϡνεʹ τοῦ μακροβιωτάτου Μαθουσάλα ὁ κατακλυσμὸς γέγο‐ νεν ἐπὶ τῆς γῆς. καὶ ἐπέζησε Μαθουσάλα σὺν τῷ αὐτῷ ἔτει τοῦ κατακλυ‐ σμοῦ ἕως ͵βσνϛʹ κοσμικοῦ ἔτους λοιπὰ ἔτη ιεʹ, εἴπερ ἀληθεῖς εἶναι πιστεύο‐
5μεν τὰς περὶ αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ φερομένας ἐν ἱεραῖς δέλτοις ἀψευδεῖς καὶ θεοπνεύστους ἱστορίας καὶ ἔτι τῶν μετ’ αὐτῶν, ὡς ὑπο‐ ταχθήσεται. Σὴμ ὁ πρῶτος υἱὸς Νῶε γενόμενος ἐτῶν ργʹ, ἔτους βʹ μετὰ τὸν κατα‐ κλυσμόν, ἐγέννησε τὸν Ἀρφαξὰδ τῷ ͵βσμγʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν
10χαʹ τῆς ζωῆς τοῦ Νῶε. καὶ ἐπέζησεν φʹ ἕως τοῦ ͵βψμβʹ κοσμικοῦ ἔτους ὁ Σήμ. ὁ δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη τνʹ, καὶ ἀπέθανε τῷ ͵βφϙβʹ ἔτει τοῦ κόσμου κατὰ τὸ υνʹ ἔτος τῆς τοῦ Σὴμ ζωῆς. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ ͵βτοζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν ἔτη τνεʹ ἕως τοῦ ͵βψλβʹ κοσμικοῦ ἔτους· καὶ ἀπέθανε
15πρὸ τοῦ ἰδίου πατρὸς Σὴμ ἔτεσι ιʹ. τινὰ δὲ τῶν ἀντιγράφων, ὡς καὶ Εὐσε‐ βίου, υγʹ ἔχουσι τοῦ Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα, οἷς οὐδ’ ὅλως ἑπόμεθα, πάντη τῆς ἀληθείας τῶν χρόνων καὶ τῶν γενεῶν διημαρτηκόσιν. ἀντὶ γὰρ τοῦ Καϊνᾶν τὸν Σάλα φασὶ γεννηθῆναι τῷ Ἀρφα‐ ξὰδ Ἀφρικανός τε καὶ Εὐσέβιος, καὶ τὴν ιδʹ γενεὰν τοῦ Σάλα ιγʹ τάττουσι,
20μνήμην τοῦ δευτέρου Καϊνᾶν οὐδ’ ὅλως ποιησάμενοι, ὃν αἱ πανταχοῦ τῆς Γενέσεως ἱεραὶ βίβλοι καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τοῦ Ἀρφαξὰδ υἱὸν ἐκδεδώκασι καὶ ιγʹ ἀπὸ Ἀδάμ, πατέρα δὲ τοῦ Σάλα ιδʹ ἀπὸ Ἀδὰμ ὄντος. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σάλα τῷ ͵βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἐπέζησεν ἔτη υλʹ. τινὰ δὲ τῶν ἀντιγράφων τλʹ περιέχουσι.
25 Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ τῷ ͵βχλζʹ ἔτει τοῦ κό‐ σμου, καὶ ἐπέζησε Σάλα τλʹ ἔτη ἕως τοῦ ͵βϡξζʹ κοσμικοῦ ἔτους. τῷ δὲ σκεʹ ἔτει τοῦ Σάλα Ἀρφαξὰδ ἀπέθανεν. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ ͵βψοαʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως
30τοῦ ͵γμʹ κοσμικοῦ ἔτους. τῷ οὖν ρʹ ἔτει Ἕβερ, ὅπερ ἦν ͵βψλϛʹ ἔτος τοῦ132

133

κόσμου, ἤρξαντο οἰκοδομεῖν τὸν πύργον. τῷ δὲ ρμʹ, ἤτοι κοσμικῷ ͵βψοϛʹ, συνεχύθησαν αἱ γλῶσσαι, ἔτει εʹ τῆς ζωῆς Φαλέκ, καὶ διεσπάρησαν ἔτει ϛʹ, ὥς τινες ἠκριβολογήσαντο οὐκ ἀπεικότως οἶμαι. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἔζησεν ἔτη σθʹ.
5†καὶ ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς καὶ οὗτος Ἕβερ δεύτερος μετὰ τὸν Λάμεχ ἔτη σλʹ.† Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ τῷ ͵γλγʹ ἔτει τοῦ κόσμου, σξβʹ ἔτει τοῦ Φαλέκ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ τῷ ͵γρξγʹ ἔτει τοῦ
10κόσμου. Ναχὼρ γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα τῷ ͵γσμβʹ ἔτει τοῦ κόσμου. Θάρα γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραάμ· ἐπέζησε δὲ ἔτη ρλεʹ ἕως τοῦ λεʹ ἔτους τοῦ Ἰσαάκ· τούτου ρμεʹ ἔτει Ἀβραὰμ καταλιπὼν αὐτὸν
15ἐν Χαρρὰν παρῴκησεν εἰς γῆν Χαναὰν κατὰ θεῖον χρησμόν, γεννηθεὶς μὲν τῷ ͵γτιγʹ ἔτει τοῦ κόσμου, ἐπιβὰς δὲ τῆς ἐπηγγελμένης γῆς τῷ ͵γτπζʹ ἐξ Ἀδάμ, οεʹ ὄντι τῆς ζωῆς αὐτοῦ ἔτει. Ἀβραὰμ γενόμενος ἐτῶν ρʹ ἐξ ἐπαγγελίας ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ τῷ ͵γυογʹ ἔτει τοῦ
20κόσμου. τὸ δ’ αὐτὸ ἦν καὶ τοῦ Ἀβραὰμ ἔτος ρξαʹ, ὡς εἶναι δῆλον ὅτι ὁ Ἰακὼβ κατὰ τὸ ροεʹ ἔτος Ἀβραάμ, ἐν ᾧ μετήλλαξεν, ιδʹ ἐτῶν ἦν τοὐλά‐ χιστον. Ἰακὼβ ἔτει πβʹ τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Λευί, καθὼς ἐν τῇ προ‐ λαβούσῃ συντάξει σαφῶς ἀποδέδεικται. ἀνάγκη γὰρ ἅπασα μεταξὺ τῆς
25γενέσεως Ἰωσὴφ καὶ Λευὶ θʹ μεσεμβολεῖν ἔτη, ἐπεὶ καὶ ἔνατος ἐτέχθη μετ’ αὐτόν. ἀποδείκνυται δὲ Ἰωσὴφ ἐκ τῆς γραφῆς τῷ ϙαʹ Ἰακὼβ τεχθείς, εἴ γε ρκʹ ἔτει τοῦ πατρὸς λʹ ἔτος ἄγων ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβι‐ βάζεται. συναποδέδεικται δὲ καὶ Λευὶ διὰ τοῦτο πρὸ θʹ ἐτῶν αὐτοῦ τῷ
πβʹ ἐξ ἀνάγκης γεννηθεὶς τοῦ Ἰακὼβ ἔτει. καὶ ἔτι πρὸς τούτοις ἐπισυνάγε‐133

134

ται πρὸ δέκα τῆς γενέσεως ἐτῶν τοῦ Λευὶ παραγενέσθαι τὸν Ἰσραὴλ εἰς Μεσοποταμίαν. ζʹ γὰρ ἔτη δουλεύσας ὑπὲρ τῆς Ῥαχὴλ πρῶτα καὶ παρὰ γνώμην τῇ Λείᾳ μιχθεὶς τρίτον ἔσχε παῖδα τὸν Λευὶ παρ’ αὐτῆς ἐν τρισὶν ἔτεσι δηλονότι. ὥστε οὔτε τῷ Ἀφρικανῷ πιστευτέον πζʹ ἔτει τοῦ Ἰακὼβ
5λέγοντι γεννηθῆναι τὸν Λευὶ οὔτε τῷ Εὐσεβίῳ λέγοντι τῷ πϛʹ ἔτει. κατ’ ἄμφω γὰρ ἢ τῷ ϙϛʹ ἢ τῷ ϙεʹ τῆς ζωῆς Ἰακὼβ εὑρεθήσεται γεννη‐ θεὶς ὁ Ἰωσήφ· ὅπερ ἀσύμφωνον τῇ θείᾳ γραφῇ παριστώσῃ τοῦτον ἐτῶν λʹ ἄρξαντα τῆς Αἰγύπτου καὶ μετὰ τὰ δέκα ἔτη, ἑπτὰ λέγω τῆς εὐθηνίας καὶ τρία τῆς λιμοῦ, ἀπολαβόντα τὸν πατέρα Ἰσραὴλ πανοικὶ ρλʹ ἐτῶν,
10σερακοντούτην ὄντα δηλονότι. ὥστε ἐκ τούτων ἀκριβῶς παρίσταται ἡ ἑκατέρου γένεσις, καὶ οὕτως ἡμῖν στοιχειωθήσεται ἔχουσι καὶ ἑτέρους μεταγενεστέρους ἐκκλησιαστικοὺς ἱστορικοὺς συνᾴδοντας, μὴ μέντοι μετὰ τῆς προκειμένης αἰτιολογίας καὶ ἀκριβοῦς ἀποδείξεως. Ἰακὼβ ἔτει ϙαʹ ἐγέννησε τὸν Ἰωσήφ, ἔσχατον πάντων τῶν ἐν Μεσοπο‐
15ταμίᾳ τεχθέντων αὐτῷ παίδων, πρῶτον δὲ ἐκ τῆς Ῥαχήλ. Ἰωσὴφ δὲ μετὰ τὴν ἐν γῇ Χαναὰν ἐπάνοδον τοῦ πατρὸς φθόνῳ τῶν ἀδελφῶν δοῦλος πραθεὶς κατήχθη εἰς Αἴγυπτον τῷ ρζʹ ἔτει τοῦ Ἰακώβ, αὐτὸς ὢν ἐτῶν ιζʹ, καὶ μετὰ ιγʹ ἔτος ἐτῶν ὑπάρχων λʹ τὴν ἡγεμονίαν Αἰγύπτου ἐγχειρίζεται ἐπὶ Ἀφώφεως Φαραῶ βασιλέως Αἰγύπτου, κατὰ τὴν δυναστείαν, τῷ ρκʹ
20ἔτει τοῦ πατρός. καὶ μετὰ ἔτη ιʹ, ἕβδομον μὲν τῆς εὐθηνίας, τρίτον δὲ τῆς λιμοῦ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ἔτει μʹ τοῦ Ἰωσήφ, ρλʹ ἄγοντος ἔτος, καὶ ἐπέζησεν ἐν Αἰγύπτῳ ἔτη ιζʹ, ὡς ἡ θεία γραφὴ τῆς Γενέσεως μαρτυρεῖ. Ἦν δ’ ἄρα καὶ Ἰωσὴφ κατὰ τὴν ἀκόλουθον ἀπαρίθμησιν ἐν τῷ καιρῷ
25τοῦ θανάτου Ἰακὼβ ἐτῶν νζʹ. τοῦ δὲ πατρὸς αὐτοῦ τῷ ρμζʹ τῆς ζωῆς αὐτοῦ μεταλλάξαντος ἔτει, ὅπερ ἦν κοσμικὸν ͵γχιθʹ, αὐτὸς ἐπέζησεν Ἰωσὴφ ἔτη λοιπὰ νγʹ. ὁμοῦ γίνονται ἔτη τῆς ζωῆς Ἰωσὴφ ριʹ, κόσμου δὲ ͵γχοβʹ. μέχρι μὲν οὖν τῆς αὐτοῦ τελευτῆς ἡ ἱερὰ Γένεσις ἱστορεῖ, μηδαμοῦ χρόνους ἡμῖν τοῦ Λευὶ διαγράφουσα, καθ’ οὓς ἐγέννησε τὸν Καὰθ ἢ τοὺς
30τοῦ Καάθ, καθ’ οὓς οὗτος τὸν Ἄμβραμ ἢ ὁ Ἄμβραμ τὸν Μωυσῆν.134

135

Ἡ δὲ τῶν υλʹ ἐτῶν ἀπαρίθμησις τῆς ἐν γῇ Χαναὰν παροικίας τοῦ Ἰσραὴλ καὶ ἐν Αἰγύπτῳ, κατὰ τὴν πρὸς Ἀβραὰμ τοῦ θεοῦ πρόρρησιν, κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ ἱστορικοὺς ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους ἀριθμεῖται· καὶ ἔστιν ἀπὸ τοῦ αὐτοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τελευτῆς
5Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως ἔτος τῆς αὐτῆς παροικίας ςʹ οὕτως· ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἕως γεννήσεως τοῦ Ἰσαὰκ ἔτη κεʹ. Ἰσαὰκ ἐγέν‐ νησε τὸν Ἰακὼβ ἔτει αὐτοῦ ξʹ. Ἰακὼβ ἐτῶν ρλʹ μετῆρε πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον, δεκάτῳ ἔτει τῆς ἀρχῆς αὐτοῦ καὶ μʹ τῆς ζωῆς ὑπάρχοντι. ἔζησε δὲ Ἰωσὴφ μετὰ τὸ ρλʹ ἔτος Ἰσραήλ, ἤτοι τὸ μʹ τῆς ζωῆς αὐτοῦ, ἔτη οʹ.
10ἦν ἄρα κατὰ μὲν τὸ ρλʹ ἔτος Ἰακὼβ ἔτος τῆς θείας προρρήσεως καὶ τῆς ἐν γῇ Χαναὰν παροικίας σιεʹ, ὡς ἅπαντες σὺν τῇ γραφῇ καθομολογοῦσι, κόσμου δὲ ͵γχʹ. ἐπέζησε δὲ Ἰωσὴφ ἔτη οʹ τῆς ἐν Αἰγύπτῳ παροικίας. λείπονται δὲ εἰς ἀναπλήρωσιν τῶν υλʹ ἐτῶν ἀπὸ ριʹ Ἰωσὴφ ἔτους ἕως ἐξ‐ όδου καὶ ἐλευθερίας υἱῶν Ἰσραήλ, ἥτις γέγονεν ἐπὶ Μωυσέως πʹ, λοιπὰ
15ἔτη ρμεʹ. τούτων ὁμολογουμένων ἔχομεν τὰ πʹ Μωυσέως, τὰ δὲ λοιπὰ ξεʹ ἀπὸ τελευτῆς Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως 〈ἕωσ〉 πρώτου ἔτους Μωυσέως σεσίγηνται τῇ γραφῇ μηδαμοῦ φερόμενα, μόνον δὲ ἐκ τῆς προκειμένης πρόσθεν ἀφαιρέσεως τῶν υλʹ τῆς παροικίας ἡμῖν ὄντα πρό‐ δηλα, ὅτι ξεʹ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἐπὶ τὴν Μωυσέως γέν‐
20νησιν, ἅτινα γενεαλογεῖν ἀπὸ Ἰωσὴφ καὶ κατιέναι ἐπὶ Μωυσέα ἀδύνατον διὰ τὸ ἐξ ἄλλης φυλῆς τὸν αὐτὸν κατάγεσθαι Μωυσέα τῆς Λευιτι‐ κῆς. ἀνάγκη δὴ πᾶσα λοιπὸν ἐνταῦθα παραθεμένους τὰ φανερῶς τῇ γραφῇ λελεγμένα καὶ πᾶσιν ὁμολογούμενα ὡς ἐπ’ ἄλλην ἀναδραμεῖν ἀρχήν.
25 Τὸ πρῶτον ἔτος Λευί, τοῦτο δὲ ἦν, ὡς πρὸ βραχέος δέδεικται, κατὰ τὸ πβʹ τοῦ Ἰακώβ, τὸ δ’ αὐτὸ πάλιν τῆς μὲν ἐν τῇ Χανανίτιδι γῇ παροικίας ἔτος ἦν ρξζʹ οὕτως· ὁ Ἀβραὰμ ἀπὸ οεʹ ἔτους ἐπὶ ρκεʹ ἔτη. Ἰσαὰκ ἕως
πρώτου Ἰακὼβ ξʹ. Ἰακὼβ ἕως πρώτου ἔτους Λευὶ πβʹ. ὁμοῦ ρξζʹ λοιπὰ135

136

τῶν υλʹ τῆς παροικίας σξγʹ. ἅτινα μαρτυρούμενα μὲν ὑπὸ τῆς γραφῆς οὐδαμοῦ φαίνεται πλὴν τῶν πʹ Μωυσέως. τὰ δὲ λοιπὰ ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἕως πρώτου ἔτους Μωυσέως οὕτως πᾶσιν ἀψευδῶς συμπεφώνη‐ ται.
5 Λευὶ ἐτῶν μζʹ ἐγέννησε τὸν Καάθ· Καὰθ ἐτῶν ξʹ ἐγέννησε τὸν Ἄμ‐ βραμ. Ἄμβραμ ἐτῶν οεʹ ἐγέννησε τὸν Μωυσῆν. Μωυσέως ἔτος αʹ. ὁμοῦ γίνονται ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἐπὶ πρῶτον ἔτος Μωυσέως. ἐπὶ δὲ τὸ παʹ ἔτος τοῦ αὐτοῦ Μωυσέως, καθ’ ὅ τι ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσατο, ἔτη σξγʹ. ἦν δὲ καὶ αὐτὰ ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἐπὶ τὸ
10αʹ ἔτος Λευὶ ρξζʹ ἔτη. ὁμοῦ τῆς ἐν γῇ Χαναὰν καὶ Αἰγύπτου παροικίας Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν πατριαρχῶν ἔτη υλʹ ἕως παʹ ἔτους Μωυσέως. Μή τις δὲ νομιζέτω διαφωνεῖν τὴν περὶ τῶνδε τῶν χρόνων ἔννοιαν πρὸς τοῦ θεοῦ τῷ Ἀβραὰμ εἰρημένην, ἐν τῇ Γενέσει μέν, ἥ φησι ‘γινώσκων γνώ‐
15σῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐ‐ τοὺς καὶ κακώσουσι καὶ ταπεινώσουσιν αὐτοὺς υʹ ἔτη‘, ἐν δὲ τῇ βίβλῳ τῆς Ἐξόδου ‘ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναὰν ἔτη υλʹ. καὶ ἐγένετο μετὰ τὰ υλʹ ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.‘ ἄμφω
20γὰρ ἀληθῆ, τά τε υʹ μετὰ τὸ ρʹ ἔτος Ἀβραὰμ ἀριθμούμενα ἀπὸ τῶν χρό‐ νων Ἰσαὰκ ἔτη, ὃς ἦν καὶ κυρίως σπέρμα αὐτοῦ ἐξ ἐπαγγελίας θεοῦ καὶ πίστεως, τά τε υλʹ ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ καὶ τῆς πρώτης παροικίας εἰς γῆν Χαναάν. τὸ δὲ ‘δουλώσουσι καὶ κακώσουσι καὶ ταπεινώσουσι‘ διεζευγμένως καὶ ἀπροσδιορίστως νοητέον τῶν υʹ ἐτῶν, ὡς ἄν τις εἴποι·
25πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ ἔτη υʹ καὶ δουλώσουσι καὶ κακώσουσιν αὐτό. ὁ γάρ τοι τῆς δουλείας χρόνος ἐν ὅλοις ἔτεσιν εὑρίσκε‐ ται τοῖς ἀπὸ τελευτῆς Ἰωσὴφ ἕως παʹ ἔτους Μωυσέως συμπεραιούμενος ρμεʹ, ἀρξάμενος μὲν ἐκ κουφοτέρων τῶν συμφορῶν μετὰ τὴν Ἰωσὴφ λῆξιν, αὐξηθεὶς δὲ κατὰ πρόσβασιν κατὰ Μωυσέα καὶ Ἀαρὼν καὶ τοὺς
30ἀμφ’ αὐτούς.136

137

Καὶ ταῦτα μὲν ἐν βραχεῖ τῷ πέρατι τῆς Γενέσεως ἐπισεσήμανται χρη‐ σιμεύοντα κἀν τοῖς πρὸ Μωυσέως καὶ ἐπ’ αὐτοῦ καὶ μετ’ αὐτὸν χρόνοις, περὶ ὧν ἥ τε τῆς Ἐξόδου καὶ τοῦ Λευιτικοῦ Ἀριθμῶν τε καὶ Δευτερονο‐ μίου περιέχουσιν ἱεραὶ βίβλοι.
5 Ὑπολείπεται δὲ ἡμῖν μικρὰ περὶ τῶν δώδεκα φυλάρχων πατριαρχῶν διαλαβεῖν πρὸ τῆς κατὰ μέρος κανονογραφίας. οὗτοι δὴ τὸν ἀριθμὸν ὄντες ιβʹ τῷ Ἰακὼβ παῖδες ἐκ δʹ γυναικῶν, δύο μὲν ἐλευθέρων τῆς Λείας καὶ τῆς Ῥαχήλ, δύο δὲ παιδισκῶν Ζελφᾶς καὶ Βαλᾶς, Ῥουβὴν πάντων ἦν τῷ χρόνῳ πρωτότοκος καὶ τῇ φύσει, ὃς τῇ παλλακῇ συνελθὼν τοῦ πατρὸς
10ἱερωσύνην ἀφῃρέθη καὶ βασιλείαν σὺν τοῖς πρωτοτοκίοις. ηὐλόγηται δὲ καὶ πολὺς ἐν ἀριθμῷ γέγονε τὸν Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διαφθαρῆναι μὴ συγχωρήσας. φασὶ δ’ ὅτι καὶ ἀνῆλθε μὲν ἐπὶ τὴν πατρικὴν κοίτην, οὐ συνῆλθε δὲ τῇ παλλακῇ. ὅπερ οὐ συμφωνεῖ τῇ γραφῇ. τούτοις τοῖς πρω‐ τοτοκίοις ἐτιμήθησαν οἱ υἱοὶ Ἰωσὴφ τοῦ σώφρονος παῖδες, ὅτι τε ἐν γυ‐
15ναικὶ τοῦ Ῥουβὴν ἀτιμωθέντος Ἰωσὴφ ἐν γυναικὶ τῇ Αἰγυπτίᾳ μὴ συν‐ ελθὼν ἐδοξάσθη καὶ ὅτι πρωτότοκος ἐκ Ῥαχήλ. τούτοις Ἰσραὴλ τὰς χεῖ‐ ρας ἐναλλὰξ καὶ σταυροειδῶς ἐπιθείς, τῷ Μανασσῇ μὲν ἐκ δεξιῶν ἑστῶτι ὡς πρωτοτόκῳ τοῦ Ἰωσὴφ τὴν ἀριστεράν, τῷ δὲ Ἐφραὶμ τὴν δεξιάν, καί‐ περ ἐξ ἀριστερῶν ἑστῶτι, ὡς βʹ, προφητικοῖς ηὐλόγησεν ὄμμασί τε καὶ
20ἰδιοποιήσατο, φυλάρχους ἀναδείξας τοὺς δύο καὶ πατριάρχας ἀντὶ Ἰωσήφ. Οὗτος γὰρ καθ’ ἑαυτὸν οὐκ ἐνηρίθμηται, ἀλλ’ ἀντὶ τοῦ Λευὶ σὺν τῷ Ἐφραΐμ. ἡ γὰρ τοῦ Λευὶ φυλὴ ἱερατικὴ οὖσα τῶν ιβʹ χωρίς ἐστι καὶ καθ’ ἑαυτήν. τιμῆς δὲ τοιαύτης ἠξιώθη, ὅτι τε ἀπὸ Ῥουβὴν τρίτος ὁ Λευὶ καὶ ὅτι κατὰ ἀναστροφὴν ἀπὸ τοῦ ὑστάτου πάντων Βενιαμὶν δέκατος
25εὑρεθεὶς ἐν τῷ καιρῷ τῆς ἀποδεκατώσεως πάντων τῶν προσόντων τῷ πατρὶ τῷ θεῷ ἀφιερώθη. φεύγων γὰρ τὸν Ἡσαῦ ὁ Ἰακὼβ ηὔξατο ὁπόσα ἂν κτήσαιτο ἀποδεκατώσειν κυρίῳ. Ἄλλως τε εἰ ἀπὸ τοῦ Ῥουβὴν ὁ δέκατος Ἀσὴρ ἱερώθη, παιδίσκης ἂν
ἱεράτευεν ἐπονείδιστον γένος, ὅπερ οὐκ ἤρεσε τῷ θεῷ. μετὰ δὲ τὸ εὐλο‐137

138

γῆσαι τὸν Ἰακὼβ τοὺς υἱοὺς Ἰωσήφ, προσκαλεσάμενος τοὺς υἱοὺς αὐτοῦ εὐλόγησε πάντας ἀπὸ Ῥουβὴν ἀρξάμενος. Ἐλθὼν δὲ ἐπὶ τὸν Ἰούδαν ὡς βασιλέα ηὐλόγησεν, ὅτι, φασί, καὶ αὐτὸς ἐν γυναικί, τῇ ἰδίᾳ νύμφῃ Θάμαρ, ἐδικαιώθη, ἀγνοίᾳ ἁμαρτήσας καὶ ἑαυτὸν
5κατακρίνας. ταύτην ἐκ γένους Ἀβραὰμ οὖσαν, ὥς τινες, ὁ Ἢρ υἱὸς Ἰούδα, ὡς ἐκ τῆς γῆς Χανανίτιδος, ὢν ἀνήρ, αὐτὸς πρῶτος οὐκ ἔγνω αὐτήν. ὁμοίως δὲ καὶ ὁ Αὐνὰν ὁ ἀδελφὸς αὐτοῦ τὸ ἴδιον σπέρμα ἠφάνιζε τῆς αὐ‐ τῆς μητρός, παῖς ὢν Σαύας, ἥτις ἐκώλυσε καὶ τὸν Σηλὼμ ζευχθῆναι τῇ Θάμαρ, τῷ αὐτῷ μίσει κρατουμένη.
10 Λευὶ ἐτῶν ρλζʹ ἐτελεύτησεν ἐν Αἰγύπτῳ τῷ κηʹ ἔτει τοῦ Ἄμβραμ πατρὸς Μωυσέως. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχϙʹ. Τῷ ξβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Μαρία ἡ ἀδελφὴ Μωυσέως. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵γψκδʹ. Τῷ οβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Ἀαρών. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψλδʹ.
15 Τὸν δὲ Μωυσέα τεχθέντα μετὰ τριμηνιαῖον χρόνον οἱ γονεῖς ἐν θήβῃ κατησφαλτωμένῃ καταθέμενοι Ἄμβραμ καὶ Ἰωχάβετ ἡ μήτηρ πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ, φόβῳ τοῦ προστάγματος Φαραῶ, μὴ ζωογονεῖσθαι πᾶν ἄρρεν Ἑβραίοις κελεύσαντος, ἔρριψαν, τοῦτο μὲν διὰ πολλὴν ἀστειότητα κατοκνοῦντες θανάτῳ τοιοῦτον κάλλος ἐξαφανίσαι, τοῦτο δ’ ὅτι προκεχρη‐
20μάτιστο θεόθεν τὰ κατ’ αὐτὸν τῷ πατρὶ θεοφιλεῖ ὄντι, καθώς τινες τῶν ἐκ περιτομῆς ἱστορήκασιν, ὅτι γε τοῦ Ἰσραὴλ καθηγήσεται καὶ ὅτι τὴν Αἰγυπτίων δυναστείαν θείῳ συντρίψει πολέμῳ. τοῦτον ἡ θυγάτηρ Φαραῶ περιτυχοῦσα κατά τινα θείαν πρόνοιαν καὶ τὸ κάλλος ἐκπλαγεῖσα τοῦ βρέ‐ φους ἐν τῷ περιιέναι σὺν ταῖς ἄβραις τοὺς αὐτόθι λειμῶνας, πολλαῖς
25θηλαῖς ἀλλοτρίαις προσαγαγοῦσα, πάσας εὗρεν ἀποστρεφόμενον· τρο‐
φῷ δὲ χρησαμένη τῇ ἰδίᾳ μητρὶ Ἰωχάβετ ὡς ἀλλοτρίᾳ, τῇ συμβουλῇ138

139

Μαρίας τῆς ἀδελφῆς, ἣ καὶ παρείπετο σκοποῦσα ῥιφέντι τὸ ἐκβησόμενον, ὡς οἰκεῖον ἡ ἀλλοτρία τὸν παῖδα τροφεύεσθαι κελεύεται, μισθοὺς ὑπο‐ σχομένη τῆς τιτθείας, Μωυσέα τε μετονομάζει μετὰ τὴν πρώτην ἡλικίαν ἀνδρυνθέντα, διότι, φησίν, ‘ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην‘, τὸν Μελχίαν
5ὑπὸ τῶν γονέων πρὶν κληθέντα. Ἦν δ’ ἄρα διπλῆ τις καὶ ἀξία τῶν ἐπ’ αὐτῷ πραχθέντων ἡ τηλικαύτη προσηγορία. Μελχίας γὰρ βασιλεὺς ἑρμηνεύεται· Μωυσῆς δὲ ἐκ τοῦ ὕδα‐ τος τῇ ἱερᾷ παρ’ Αἰγυπτίοις φωνῇ. Ὁ δὲ αὐτὸς υἱὸς τῇ θυγατρὶ Φαραῶ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι
10οὔσῃ εἰσποιηθεὶς καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς παίδευσιν ὡς βασι‐ λίδος υἱός, δικαίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος, ἵνα τὰ μετὰ ταῦτα κατὰ τὴν ἐρυθρὰν ἐπ’ αὐτῷ πραχθέντα περὶ τὴν τοῦ λαοῦ δι’ αὐτῆς πορείαν καὶ τὸν ὄλεθρον Αἰγυπτίων ἐν αὐτῇ τις ἐάσας τὴν ἐν τοῖς βασιλείοις ἀναγωγὴν αὐτοῦ καταμάθοι καὶ ἔτι τὴν κατὰ τῶν Αἰθιό‐
15πων στρατηγικὴν εὐδοκίμησιν, ἔνθα φασὶ πολιορκηθῆναι τὴν Αἰθιόπων Σαβᾶ καλουμένην πόλιν παρ’ αὐτοῦ καὶ προδοθῆναι τελείως ὑπὸ Θαρβῆς θυγατρὸς τοῦ τηνικαῦτα βασιλέως Αἰθιόπων, ἁλούσης τῆς κόρης τῷ Μωυσέως ἔρωτι. τοσαύτην γὰρ αὐτῷ μαρτυροῦσιν αἵ τε θεῖαι γραφαὶ αἵ τε λοιπαὶ ἱστορίαι καὶ πρὸ τῆς θεοπτίας τὴν ὡραιότητα, ὡς πάντας ὁρῶν‐
20τας αὐτὸν ἐπιλανθάνεσθαι καὶ καταλιμπάνειν τὸ ἐν χερσὶ σπουδαζό‐ μενον. Ταύτῃ τοι καὶ ἡ θυγάτηρ Φαραῶ Θέρμουθις αὐτὸν υἱοθετήσατο, καὶ Θαρβῆ θυγάτηρ Αἰθιόπων βασιλέως ἐκπλαγεῖσα τὸ κάλλος αὐτοῦ τὴν εἰρημένην Σαβᾶ μητρόπολιν, ὡς Ἰώσηππος, προὔδωκεν, ἣν χρόνοις ὕστε‐
25ρον Καμβύσης ἑλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα καλεῖσθαι τῆς ἀδελφῆς ἐκέλευσε. φασὶ δ’ ὅτι ποτὲ τοῦτον ἡ θετὴ μητὴρ Φαρία προσαγαγοῦσα τῷ Φαραῷ τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον βασιλικὸν ἀφελὼν περιέθηκε
τῷ Μωυσῇ νηπιάζοντι· τοῦτον δὲ ῥίψαντα καταπατῆσαι αὐτὸν λόγος.139

140

Τὰ μέντοι τῶν Ἑβραίων ἄρρενα, φησὶν Ἰώσηππος, ἀναιρεῖσθαι προσέ‐ ταξε Φαραῶ, δεινοῦ τινος Ἑβραίων ἱερογραμματέως πρόρρησιν εἰπόντος ἀκούσας, ὅτι γεννώμενον παιδίον τὴν Αἰγυπτίων ἀρχὴν καταλύσει. τοιαύ‐ τη τις ἐκ βρέφους τῷ Μωυσῇ θεία χάρις προσῆπται καὶ δύναμις καὶ ἐν
5τοῖς Αἰγυπτίων βασιλείοις ἐξουσία ἕως τοῦ χρόνου τῆς ζωῆς Φαρίης καὶ Ἀμώσιος Φαραῶ, τοῦ κατὰ τινὰς μὲν πατρός, καθ’ ἑτέρους δὲ ἀδελφοῦ αὐτῆς. ἄμφω γὰρ παῖδας αὐξηθῆναι βούλονται τοῦ πρὸ Ἀμώσιος, ἐφ’ οὗ καὶ Μωυσέα γεννηθῆναι βεβαιοῦνται. Ἀλλ’ ἡμῖν ἐπὶ Ἀμώσιος ἐπιλελόγισται ἔτη δύο αὐτοῦ κατὰ Ἴναχον
10πρῶτον Ἄργους βασιλέα, καθ’ ὃν καὶ πάντες οἵ τε ἐκ περιτομῆς οἵ τε ἐκ χάριτος ἱστορικοί, Ἰώσηππος καὶ Ἰοῦστος, Κλήμης ὁ ἱερὸς στρωματεύς, Τατιανός τε καὶ Ἀφρικανὸς συνομολογοῦσι κατὰ Ἴναχον γεννηθῆναι Μωυσέα καὶ κατὰ Φορωνέα τὸν Ἰνάχου παῖδα καὶ Νιόβης ἀκμαῖον, κατὰ Ἄπιδα δὲ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσασθαι, τὰς ἀπο‐
15δείξεις καὶ ἐκ τῶν παρ’ Ἕλλησι δοκουμένων ὑποσχόντες ἱστορικῶν, οἷς μόνος ὁ Καισαρεὺς Εὐσέβιος καὶ ἑαυτῷ ἀντιπίπτων χρόνοις ὕστερον κατὰ Κέκροπα τὸν διφυῆ, πρῶτον Ἀθήνησι βασιλέα, μετὰ Ὤγυγον καὶ τὸν ἐπ’ αὐτοῦ κατακλυσμὸν ἔφη γενέσθαι Μωυσέα, καίτοι τῶν εἰρημένων ἐπιμνησθεὶς σοφωτέρων ἀνδρῶν· πρὸς ὃν ἐν τοῖς προλαβοῦσιν ἀρκούντως
20οἶμαι τῆς ἀληθείας ἡμῖν ὁ λόγος διήνυσται καὶ περιττὸν ἐνταῦθα ταυτο‐ λογεῖν. Μωυσῆς οὖν ἀνδρωθεὶς καταλιμπάνει τὴν ἀνθρωπίνην πᾶσαν εὐημε‐ ρίαν καὶ πρὸς τοὺς ὁμοφύλους χωρεῖ κακοχουμένους. καὶ κατανοήσας δέ ποτε τύπτοντα Αἰγύπτιόν τινα τῶν Ἑβραίων, πατάξας τῇ ἄμμῳ κρύβει.
25 Αὖθίς τε δυσὶ μαχομένοις Ἑβραίοις πειρασθεὶς καταστεῖλαι τὴν μάχην, φονεὺς τοῦ χθὲς ἀναιρεθέντος Αἰγυπτίου δημοσίως ἐλέγχεται πρὸς τοῦ Ἑβραίου, καὶ ὁ λόγος ἐπὶ τὸν κρατοῦντα τῆς Αἰγύπτου χωρεῖ. κἀντεῦθεν εἰς γῆν Μαδιὰμ ὑποχωρεῖ, μείζονος φιλοσοφίας ἀρχὴν ἐσχηκὼς τὴν
ἐρημικὴν καὶ διεζευγμένην ζωὴν τῶν πολλῶν. ταύτῃ καθαρθεὶς ἕως πʹ140

141

αὐτοῦ τῆς ζωῆς ἔτους, ἀπὸ μʹ τῆς ζωῆς ἔτους ποιμαίνων κατὰ τὸ Σιναῖον ὄρος, θεοφανείας τινὸς ἐν σταθηρᾷ μεσημβρίᾳ καταξιοῦται φοβερᾶς, κρείτ‐ τονι φωτὶ τοῦ ἡλιακοῦ τὰς ὄψεις καταυγασθείς. Ἐφ’ ᾧ θαμβηθεὶς θάμνον ἀτενίσας ὁρᾷ βάτου πυροειδῶς ἐξάπτοντα καὶ
5τοῖς κλάδοις ὡς ἐν δρόσῳ συνθάλλοντα. πρὸς οἷς τὴν ἀκοὴν φωνῇ καλούσῃ μειζόνως ἐκπλαγεὶς ἀνυπόδετος καὶ ἀβαρὴς δερματίνων περιβόλων προσ‐ βῆναι τῷ ὄρει καὶ τῆς γῆς, ὡσεὶ τηλικούτῳ φωτὶ περιήστραπτο, προσ‐ ψαῦσαι κελεύεται. καὶ δὴ προσελθὼν εὐλαβείᾳ πολλῇ τὰς ὄψεις ἐπὶ θείοις αὐτῷ ῥήμασι λαλουμένοις ἀποστρέφεται, καὶ τὴν ἡγεμονίαν τῶν ὁμοφύ‐
10λων μετὰ πλείστην παραίτησιν ἐγχειρίζεται. σημείοις δὲ καὶ τέρασι καθ‐ οπλισθεὶς εἰς Αἴγυπτον ἅμα δυσὶ παισὶ καὶ γυναικὶ κάτεισιν, ᾧτινί τις ἄγγελος ἐπιστὰς λέγεται θάνατον ἀπειλεῖν, ὃν ἱλεώσατο καίπερ οὖσα ἀλλόφυλος ἡ γυνὴ τῷ τῆς περιτομῆς αἵματι τοῦ παιδός· συναντήσας δ’ αὐτῷ Ἀαρὼν θεόθεν σταλεὶς κοινολογεῖται περὶ τῆς τοῦ λαοῦ συνελεύ‐
15σεως εἰς μίαν ἐκκλησίαν καὶ περὶ τῶν λαληθησομένων αὐτοῖς ὡς ἐκ θεοῦ ῥημάτων, ὅσα τε περὶ τῆς ἐλευθερίας ἐχρῆν ἀγγελθῆναι τοῖς χρόνῳ πολλῷ πεποιηκόσιν, οὔτε γεγονότος, καὶ τῶν περὶ τὴν ῥάβδον καὶ τὴν χεῖρα Μωυσέως ἀπολευκουμένην καὶ αὖθις ἀποκαθισταμένην θαυμάτων καὶ πο‐ τάμιον ὕδωρ αἱματούμενον, πρὸς αὐτὸν ἤδη λοιπὸν ἠγωνίζετο Φαραῶ. εἰς
20γὰρ τὸν λεγόμενον Μισφραγμούθωσιν ἐλθόντες καὶ τοὺς θείους παρρησίᾳ ποιούμενοι διεδείκνυντο λόγους· ἐφ’ οἷς χαλεπήνας ὁ τύραννος ἐπέτεινε τοῖς Ἰσραηλίταις τὴν κάκωσιν, ἀντισοφισάμενος μὲν καὶ διὰ γοητικῆς μαγγανείας φαντασίᾳ μόνῃ καὶ οὐκ ἐνεργείᾳ τοῖς εὐεξαπατήτοις τὸν νοῦν παραδεικνύσης, αἰσχυνθεὶς δὲ σὺν τοῖς γόησι καταβρωθεισῶν αὐτοῖς τῶν
25ῥάβδων ὑπὸ τῆς ῥάβδου Μωυσέως.141

142

Ὁρῶν δ’ αὐτὸν ὁ Μωυσῆς ἀπειθοῦντα τῷ θεῷ σὺν τοῖς περὶ αὐτὸν πρώ‐ την ἐπάγει κοινὴν τῷ ἔθνει πληγήν, αἷμα τὸ πᾶν ὕδωρ προστάγματι ποιήσας θεοῦ, ὡς καὶ τὴν γῆν ὅλην Αἰγύπτου καὶ τοὺς λίθους καὶ τὰ ξύλα τοῦ αἵματος γέμειν. Μωυσῇ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις ἐπίνετο τὸ
5ὕδωρ. ἔνθεν γὰρ καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἑβραίοις εὑρισκόμενον ὕδωρ αἷμα δοκεῖν φαίνεσθαι. Τὸ δ’ αὐτὸ νοητέον καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυ‐ πτίους μὲν πάντας τῷ πάθει μαστίζεσθαι, μόνην δὲ τὴν Ἑβραίων ζωὴν καθαρεύειν τοῦ μύσους. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν σκνιπῶν καὶ τῆς κυνο‐
10μυίας, τοῦ τε θανάτου τῶν κτηνῶν καὶ τῶν ἐπὶ τῷ αἰθαλώδει κονιορτῷ φλυκτίδων, τῆς χαλάζης μετὰ βροντῶν διαφθειρούσης, τῆς ἀκρίδος, τοῦ ψηλαφητοῦ σκότους, καὶ ἐπὶ πᾶσι τοῦ θανάτου τῶν πρωτοτόκων ἔν τε ἀνθρώποις, ἕως αὐτοῦ Φαραῶ, καὶ ἐν κτήνεσιν· ὃν ἔφυγον τῇ προχύσει τοῦ αἵματος ἐπὶ τῶν σταθμῶν καὶ τῆς φλιᾶς. σκυλεύσαντες δὲ Αἰγυπτίους
15ἐξῆλθον κατὰ τὴν αὐτὴν νύκτα ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ ἔτει παʹ Μωυσέως ἀρχομένῳ. Τῶν δὲ χρόνων ἡ τάξις ἀπὸ πρώτου Μωυσέως ἑξῆς ἐν τῷ κανόνι συν‐ τέτακται.
19tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
20 Ἀσσυρίων ιγʹ ἐβασίλευσεν Ἀσχάλιος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχϙʹ. Ἀσσυρίων ιδʹ ἐβασίλευσε Σφαῖρος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψιηʹ. Ἀσσυρίων ιεʹ ἐβασίλευσε Μάμυλος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψμʹ. Ἀσσυρίων ιϛʹ ἐβασίλευσε Σπαρθέως ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψοʹ.
25tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
26Αἰγυπτίων λʹ ἐβασίλευσε Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχλζʹ. Αἰγυπτίων λαʹ ἐβασίλευσε Κήρτως ἔτη κθʹ κατὰ Ἰώσηππον, κατὰ δὲ
τὸν Μανεθῶ ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχπζʹ.142

143

Αἰγυπτίων λβʹ ἐβασίλευσεν Ἀσῆθ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψιϛʹ. Οὗτος προσέθηκε τῶν ἐνιαυτῶν τὰς εʹ ἐπαγομένας, καὶ ἐπὶ αὐτοῦ, ὥς φασιν, ἐχρημάτισεν τξεʹ ἡμερῶν ὁ Αἰγυπτιακὸς ἐνιαυτός, τξʹ μόνον ἡμε‐ ρῶν πρὸ τούτου μετρούμενος. ἐπὶ αὐτοῦ ὁ μόσχος θεοποιηθεὶς Ἆπις
5ἐκλήθη. Αἰγυπτίων λγʹ ἐβασίλευσεν Ἄμωσις ὁ καὶ Τέθμωσις ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψλϛʹ.
8tΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ.
9Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵γψκϛʹ. Θηβαίων λβʹ ἐβασίλευσε 〈Ἀμμενέμης ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψμβʹ. Θηβαίων λγʹ ἐβασίλευσε〉 Ἀμμενέμης βʹ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψξηʹ.
15 Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψϙαʹ. Θηβαίων λεʹ ἐβασίλευσε Μάρης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωμϛʹ. Θηβαίων λϛʹ ἐβασίλευσε Σιφόας ὁ καὶ Ἑρμῆς, υἱὸς Ἡφαίστου, ἔτη εʹ.
20τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωπθʹ.
21tΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
22 Σικυωνίων ιδʹ ἐβασίλευσε Μαραθώνιος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωλεʹ. Σικυωνίων ιεʹ ἐβασίλευσε Μαράθιος ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωξεʹ.
25Σικυωνίων ιϛʹ ἐβασίλευσε Κόραξ ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωπεʹ.143

144

Σικυωνίων ιζʹ ἐβασίλευσεν Ἐποπεὺς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡιεʹ. Σικυωνίων ιηʹ ἐβασίλευσε Λαομέδων ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡμζʹ.
4tΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ
5 Δευτέρα μετὰ τὴν Σικυωνίων βασιλείαν κατὰ τὴν Εὐρώπην λέγεται γενέσθαι καὶ αὕτη ἀρχαιοτάτη τῶν Ἀργείων χρόνοις ὕστερον ὀνομαζομέ‐ νων ἀπό τινος Ἄργου βασιλεύσαντος. ταύτης πρῶτος Ἴναχος ἐβασίλευσεν ἔτη νʹ, ἀφ’ οὗ καὶ ἡ χώρα πρῶτον Ἰναχία ἐλέγετο ἕως Ἄργου. βασιλεύει δὲ Ἴναχος κατὰ Βασχάλεον ιγʹ βασιλέα Ἀσσυρίων ἔτους αὐτοῦ γʹ, τῆς δὲ
10Ἀσσυρίων ἀρχῆς ἔτη υνγʹ, καθ’ ὃν Αἰγύπτου μὲν Κήρτως, Σικυωνίων δὲ Πλημναῖος ἐβασίλευσεν. ὁ δὲ χρόνος τῆς αὐτοῦ βασιλείας ἀσύμφωνος φέρεται παρ’ Ἕλλησι διὰ τὴν ἀρχαιότητα, καθάπερ τῶν λοιπῶν. ἔστι δὲ κατὰ τοὺς πολλοὺς ἀπὸ μὲν τοῦ πρώτου Ἰνάχου ἕως τοῦ θʹ Σθενέλου ἐτῶν υιγʹ. τὸν δὲ Σθένελον Δαναὸς ἐκβαλὼν ἐκράτησε τοῦ Ἄργους, ὡς
15μαρτυροῦσι πάντες ἱστορικοί, σὺν τοῖς ἀπογόνοις ἔτη ρξβʹ. ὁμοῦ ἔτη φοεʹ ἀπὸ Ἰνάχου ἐπὶ Ἀκρίσιον εʹ ἀπὸ Δαναοῦ βασιλέως τοῦ Ἄργους. Μετὰ δὲ Ἀκρίσιον ἔσχατον τῶν Δαναϊδῶν εἰς Μυκήνας μετετέθη ἡ βασι‐ λεία τῶν Ἀργείων κατὰ Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως. καὶ διε‐ δέξαντο τὴν βασιλείαν οἱ Πελοπίδες ὧν πρῶτος ἐβασίλευσε Πέλοψ,
20ἀφ’ οὗ καὶ ἡ χώρα Πελοπόννησος. οὗτος Ὀλυμπίων προέστη. βασιλεύει δὲ ἔτη νγʹ. ἐν δὲ τοῖς πρὸ αὐτοῦ ἔτεσι διαφωνεῖται ἔτη κζʹ, κατὰ Οἰνόμαον ἴσως ὑπονοούμενα, μετατεθείσης τῆς ἀρχῆς εἰς Μυκήνας μετὰ Ἀκρίσιον ἐπὶ Εὐρυσθέως, ὃν οἱ μὲν πρὸ Πέλοπος ἔτη φασὶ βασιλεῦσαι πγʹ, οἱ δὲ μετὰ Πέλοπα ἔτη μεʹ.
25 Εἶτα Πελοπίδες· μετὰ Πέλοπα Ἀτρεὺς καὶ Θυέστης ἔτη ξεʹ, μεθ’ οὓς Ἀγαμέμνων Ἀτρέως παῖς ἔτη σὺν ἀδελφῷ Μενελάῳ κατὰ μὲν τινὰς λγʹ, κατὰ δὲ ἄλλους λʹ ἢ καὶ κηʹ. Αἴγισθος ζʹ ἢ ιζʹ. Ὀρέστης Ἀγαμέμνονος
υἱὸς καὶ Πένθιλος καὶ Κομήτης ἔτη νηʹ.144

145

Ἡρακλειδῶν κάθοδος, οἳ Πελοπόννησον λαβόντες ἐκράτησαν μετὰ τοὺς Πελοπίδας ἔτη νηʹ. ἀφ’ ἧς ἐπὶ τὴν Ἰώνων ἀποικίαν ἔτη ξʹ, ἀπὸ δὲ τῆς Ἰώνων ἀποικίας ἐπὶ πρώτην ὀλυμπιάδα ἔτη ἀναγράφουσιν σξζʹ.
4tἈρχὴ βασιλείας Ἀργείων
5 Ὧν πρῶτος βασιλεὺς Ἴναχος ἔτη νϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γχϙβʹ. Οὔ μοι δοκεῖ καλῶς ὁ Ἀφρικανὸς ἐν γʹ λόγῳ τῶν ἱστορικῶν αὐτοῦ φάναι τὴν Ἀργείων βασιλείαν τῷ ςʹ ἔτει τῆς Ἀσσυρίων βασιλείας ἄρξασθαι ἐπὶ Ἀρείου εʹ βασιλέως Ἀσσυρίων. ἔσται γὰρ κατὰ τοῦτο Μωυσῆς πρὸς τῷ τέλει τῆς ζωῆς Ἀβραὰμ τεχθείς, εἴ γε πάντες ὁμολογοῦσι τὸ πρῶτον
10ἔτος Ἀβραὰμ κατὰ τὸ μδʹ ἔτος Νίνου τοῦ δευτέρου βασιλεύοντος μετὰ Βῆλον Ἀσσυρίων. Βήλου γὰρ νεʹ, Νίνου μδʹ, Ἀβραὰμ ραʹ. ἔσται ἄρα Μωυσῆς κατὰ τὸ ραʹ ἔτος Ἀβραάμ, ὅπερ ἀδύνατον. ὁμολογεῖ δὲ αὐτὸν κατὰ Ἴναχον. Ἀργείων βʹ ἐβασίλευσε Φορωνεὺς ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψμηʹ.
15 Φορωνεὺς παῖς Ἰνάχου καὶ Νιόβης πρῶτος λέγεται νόμους καὶ κριτήρια παρ’ Ἕλλησι θέσθαι. φασί δέ τινες Νιόβην Φορωνέως εἶναι θυγατέρα, ὅπερ οὐκ ἀληθές.
18tΣΠΟΡΑΔΗΝ
19Κατὰ τούτους τοὺς χρόνους ἐβασίλευσε Κρήτης Κρὴς αὐτόχθων, ὃν
20ἕνα λέγουσι τῶν Κουρήτων, παρ’ οἷς ὁ παρ’ Ἕλλησι λεγόμενος ψευδώνυ‐ μος θεὸς Ζεὺς κρυφθεὶς ἀνετράφη, καὶ Κρήτης ἐτυράννησεν. ἐξ αὐτοῦ τοῦ Κρητὸς ἡ νῆσος ὠνομάσθη Κρήτη. τοὺς αὐτούς φασι Κούρητας κτί‐ σαι πόλιν Κνωσὸν ἐν Κρήτῃ καὶ ἱερὸν Κυβέλης μητρός.
Ἄργος καὶ Σικυὼν πόλεις Πελοπόννησος.145

146

Ἡ θυγάτηρ Ἰνάχου Ἰὼ εἰς Αἴγυπτον ἐλθοῦσα Ἶσις ὠνομάσθη, ἣν Αἰγύπτιοι σέβουσιν Ἶσιν Φαρίαν καλοῦντες διὰ τὸ πρώτως ἐν Φάρῳ τῇ νήσῳ παραγενέσθαι. φασὶ δὲ αὐτήν τινες γημαμένην Τηλεγόνῳ τὸν Ἔπα‐ φον γεννῆσαι.
5 Ἀπὸ Ἰνάχου ποταμὸς Ἴναχος ἐν Ἄργει ὠνομάσθη καὶ ὁ Βόσπορος ἐπώνυμος τῆς Ἰοῦς. Κάσος καὶ Βῆλος Ἰνάχου παῖδες πρὸς τῷ Ὀρόντῃ ποταμῷ καὶ τὴν νῦν Ἀντιόχειαν τῆς Συρίας πόλιν ἔκτισαν. Νιόβῃ γαμετῇ Ἰνάχου, μητρὶ δὲ Φορωνέως πρώτῃ γυναικῶν ἐμίγη
10Ζεύς, ἐξ ἧς ἔσχεν Ἆπιν υἱόν, τὸν Σάραπιν. Κατὰ τοὺς αὐτοὺς χρόνους μυθεύονται Ἕλληνες μιγῆναι τὸν αἰσχρότατον Δία καὶ τῇ θυγατρὶ Ἰνάχου, ἣν καὶ βοῦν ἐποίησεν, ἀφ’ ἧς ὁ Βόσπορος ἐκλήθη. Πᾶσα παρ’ Ἕλλησι θαυμαζομένη πρᾶξις ἀπὸ τῶν Ἰνάχου χρόνων καὶ
15Φορωνέως εἰς τὰ μετέπειτα φέρεται. διὸ καὶ Πλάτων ἐν Τιμαίῳ τῷ δια‐ λόγῳ τῶν Φορωνέως ἐπιμέμνηται χρόνων ὡς πάνυ παλαιῶν καὶ Νιόβης καὶ τοῦ κατὰ Ὤγυγον ἀρχαιοτάτου κατακλυσμοῦ, ὃς λέγεται κατὰ Φο‐ ρωνέα καὶ Ἄπιδα γενέσθαι.
19tΘεσσαλία
20 Κατὰ τούτους τοὺς χρόνους πρῶτος ἐβασίλευσε Θεσσαλίας ὁ Γραικοῦ παῖς Θέσσαλος, ἀφ’ οὗ καὶ ἡ χώρα ἕως νῦν ὠνόμασται. Ὤγυγος πρῶτος βασιλεὺς Ἀκτῆς, τῆς νῦν Ἀττικῆς, τούτοις τοῖς χρόνοις ἐγνωρίζετο. Ὤγυγος ἐν Ἀκτῇ *** Τριτώνιδι λίμνῃ Ἀθηνᾶ παρ’ Ἕλλησιν ὠνομάσθη.
25Τελχῖνες καὶ Καροιάται πρὸς Φορωνέα καὶ Παρρασίους ἐπολέμησαν.146

147

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ
2 Μωυσέως ἔτη ρκʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψλζʹ. Τῷ ͵γωιϛʹ ἔτει τοῦ κόσμου, Μωυσέως πʹ, πληρωθέντι καὶ ἀρξαμένῳ παʹ, πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, κατὰ τὴν σελήνην ιδʹ, μεσούσης τῆς νυκ‐
5τός, κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραῶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλω‐ τίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. καὶ ἀνέστη Φαραῶ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι, καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ. οὐ γὰρ ἦν οἰκία ἐν ᾗ οὐκ
10ἦν ἐν αὐτῇ τεθνηκός. καὶ ἐκάλεσε Φαραῶ Μωυσῆν καὶ Ἀαρὼν νυκτός, καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε. καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, καθάπερ εἰρή‐ κατε. εὐλογήσατε δὴ κἀμέ.
15 Καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς. εἶπον γὰρ ὅτι ‘πάντες ἡμεῖς ἀποθνήσκομεν.‘ ἀνέλαβε δὲ ὁ λαὸς τὸ στέας αὐτῶν πρὸ τοῦ ζυμωθῆναι, τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκε χάριν
20τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων. καὶ ἔχρησαν αὐτοῖς, καὶ ἐσκύλευ‐ σαν τοὺς Αἰγυπτίους. Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ εἰς χʹ χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς, καὶ ἐπίμικτος πολὺς συνανέβη αὐ‐ τοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα. καὶ ἔπεψαν τὸ
25στέας, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη. ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι, οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες
αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη υλʹ. καὶ ἐγένετο μετὰ υλʹ147

148

ἔτη ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου. νυκτὸς προφυλακή ἐστι κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. ἐκείνη ἡ νὺξ αὐτὴ προφυλακή ἐστι τῷ κυρίῳ, ὥστε εἶναι πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἰς γενεὰς αὐτῶν.
5 Τούτους ὁ θεὸς ἐξαγαγὼν ἐξ Αἰγύπτου οὐκ ἤγαγε τὴν σύντομον ἐπὶ Φυλιστιεὶμ ὁδόν, ἢ τὴν διὰ μέσου τῆς Σερβωνίδος λίμνης καὶ τῆς κατ’ Αἴ‐ γυπτον θαλάσσης ἔτι συντομωτέραν, ἀλλὰ κύκλῳ διὰ νοτιωτέρας γῆς καὶ θαλάσσης ἐρυθρᾶς, ὡς ἂν μὴ παλινδρομήσωσι μεταμεληθέντες εἰς Αἴγυ‐ πτον οἱ ἀπειθεῖς.
10 Τριῶν δὲ ἡμερῶν ἀποστᾶσιν αὐτοῖς Αἰγύπτου ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ καὶ ἐκ Σοκχὼθ εἰς Νονθὼμ παρὰ τὴν ἔρημον καὶ ἀπὸ Νονθὼμ ἀνὰ μέ‐ σον Μαγδώλου καὶ ἀνὰ μέσον θαλάσσης ἐρυθρᾶς ἀπέναντι τῆς ἐπαύλεως καὶ ἐξ ἐναντίας Βεελσεφὼν ἔδοξαν Αἰγυπτίοις πλανᾶσθαι, καίτοι στύλῳ πυρὸς ὁδηγούμενοι νυκτός, ἡμέρας δὲ στύλῳ νεφέλης, οὐ τῆς συνήθους ἐξ
15ἀτμῶν καὶ ἀναθυμιάσεων συνισταμένης, συμπηλουμένου τοῦ ἀέρος ἐξ ὀμιχλώδους συστάσεως τοῖς πνεύμασι πρὸς ἑαυτόν, ἀλλ’ ἄλλης τινὸς ὑψηλοτέρας τῆς ἀνθρωπίνης ἐννοίας θαυμαστῶς ἐπιτειχιζούσης αὐτοῖς, ἡμέρας τὴν τῆς ἡλιακῆς ἀκτῖνος φλόγωσιν, πολλὴν οὖσαν κατὰ τὴν οἴκησιν τῆς χώρας ἐκείνης, καὶ δροσοειδῶς σκιαζούσης τὸν λαόν, ἀφ’ ἑσπέρας δὲ
20ἕως ὄρθρου καταλαμπούσης, ὑφ’ ἧς ὁδηγούμενοι πρὸς τὸ ἐρυθραῖον ἦλθον πέλαγος. Τούτους Φαραῶ σὺν ἅρμασι καὶ ἵπποις καὶ τοῖς ἐκλεκτοῖς Αἰγύπτου τριστάταις καταλαβὼν μέσους ἔσχεν αὐτοῦ καὶ τῶν θαλαττίων ὑδάτων πάσης φυγῆς ἠπορημένους, βοῶντας δὲ μόνον πρὸς κύριον, ὡς τὰ λόγια,
25καὶ Μωυσέως καταγογγύζοντας, ὅτι γε συμφερούσης δουλείας ἀπήλλαξε καὶ ἐρημοταφεῖς κατέστησεν· ἀλλὰ θαρρεῖν αὐτοὺς παραινέσας τοῖς χεί‐ λεσι, κατὰ νοῦν δὲ σφόδρα πονούμενος, ἔπληξε ῥάβδῳ τὴν θάλασσαν, ὡς ὑπὸ θεοῦ προστάττεται, κατὰ τὴν ἑωθινὴν τῆς νυκτὸς ὥραν, καὶ τὸν λαὸν ὡς ἐν ἠπείρῳ δι’ αὐτῆς διαβιβάσαι, τῆς ἡμέρας ἤδη καταυγαζούσης·
30ὃ δὴ καὶ γέγονε. πλήξαντος γὰρ Μωυσέως κατάκρουτον αἰγιαλὸν τοῦ ὕδα‐
τος τὸ πᾶν ὑπερράγη πέλαγος ἕως ἄκρου τῆς ἀντικειμένης ὄχθης, συμ‐148

149

πεπηγότων καὶ τῶν κυμάτων τοῖς ὕδασιν, οἷόν τι συμβαίνειν φιλεῖ περὶ τὴν θερμὴν ὕαλον, εἰ κατὰ ἓν ῥαγείη μέρος, πρὸς τὸ ἕτερον πέρας ἡ ῥῆξις εὐθυτόμως διεξέρχεται. οὕτω τε σὺν τῷ πλήθει ποσὶ διῆλθεν ἀβρόχοις πυθμένα, θαλαττίων τείχεσιν ὑδάτων καὶ κυμάτων περιφρουρούμενος.
5 Οἱ δὲ Αἰγύπτιοι, τοῦ θεοῦ συντάξαντος αὐτοῖς τὴν παρεμβολὴν ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἤτοι βρονταῖς καὶ ἀστραπαῖς ὄμβροις τε καὶ χαλάζαις, ἔφυγον ὑπὸ τὸ ὕδωρ τῆς ἐρυθρᾶς θαλάσσης, καὶ ἐξετίναξε κύριος ὁ θεὸς πάντας τοὺς Αἰγυπτίους ἐν αὐτῇ σὺν τῷ Φαραῷ, Μωυσέως ἐπιστραφέντος καὶ ἐγκαρσίως τῇ ῥάβδῳ πλήξαντος τὰ ὕδατα σταυρικῷ τύπῳ προστάξει
10θεοῦ· φασὶ δέ τινες προεκβρασθέντας Αἰγυπτίους νεκροὺς ἐνόπλους εὑρε‐ θῆναι, οὓς Ἰουδαῖοι διαβάντες ἐσκύλευσαν πρὸς τῷ πέρατι τῆς ἐρυθρᾶς. Ἐξάραντες δὲ ἀπὸ τῆς ἐρυθρᾶς ἦλθον ὁδὸν ἡμερῶν γʹ εἰς ἔρημον Σοῦρ ἄνυδρον δίψει φρυγόμενοι, ἔνθα πάλιν Μωυσέως καταστασιάζουσι ὕδατι πικρῷ λίμνης τινὸς ἀπότου παρεμβάλλοντες, Μερρᾶς διὰ τοῦτο καλουμέ‐
15νης, ἧς τὸ πικρὸν ξύλου τινὸς ἐμβολῇ Μωυσῆς ἰάσατο θεόθεν ὑποδειχθέν‐ τος εἰς τύπον τοῦ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ. ἐκεῖθεν ἦλθον εἰς Ἐλείμ, τῆς νεφέλης μετανισταμένης αὐτοῖς ἑκάστοτε κατὰ βούλησιν θεοῦ καὶ πάλιν ἱσταμένης κατὰ τοὺς τόπους τῆς ἀναπαύσεως, σημαινούσης τε τῇ στάσει τὰς μονὰς καὶ τῇ κινήσει τὰς μεταστάσεις ἀεὶ παρ’ ὅλον τὸν χρό‐
20νον τῆς ἐν ἐρήμῳ διατριβῆς. Εὗρον δὲ εἰς Ἐλεὶμ ιβʹ πηγὰς ὑδάτων ποτίμων καὶ φοίνικας οʹ. τύποι δὲ τῶν τοῦ σωτῆρος ἡμῶν ἦσαν αὗται μαθητῶν, οἵτινες τοῖς θείοις νάμασι τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νοητὸν κατήρδευσαν Ἰσραὴλ σὺν τοῖς οʹ συμφοιτηταῖς καθ’ ὅλην διασπαρεῖσι τὴν οἰκουμένην ὑπὸ τῶν ιβʹ. ἀπὸ
25δὲ Ἐλεὶμ ἦλθον ἐν τῇ ἐρήμῳ Σινᾷ. αὕτη μέσον Ἐλεὶμ καὶ ὄρους Σινᾶ κεῖ‐ ται. ἐνταῦθα κατεβόων Μωυσέως καὶ Ἀαρὼν λέγοντες· ὤφελον ἐν Αἰγύ‐ πτῳ πληγαῖς θεοῦ τεθνήκαμεν ἀπολαύοντες τῶν ἐν αὐτῇ κρεῶν καὶ ἄρ‐ των. δίδοται δ’ αὐτοῖς ἄρτος οὐκ ἐκ γῆς, ἀλλ’ ἀπ’ οὐρανοῦ δροσοειδῶς
καταρρέων καὶ κρυσταλλοειδῶς πηγνύμενος, ἐμφερὴς κορίου σπέρματι149

150

λευκῷ κατὰ τὸν ὄρθρον· τὸ δὲ γεῦμα ὡς ἐγκρὶς ἐν μέλιτι. ὅπερ ἀγνοοῦντες οἱ ἀπειθεῖς ἠρώτων ‘τί ἐστι;‘ πρὸς ἀλλήλους· διὸ καὶ μάννα κέκληται. μέ‐ τρον ἑκάστῳ τῆς συλλογῆς πρὸς θεοῦ ὥριστο γομόρ, τῷ δυνατῷ καὶ ἀδυ‐ νάτῳ, ὅπερ ὁ πλέον συλλέξας τὸ αὐτὸ μέτρον ἔχων ηὑρίσκετο καὶ ὁ ὀλίγον
5ὁμοίως. τῷ γὰρ πλεονάζοντι παραδόξως ἠλαττοῦτο καὶ τῷ λειπομένῳ προσετίθετο. τούτου μοῖρα φυλαττομένη εἰς αὔριον εἰς φύσιν σκωλήκων μετεποιεῖτο χωρὶς τῆς ἡμέρας τῶν σαββάτων, ὃ καὶ παραδοξότατον ἦν. τὸ γὰρ αὐτὸ συλλεγόμενον καὶ ἴσον ταῖς ἄλλαις ἡμέραις ἐν τῇ πρὸ τῶν σαββάτων ἡμέρᾳ διπλοῦν ἐγένετο ταῖς δύο ἡμέραις ἐπαρκοῦν, τῇ παρα‐
10σκευῇ τε καὶ τῷ σαββάτῳ, μηδ’ ὅλως διαφθειρόμενον. ἐτύπου δὲ καὶ τοῦτο τὸ ἀδιάφθορον τοῦ δεσποτικοῦ σώματος κατὰ τὸν καιρὸν τῆς ὑπὲρ ἡμῶν αὐτοῦ ταφῆς, σταυρῷ μὲν καὶ τοῖς ἥλοις καὶ τῇ λόγχῃ φυσικῶς πεπονθὸς ὁμοιοπαθῶς ἡμῖν τὰ τῆς φθορᾶς νύγματα δι’ οἶκτον χωρὶς πάσης ἁμαρ‐ τίας, διαφθορὰν δὲ καὶ διάλυσιν μηδ’ ὅλως ὑπομεμενηκός. ἔχει μέντοι καὶ
15ἄλλους λόγους μυστικῶς εἰκονίζοντας τόδε τὸ μάννα, τήν τε πάναγνον θεομήτορα καὶ τὸν κατ’ ἀρετὴν βίον, περὶ ὧν οὐ πρόκειται νῦν λέγειν. τοῦτο μὲν οὖν τὸ μάννα κομισθὲν ἐκ τῆς Παρθικῆς εἶδον ἐγὼ καὶ μετέσχον αὐτοῦ, τῆς αὐτῆς γεύσεως ὄν, ἀλλ’ οὐχ οὕτω πλουσίως οἷον ὤφθη ποτέ, οὐδὲ κατὰ τήνδε τὴν ἔρημον. κατὰ δὲ τὰς ἑσπέρας αὐτοῖς εἶδος πετεινῶν
20ἀνέβαινε καὶ ἐκάλυπτε τὴν παρεμβολήν, ὀρτυγομήτρα λεγόμενον, πρὸς βρῶσιν. ἔφαγον τοίνυν τὸ μάννα τεσσαράκοντα ἔτη πολλάκις αὐτὸ βδε‐ λυξάμενοι ὡς διάκενον ἄρτον οἱ τῶν θείων ἀνάξιοι παροχῶν. ἀπέθετο δὲ καὶ Ἀαρὼν ἐν στάμνῳ χρυσῇ γομὸρ τοῦ μὰν ἐναντίον τοῦ θεοῦ εἰς τὰς γενεὰς αὐτῶν, ὃν τρόπον κύριος συνέταξε τῷ Μωυσῇ.
25 Ἀπὸ τῆς ἐρήμου Σινᾶ ἀπάραντες διὰ ῥήματος κυρίου ἦλθον εἰς Ῥαφι‐ δεὶν ἄνυδρον τόπον, ἔνθα λοιδορηθεὶς Μωυσῆς σφόδρα πρὸς τοῦ λαοῦ εὐξάμενος τῷ θεῷ χρησμοδοτεῖται πατάξαι ῥάβδῳ τὴν πέτραν καὶ δοῦναι
τοῖς παραπικρασταῖς ὕδατα. καὶ ἐπωνόμασε τὸν τόπον πειρασμὸς καὶ λοι‐150

151

δόρησις. ἔνθα Ἀμαλὴκ ἐλθὼν ἐπολέμησε τὸν Ἰσραήλ, οἷς ἐπιπέμψας Μωυ‐ σῆς Ἰησοῦν τὸν τοῦ Ναυῆ, καλούμενον Αὐσῆ πρὸ τούτου, μετὰ δυνάμεως ἐκ‐ λεκτῆς στρατηγόν, αὐτὸς τῇ τῶν χειρῶν ἐκτάσει σταυροειδῶς τυπούμενος προσανεῖχε τῷ θεῷ. μέχρι μὲν οὕτω ταύτας ἐτύπου Μωυσῆς ἐπαίρων εἰς
5ὕψος, ἐκράτει τῶν ἐναντίων ὁ Ἰσραήλ, ἡνίκα δ’ ἂν καθῆκε ταύτας διὰ βάρος, ἡττῶντο. τότε ἐπικαθίσας λίθῳ ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἕως ἡλίου δυσμῶν τὰς χεῖρας ἐξέτεινε στηριζόμενος· καὶ Ἰησοῦς ἅπαντα τὸν Ἀμαλὴκ ἐν φόνῳ μαχαίρας ἐτροπώσατο, τῇ τῆς νίκης αἰτίᾳ σταυροειδεῖ τῶν χει‐ ρῶν ἐκτάσει τοῦ νομοθέτου τροπαίῳ χρησάμενος.
10 Τότε Ἰοθὼρ ὁ τοῦ Ῥαγουὴλ γαμβρὸς Μωυσέως παρεγένετο πρὸς αὐτὸν σὺν γυναικὶ αὐτοῦ Σεπφώρᾳ καὶ δυσὶ παισὶν ἐξ αὐτῆς τεχθεῖσι τῷ Μωυσῇ κατὰ τὴν ἔρημον Μαδιὰμ τῆς εὐδαίμονος Ἀραβίας πλησιάζουσαν τῷ ὄρει Σινᾷ, περὶ οὗ καὶ ὁ θεῖος ἀπόστολος ἔφη. ‘τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀραβίᾳ, ἥτις ἐστὶ διαθήκη εἰς δουλείαν γεννῶσα.‘ ὀνόματα δὲ τοῖς παισὶν
15ἦν Γηρσὰμ καὶ Ἐλίεζερ· τούτοις οὐδὲν ἄξιον μνήμης πέπρακται. Ἀκούσας δὲ Ἰοθὼρ τὰ κατ’ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θαύματα ἐξέστη καὶ εὐλόγησε τὸν θεόν, θύσας αὐτῷ ὁλοκαυτώματα. καὶ συνεστιαθεὶς Μωυσῇ καὶ Ἀαρὼν καὶ πᾶσι τοῖς πρεσβυτέροις Ἰσραήλ, περί τε δικαστη‐ ρίων χρηστὰ συμβουλεύσας ἀνέζευξεν εἰς Μαδιὰμ προπεμφθεὶς ὑπὸ Μωυ‐
20σέως. Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρα ταύτῃ ἦλθον εἰς τὴν ἔρημον τὴν Σινά, καὶ παρέβαλλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους, καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ. τότε μυσταγωγηθεὶς Μωυσῆς τὰ πρὸς τὸν λαὸν καταβὰς ἀπήγγειλε τοῖς
25πρεσβυτέροις, τῶν δὲ συνθεμένων ὑπείκειν θεῷ κατὰ πάντα, ἀνήγαγε πρὸς τὸν θεὸν τοὺς λόγους αὐτῶν. καὶ καταβὰς πάλιν διεμαρτύρατο τῷ λαῷ πάντων μολυσμῶν καθαρθῆναι καὶ περιρραντισμοῖς ἀφαγνίσασθαι τρισὶν ἡμέραις ἀπεχομένους καὶ τοῦ γάμου. τῇ δὲ τρίτῃ ἡμέρᾳ πρὸς ὄρθρον φωναὶ καὶ ἀστραπαὶ γεγόνασι καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, ὡς
30ἀφανὲς ἐν κύκλῳ τοῦ ὄρους εἶναι τῷ γνόφῳ συνειλημμένον φοβεράν τε151

152

τὴν θέαν ἐμποιεῖν τοῖς ὁρῶσι καπνιζόμενον κύκλῳ πυρὶ καὶ σάλπιγγος καταπλήκτῳ φωνῇ περιηχούμενον. ἐφ’ οἷς ἅπας ἐξέστη ὁ λαὸς αὐξανο‐ μένης σφόδρα τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τῇ καταβάσει τοῦ θεοῦ ἐπὶ τοῦ ὄρους, Μωυσέως τε διαλεγομένου καὶ τοῦ θεοῦ ἀποκρινομένου. τότε
5ἐλάλησε κύριος πρὸς Μωυσῆν τὴν νομικὴν δεκάλογον. αʹ Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. βʹ Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις ἑαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα. γʹ Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ κενῷ. οὐ γὰρ μὴ καθαρίσῃ
10κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ Μνήσθητι τῇ ἡμέρᾳ τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. ϛʹ Οὐ μοιχεύσεις.
15 ζʹ Οὐ φονεύσεις. ηʹ Οὐ κλέψεις. θʹ Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου. ιʹ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε
20τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν. Αὕτη ἡ δεκάλογος γενικῶν ἐντολῶν ἐστι διάταξις. Ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινι ἐνάρθρῳ φωνῇ διατέτακται, ὁρῶν‐ τος τοῦ λαοῦ καὶ ἀκούοντος, ἧς τὸ κατάπληκτον καὶ ἀκοαῖς δυσάντητον
25μὴ φέροντες ᾔτησαν διὰ Μωυσέως τὰ λοιπὰ τῶν ἐφεξῆς ἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομοθετηθέντα λαληθῆναι. Ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκουσίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πατάξεως ἐν μάχαις πρὸς ζωὴν καὶ πρὸς
θάνατον, ἐλευθέρων πρὸς ἐλευθέρους καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀν‐152

153

δρῶν πρὸς ἔγκυον γυναῖκα, καὶ ἐκβολῆς ὀφθαλμοῦ δούλου καὶ δούλης, κε‐ ρατισμοῦ ταύρου πρὸς θάνατον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ὀρυγῆς λάκκου καὶ κτηνῶν ἐμπτώσεως ἐν τούτῳ, κερατισμοῦ ταύρου πρὸς ταῦρον, κλο‐ πῆς μόσχου καὶ θανῆς τοῦ κλέπτου ἐν τῷ διορύγματι κατὰ βοσκημάτων,
5καὶ ἅλωνος ἐμπρησμοῦ, παρακαταθήκης ἀργυρίου καὶ χρυσίου, καὶ ὑπο‐ ζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τῷ πλησίον, φθορᾶς παρθέ‐ νου, καὶ θανάτου φαρμακοῦ, κτηνοβασίας, καὶ θυσίας εἰδώλων, κακώ‐ σεως προσηλύτου καὶ ὀρφανῶν καὶ χηρῶν, δανειζομένων, κακολογίας εἰς θεὸν καὶ ἄρχοντας λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν
10μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἁγίους θεῷ, καὶ κρέα θηριάλωτον μὴ ἐσθίειν, ἀλλὰ κυσὶν ἀπορρίπτειν, μὴ παρα‐ δέχεσθαι ἀκοὴν ματαίαν, μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μήτε ἐλεῆσαι πτωχὸν ἐν κρί‐ σει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ
15πλανώμενον εὑρόντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ δια‐ στρέφειν κρίσιν πένητος δικαίαν, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναιρεῖν ἀθῷον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμ‐ βάνειν ὡς ἐκτυφλοῦντα βλέποντας καὶ τὸ δίκαιον λυμαινόμενον, προσήλυ‐ τον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν καὶ τῷ ζʹ ἄφεσιν αὐτῇ παρέχειν εἰς
20ἀπόλαυσιν πτωχοῖς ἢ θηρίοις, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα ἓξ ἡμέρας ἐργάζεσθαι τῆς ἑβδομάδος, τῷ δὲ σαββάτῳ ἀναπαύεσθαι. Ὀνόματι θεὸν ἀλλότριον μὴ ὀμνύειν, μήτε προσφέρειν διὰ στόματος. τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν· τὴν ἑορτὴν τῶν ἀζύμων πρώτην ἑπτὰ ἡμερῶν τῷ μηνὶ τῶν νέων ἤτοι κατὰ τὴν πρώτην τοῦ ἔαρος πανσέληνον,
25δευτέραν ἑορτὴν θερισμοῦ πρωτογεννημάτων, καὶ τρίτην συναγωγῆς ἔργων τοῦ ἀγροῦ συντελείας ἀπὸ ἐξόδων ἐνιαυτοῦ. μὴ ὀφθῆναι κενὸν ἐνώ‐ πιον κυρίου, καὶ πᾶν ἄρσεν ὀπτάνεσθαι ἐνώπιον κυρίου κατὰ τὰς τρεῖς ἑορτὰς ταύτας. μὴ θύειν ἐπὶ ζύμῃ αἷμα θυσιάσματος κυρίου, ἀλλ’ ἐπ’ ἀζύ‐ μοις· μὴ μένειν ἕως πρωὶ στέαρ τῆς ἑορτῆς, καὶ τὰς ἀπαρχὰς τῶν πρω‐
30τογεννημάτων τῆς γῆς εἰσάγειν εἰς τὸν οἶκον τοῦ θεοῦ. ἐφ’ ἅπασι μὴ ἕψειν
ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.153

154

Ταῦτα τὰ δικαιώματα τοῦ θεοῦ Μωυσῆς ἐλθὼν ἀπήγγειλε τῷ λαῷ μετὰ καὶ ἄλλων τινῶν θείων παραινέσεων, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς μιᾷ φωνῇ λέγοντες· πάντας τοὺς λόγους κυρίου ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ ἔγρα‐ ψε ταῦτα πάντα. τότε ὀρθρίσας ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος
5καὶ ιβʹ λίθους κατὰ φυλὴν ἔστησε· καὶ θύσας τῷ θεῷ μόσχους προσέχεε τὸ ἥμισυ τοῦ αἵματος πρὸς τὸ θυσιαστήριον· ἐπανέγνω τε αὖθις εἰς τὰ ὦτα τοῦ λαοῦ τὸ βιβλίον τῆς διαθήκης, καὶ εἶπον· πάντα ὅσα ἐλάλησε κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ λαβὼν τὸ ἄλλο ἥμισυ τοῦ αἵματος τῶν θυσιῶν ἐν κρατῆρι κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς δια‐
10θήκης ἧς διέθετο πρὸς ἡμᾶς κύριος περὶ πάντων τῶν λόγων τούτων. Παραλαβὼν δὲ Μωυσῆς τὸν Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ σὺν ἄλλοις οʹ τῆς γερουσίας ἀνέβη, οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ. καὶ εἶδον τὸν τό‐ πον καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον λίθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι, καὶ τῶν ἐπιλέκτων τοῦ
15Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. καὶ ὤφθησαν ἐν τῷ τόπῳ, καὶ ἔφαγον καὶ ἔπιον. Τοῖς οὖν γενικοῖς καὶ ἰδικοῖς νόμοις Μωυσῆς προκαταρτηθεὶς τὴν διά‐ νοιαν ἐπὶ τὴν ἀκρώρειαν ἀνελθεῖν ὑπὸ τοῦ θεοῦ προσετάχθη, ἔνθα σὺν Ἰησοῦ τῷ τοῦ Ναυῆ μόνῳ προσαναβὰς ἐπὶ τελειοτέραν μυσταγωγίαν
20ἀνάγεται, ναοῦ τινος αὐτῷ παραδειχθέντος παμποικίλου καὶ δυσερμηνεύ‐ του, προπυλαίοις καὶ στύλοις καὶ παραπετάσμασι τραπέζῃ τε καὶ λύχνοις καὶ θυμιατηρίῳ καὶ ἀνεπιβάτοις ἀδύτοις κεκαλλωπισμένου· ὧν τὴν τῆς κατασκευῆς ἱστορίαν οὐ γραφῇ παραδοῦναι μόνῃ κελεύεται, ἀλλὰ καὶ αὐ‐ τοῖς ἔργοις ὅσον ἀνθρώποις ἐκμιμήσασθαι δυνατὸν τὴν ἄυλον ἐκείνην καὶ
25θαυμαστὴν δημιουργίαν ἐν ὑλικῇ κατασκευῇ διὰ τῶν κατὰ γῆν εὑρισκο‐ μένων τιμιωτάτων ὑλῶν ἐκμιμήσασθαι σκηνῆς τύπῳ συμπεριφερομένης τοῖς ἐκ τόπου τόπον ἀμείβουσι μετανάσταις. Ἐν δὲ τῇ κατασκευῇ πλέον μὲν ὁ χρυσὸς παρελήφθη κύκλῳ περικεχυμέ‐ νος τοῖς στύλοις, κατὰ δὲ τὰς κορυφὰς καὶ τὰς βάσεις καὶ ὁ ἄργυρος, ἔστι
30δέ που καὶ ὁ χαλκὸς ἐν κεφαλαῖς καὶ βάσεσι τῶν ἀργυρῶν κιόνων. ὁ δὲ περίβολος τοῦ ναοῦ καὶ ὁ τῶν κιόνων ὄροφος τά τε παραπετάσματα καὶ
καταπετάσματα πάντα δι’ ὑφασμάτων ὑακινθίνων καὶ πορφυρῶν καὶ κοκ‐154

155

κίνων βαπτῶν καὶ τοῦ λαμπροῦ καὶ αὐτοφυοῦς λευκοτάτου βύσσου ἐμ‐ πείρως καθυφασμένων. ἔν τισι δὲ καὶ λίνον καὶ τρίχες καὶ ἐρυθρὰ δέρματα παρελήφθη πρὸς τὴν κατάλληλον ἑκάστου χρείαν. Ἐφ’ οἷς ἱερατικὴ στολὴ δι’ ἐπωμίδων ἐκ διαφόρων βαφῶν, ἐξ ὧν ἦν καὶ
5τὸ καταπέτασμα πεποικιλμένον, πλέον ἐχουσῶν τοῦ χρυσοῦ νήματος, τῶν τε πορπῶν καθ’ ἕτερον μέρος, αἳ συνέχουσι τὰς ἐπωμίδας σμαράγδοις ἐν κύκλῳ διαχρύσοις περισφίγγουσαι, τῇ χλοερᾷ φύσει τῶν λίθων διαλαμ‐ πουσῶν, αὐτῶν τε τῶν λίθων ἐγγεγλυμμένα τὰ τῶν πατριαρχῶν ἀνὰ ἓξ ἐχόντων ὀνόματα, καὶ τὰ τούτων ἀπηρτημένα κοσμίως ἀσπίδια κατὰ τὸ
10ἔμπροσθεν μέρος, αἵ τε καθ’ ἑκάτερον μέρος ἀπὸ τῆς πόρπης ἄνωθεν καθιέμεναι τῶν ἀσπίδων διάπλοκοι σειραὶ ἐπ’ ἀλλήλων διαλλὰξ κατά τινα ῥυθμὸν ἐκ χρυσοῦ δικτυοειδῶς πεπλεγμέναι καὶ βαφαῖς συνηνθισμέναι. Τούτοις ἑξῆς τὸ λόγιον τῶν κρίσεων τοῦ στήθους προβεβλημένον τοῦ ἀρχιερέως κατὰ ῥυθμὸν τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορ‐
15φύρας καὶ κοκκίνου κεκλωσμένον κατεσκεύαστο καὶ βύσσου, τετράγωνον, διπλοῦν, ἰσόπλευρον, σπιθαμῆς μῆκος καὶ πλάτος ιβʹ, λίθοις ἐν τέτρασι στίχοις κειμένοις καὶ ἐγκαθυφασμένοις οὕτως. Πρῶτος στίχος λίθων τριῶν, σάρδιον, τοπάζιον καὶ σμάραγδος. δεύ‐ τερος στίχος ἄνθραξ, σάπφειρος, ἴασπις. τρίτος στίχος λιγύριον, ἀχάτης,
20ἀμέθυστος. τέταρτος στίχος χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. οὗτοι οἱ ιβʹ λίθοι, φέροντες τὰ τῶν ιβʹ φυλῶν ὀνόματα τοῦ Ἰσραὴλ ἐγγεγλυμμένα καθ’ ἕνα αὐτῶν, περικεχρυσωμένοι καὶ ἐνδεδυμένοι χρυσίῳ καθαρῷ ἐπὶ τοῦ λογίου ἦσαν. τὸ δὲ λόγιον κροσσοῖς συμπεπλεγμένοις ἀλυσιδέτοις ἐκ χρυσίου καθαροῦ καὶ δυσὶ δακτύλοις χρυσοῖς ἀπεκρέματο τῶν ὤμων
25τοῦ ἀρχιερέως συμβεβλημένοις μηχανήμασι σφιγκτοῖς πρὸς τὰς δύο ἐπω‐ μίδας, ὡς κεῖσθαι αὐτὸ κατὰ μέσον τοῦ στήθους τοῦ ἀρχιερέως ἐν ταῖς εἰσόδοις ταῖς εἰς τὸ ἅγιον· ἐπὶ δὲ τὸ λόγιον, φησί, τῆς κρίσεως ἐπιθήσεις τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι κυρίου, καὶ οἴσει Ἀαρὼν ἔναντι κυρίου
30τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους διὰ παντός. Περὶ τούτου τοῦ λογίου φησὶν ὁ Ἰώσηππος ἐν τρίτῳ ὅτι οἱ δύο σαρδώ‐
νυχοι οἱ ἐπὶ τῶν ὤμων τοῦ ἀρχιερέως καὶ οἱ ἐπὶ τοῦ στήθους δωδεκάλιθοι155

156

λόγιον ἐκαλοῦντο διὰ τὸ σημαίνειν ἔκ τε τῆς αὐγῆς τὰ χρηστὰ καὶ ἐκ τῆς ἐπισκοτήσεως τὰ δεινὰ ἐν πολέμοις καὶ ἄλλοις παντοίοις πράγμασι τῷ Ἰσραήλ. ἡ δὲ τοιαύτη σημασία δήλωσις ἐλέγετο καὶ ἀλήθεια ἐν τῷ λογίῳ θεόθεν ἀναφαινομένη, ἥτις κατὰ ἁμαρτίας τοῦ λαοῦ, φησίν, ἐπαύσατο
5ἐνεργοῦσα τῶν Ἰωσήππου χρόνων πρότερον ἔτεσι διακοσίοις. Μετὰ τὸ λόγιον ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον ὑφαντὸν ἔνδον τῶν ἐπωμίδων ἐξ αὐχένος εἰς πόδας κατιόντα προστέτακται, τοῖς τῶν κοσυμ‐ βῶν διαστήμασιν εὐπρεπῶς κεκοσμημένον, τὸ κράσπεδόν τε ἐξ ὑφαντικῆς ποικιλίας καὶ χρυσῶν ἀπαρτημάτων ἔχοντα κώδωσι καὶ ῥοΐσκοις ἐκ παραλ‐
10λήλου κεκαλλωπισμένον τεκτήνασθαι. εἶτα πέταλον χρυσοῦν ἁγίῳ τινὶ καὶ ἀρρήτῳ χαράγματι κατασεσημασμένον ἐπιτίθεσθαι τῷ μετώπῳ τοῦ ἀρχιερέως, καὶ κίδαριν καὶ ζώνην. καὶ ὁ τῶν κρυφίων κόσμος καὶ ὅσα ἄλλα περὶ ἱερατικῆς ἐκπέφανται δι’ αἰνιγμάτων ἀρετῆς ἐν περιβολῇ σχή‐ ματος.
15 Ταῦτα πάντα ἐν ἡμέραις μʹ μυηθεὶς καὶ ὅσα λοιπὰ κατὰ μέρος περὶ κατα‐ σκευῆς τῆς σκηνῆς καὶ ἱερωσύνης καὶ θυσιῶν καὶ ἐξιλασμῶν, ἔτι τε δύο πλάκας ἱερὰς καὶ θεοτεύκτους οἷόν τι δῶρον ἀχειροποίητον ἐκ θεοῦ λαβὼν θείῳ δακτύλῳ γεγραμμένας κατῄει ταύτας ἐπιφερόμενος, εἰπόντος πρὸς αὐτὸν τοῦ θεοῦ· βάδιζε, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησε γὰρ ὁ λαός
20σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετεί‐ λω αὐτοῖς. ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύ‐ κασιν αὐτῷ, καὶ εἶπαν· οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρότερον ἢ τοῦτο. ταῦτα πρὸς αὐτὸν
25εἰπόντος, αὐτοῦ τε δεηθέντος ὑπὲρ αὐτῶν καὶ ἐξιλασαμένου οὕτω κατῄει. Ἀκούσας δὲ Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει Μωυσῆς· οὐκ ἔστι φωνὴ ἐξαρ‐ χόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόν‐ των οἴνου ἀκούω ἐγώ. ἡνίκα δὲ ἤγγισε τῇ παρεμβολῇ παρὰ τὸν μόσχον
30καὶ τοὺς χορούς, ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ156

157

τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος, καὶ λαβὼν τὸν μόσχον κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτόν, καὶ ἔσπειρεν αὐ‐ τὸ ἐπὶ τὸ ὕδωρ, καὶ ἐπότισεν αὐτὸ τοῖς Ἰσραηλίταις. Ἔνθα δὴ θυμῷ καὶ ζήλῳ θεοῦ κατὰ τῶν ἀσεβῶν κινηθεὶς καὶ ἐμφυλίῳ
5πολέμῳ τὸ θεῖον ἱλεωσάμενος τῇ καθάρσει τῶν ἡγησαμένων τῆς μανίας, ἄλλην ἡμερῶν τεσσαρακοντάδα νηστεύει, καθὰ καὶ τὸ πρότερον, μηδενὸς προσδεηθεὶς τῶν συνήθων τῇ φύσει βρώματος, ἀλλ’ ἄλλῳ τρόπῳ βιοτεύων ἐξηλλαγμένῳ, πλάκας τε λαμβάνει, χερσὶν αὐτοῦ Μωυσέως εἰργασμένας, θείᾳ δὲ δυνάμει γεγραμμένας. τότε εἶδε καὶ τὴν δόξαν κυρίου παρὰ τὴν
10τῆς πέτρας ὀπὴν καθίσας. Καὶ ἐδοξάσθη τῷ προσώπῳ, ὡς μὴ δύνασθαι ἀτενίζειν τῷ προσώπῳ αὐτοῦ κατελθόντος ἀπὸ τοῦ ὄρους τόν τε Ἀαρὼν καὶ τοὺς υἱοὺς Ἰσραήλ. αὐτὸς δὲ ἠγνόει ὅτι δεδόξασται ἡ ὄψις αὐτοῦ ἕως τοῦ λαλῆσαι αὐτοῖς καὶ ἰδεῖν ὅτι ἐφοβοῦντο ἐγγίσαι αὐτῷ. μετὰ δὲ τὸ λαλῆσαι αὐτοῖς ὅσα ἐνετεί‐
15λατο κύριος αὐτῷ, ἐπέθηκε κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ. ἡνίκα δ’ ἂν εἰσεπορεύετο ἔναντι κυρίου περιῃρεῖτο τὸ κάλυμμα. Τότε τὴν σκηνὴν ἐπήξατο παραδοὺς τὰ νομικὰ καὶ τὴν θείαν ἱερωσύνην κατὰ τὴν θείαν ὑφήγησιν, ἐμπλήσαντος τοῦ θεοῦ τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρῆ τὸν τοῦ Ὢρ ἐκ φυλῆς Ἰούδα πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ
20ἐπιστήμης ἀρχιτεκτονεῖν πάντων, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ λιθουργεῖν τὸν λίθον καὶ πᾶν ξύλον σὺν τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὲχ ἐκ φυλῆς Δάν. Τοῦτον τὸν Βεσελεὴλ Ἰώσηππος υἱὸν εἶναι Μαρίας τῆς ἀδελφῆς Μωυ‐ σέως διαβεβαιοῦται καὶ τοῦ Ὤρ, ὃς σὺν τῷ Ἀαρὼν ἀνεῖχε τὰς χεῖρας
25Μωυσέως κατὰ τοῦ Ἀμαλήκ. καὶ πιθανὸς ὁ λόγος. ἄλλοι τὸν Ὀζιήλ φασιν εἶναι ἄνδρα Μαρίας, οὐκ ἔχοντες δεῖξαι πόθεν. φησὶ δὲ Ἰώσηππος ὅτι ἐν ἑπτὰ μησὶν ἐτελειώθη πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ τῇ πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη. τοῦτο δὲ καὶ ἡ γραφὴ τῆς Ἐξόδου μαρτυρεῖ πέρας ἐν τούτοις ἔχουσα.
30 Τὰ ἐν τῇ τρίτῃ Μωυσαϊκῇ βίβλῳ τοῦ λεγομένου Λευιτικοῦ περί τε προσ‐ αγόντων καὶ προσαγομένων θυσιῶν ὑπὸ τοῦ λαοῦ καὶ τῶν ἱερέων περί τε
ἱλασμοῦ ἁμαρτιῶν καὶ εἰσόδου τῶν ἱερέων καὶ ἐξόδου εἰς τὰ ἅγια, χρίσεώς157

158

τε Ἀαρὼν καὶ τῶν παίδων αὐτοῦ Ναβὰδ καὶ Ἀβιοὺδ καὶ προχειρισμοῦ αὐ‐ τῶν, οἳ καὶ διεφθάρησαν κατ’ αὐτὸ μετὰ πολλὰς ἡμέρας πῦρ χειρόηθες τοῖς θυσιαστηρίοις προσφέροντες, ὅπερ προαπηγόρευτο, πυρὸς οὐρανίου τὰς θυσίας καταναλίσκοντος ἀεί, ἐξ οὗ καὶ θυμιᾶν ἐχρῆν, τά τε περὶ τὸν
5ἐγκαινισμὸν τῆς σκηνῆς καὶ τῶν ἱερῶν καὶ λοιπῶν ἠθικῶν νομίμων καὶ κολάσεων τοῖς παραβαίνουσιν, ὅσα τε τῶν τετραπόδων καὶ πετεινῶν καὶ νηκτῶν βρώσιμα, καὶ περὶ τοῦ λιθοβοληθέντος διὰ τὴν βλασφημίαν υἱοῦ τῆς Ἰσραηλίτιδος καὶ τοῦ Αἰγυπτίου ἐν τῇ πρὸς τὸν Ἑβραῖον μάχῃ, καὶ περὶ τοῦ μὴ δεῖν ὅλως προσφέρειν ἀλόγως τὸ θεῖον ὄνομα, κατὰ τοῦτο τὸ
10δεύτερον ἔτος τῆς ἐξόδου Αἰγύπτου πέπρακταί τε καὶ διατετύπωται. Τῷ δ’ αὐτῷ δευτέρῳ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἐλάλησε κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, ὥς φησιν ἡ τετάρτη Μωυσαϊκὴ βίβλος τῶν Ἀριθμῶν, ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ εὑρέθησαν μυριάδες ξʹ καὶ ͵γφνʹ χωρὶς τῶν Λευιτῶν. οὗτοι γὰρ ταχθέντες
15προστάγματι θεοῦ λειτουργεῖν τῷ Ἀαρὼν καὶ φυλάσσειν τὰς φυλακὰς αὐ‐ τοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ ἐργάζεσθαι τὰ ἔργα τῆς σκη‐ νῆς τοῦ μαρτυρίου, ἀντὶ πρωτοτόκων τῷ θεῷ ἐλογίσθησαν τῶν ιβʹ φυ‐ λῶν· οἳ καὶ ἐπισκεπέντες εὑρέθησαν χιλιάδες κβʹ. ἐφ’ οἷς ἀριθμοῦνται τὰ προσενεχθέντα εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου παρὰ τῶν ἀρχόντων
20τῶν ιβʹ φυλῶν ἐν ἡμέραις ιβʹ καὶ ὁ τῶν Λευιτῶν ἀφαγνισμός· καὶ αἱ δύο σάλπιγγες αἱ ἀργυραῖ γεγόνασιν ἐλαταὶ καὶ αἱ σημασίαι αὐτῶν ἐτάχθησαν πρὸς τὸ ἐξαίρειν τὰς παρεμβολὰς καὶ πρὸς τοὺς πολεμίους. Τῇ δὲ εἰκάδι τοῦ αὐτοῦ δευτέρου μηνὸς ἔτους δευτέρου τῆς ἐξόδου ἀπ‐ άραντες οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς ἐρήμου Σιναῒ ἦλθον εἰς τὴν ἔρημον Φαράν,
25ἀναβάσης τῆς νεφέλης ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. ἡ δὲ κιβωτὸς δια‐ θήκης κυρίου προεπορεύετο αὐτῶν ἐπὶ τρεῖς ἡμέρας. διεγόγγυζον οὖν οἱ Ἰσραηλῖται κατὰ θεοῦ καὶ ἀνηλώθησάν τινες κεραυνοῖς· ὅθεν ὁ τόπος ἐμπυρισμὸς ἐκλήθη. ἔκλαιόν τε οἱ λοιποὶ δι’ ἐπιθυμίαν κρεῶν καὶ ἰχθύων τῶν ἐν Αἰγύπτῳ, σικύων τε καὶ πεπόνων καὶ πράσων κρομμύων τε καὶ
30σκόρδων, μισοῦντες τὸ μάννα. Τότε δίδονται πρὸς βοήθειαν Μωυσέως ἄνδρες οʹ κατὰ πνεῦμα θεόθεν κοινωνήσαντες αὐτῷ, ὧν δύο τινὲς Ἐλδὰδ καὶ Μωδὰδ τῶν καταγεγραμ‐ μένων ὄντες ὑπὸ Μωυσέως ἐν τοῖς οʹ μὴ εὑρεθέντες ἐν τῇ σκηνῇ σὺν τοῖς
ξηʹ προεφήτευσαν ἀπόντες ἐν τῇ παρεμβολῇ. τότε δίδοται αὐτοῖς ὀρτυγο‐158

159

μήτρα, καίτοι Μωυσέως διστάζοντος ἀπείρως, ὡς ἐμφορηθέντες πληγῆναι διὰ τὸ ἀκόρεστον ὑπὸ τοῦ θεοῦ καὶ ἀποθανεῖν πολλοὺς σφόδρα. τὸ δὲ ὄνο‐ μα τοῦ τόπου μνήματα κληθῆναι ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν ἐπιθυμη‐ τὴν λαόν.
5 Ἀπὸ μνημάτων ἐπιθυμίας ἦλθον εἰς Ἀσηρώθ, καὶ ἐλάλησαν κατὰ Μωυσέως ἡ ἀδελφὴ αὐτοῦ Μαριὰμ καὶ Ἀαρὼν μεμφόμενοι ὅτι γυναῖκα ἔλαβεν Αἰθιόπισσαν Μωυσῆς, καὶ ὅτι λελάληκεν ὁ θεὸς καὶ ἡμῖν ὡς κἀ‐ κείνῳ. καὶ ἤκουσε κύριος καὶ ἐξήλεγξεν αὐτούς. καὶ Μαριὰμ ἐλεπρώθη, ἕως Μωυσῆς ὁ πάντων τῶν τηνικαῦτα ἀνθρώπων πραότατος ἐδεήθη κυ‐
10ρίου, καὶ ἰάθη· πλὴν ἠφορίσθη ἔξω τῆς παρεμβολῆς ἡμέρας ζʹ. Ἐξ Ἀσηρὼθ ἦλθον πρὸς τῇ ἐρήμῳ Φαρὰν καὶ ἀπέστειλε Μωυσῆς κατὰ πρόσταγμα κυρίου ἄνδρας ιβʹ ἀρχηγούς, ἕνα κατὰ φυλήν, ἐν οἷς ἦν Χαλὲβ τῆς φυλῆς Ἰούδα, εἷς τῶν ιβʹ, καὶ Αὐσῆς, ἤγουν Ἰησοῦς υἱὸς Ναυή, ἐκ φυλῆς Ἐφραίμ, κατασκοπῆσαι τὴν γῆν Χαναάν· οἳ πορευθέντες μεθ’ ἡμέ‐
15ρας μʹ ἐπανῆλθον, φέροντες τοῦ καρποῦ τῆς γῆς βότρυν σὺν τῷ κλήματι ἐπ’ ἀναφορέως καὶ ῥόας καὶ σῦκα ἐπ’ ἄλλων, δεικνύντες τῷ λαῷ τὴν τῆς γῆς ἀρετήν. οἱ δὲ ἄλλοι δέκα κατεπτόησαν τὸν λαόν, τὴν γῆν εἰπόντες πονηρὰν κατεσθίουσαν τοὺς οἰκήτορας, καὶ ἄνδρας οἰκεῖν ἐν αὐτῇ φοβε‐ ρούς, πρὸς οὓς ἑαυτοὺς ὡς ἀκρίδας φαίνεσθαι ἔλεγον.
20 Ἀναλαβοῦσα δὲ θρῆνον ἡ πᾶσα συναγωγὴ παννύχιον ἔκλαιον καταγογ‐ γύζοντες Μωυσέως καὶ Ἀαρὼν καὶ ‘ὤφελον ἀπεθάνομεν ἐν Αἰγύπτῳ‘ βοῶντες ‘ἢ κἂν ἐν τῇ ἐρήμῳ ταύτῃ‘, ἐβουλεύοντό τε τὰ περὶ τῆς εἰς Αἴγυ‐ πτον ἐπανόδου, τίς ὁ στρατηγήσων ἔσται αὐτοῖς. Μωυσῆς τε καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἔπεσον ἐνώπιον τοῦ λαοῦ. μόνοι δὲ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ
25Χαλὲβ διαρρήξαντες τὰ ἱμάτια ἐπὶ τῇ ἀλόγῳ δειλίᾳ τήν τε γῆν ἔλεγον θαυμαστὴν καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ κατάβρωμα ἔσεσθαι αὐτοῖς, ὅτι κύριος ἀφέστηκεν ἀπ’ αὐτῶν. ἀλλ’ οὗτοι μὲν ἔμελλον καταλιθοβολεῖσθαι λέγοντες τὰ ἀληθῆ, καὶ ἐθυμώθη κύριος ἐπὶ τὸν λαὸν τοῦ ἐκτρῖψαι αὐτόν, εἰ μὴ ἐξιλεώσατο Μωυσῆς τὸν θεόν. πλὴν ὤμοσε μὴ ὄψεσθαι αὐτοὺς πάν‐
30τας, ὅσοι δὲ κατὰ τοῦτον ἤδη τὸν τρόπον ἐπείρασαν τὸν κύριον, ἰδόντες159

160

τὴν δόξαν αὐτοῦ καὶ τὰ σημεῖα τὰ κατ’ Αἴγυπτον καὶ ἐν τῇ ἐρήμῳ, τούτους πάντας μὴ ἰδεῖν τὴν ἐπηγγελμένην γῆν, πλὴν Χαλὲβ καὶ Ἰησοῦ καὶ τῶν παίδων τοῦ λαοῦ τῶν μὴ εἰδότων κακίαν, ἀλλὰ πάντας κατὰ τὴν αὐτὴν ἔρημον ἀναλωθήσεσθαι ἐπὶ ἄλλα ἔτη ληʹ, ὡς ᾐτήσαντο. οἱ δὲ ἄλλοι δέκα
5ἄνδρες οἱ συγκατάσκοποι Ἰησοῦ καὶ Χαλὲβ ἀπέθανον θείᾳ πληγῇ ὡς ψευσάμενοι κατὰ τοῦ θεοῦ καὶ τῆς αὐτοῦ ἐπαγγελίας. Ἐπὶ τούτοις ἐπένθησεν ὁ λαὸς σφόδρα καὶ ἀνέβησαν παρὰ γνώμην Μωυσέως πολεμῆσαι πρὸς Ἀμαλήκ, ἔνθα πολλοὶ ἀνῃρέθησαν τοῦ Ἰσραήλ. τότε ἀνῃρέθη κατὰ πρόσταγμα θεοῦ τις εὑρεθεὶς ξυλευόμενος ἐν σαβ‐
10βάτῳ. τότε καὶ κατὰ Μωυσέως ἀνέστησαν Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν συναποστατήσαντες ἀρχηγοὺς ἄνδρας σνʹ, ὧν Δαθὰν μὲν καὶ Ἀβειρὼν σὺν γυναιξὶ καὶ τέκνοις καὶ πάσῃ τῇ ἀποσκευῇ κατεπόθησαν ὑπορραγείσης αὐτοῖς τῆς γῆς, Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ σνʹ πυρίφλεκτοι γεγόνασι· τοῦ δὲ λαοῦ ἔπεσον χιλιάδες ιδʹ καὶ ψʹ. ἔλαβε δὲ Μωυσῆς ἀφ’ ἑκάστης φυλῆς
15ῥάβδον κατὰ πρόσταγμα κυρίου, καὶ ἀπέθετο τὰς ιβʹ ἐν τῇ σκηνῇ κατα‐ γεγραμμένας τῷ ὀνόματι τῶν φυλῶν καὶ τὴν ῥάβδον Ἀαρὼν μέσον αὐτῶν γεγραμμένην τῷ οἴκῳ Λευί, ἥτις εὑρέθη βλαστήσασα τῇ ἐπαύριον μέση τῶν λοιπῶν ῥάβδων βλαστοὺς καὶ ἄνθη καὶ κάρυα εἰς πίστιν τοῖς ἀνηκόοις. Ἦλθον δὲ εἰς τὴν ἔρημον Σιναῒ τῷ πρώτῳ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου
20καὶ κατέμεινεν Ἰσραὴλ ἐν Κάδης. ἐκεῖ ἐτελεύτησε Μαρία καὶ ἐτάφη. ὁ δὲ τόπος ἄνυδρος· ἔνθα καταβοήσαντες Μωυσέως τοσοῦτον παρεπίκραναν τὸν ἠπιώτατον, ὥστε διαστεῖλαι ἐν τοῖς χείλεσιν αὐτοῦ, κελεύσαντος αὐτῷ τοῦ θεοῦ πλῆξαι τὴν πέτραν τῇ ῥάβδῳ τοῦ Ἀαρών, καὶ εἰπεῖν πρὸ τοῦ πατάξαι αὐτήν· ἀκούσατέ μου οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης
25ἐξάξωμεν ὑμῖν ὕδωρ; ἐφ’ οἷς πατάξας ἐξήγαγεν ὕδατα εἰς πλησμονὴν αὐτοῖς καὶ τοῖς κτήνεσιν αὐτῶν. Τότε εἶπεν ὁ θεὸς αὐτῷ τε καὶ τῷ Ἀαρών· οὐ μὴ εἰσάξετε τὸν λαὸν εἰς τὴν γῆν τῆς κληρουχίας, διότι οὐκ ἐπιστεύσατέ μοι. τὸ δὲ ὕδωρ λοιδορίας ἐκλήθη.
30Τότε Μωυσῆς ἐπρεσβεύσατο πρὸς βασιλέα Ἐδὼμ διελθεῖν διὰ τῆς χώρας
αὐτοῦ. καὶ οὐχ ὑπήκουσεν αὐτῷ Ἐδώμ. ἐκκλίνας δὲ ἐξ Ἐδὼμ ἦλθεν εἰς160

161

ὄρος τὸ Ὢρ σὺν παντὶ Ἰσραήλ· ἔνθα ἀναβιβάσας Ἀαρὼν τὸν ἀδελφὸν αὐτοῦ ἐνώπιον τοῦ λαοῦ ἐξέδυσε τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ κατὰ πρόσταξιν θεοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐκεῖ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.
5 Τῷ μʹ ἔτει τῆς ἐξόδου Ἀαρὼν τελευτήσαντος Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀρχιε‐ ράτευσε. τότε ὁ Χαναναῖος παρεδόθη τῷ Ἰσραὴλ καὶ ἀνεθεματίσθη σὺν ταῖς πόλεσιν αὐτοῦ, ὅθεν ὁ τόπος ἀνάθεμα λέγεται. ἀπὸ τοῦ ὄρους Ὢρ ἀπάραντες ἦλθον ἐπὶ θάλασσαν ἐρυθράν, κύκλῳ γῆς Ἐδώμ· καὶ κατελάλη‐ σαν τοῦ θεοῦ καὶ Μωυσέως περὶ ἄρτου καὶ ὕδατος, μεμφόμενοι τὸ μάννα
10ὡς διάκενον ἄρτον. καὶ ἐπαπέστειλεν αὐτοῖς κύριος ὄφεις ἀναιροῦντας. καὶ εὐξάμενος Μωυσῆς ὑπὲρ αὐτῶν προσετάγη ποιῆσαι χαλκοῦν ὄφιν, πρὸς ὃν ἀποβλέποντες κείμενον ἐπί τινος σημείου ἔζων οἱ δηχθέντες. Ἔνθεν ἀπάραντες εἰς Ὠβὼθ ἦλθον, ἐκ δὲ Ὠβὼθ εἰς Ἀχελαίην κατὰ πρόσωπον Μωάβ, κἀκεῖθεν ἦλθον εἰς φάραγγα Ζαρέθ. ἀπὸ φάραγγος
15Ζαρὲθ εἰς τὸ πέραν ἦλθον Ἀρνῶν κατὰ τὸ φρέαρ, ὃ εἶπε κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαὸν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν· ἀπὸ τοῦ φρέατος εἰς Μαθναΐ, ἀπὸ Μαθναῒ εἰς Ναχαιήλ, καὶ ἀπὸ Ναχαιὴλ εἰς Βαμώθ, καὶ ἀπὸ Βαμὼθ εἰς Νάπην ἐν τῷ πεδίῳ Μωάβ· καὶ ἀπέστειλε Μωυσῆς πρὸς Σηὼν βασιλέα τῶν Ἀμορραίων, αἰτῶν παρελθεῖν διὰ τῆς γῆς αὐτοῦ. καὶ
20οὐκ ἔδωκε Σηών, ἀλλ’ ἐξῆλθε πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν ὁ Ἰσραὴλ ἐν μαχαίρᾳ, καὶ ἐκυρίευσε τὴν γῆν καὶ τὰς πόλεις αὐτῶν, ὧν ἦν πρωτεύουσα Ἐσεβών, καὶ κατῴκησεν ἐν αὐταῖς. Ἐπιστρέψαντες δὲ ἐπὶ Βασάν, ἥ ἐστι Σκυθόπολις, ἐξῆλθεν Ὢγ βασιλεὺς Βασὰν πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ
25καὶ τὸν λαὸν αὐτοῦ καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ. Ἐκεῖθεν ἀπάραντες ἦλθον εἰς Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. τότε Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἀκούσας τὰ περὶ τοῦ Σηὼν καὶ τοῦ Ὤγ, ὅπως παρεδόθησαν τῷ Ἰσραήλ, ἐφοβήθη σφόδρα· καὶ
μεταπεμψάμενος Βαλαάμ τινα διαβόητον μάντιν καὶ οἰωνοσκόπον, δαιμό‐161

162

νων ἐνεργείᾳ πολλοὺς τροπωσάμενον κατὰ θεοῦ συγχώρησιν, ἥτις καὶ τούτῳ τὰ πρῶτα τὴν ἀπέλευσιν ὁράμασι διεκώλυε, τὸ δὲ δεύτερον ἐπι‐ τρέψασα τί πράξοι τῇ φωνῇ τῆς ὄνου μὴ εὐοδοῦσθαι ἐσήμανε δι’ ἣν ὤδινε κατὰ τοῦ Ἰσραὴλ ἔννοιαν, ἄλλην αὐτῷ μηδαμόθεν ἐπινοῶν ἔσεσθαι φθορὰν
5ἢ διὰ τοῦ μολυσμοῦ τοῦ εἰς τὰς ἀλλοφύλους, δι’ οὗ καὶ εἰδωλολατρεῖν αὐτοὺς εὐχερῶς κατεσκέπτετο, ἐδυσώπει διὰ τῆς συνήθους κακοτεχνίας ἐπῳδαῖς τισι τὸν Ἰσραὴλ καὶ ἀραῖς ἀποστρέψασθαι. Ὁ δὲ θύσας ἐπὶ βωμοὺς ζʹ κατὰ διαφόρους τόπους κατὰ πάντας ἔνθους γενόμενος ἐκ τρίτου τὸν Ἰσραὴλ εὐλόγησεν ἄκων ἐνώπιον Βαλὰκ καὶ τῶν
10ἀρχόντων Μωάβ, ὡς προφητείαν καὶ ἄντικρυς εἶναι τὴν αὐτὴν εὐλογίαν τῆς εἰθισμένης δαιμονιώδους αὐτῷ ἐπικλήσεως καὶ ἀρᾶς. Μετὰ δὲ ταῦτα συνεβούλευσεν αὐτῷ περὶ τῆς πορνείας τοῦ λαοῦ, καὶ ἐβεβηλώθη ὁ λαὸς εἰς τὰς Μωαβίτιδας καὶ εἰς τὰς θυσίας τοῦ Βεελφεγώρ. καὶ ὠργίσθη κύριος καὶ προσέταξε τῷ Μωυσῇ παραδειγματίσαι τοὺς
15ἀρχηγοὺς τῆς λύσσης ἔναντι τοῦ ἡλίου, καὶ ἀναιρεθῆναι παρὰ τῶν ὁμο‐ φύλων τοὺς μιανθέντας πορνείᾳ καὶ εἰδωλολατρείᾳ. καὶ ἀνῃρέθησαν κδʹ χιλιάδες. τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν θείῳ ζήλῳ διήλασε τοὺς ἐν ἀσχημοσύνῃ παρανομοῦντας· ἦσαν δὲ ἀνὴρ Ἰσραηλίτης Ζαμβρὶ υἱὸς Σαλὼμ ἄρχων υἱῶν Συμεὼν καὶ γυνὴ Μαδιανῖτις, Χασβὶ θυγάτηρ
20Σοὺρ ἄρχοντος ἑνὸς Μαδιάμ. ἐξιλεώσατο τὴν θείαν ὀργὴν ἐκ τοῦ λαοῦ καὶ ἐλογίσθη αὐτῷ εἰς διαθήκην ἱερατείας αἰώνιον καὶ τὸ σπέρμα αὐτοῦ, ὅτι ἐζήλωσε τῷ θεῷ αὐτοῦ. Μετὰ δὲ τὴν πληγὴν ἠρίθμησε Μωυσῆς καὶ Ἐλεάζαρ τὸν λαὸν προστάξει θεοῦ. καὶ εὗρε χιλιάδας ἑξακοσίους καὶ χιλίους ψλʹ ἀπὸ εἰκοσαέτους καὶ
25ἐπάνω χωρὶς τῶν Λευιτῶν, οἵτινες ἰδίως εὑρέθησαν ἀριθμῷ τρεῖς καὶ κʹ χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω. αὕτη ἡ ἀπαρίθμησις ἐν Ἀραβὼθ Μωὰβ γέγονε πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. ἐν τούτοις πᾶσιν οὐκ ἦν ἄνθρωπος τῶν ὑπὸ Μωυσέως καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ Σιναῒ καταριθμηθέντων πλὴν Χαλὲβ υἱοῦ Ἰεφοννὴ καὶ Ἰησοῦ υἱοῦ τοῦ Ναυή·
30ὅτι κύριος εἶπε πάντας ἀποθανεῖν ἐν τῇ ἐρήμῳ, ἀπὸ τοῦ τρίτου ἔτους τῆς162

163

ἐξόδου ἕως μʹ ἔτη ληʹ περιάξας αὐτοὺς ὧδε κἀκεῖσε ἕως τοῦ ἐξαναλωθῆ‐ ναι αὐτούς. Τότε προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ τοῦ Ὀφὲρ υἱοῦ Γαλαάδ, δήμου Μανασσῆ, αἳ ἦσαν εʹ, ᾐτήσαντο κατασχεῖν ἀποθανόντος τοῦ πα‐
5τρὸς αὐτῶν ἐν τῇ ἐρήμῳ καὶ μὴ καταλείψαντος ἄρρενα. καὶ ἐδόθη αὐταῖς προστάξει θεοῦ κληρονομία πατρικὴ μέσον τῶν ἀδελφῶν αὐτῶν· καὶ κύ‐ ριος ἐνομοθέτησεν, ἐὰν ἀποθάνῃ ἄνθρωπος μὴ ἔχων υἱόν, κληρονομεῖσθαι ὑπὸ τῆς θυγατρός· εἰ δὲ οὐκ ἔστιν αὐτῷ θυγάτηρ, ὁ ἀδελφὸς αὐτοῦ κληρο‐ νομήσει αὐτόν· ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, ὁ ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ·
10εἰ δὲ μήτε τοῦ πατρὸς ἀδελφοί εἰσι, δίδοσθαι τὰ αὐτοῦ τῷ ἀγχιστεύοντι αὐτῷ ἐκ τῶν συγγενῶν. ἀλλὰ ταῦτα τοῖς ἄρχουσιν οὐκ ἀρέσκει τοῦ κόσμου, οὗ χάριν ἔνοχοι τῆς θείας δίκης πεφύκασιν. Ἐκ τούτων ἐπιπέμψας Μωυσῆς μυρίους δισχιλίους κατὰ τῶν υἱῶν Μα‐ διὰμ διὰ ῥήματος κυρίου ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν γῇ Μαδιὰμ καὶ τοὺς
15πέντε βασιλεῖς αὐτῶν καὶ τὸν μάντιν Βαλαὰμ σὺν αὐτοῖς, ἐν ῥομφαίᾳ ἐκ‐ δικήσας τὸν Ἰσραὴλ ἐξ αὐτῶν· οὗτος γὰρ συνεβούλευσε τὸν Βαλὰκ κατα‐ πορνεῦσαι τὸν Ἰσραὴλ εἰς τὰς θυγατέρας Μαδιάμ. τὰς δὲ παρθένους μό‐ νας ἐζωογόνησε Μωυσῆς. ἡ δὲ προνομὴ γῆς Μαδιὰμ αὕτη προβάτων χι‐ λιάδες χοεʹ, βοῶν χιλιάδες οβʹ, ὄνοι χιλιάδες ξαʹ, παρθένοι αἳ οὐκ ἔγνω‐
20σαν κοίτην ἀνδρὸς χιλιάδες λβʹ, χωρὶς χρυσίου καὶ ἀργυρίου καὶ τῶν λοι‐ πῶν σκύλων. Τότε οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, ἔχοντες κτήνη πολλά, ἰδόντες κτηνοτρόφον τὴν χώραν Ἰαζὴρ καὶ τὴν χώ‐ ραν Γαλαὰδ προσῆλθον πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ αἰτοῦντες δοθῆναι
25ταύτας αὐτοῖς ἐν κλήρῳ. καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας Ἰσραὴλ καὶ εἶπεν· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς τῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει. καὶ εἶπον οἱ υἱοὶ Ῥουβὴν
30καὶ οἱ υἱοὶ Γάδ· οὕτως ποιήσομεν. καὶ ἔδωκε Μωυσῆς τοῖς υἱοῖς Ῥουβὴν163

164

καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ τὴν βασι‐ λείαν Σηὼν βασιλέως τῶν Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτῆς πέραν τοῦ Ἰορδάνου, πόλεις ιβʹ.
5 Αὗται μὲν οὖν αἱ ἐπισημότεραι φέρονται πράξεις ἐν βίβλῳ δʹ Μωυσέως, ἃς πρὸς ταῖς ἄλλαις ταῖς προεπιτμηθείσαις ἡμῖν παρεθέμεθα σὺν ταῖς ἐπισήμοις ἀπάρσεσι τῶν παρεμβολῶν καὶ τοῖς τόποις ἐν οἷς παρενέβαλον, ἐν πᾶσι τῇ θείᾳ γραφῇ κατακολουθοῦντες καὶ πάντα ἐξ αὐτῆς ἀναλεξάμε‐ νοι, πρός τε ἡμετέραν ὠφέλειαν καὶ κεφαλαιώδη τῶν ἐντυγχανόντων. τὰς
10γὰρ κατὰ μέρος ἀπάρσεις ἤτοι τοὺς σταθμούς, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύ‐ πτου, ὁ αὐτὸς θεοδίδακτος νομοθέτης πρὸς τῷ τέλει τῆς ἱερᾶς βίβλου τῶν Ἀριθμῶν ἔγραψε, καὶ ὅτι Ἀαρὼν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐτελεύτησεν ἐν Ὢρ τῷ ὄρει, πέμπτῳ μηνὶ ἀρχομένῳ, ἐτῶν ὑπάρχων ρκγʹ, καὶ τὰ λοιπὰ τὰ μέχρι τοῦ ὄρους Ἀβαρεὶμ πέραν τοῦ Ἰορδά‐
15νου κατὰ Ἱεριχώ, ἔνθα καὶ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ ὅπως χρήσονται καὶ ἐχθρανοῦσι τοῖς ἔθνεσι τοῖς παραδοθησομένοις αὐτοῖς καὶ πόθεν ἔσται τὰ ὅρια τῆς κατασχέσεως αὐτῶν, καὶ ἕως ποῦ κατά τε λίβα καὶ δυσμὰς καὶ βορρᾶν καὶ ἀνατολὴν καὶ νότον ταῖς θʹ 𐅵 φυλαῖς, καὶ περὶ τῶν κατακληρονο‐ μούντων αὐτοῖς τὴν γῆν ἀρχόντων ἀνδρῶν καθ’ ἑκάστην φυλήν, ὧν πρῶ‐
20τοι Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, καὶ ἔτι περὶ τοῦ κλήρου τῶν Λευιτῶν καὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, περί τε φόνων καὶ τοῦ κλήρου τῶν θυγατέρων Σαλπαάδ. καὶ ἐπλήρωσε τὴν αὐτὴν τετάρτην τῶν Ἀριθμῶν βίβλον. Ἐπειδὴ δὲ ἐν τῇ αὐτῇ ἱερᾷ βίβλῳ τῶν Ἀριθμῶν μετὰ τὴν ἐπίσκεψιν τοῦ
25λαοῦ ἐν Ἀραβὼθ Μωὰβ γενομένην ὑπὸ Μωυσέως καὶ Ἐλεάζαρ κατὰ τὸ αὐτὸ μʹ ἔτος τῆς ἐξόδου, τελευτήσαντος ἤδη τοῦ Ἀαρὼν πρὸ ὀλίγου καὶ πάσης τῆς γενεᾶς τῶν ἀπειθῶν προκαταναλωθείσης, εἶπε κύριος πρὸς Μωυσῆν· ἀνάβηθι εἰς τὸ ὄρος ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο ὄρος Να‐
βαῦ, καὶ ἰδὲ τὴν γῆν Χαναὰν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ164

165

καθὰ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιναῒ ἐν τῷ ἀντειπεῖν τὴν συναγωγὴν τοῦ ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἐναντίον αὐτῶν· τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σιναΐ. αὐτὸς δὲ ᾐτήσατο τὸ προχειρισθῆναι πρὸς τοῦ θεοῦ τὸν
5ποιμανοῦντα τὸν Ἰσραὴλ μετ’ αὐτόν. ἔλαβέ τε Ἰησοῦν τὸν τοῦ Ναυὴ θείᾳ ψήφῳ, καὶ στήσας ἔναντι Ἐλεάζαρ καὶ παντὸς Ἰσραὴλ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτὸν καὶ συνέστησεν αὐτόν, καθὰ ἐνετείλατο αὐτῷ κύριος. Ταῦτα πάντα ἀνακεφαλαιωσάμενος ἐν τῇ εʹ βίβλῳ τοῦ Δευτερονομίου,
10τά τε τῆς ὁδοιπορίας τῶν τε κατ’ αὐτὴν παραβάσεων καὶ τὴν πατρῴαν αὐτῶν ἀπείθειαν, ἥτις αὐτῷ τε καὶ Ἀαρὼν τῷ ἀδελφῷ αὐτοῦ γέγονε θείας ὀργῆς καὶ ἀποφάσεως αἰτία, μὴ ἐπιβῆναι τῆς ἐπηγγελμένης αὐτοῖς γῆς ἀναμνήσας, ὅπως τε ἐπὶ λʹ καὶ ηʹ ἔτη περιεπόλουν εἰς Κάδης Βαρνὴ ἐπι‐ στραφέντες πρὸς τὴν τῆς ἐρυθρᾶς ἔρημον, ἐκύκλουν τὸ ὄρος Σηεὶρ ἐφ’ ἡμέ‐
15ρας πολλάς, καὶ πάλιν ἀπὸ τούτου ἐπεστράφησαν πρὸς βορρᾶν, ἕως διέπεσον πᾶς ἀπειθὴς ἐν ἐρήμῳ, καίτοι τῆς ὅλης ὀδοῦ ἀπὸ Κάδης Βαρνὴ ἕως φάραγγος Ζαρὲθ μὴ οὔσης εʹ ἡμερῶν, ὡς ἡμεῖς ἐπειράθη‐ μεν, ἥτις αὐτοῖς καταρεμβευομένοις ὑπὸ τοῦ θεοῦ ἐν λʹ καὶ ηʹ χρόνοις διήνυσται.
20 Τούτων οὖν αὐτοὺς ἀναμνήσας ὁ θεῖος νομοθέτης καὶ πολλὰ περὶ εἰδω‐ λολατρείας καὶ τῶν λοιπῶν ἀπηγορευμένων ἐθνικῶν ἐθῶν παραινέσας διδάσκει τὰς θείας νομοθεσίας, πολλάκις ἐπαναλαμβανόμενος καὶ ἀνα‐ μιμνήσκων αὖθις τῶν κατὰ τὴν ἔρημον θείων πειρατηρίων, ἀπολογού‐ μενος ἔν τισιν ὅτι ‘διὰ τοῦτο ὑμᾶς ἐκάκωσε κύριος καὶ ἐλιμαγχόνησεν ἐν τῇ
25ἐρήμῳ πειράζων ὑμᾶς, εἰ φυλάξετε τὰς ἐντολὰς αὐτοῦ, καὶ μὴ φυλάξαντας οὐ τελείως διέφθειρεν, ἐμοῦ πολλάκις ὑπὲρ ὑμῶν δεηθέντος, ἀλλ’ ἐψώμισε τὸ μάννα, ἵνα γνῶτε ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ· ἐπαίδευσεν ὑμᾶς ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, καὶ ἐτροφοφόρησεν ἄμοχθον ζωὴν
30χαρισάμενος. ἄρτον οὐκ ἐφάγετε καὶ οἶνον καὶ σίκερα οὐκ ἐπίετε ἔτη μʹ. τὰ ἱμάτια ὑμῶν οὐκ ἐπαλαιώθη, οὐδὲ τὰ ἱμάντια κατετρίβη τῶν ποδῶν
ὑμῶν.‘165

166

Μετὰ τούτους τοὺς λόγους καὶ ἄλλους πλείστους ἀξιοθέους καὶ χάριτος θείας πεπληρωμένους ἀναγράψας ἐν βίβλῳ παρέδωκε τοῖς ἱερεῦσιν ἀπο‐ θέσθαι ἐκ πλαγίου τῆς διαθήκης τοῦ μαρτυρίου, καταστήσας Ἰησοῦν υἱὸν Ναυὴ τοῦ Ἰσραὴλ ἄρχειν ἀντ’ αὐτοῦ θείᾳ ψήφῳ καὶ τὴν δευτέραν
5ᾄσας ᾠδήν, ἣν πάντα τὸν λαὸν ἐκμαθεῖν προσέταξε κύριος, ὡς μέγα τι χρῆμα καὶ θεῖον τοῖς εἰς ἀνάμνησιν ἐσόμενον παραδούς. Τῷ ιαʹ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξ Αἰγύπτου πορείας, ρκʹ ὄντι τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντας ἀνῆλθεν εἰς ὄρος Ναβαῦ ἤτοι Ἀβαρεὶμ κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἱεριχοῦς. καὶ κατ‐
10οπτεύσας τὴν ἐπηγγελμένην τῷ Ἰσραὴλ γῆν ἐτελεύτησεν ἐκεῖ κατὰ πρόσ‐ ταγμα θεοῦ, καὶ ἐτάφη ἐν Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ. οὗτος ὁ μέγας θεόπτης καὶ προφήτης παιδαγωγός τε καὶ νομοθέτης τοῦ Ἰσραὴλ ἐτῶν ρκʹ τελευτήσας οὐκ ἠμαυρώθη τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἰκότως· τούτοις γὰρ τὴν θείαν δόξαν ἑώρακεν, οὐδὲ
15τὰ περὶ τὸ πρόσωπον διὰ γῆρας ἐρυτιδώθη. ὅμοιος αὐτῷ προφήτης, ὥς φησιν ἡ γραφή, οὐκ ἀνέστη, ᾧ ὤφθη κατὰ πρόσωπον κύριος, ἕως Ἰωάν‐ νου τοῦ βαπτιστοῦ. Ὁ αὐτὸς θεοδίδακτος πρῶτος ἐν ἀνθρώποις ἱστορίαν ἔγραψε χρονικὴν ἀπὸ Ἀδὰμ ἕως τοῦ ρκʹ ἔτους αὐτοῦ, ὅπερ ἐστὶ κοσμικὸν ͵γωνϛʹ κατὰ τήνδε
20τὴν ἀκριβῆ χρονολογίαν. Μετὰ τὴν τελευτὴν Μωυσέως εἶπε κύριος τῷ Ἰησοῦ υἱῷ Ναυή· ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως
25τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς μεγάλης ἀφ’ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμ‐
ματεῦσι λαλῆσαι παντὶ τῷ λαῷ ἑτοιμασθῆναι καὶ ἐπισιτίσασθαι, ἵνα166

167

μετὰ τρεῖς ἡμέρας διαβῶσι τὸν Ἰορδάνην. καὶ ἀπέστειλεν ἐκ Σαττεὶμ δύο ἄνδρας κατασκοπεῦσαι τὴν γῆν τῆς Ἱεριχὼ καὶ τῆς Γαὶ δύο πόλεις. οἳ καὶ εἰσελθόντες εἰς Ἱεριχὼ παρὰ Ῥαὰβ τῇ πόρνῃ κατέλυσαν, ζητούμενοί τε ὑπὸ τοῦ βασιλέως Ἱεριχὼ ἐν τῷ οἴκῳ αὐτῆς ἀπεκρύβησαν, ὀμόσαντες
5αὐτῇ τὰ περὶ τῆς σωτηρίας. ἐπανελθόντες δὲ πρὸς Ἰησοῦν ἐν Σαττεὶμ ἀπήγγειλαν τὰ τῆς κατασκέψεως. καὶ ὀρθρίσας Ἰησοῦς τῷ πρωὶ ἐκ Σατ‐ τεὶμ ἦλθεν εἰς τὸν Ἰορδάνην σὺν τῷ λαῷ. ἔνθα προαγνίσας τὸν Ἰσραὴλ διεβίβασε μετὰ τρεῖς ἡμέρας τὸν Ἰορδάνην, προηγουμένης τῆς κιβωτοῦ διαθήκης κυρίου σὺν τοῖς αἴρουσιν αὐτὴν ἱερεῦσιν· ὧν ἐπειδὴ μόνον οἱ πό‐
10δες ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος, ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν πόρρω διαιρεθὲν ἄναντες εἰς μέρος Καριαθιαρείμ· τὰ δὲ καταβαίνοντα κατέβη εἰς θάλασσαν Ἄραβα, θάλασσαν ἁλῶν, ἕως ἐξέλιπε. καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, ἕως διέβη πᾶς ὁ λαὸς τὸν Ἰορ‐
15δάνην ἐπὶ ξηρᾶς, καὶ συνέταξεν Ἰησοῦς δώδεκα ἄνδρας ἐνδόξους τῶν υἱῶν Ἰσραὴλ διὰ ῥήματος κυρίου, καὶ ἀναλαβόντες λίθους ιβʹ ἐκ μέσου τοῦ Ἰορδάνου διεκόμισαν εἰς τὴν παρεμβολὴν εἰς μνημόσυνον. Ἔστησέ τε ἄλλους ιβʹ λίθους Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ, οὗ ἔστησαν οἱ πό‐ δες τῶν αἰρόντων τὴν κιβωτὸν ἱερέων, καὶ εἰσὶν ἐκεῖ ἕως σήμερον. καὶ προσ‐
20έταξε τοῖς ἱερεῦσιν Ἰησοῦς, καὶ ἐγένετο ὡς ἐξῆλθον καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, κατέβη τὸ ὕδωρ ὁρμῆσαν ὡς ἦν πρότερον. αὐτοὶ δὲ ἀναβάντες ἐστρατοπέδευσαν ἐν Γαλγάλοις κατὰ ἀνατολὰς ἀπέναντι Ἱε‐ ριχώ. Ταῦτα ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμορραίων καὶ οἱ βασιλεῖς οἱ παρὰ
25τὴν θάλασσαν τῆς Φοινίκης κατετάκησαν ἐκπλαγέντες ταῖς διανοίαις. Ἰησοῦς δὲ θείᾳ προστάξει περιέτεμε τὸν λαὸν μαχαίραις πετρίναις ὅσοι διέβησαν τὸν Ἰορδάνην, ὅτι, φησίν, ἐπὶ τεσσαράκοντα καὶ δύο ἔτη ἀνέ‐ στραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων ἀπερίτμητοι· τούτου δ’ ἦν αἴτιον ὅτι καθ’ ἑαυτοὺς ὄντες παντὸς
30ἀλλογενοῦς κεχωρισμένοι χρείαν οὐκ εἶχον τῆς περιτομῆς. καλῶς ἄρα167

168

εἴρηται τῷ θείῳ ἀποστόλῳ ὅτι οὔτε περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. Τῷ δὲ μβʹ ἔτει πεποιηκέναι δοκεῖ πως ἄπορον εἶναι· τεσσαράκοντα γὰρ ἔτη πανταχοῦ ἐν ταῖς λοιπαῖς θείαις γραφαῖς ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ φαίνε‐
5ται ἀναστραφείς, εἰ μή πού τις ἐνταῦθα τὸ πʹ ἔτος Μωυσέως καὶ τὸ πρῶ‐ τον Ἰησοῦ τοῦ Ναυῆ συναριθμεῖσθαι νοήσοι τοῖς ἐν τῇ ἐρήμῳ μʹ ἔτεσι καὶ οὕτως εἶναι μβʹ. Οὗτοι περιτμηθέντες ἡσύχασαν ἕως τοῦ θεραπευθῆναι, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου Γάλγαλα. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ
10ιδʹ τοῦ πρώτου μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν εἰς Ἱεριχὼ ἐν τῷ πεδίῳ, καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καινά, τοῦτ’ ἔστιν ἀπὸ σίτου νέου, ὅπερ μέχρι νῦν ἔστιν ἰδεῖν ἐν Ἱεριχὼ κατὰ τὴν ἐαρινὴν ἰσημερίαν γενόμενον θερισμὸν σίτου νέου κατὰ τοὺς θερμοτέρους τόπους συμφθά‐ ζοντα. ἐξ οὗ καὶ ἡ κατὰ Ἱεροσόλυμα ἁγιωτάτη ἐκκλησία συνήθως προ‐
15φέρει τὴν ἀναίμακτον θυσίαν τῷ καιρῷ τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν. Ἐν αὐτῇ, φησί, τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα. ἐκαρ‐ πώσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. ὄντων δὲ
20αὐτῶν εἰς Ἱεριχὼ ἀναβλέψας Ἰησοῦς ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; ὁ δὲ εἶπεν· ἐγὼ ἀρχιστράτηγος κυρίου δυνάμεως νῦν παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπε· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ
25ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ’ ᾧ σὺ ἕστηκας τόπος ἅγιός ἐστι. Καὶ Ἱεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐδεὶς ἐξ αὐτῆς ἐξε‐ πορεύετο οὐδὲ εἰσεπορεύετο. καὶ εἶπε κύριος πρὸς Ἰησοῦν· ἰδοὺ ἐγὼ παρα‐
δίδωμί σοι τὴν Ἱεριχὼ ὑπὸ χεῖρα καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνα‐168

169

τοὺς ὄντας ἰσχύι. σὺ δὲ περίστησον αὐτῇ πάντας τοὺς μαχίμους κύκλῳ. καὶ ἔσται ὅταν σαλπίσωσι τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακεκραγότων αὐτῶν πεσεῖται πᾶν τὸ τεῖχος τῆς πόλεως αὐτόματον καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.
5καὶ ἐποίησεν Ἰησοῦς κατὰ τὸ ῥῆμα τοῦ ἀγγέλου ἐπὶ ἑπτὰ ἡμέρας κυκλῶν τὴν πόλιν προηγουμένης τῆς κιβωτοῦ· καὶ τῇ ζʹ ἠλάλαξεν ὁ λαός, καὶ τὰ τείχη κατέπεσε. καὶ εἰσελθόντες ἀνεθεμάτισαν αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας, χωρὶς Ῥαὰβ τῆς πόρνης
10καὶ τοῦ οἴκου αὐτῆς. καὶ ἐνεπυρίσθη Ἱεριχὼ σὺν πᾶσι τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ταῦτα γὰρ θεῷ ἀφιερώθη. ἐξ ὧν Ἄχαρ νοσφισάμενος υἱὸς Χαρμεὶ 〈υἱοῦ Ζαμβρεὶ〉 υἱοῦ Ζαρὰ φυλῆς Ἰούδα ψιλὴν ποικίλην καὶ ςʹ δίδραχμα ἀργυρίου καὶ γλῶσσαν χρυσῆν ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν τέκνοις καὶ γυναικὶ καὶ τοῖς ὑπάρχουσιν
15εἰς φάραγγα Ἀχώρ. καὶ κατηράσατο Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Ἱεριχὼ ἔναντι κυρίου εἰπών· ἐπικατάρατος ἄνθρωπος ὅστις οἰκοδομήσει τὴν πόλιν ἐκείνην, ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ ἐποίησεν οὕτως Ἀζὰ ὁ ἐκ Βαι‐ θήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ
20Σεγοὺβ τῷ διασωθέντι ἐλαχίστῳ ἐπέστησε τὰς πύλας αὐτῆς. Τότε παρέδωκε κύριος τῷ Ἰησοῦ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς. καὶ ἐνεπύρισεν αὐτὴν χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα καὶ ἐκρέμασε τὸν βασι‐ λέα ἐπὶ ξύλου διδύμου ἕως ἑσπέρας. ταῦτα ἀκούσαντες οἱ κατοικοῦντες Γαβαὼν πόλιν ἐπίσημον καὶ οἱ κατοικοῦντες τὰς πόλεις τοῦ Εὐαίου δεινό‐
25τητι σπονδὰς ἐποιήσαντο πρὸς Ἰησοῦν, πόρρωθεν παραγεγονέναι προσ‐ ποιησάμενοι· οὓς ἐπιγνοὺς ὕστερον διακονεῖν καὶ ξυλοφορεῖν τῷ λαῷ προσέταξε. Τούτοις Ἀμορραῖοι ἐπεστράτευσαν ὡς αὐτομολήσασι πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, ὧν ἦν πρῶτος Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ σὺν
30τοῖς στρατεύμασι. πρὸς οὓς ἀναβὰς Ἰησοῦς σὺν τῷ Ἰσραὴλ Γαβαωνίτας
μὲν ἐλυτρώσατο, τοὺς δὲ Ἀμορραίους κατέκοψε φεύγοντας σὺν τοῖς βασι‐169

170

λεῦσιν αὐτῶν. οἳ καὶ ἐν σπηλαίῳ κρυβόμενοι καταληφθέντες ἐκεῖ κατε‐ κλείσθησαν ἕως κατέπαυσεν ὁ πόλεμος. ἔνθα πολλοὶ μὲν ὑπὸ τοῦ Ἰσραὴλ κατεκόπησαν, πλείονες δὲ λίθοις χαλάζης οὐρανόθεν ἐπιρριπτομένοις αὐτοῖς ἀπέθανον. τότε θείᾳ δυνάμει προσευξάμενος Ἰησοῦς ἔστησε τὸν
5ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλών, ἕως ἐξε‐ πολέμησε τοὺς ἐχθρούς. καὶ ἐξαγαγὼν τοὺς εʹ βασιλεῖς ἐκ τοῦ σπη‐ λαίου προσέταξε τοὺς ἀρχηγοὺς τοῦ πολέμου τῶν υἱῶν Ἰσραὴλ κατα‐ πατῆσαι τοὺς τραχήλους αὐτῶν, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ παρέλαβε τὰς πόλεις αὐτῶν, αἳ ἦσαν αὐτοῖς πέντε, Μακηδὰ καὶ Λόμνα, Λαχείς, καὶ τὸν
10βασιλέα Γαζὲρ Ἱαρὰμ βοηθοῦντα τοῖς ἐν Λαχείς, τήν τε Ὀδολλὰμ καὶ τὴν Χεβρών. τότε παρέλαβε καὶ τὴν Δαβεὶρ καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ πᾶσαν τὴν ὀρεινήν. Ἰαβεὶν δὲ ὁ βασιλεὺς Ἀσὼρ ἀθροίσας τοὺς περὶ αὐτόν τε καὶ Σιδῶνα τὴν μεγάλην βασιλεῖς, τούς τε ἀπὸ βορρᾶ καὶ τῆς πεδινῆς καὶ τοὺς ἀπὸ
15ἀνατολῶν παραλίους Χαναναίους, Χορραίους τε καὶ Ἀμορραίους καὶ Εὐαίους καὶ Ἰεβουσαίους καὶ Φερεζαίους καὶ Χετταίους τοὺς ὑπὸ τὴν ἔρημον, πολλοὺς ὄντας ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ δυνατοὺς ἐν ἅρ‐ μασι καὶ ἵπποις, ἦλθε πολεμῆσαι πρὸς τὸν Ἰησοῦν· οὓς πάντας παρα‐ λαβὼν ἀνεῖλε σκυλεύσας αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν. πάντες οἱ βασι‐
20λεῖς οὓς παρέδωκε κύριος τῷ Ἰησοῦ κθʹ, ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ. Ἰησοῦς δὲ πρεσβύτερος προβεβηκώς, καὶ προσέταξεν αὐτῷ κύριος, καὶ ἐκληροδότησε πᾶσαν τὴν γῆν ταῖς θʹ 𐅵 φυλαῖς, αὐτὸς καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς, ἔναντι κυρίου ἐν Σιλώμ. τῷ δὲ Ἰησοῦ ἐδόθη Θαμναθὰ ἐν ὄρει
25Ἐφραίμ, καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ αἰτήσαντι ἐδόθη Χεβρών, ὃς καὶ ἐξήλειψε τοὺς τρεῖς υἱοὺς Ἐνάκ, τοὺς καλουμένους γίγαντας. τῷ δὲ Γο‐ θονοὴλ ὁμομητρίῳ ἀδελφῷ αὐτοῦ υἱῷ Κενὲζ τῷ νεωτέρῳ, καταλαβομένῳ τὴν πόλιν τῶν γραμμάτων Καριαθσεφαρεὶ ἐν Δαβείρ, Ὀξὰν ἔπαθλον τὴν
ἑαυτοῦ θυγατέρα δέδωκε Χαλὲβ εἰς γυναῖκα.170

171

Αἱ δὲ δύο ἥμισυ φυλαὶ τοῦ Ῥουβὴν καὶ τοῦ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασ‐ σῆ εἰς τὰς οἰκείας κατασχέσεις ἐπανῆλθον, ἃς ἔδωκεν αὐτοῖς Μωυσῆς, ἔνθα γενόμενοι θυσιαστήριον ἤγειραν· οἷς πολεμῆσαι βουληθέντες οἱ ἀπὸ τῶν θʹ 𐅵 φυλῶν ὡς ἁμαρτάνουσιν εἰς θεόν, ὅτι ποιοῦσιν ἔξω τῆς κιβωτοῦ
5προσφοράν, ἐπαύσαντο μετ’ εὐλαβείας ἀπολογησαμένων τῶν δύο ἥμισυ φυλῶν, καὶ τὸ παρ’ αὐτοῖς θυσιαστήριον μαρτύριον προσηγόρευον. ἐδό‐ θησαν δὲ καὶ τοῖς Λευίταις πόλεις μηʹ. τότε Ἰησοῦς συναγαγὼν τὸν Ἰσ‐ ραὴλ ἅπαντα σὺν τοῖς ἄρχουσι πλεῖστα παραινέσας περὶ θεοσεβείας ἐξαπ‐ έστειλεν. αὐτὸς δὲ ἐτελεύτησε ζήσας ἔτη ριʹ, καὶ ἔθαψαν αὐτὸν ἐν Θαμνα‐
10σαρὰχ ἐν τῷ ὄρει Ἐφραῒμ ἐν ὁρίοις αὐτοῦ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας.
12tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
13 Ἀσσυρίων ιζʹ ἐβασίλευσεν Ἀσκατάδης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωιβʹ.
15 Ἀσσυρίων ιηʹ ἐβασίλευσεν Ἀμύντης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωνʹ. Ἀσσυρίων ιθʹ ἐβασίλευσε Βήλοχος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωϙεʹ. Ἀσσυρίων κʹ ἐβασίλευσε Βαλατόρης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
20͵γϡκʹ. Ἀσσυρίων καʹ ἐβασίλευσε Λαμπρίδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡνʹ. Ἀσσυρίων κβʹ ἐβασίλευσε Σωσάρης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡπʹ.
25tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
26 Αἰγυπτίων λδʹ ἐβασίλευσε Χεβρὼν ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψξβʹ. Αἰγυπτίων λεʹ ἐβασίλευσεν Ἀμεμφὶς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵γψοεʹ.171

172

Αἰγυπτίων λϛʹ ἐβασίλευσεν Ἀμενσῆς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γψϙʹ. Αἰγυπτίων λζʹ ἐβασίλευσε Μισφραγμούθωσις ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωαʹ.
5 Αἰγυπτίων ληʹ ἐβασίλευσε Μισφρὴς ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωιζʹ. Αἰγυπτίων λθʹ ἐβασίλευσε Τούθμωσις ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωμʹ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
10 Θηβαίων λζʹ ἐβασίλευσε Φρουορῶ, ἤτοι Νεῖλος, ἔτη {εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωπθʹ} 〈ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωϙδʹ.〉 Θηβαίων ληʹ ἐβασίλευσεν Ἀμουθαρταῖος ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡιγʹ. Ἡ τῶν ληʹ βασιλέων τῶν κατ’ Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ
15ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν Διοσπόλει ἱερογραμματέων παρ‐ έφρασεν ἐξ Αἰγυπτίας εἰς Ἑλλάδα φωνήν, ἐνταῦθα ἔληξεν ἀρχή, ἀρξαμένη μὲν ἀπὸ τοῦ ͵βϡʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ ͵γϡοεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφεξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ
20Ἀπολλοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐν‐ ταῦθα ὡς μηδὲν συμβαλλομένας ἡμῖν παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐ‐ τῶν.
23t〈ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ〉
24Σικυωνίων ιθʹ ἐβασίλευσε Σικυὼν ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡϙʹ.
25Σικυωνίων κʹ ἐβασίλευσε Πόλυβος ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δλβʹ.172

173

Σικυωνίων καʹ ἐβασίλευσεν Ἴναχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δοεʹ. Σικυωνίων κβʹ ἐβασίλευσεν Ἥφαιστος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρκʹ.
5 Σικυωνίων κγʹ ἐβασίλευσεν Ἄδραστος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρλʹ. Σικυωνίων κδʹ ἐβασίλευσε Πολυφείδης ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρλζʹ. Σικυωνίων κεʹ ἐβασίλευσε Πελασγὸς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵δρξηʹ.
11t〈ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ〉
12 Ἀργείων γʹ ἐβασίλευσεν Ἆπις ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωηʹ. Ὁ ἐπὶ Ὠγύγου παλαιότατος παρ’ Ἕλλησιν ἱστορούμενος ἐν Ἀκτῇ, τῇ νῦν Ἀττικῇ, κατακλυσμὸς τούτοις γέγονε τοῖς χρόνοις. διαφόρως γὰρ ἱστο‐
15ρεῖται, τῶν μὲν ἐπὶ Φορωνέως, τῶν δὲ ἐπὶ Ἄπιδος λεγόντων. ὁμοίως δὲ καὶ ἡ ἀπ’ Αἰγύπτου πορεία τοῖς Ἑλλήνων ἱστορικοῖς οὕτω φέρεται δια‐ φόρως κατὰ τοὺς αὐτοὺς χρόνους τῷ ἐπὶ Ὠγύγου κατακλυσμῷ. συμφω‐ νοῦσι δὲ τούτοις ἐν τούτῳ καὶ Ἰώσηππος καὶ Ἰοῦστος Ἰουδαῖοι ἱστορικοὶ καὶ τοῦ καθ’ ἡμᾶς λόγου Κλήμης ὁ στρωματεὺς καὶ Τατιανὸς καὶ Ἀφρι‐
20κανός, οὗ καὶ χρῆσιν ἑξῆς παραθώμεθα.
21tἈφρικανοῦ
22 Ἐν τρίτῳ λόγῳ φησί· ‘Φαμὲν τοίνυν ἔκ γε τοῦδε τοῦ συντάγματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος, πολλῶν δια‐ φθαρέντων διασωθεὶς κατὰ τὴν ἀπ’ Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως
25ἔξοδον, γεγενῆσθαι.‘ καὶ μετ’ ὀλίγα ‘Μετὰ δὲ Ὤγυγον διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθʹ. τὸν μὲν γὰρ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσθαι φησὶν ὁ Φιλόχορος.‘ καὶ μεθ’ ἕτερα ‘Ἀπὸ Ὠγύ‐
γου τοίνυν ἐπὶ Κῦρον, ὅπως ἀπὸ Μωυσέως ἐπὶ τὸν αὐτοῦ χρόνον, ἔτη173

174

͵ασλεʹ. ἀλλὰ καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα, Πολέμων μὲν ἐν πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων· ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύ‐ πτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν·
5οὗτοι δηλονότι οἱ μετὰ Μωυσέως. Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν δʹ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιος Αἰγύπτου βασιλεύοντος ἀποστῆναι Ἰουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀπο‐ στασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δέ τινι καὶ Ἰουδαίων,
10ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν.‘ Τοῦτον τὸν Ἆπίν φησι πρῶτον Αἰγυπτίοις νομισθῆναι θεὸν καὶ Σάρα‐ πιν κληθῆναι. οὗτος τὸν ἀδελφὸν Αἰγιαλέα τῆς Ἀχαΐας, ὥς φασι, κατέ‐ στησε βασιλέα. αὐτὸς εἰς Αἴγυπτον ἐστάλη σὺν ὄχλῳ. Τελχῖνες ἐκπεσόντες Πελοποννήσου Ῥόδον ᾤκησαν νῆσον τὴν καλουμέ‐
15νην Ὀφιοῦσαν. Τότε Μέμφις ἐν Αἰγύπτῳ κατὰ τούτους ἐκτίσθη τοὺς χρόνους. Σπάρτα ἐκτίσθη ὑπὸ Σπάρτου παιδὸς Φορωνέως.
18t〈ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ〉
19Ἀργείων δʹ ἐβασίλευσεν Ἄργος ἔτη οʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωμγʹ.
20Ἀργείων εʹ ἐβασίλευσε Κρίασος ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡιγʹ.
21t〈ΣΠΟΡΑΔΗΝ〉
22 Τούτοις τοῖς χρόνοις, ὥς φασι, Προμηθεὺς ἦν, ὃς ἐμυθεύετο πλάττειν ἀνθρώπους ἐξ ἀπαιδευσίας καὶ ἀλογίας εἰς παίδευσιν μετάγων, ὥς φησιν ὁ Πλάτων, ὁ τὴν παλαιὰν κωμῳδίαν, ἐν Σοφισταῖς· προμήθεια γάρ ἐστιν
25ἀνθρώποις ὁ νοῦς. ἑρμηνεύουσι δὲ οἱ Ἀναξαγόριοι τοὺς μυθώδεις θεοὺς174

175

νοῦν μὲν τὸν Δία, τὴν δὲ Ἀθηνᾶν τέχνην, ὅθεν καὶ τό· χειρῶν ὀλλυμένων ἔρρει πολύμητις Ἀθήνη. Ἀφρικανοῦ· Καλλίθυια Πείραντος ἐν Ἄργει πρῶτον ἱεράτευσε τῆς Ἥρας. Τούτοις τοῖς χρόνοις Ἄτλας ὁ Προμηθέως ἀδελφὸς ἄριστος ἀστρολόγος
5διέλαμπεν, ὡς ἐπιστήμης ἕνεκεν τὸν οὐρανὸν αὐτὸν φέρειν πεφήμισται. Εὐριπίδης δὲ τὸν Ἄτλαντα ὄρος εἶναί φησιν ὑπερνεφές. Οὗτος κατὰ τοὺς χρόνους Γοθονιὴλ ἤκμαζεν, ὡς μαρτυροῦσι πάντες οἱ ἐκ τοῦ καθ’ ἡμᾶς λόγου ἱστορικοί, ἐν οἷς καὶ Ἀφρικανός φησιν ‘Οἱ ἀπὸ τῆς Κουρητείας τῆς νῦν Ἀκαρνανίας Κουρῆτες καὶ Κορύβαντες Κνωσσὸν
10ᾤκισαν, οἱ τὴν ἐν ὅπλοις εὔρυθμον κίνησιν εὑρόντες.‘ Τούτοις τοῖς χρόνοις Σύρος ἱστορεῖται γεγονέναι γηγενής, οὗ ἐπώνυμος ἡ Συρία. ἄλλοι δὲ πρότερον ἔτεσιν ρʹ. καὶ περὶ Προμηθέως δὲ καὶ Ἐπι‐ μηθέως τὸ αὐτὸ διαφόρως ἱστοροῦσι καὶ Ἄτλαντος Ἄργου τε καὶ Ἰοῦς τῆς Προμηθέως θυγατρὸς καὶ Πανόπτου. οἱ μὲν γὰρ ὅτι κατὰ Κέκροπα
15τὸν διφυῆ γεγόνασιν, οἱ δ’ ὅτι πρότερον ἔτεσιν ξʹ, ἄλλοι δὲ ϙʹ. Πᾶσι δὲ τοῖς πρὸ αὐτοῦ σοφωτάτοις ἱστορικοῖς Χριστιανοῖς τε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἀντιπίπτων Εὐσέβιος Κέκροπα τὸν διφυῆ πρῶτον βασιλεύσαντα μετὰ Ὤγυγον τῆς τότε μὲν Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ὃς ἦν κατὰ Φορωνέα καὶ τὸν μέγαν Μωυσέα πρὸ ἐτῶν τούτων, ἐν οἷς Κέκροψ
20ἡμῖν ἐστοιχείωται λίαν ἀκριβῶς, ἐπὶ Μωυσέως γενέσθαι ἀλόγως ἀπεφή‐ νατο τὸν αὐτὸν Κέκροπα καὶ ἀμαρτύρως.
22tΚΟΣΜΟΥ ΕΤΗ
23Ἰησοῦ τοῦ Ναυὴ ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωνζʹ. Οἱ μετὰ Ἰησοῦν πρεσβύτεροι ἡγήσαντο τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ
25κόσμου ἦν ἔτος ͵γωπδʹ.175

176

Σημειωτέον ὅτι τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ μετὰ υʹ ἔτη φησὶν ἡ τῶν κρι‐ τῶν βίβλος παρεστάναι ἐνώπιον τῆς κιβωτοῦ ἐν τῷ πολέμῳ τῶν ιαʹ φυ‐ λῶν κατὰ τῆς φυλῆς Βενιαμὶν περὶ τῆς μελισθείσης γυναικός. Τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον ἐξ Αἰγύπτου οἱ υἱοὶ Ἰσραήλ, καὶ ἔθαψαν
5αὐτὸν ἐν Σικίμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ, ἣν ἐξώνηται ἀμνῶν ρʹ ὁ Ἰακὼβ παρὰ τῶν υἱῶν Ἐμμώρ, φασὶ δ’ ὅτι καὶ τῶν λοιπῶν πατριαρχῶν. ἀπο‐ θανόντος δὲ καὶ Ἐλεάζαρ τοῦ υἱοῦ Ἀαρὼν διεδέξατο τὴν ἱερωσύνην Φι‐ νεὲς ὁ υἱὸς αὐτοῦ. ἐτάφη δὲ καὶ Ἐλεάζαρ ἐν ὄρει Ἐφραίμ, ἐν Γαβαὰθ τῇ μερίδι Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἔνθα καὶ αὐτὸς Φινεὲς τελευτήσας ἐτάφη
10ἱερατεύσας τοῦ Ἰσραὴλ ἕως τελευτῆς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ μετὰ τὴν Ἰησοῦ τελευτὴν καὶ τῶν πρεσβυτέρων ἐπηρώτησαν ἐν κυρίῳ· τίς ἀναβήσεται ἀφηγούμενος πολεμεῖν ἐπὶ τὸν Χα‐ ναναῖον; καὶ ἐρρήθη αὐτοῖς ὅτι Ἰούδας. καὶ ἀνέβη Ἰούδας καὶ Συμεών, καὶ ἔδωκε κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν τῇ χειρὶ αὐτοῦ.
15καὶ ἔλαβε τὸν Ἀδωνιβεζὲκ βασιλέα Ἱερουσαλήμ, καὶ τὴν πόλιν ἐνέπρησαν πυρί. καὶ ἦν κύριος μετ’ αὐτῶν, ἕως ἐποίησαν τὸ πονηρὸν ἔναντι αὐτοῦ. καὶ ἀπέδοτο αὐτοὺς ἔτη ηʹ δουλεύειν τῷ Χουσαρσαθὼμ βασιλεῖ Συρίας Μεσοποταμίας.
19tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
20 Ἀσσυρίων κγʹ ἐβασίλευσε Λαμπραὴς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δ. Ἀσσυρίων κδʹ ἐβασίλευσε Πανυὰς ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δλʹ. Ἀσσυρίων κεʹ ἐβασίλευσε Σώσαρμος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δοεʹ. Ἀσσυρίων κϛʹ ἐβασίλευσε Μιθραῖος ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
25͵δϙζʹ. Ἀσσυρίων κζʹ ἐβασίλευσε Τεύταμος, ὁ καὶ Ταυτάνης παρά τισι λεγό‐ μενος, ἔτη λβʹ. ἐπὶ τούτου Ἴλιον Εὐσέβιός φησιν ἁλῶναι. τοῦ δὲ κόσμου
ἦν ἔτος ͵δρκδʹ.176

177

Ἀσσυρίων κηʹ ἐβασίλευσε Τευταῖος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρνϛʹ. Ἀσσυρίων κθʹ ἐβασίλευσεν Ἀραβῆλος ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δςʹ.
5tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
6 Αἰγύπτου μʹ ἐβασίλευσεν Ἀμενῶφθις ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γωοθʹ. Οὗτος ὁ Ἀμενῶφθίς ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. ὃν λίθον χρόνοις ὕστερον Καμβύσης ὁ Περσῶν τέμνει, νομίζων
10εἶναι γοητείαν ἐν αὐτῷ, ὡς Πολύαινος ὁ Ἀθηναῖος ἱστορεῖ. Αἰθίοπες ἀπὸ Ἰνδοῦ ποταμοῦ ἀναστάντες πρὸς τῇ Αἰγύπτῳ ᾤκησαν. Αἰγυπτίων μαʹ ἐβασίλευσεν Ὦρος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡιγʹ. Αἰγυπτίων μβʹ ἐβασίλευσεν Ἀχενχερὴς ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵γϡξαʹ. Αἰγυπτίων μγʹ ἐβασίλευσεν Ἀθωρὶς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡπϛʹ. Αἰγυπτίων μδʹ ἐβασίλευσε Χενχερὴς ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵διεʹ.
20tΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
21 Σικυωνίων κϛʹ ἐβασίλευσε Ζεύξιππος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρπηʹ. Ἕως τούτου τοῦ ͵δσεʹ ἔτους τοῦ κόσμου ἡ τῶν Σικυωνίων ἤτοι Πελο‐ ποννησίων λεγομένων βασιλεία διήρκεσεν ἐν γενεαῖς μὲν ἤτοι βασιλεῦσιν
25κϛʹ, ἔτεσιν ϡξζʹ. ἀρξαμένη γὰρ τῷ καθολικῷ κοσμικῷ ͵γσλθʹ ἔτει κατε‐177

178

παύθη ἐν τῷδε τῷ ͵δσεʹ ἔτει. μεθ’ οὓς κϛʹ βασιλεῖς, ὥς φασιν, ἡγοῦντο αὐτῶν οἱ ἱερεῖς τοῦ Καρνίου ἔτη λγʹ. Ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη χίλια.
4tΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ
5 Ἀργείων ϛʹ ἐβασίλευσε Φόρβας ἔτη κεʹ. οὗτος Ῥόδου ἐκράτησε. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡξηʹ. Ἀργείων ζʹ ἐβασίλευσε Τριόπας ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡϙγʹ. Ἀργείων ηʹ ἐβασίλευσε Κρότωπος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δκθʹ. Ἀργείων θʹ ἐβασίλευσε Σθένελος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δνγʹ.
10 Φασί τινες ὅτι μετὰ Σθένελον Ἄργους ἐβασίλευσε Γελάνωρ, ὃν Ἀργεῖοι τῆς ἀρχῆς παύσαντες Δαναὸν Ἄργους ἐβασίλευσαν. ὃς ἐκπεσὼν Αἰγύπτου καὶ κρατήσας τοῦ Ἄργους ἔνυδρον αὐτὸ κατεστήσατο. Ὁ αὐτὸς Δαναὸς διὰ τῶν λεγομένων Δαναΐδων (αὗται δὲ ἦσαν αὐτῷ θυγατέρες νʹ) τοὺς νʹ υἱοὺς τοῦ ἀδελφοῦ αὐτοῦ Αἰγύπτου διεχρήσατο
15χωρὶς ἑνὸς τοῦ Λυγκέως, ὃς καὶ ἐβασίλευσε μετ’ αὐτόν. οὐκ ἄπιστον δὲ ἐν βαρβάροις ἡ πολυτεκνία διὰ τὸ πλῆθος τῶν παλλακῶν.
17tΣΠΟΡΑΔΗΝ
18 Ἡ Ἰὼ ἡ δευτέρα εἰς Αἴγυπτον ἐλθοῦσα κατά τινας, ἣ καὶ Ἶσις προσ‐ ηγορεύθη Φαρία, γημαμένη Τηλεγόνῳ Ἔπαφον ἐγέννησεν. Ἔπαφος Ἰοῦς
20τῆς βʹ ἐβασίλευσεν Αἰγύπτου καὶ Μέμφιν ἔκτισε. Κόρινθος ἡ πάλαι Ἐφύρα καλουμένη ἐκτίσθη. Φοῖνιξ καὶ Κάδμος ἀπὸ Θηβῶν τῶν κατ’ Αἴγυπτον ἐξελθόντες εἰς τὴν Συρίαν Τύρου καὶ Σιδῶνος ἐβασίλευσαν. Βούσιρις Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου παῖς τῶν κατὰ τὸν Νεῖ‐
25λον τόπων ἐτυράννει καὶ τοὺς παροδεύοντας κατέθυε ξένους.
Τὸ ἐν Δελφοῖς ἱερὸν ἐνεπρήσθη ὑπὸ Φλεγύου.178

179

Κρητῶν ἐβασίλευσεν Ἀστέριος. Εὐρώπῃ τῇ Φοίνικος μυθεύεται Ζεὺς μιγῆναι. ὁ δ’ ἦν τεθνεώς, ὡς ἐν Κρήτῃ μαρτυρεῖ αὐτοῦ ὁ τάφος. αὐτὴ δ’ ἦν Ἀστερίου τοῦ Κρητῶν βασι‐ λέως γαμετή, ἐξ ἧς ἔσχε τρεῖς υἱούς, Μίνωα καὶ Ῥαδάμανθυν καὶ Σαρ‐
5πηδόνα, οἳ καὶ Διὸς ἐμυθεύοντο παῖδες εἶναι.
6tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
7 Ἀθηναίων αʹ ἐβασίλευσε Κέκροψ ὁ διφυὴς ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡμεʹ. Κέκροψ ὁ διφυὴς τῆς τότε Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ἐβασίλευσεν ἔτη νʹ,
10διὰ μῆκος σώματος οὕτω καλούμενος, ὥς φησιν ὁ Φιλόχορος, ἢ ὅτι Αἰγύ‐ πτιος ὢν τὰς δύο γλώσσας ἠπίστατο. οὗτος ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἡ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπ’ αὐτοῦ δὲ Κεκροπία ἡ χώρα ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθυσίασε καὶ Ζῆνα προσηγόρευσεν, ὥς τινες. ἀπ’ αὐτοῦ ἐπὶ πρώτην ὀλυμπιάδα βασιλεῖς
15ιϛʹ, ἄρχοντες δὲ διὰ βίου ιαʹ, ἔτη δὲ ψʹ. κατὰ τούτους τὰ παρ’ Ἕλλησι θαυμαστὰ δοκοῦντα μυθολογεῖται. Ἡ τῶν θεῶν κρίσις Ποσειδῶνος καὶ Ἀθηνᾶς ἐπὶ Κέκροπος μυθεύεται Ἕλλησι περὶ τῆς χώρας. τὸ ἐν Δήλῳ ἱερὸν Ἀπόλλωνος Δηλίου ὑπὸ Ἐρυ‐ σίχθονος υἱοῦ Κέκροπος ἱδρύνθη.
20 Χαλδαῖοι κατὰ Φοινίκων ἐστράτευσαν. Μουσικὸς ὁ Εὐκταίου καὶ Νύμφης ἤκμαζε. Δευκαλίων βασιλεύειν τῶν κατὰ Παρνασσὸν ἤρξατο. Κέκροψ Ἀθήνας τὰς καὶ Διάδας ἐν Εὐβοίᾳ ἔκτισεν. Εὐβοεῖς δὲ ταύτην Ὀρχομενὸν μετωνόμασαν.
25 Ἕλλην υἱὸς Δευκαλίωνος ἐγνωρίζετο, ἀφ’ οὗ Ἕλληνες οἱ Γραικοὶ μετε‐ κλήθησαν. ἀμπελουργία ὑπὸ Διονύσου ἐγνωρίσθη, οὐχὶ τοῦ ἐκ Σεμέλης.
Ἄρειος πάγος ἐκλήθη καὶ δικαστήριον κατέστη.179

180

Τῷ μεʹ ἔτει Κέκροπος τοῦ διφυοῦς πρώτου βασιλέως Ἀθηναίων τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ διὰ Μωυσέως φησὶν ὁ Παμφίλου ἐμβρόν‐ τητος Εὐσέβιος γενέσθαι, ὅπερ κατὰ μὲν τὸν ἐκείνου παραλογισμὸν τῶν ἐξ Ἀδὰμ ἔτος ἦν ͵γχπθʹ, κατὰ δὲ τὸν ἀληθῆ καὶ ἀκριβέστατον λόγον
5͵γϡπθʹ, κβʹ δὲ Ἀώδ. Ἡρακλέα τινές φασιν ἐν Φοινίκῃ γνωρίζεσθαι Δισανδὰν ἐπιλεγόμενον, ὡς καὶ μέχρι νῦν ὑπὸ Καππαδόκων καὶ Ἠλείων οὕτω καλεῖσθαι.
8tΚΟΣΜΟΥ ΕΤΗ
9tΤῆς βίβλου τῶν κριτῶν ἔτη
10 Χουσαρσαθὼμ βασιλεὺς Συρίας Μεσοποταμίας ἐκράτησε τοῦ Ἰσραὴλ ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡβʹ. Γοθονιὴλ πρῶτος κριτὴς τοῦ Ἰσραὴλ ἀνέστη ὑπὸ τοῦ θεοῦ δοθείς, ἀδελ‐ φὸς Χαλὲβ ὁ νεώτερος, ἐκ φυλῆς Ἰούδα, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡιʹ.
15 Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τῷ Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡνʹ. Ἀὼδ κριτὴς δεύτερος ἐπιστρέψαντι τῷ Ἰσραὴλ ἐδόθη παρὰ τοῦ θεοῦ. οὗτος ἀνελὼν τὸν Αἰγλὼμ βασιλέα Μωαβιτῶν ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη πʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡξηʹ.
20 Ἑβδομηκοστῷ ἔτει τοῦ Ἀώδ φησιν ὁ Ἀφρικανὸς τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν. ἀλλ’ οὐκ ἔστι τοῦτο ἀκριβῶς ἀποδεῖξαι τῶν παρ’ Ἕλλησι πάντων χρόνων διασφαλλομένων ὅσοι πρὸ τῆς πρώτης ὀλυμπιάδος ἱστό‐ ρηνται, πλὴν ὅτι τοῦ ἀληθοῦς ἐγγὺς ἐστοχάσατο, ἐπεὶ καὶ ἡμεῖς παραπλη‐ σίως, μὴ ἔχοντες ἄλλο τι περισσότερον δεῖξαι.
25Μετὰ τὴν τελευτὴν Ἀὼδ ἀνέστη Σεμέγαρ υἱὸς Ἀνάθ, καὶ ἔσωσε καὶ
αὐτὸς τὸν Ἰσραὴλ πατάξας τοὺς ἀλλοφύλους. καὶ προσέθεντο οἱ υἱοὶ180

181

Ἰσραὴλ εἰδωλομανεῖν, καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβεὶν βασι‐ λέως Χαναὰν ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δμηʹ. Δεβῶρρα προφῆτις γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραῒμ κατὰ τοὺς χρόνους τούτους ἔκρινε τὸν Ἰσραήλ. διὰ ταύτης ἡγήσατο Βαρὰκ υἱὸς Ἀβινοεὶμ ἐκ
5φυλῆς Νεφθαλεὶμ τῆς κατὰ Σισάρα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβείν, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. αὐτὸς δὲ τοῖς ποσὶ διαφυγὼν ὁ Σι‐ σάρα ὑπὸ Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου ἀνῃρέθη πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. τότε ᾖσε Δεβῶρρα σὺν Βαρὰκ ᾠδὴν ἐπινίκιον τῷ θεῷ. καὶ ἡσύχασεν ἡ γῆ ἔτη μʹ.
10 Δεβῶρρα σὺν Βαρὰκ ἡγήσατο τοῦ Ἰσραὴλ μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δξηʹ.
12tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
13 Ἀσσυρίων λʹ ἐβασίλευσε Χάλαος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσμβʹ.
15 Ἀσσυρίων λαʹ ἐβασίλευσεν Ἄνεβος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσπζʹ. Ἀσσυρίων λβʹ ἐβασίλευσε Βάβιος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτκεʹ. Βάβιος οὗτός ἐστιν ὁ παρ’ Ἕλλησι Τιθωνὸς λεγόμενος Ἀσσυρίων λβʹ βασιλεύς. τούτου παῖς Μέμνων, ὃς συνεμάχησε τῷ Πριάμῳ κατὰ τῶν
20Ἑλλήνων καὶ διεφθάρη ὑπὸ Ἀχιλλέως. φέρεται δὲ καὶ ἀντίγραφος τῆς Πριάμου ἐπιστολῆς. ὁ αὐτός ἐστι δὲ καὶ δεύτερος Ταυτάνης. Ἀσσυρίων λγʹ ἐβασίλευσεν 〈Θιναῖοσ〉 ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτξβʹ. Ἀσσυρίων λδʹ ἐβασίλευσε Δέρκυλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτϙβʹ.
25tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
26Αἰγυπτίων μεʹ ἐβασίλευσεν Ἀχερρὴς ἔτη ηʹ ἢ καὶ λʹ. τοῦ κόσμου ἦν
ἔτος ͵δμαʹ.181

182

Αἰγυπτίων μϛʹ ἐβασίλευσεν Ἀρμαῖος ὁ καὶ Δαναὸς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δμθʹ. Ἀρμαῖος ὁ καὶ Δαναὸς φεύγων τὸν ἀδελφὸν Ῥαμεσσῆν τὸν Αἴγυπτον ἐκπίπτει τῆς κατ’ Αἴγυπτον βασιλείας αὐτοῦ, εἰς Ἑλλάδα τε ἀφικνεῖται.
5 Ῥαμεσσῆς δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ καὶ Αἴγυπτος καλούμενος ἐβασίλευ‐ σεν Αἰγύπτου ἔτη ξηʹ, μετονομάσας τὴν χώραν Αἴγυπτον τῷ ἰδίῳ ὀνό‐ ματι, ἥτις πρότερον Μεστραία, παρ’ Ἕλλησι δὲ Ἀερία ἐλέγετο. Δαναὸς δὲ ὁ καὶ Ἀρμαῖος κρατήσας τοῦ Ἄργους καὶ ἐκβαλὼν Σθένελον τὸν Κρο‐ τώπου Ἀργείων ἐβασίλευσε, καὶ οἱ ἀπόγονοι αὐτοῦ μετ’ αὐτὸν Δαναΐδαι
10καλούμενοι ἐπ’ Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως, μεθ’ οὓς οἱ Πελο‐ πίδαι ἀπὸ Πέλοπος παραλαβόντες τὴν ἀρχὴν, ὧν πρῶτος Ἀτρεύς.
12tΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ
13Ἀργείων ιʹ ἐβασίλευσε Δαναὸς ἔτη νηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δξδʹ. Ἀργείων ιαʹ ἐβασίλευσε Λυγκεὺς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵δρκβʹ. Ἀργείων ιβʹ ἐβασίλευσεν Ἄβας ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτοσ〉 ͵δρνζʹ. Ἀργείων ιγʹ ἐβασίλευσε Προῖτος ὁ καὶ Περσεὺς ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρϙδʹ. Ἀργείων ιδʹ ἐβασίλευσεν Ἀκρίσιος ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
20͵δσιαʹ. Μετὰ Ἀκρίσιον, ὥς φασι, τῆς ἀρχῆς τῶν Ἀργείων εἰς Μυκήνας μετατε‐ θείσης διεγένοντο βασιλεῖς οἵδε. Περσεύς, ὃς ἀνεῖλεν ἀκουσίως τὸν Ἀκρίσιον, Σθένελος, Εὐρυσθεύς, Πέλοψ, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, Αἴγισθος, Ὀρέστης, Τισαμενός,
25Πενθεὺς καὶ Κομήτης. μεθ’ οὓς Ἡρακλειδῶν κάθοδος. Ἕως τούτου ͵δσμγʹ κοσμικοῦ ἔτους γίνονται τῆς Ἀργείων βασιλείας
ἔτη φναʹ ἐν γενεαῖς ιδʹ ἤτοι βασιλεῦσιν· ὧν θʹ μὲν κυρίως Ἀργεῖοι λέ‐182

183

γονται, εʹ δὲ Δαναΐδαι οἱ ἀπὸ Δαναοῦ ἕως Ἀκρισίου ἄρξαντες, καθ’ οὓς καὶ Δαναοὶ Ἀργεῖοι ἐλέγοντο. μετὰ δὲ τούτους ἐβασίλευσε τοῦ Ἄργους Πέλοψ, παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγόμενος πλήξιππος ἐν τῇ Ἰλιάδι τὸ σκῆπτρον τῆς βασιλείας παρ’ αὐτοῦ Διὸς εἰληφέναι· οὗτος Ἀτρεῖ παιδὶ
5κατέλιπε τὴν βασιλείαν. μεθ’ οὓς Θυέστης, εἶτα Ἀγαμέμνων καὶ Μενέ‐ λαος υἱοὶ Ἀτρέως, οἳ καὶ κατὰ τῆς Τροίας διὰ τὴν Ἑλένης κλοπὴν ἐπι‐ στρατεύσαντες σὺν Ἀχιλλεῖ καὶ Ὀδυσσεῖ καὶ Αἴαντι καὶ τοῖς λοιποῖς τῆς Εὐρώπης καὶ τῶν νήσων βασιλεῦσι καὶ ναυσὶ καὶ στρατεύμασι. μεθ’ οὓς Αἴγισθος, εἶτα Ὀρέστης καὶ οἱ λοιποὶ Πελοπίδαι Ἀργείων καὶ αὐτοὶ βασι‐
10λεῖς ἀναγορευόμενοι κατὰ τὴν Ὁμήρου ποίησιν, κατὰ δέ τινας τῶν ἱστορι‐ κῶν Μυκηνῶν διὰ τὸ κυριεύειν ἄμφω τῶν χωρῶν, οἷς καὶ Εὐσέβιος ἕπεται. ἡμεῖς δὲ αὐτοὺς Ἀργείων ἐφεξῆς κατατάττομεν λογιζόμενοι κατὰ συν‐ έχειαν τῶν Δαναϊδῶν τοῦ Ἄργους μὲν βασιλεύσαντας, Πελοπίδας δὲ κα‐ λουμένους ἀπὸ Πέλοπος, εἰς ὃν καὶ τὸ γένος ἀναφέρουσι, καὶ τὴν Ἀργείων
15ἀρχὴν ἐπὶ πλέον αὐξήσαντας. τινὲς δὲ διαφέρονται λέγοντες μετὰ Ἀκρί‐ σιον εἰς Μυκήνας μετατεθείσης τῆς ἀρχῆς τῶν Ἀρείων βασιλεῦσαι Περ‐ σέα, Σθένελον, Εὐρυσθέα πρὸ τοῦ Ἀτρέως, Πέλοπος μνήμην οὐδ’ ὅλως ποιούμενοι, οἷς οὐχ ἑπόμεθα μάρτυρα ἔχοντες Ὅμηρον.
19tΣΠΟΡΑΔΗΝ
20 Ἀμφίων Θηβῶν ἐβασίλευσεν, ὡς ἄλλοι· οὗτος ἐμυθεύετο κιθαρίζων θέλγειν τοὺς λίθους, οὓς εὐλόγως ὑποληπτέον ἠλιθίους τινὰς ἀνθρώπους. Ζῆθος δὲ καὶ Ἀμφίων ἀδελφοὶ ἦσαν ποιμένες λυρικοὶ καλούμενοι διὰ τὸ κιθαρίζειν ποιμενικῶς. Ὀρφεὺς Θρᾲξ ἐγνωρίζετο. τούτου μαθητὴς Μουσαῖος ὁ Εὐμόλπου υἱός.
25 Τὰ κατὰ Ὑψιπύλην ἐν Λήμνῳ καὶ Σφίγγα, ἣν Παλαίφατος Κάδμου γυ‐ ναῖκά φησι γενομένην διὰ ζῆλον Ἁρμονίας ἀποστᾶσαν Καδμείοις πολεμεῖν. τά τε περὶ Οἰδίπου, ὡς εἷλεν αὐτήν, καὶ τὰ κατὰ τὴν Ἀργῶ καὶ τοὺς Ἀρ‐ γοναύτας, ἐν οἷς ἦσαν Ἡρακλῆς καὶ οἱ Διόσκοροι καὶ Ἀσκληπιός. εἰ δὲ τούτοις οἱ Διόσκοροι συνήκμαζον, πῶς δύναται τούτων εἶναι ἀδελφὴ
30Ἑλένη, εἰ μή που μετὰ πολλὰ ἔτη παρθένος ἁρπάζεται ὑπὸ Θησέως;183

184

Ἐν Ἄργει ἱεράτευσεν Ὑπερμνήστρα Δαναοῦ. Ζῆθος καὶ Ἀμφίων Κάδμον ἐκβαλόντες Θηβῶν ἐβασίλευσαν. Κρήτης ἐβασίλευσε Λάπις. Κρήτης ἐβασίλευσεν Ἀπτέρας, ὃς καὶ τὴν πόλιν ἔκτισεν.
5tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
6 Ἀθηναίων βʹ ἐβασίλευσε Κραναὸς αὐτόχθων ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϡϙεʹ. Κραναοῦ τούτου δευτέρου βασιλέως τῆς Ἀττικῆς θυγάτηρ ἦν Ἀτθίς, καθ’ ἣν Ἀττικὴ ἡ χώρα ὠνομάσθη, πρότερον Ἀκτὴ λεγομένη.
10 Κατὰ τοῦτον τὸν Κραναὸν ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐν Θεσσα‐ λίᾳ καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμὸς ἐν Αἰθιοπίᾳ. πολλαὶ δὲ καὶ ἄλλαι γε‐ γόνασιν Ἕλλησι τοπικαὶ φθοραί, ὡς Πλάτων ἐν Τιμαίῳ. Ἀπὸ δὲ Ἕλληνος τοῦ Δευκαλίωνος Ἕλληνες οἱ Γραικοὶ καλοῦνται. Ἀθηναίων γʹ ἐβασίλευσεν Ἀμφικτύων ἔτη ιʹ, υἱὸς Δευκαλίωνος, γαμ‐
15βρὸς Κραναοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δδʹ. Κατὰ Ἀμφικτύωνα τὸν Δευκαλίωνος υἱόν τινές φασι Διόνυσον εἰς τὴν Ἀττικὴν ἐλθόντα ξενωθῆναι Σημάχῳ καὶ τῇ θυγατρὶ αὐτοῦ νεβρίδα δωρή‐ σασθαι. ἕτερος δ’ ἦν οὗτος ἐκ Σεμέλης. Ἀθηναίων δʹ ἐβασίλευσεν Ἐριχθόνιος ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
20͵διδʹ. Οὗτος Ἐριχθόνιος Ἡφαίστου ὁ παρ’ Ὁμήρῳ Ἐρεχθεύς ἐστιν. Ἐριχθό‐ νιος ἅρμα πρῶτος Ἕλλησιν ἐφεῦρεν. ἦν γὰρ παρὰ βαρβάρων. Ἀθηναίων εʹ ἐβασίλευσε Πανδίων ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δξδʹ. Τούτου θυγατέρες Πρόκνη καὶ Φιλομήλα τοῦ Πανδίονος.
25tΣΠΟΡΑΔΗΝ
26Λακεδαιμονία ἐκτίσθη ὑπὸ Λακεδαίμονος τοῦ ἐκ Μεσσήνης.
Ἔπαφος Ἰοῦς τῆς δευτέρας καὶ Διὸς υἱὸς Μέμφιν ἔκτισεν ἐν Αἰγύπτῳ.184

185

Ἀρκὰς ὁ Καλλιστοῦς καὶ Διὸς υἱὸς Πελασγῶν κρατήσας Ἀρκαδίαν τὴν χώραν μετωνόμασε. Δάρδανος ἔκτισε Δαρδανίαν. Κάδμος Θηβαίων ἐβασίλευσεν, οὗ τῆς θυγατρὸς Σεμέλης υἱὸς ὁ Διόνυσος ἐκ μοιχείας, ὃν Ἕλληνες Διός φασι
5μυθικῶς. Κατὰ τούτους Λίνος καὶ Ἀμφίων καὶ Ζῆθος λυρικοὶ Θηβαῖοι καὶ μουσ‐ ουργοὶ ἐγνωρίζοντο, ὥς τινες· ἄλλοι δὲ μετὰ ταῦτα. Φοῖνιξ Τυρίοις ἐβασίλευσε. Μίνως Κρήτης ἐβασίλευσεν ὁ Εὐρώπης. Ῥαδάμανθυς καὶ Σαρπηδὼν Λυκίων ἦρχον.
10 Ἀμφίων καὶ Ζῆθος Θηβαίων ἑπταπύλων ἐβασίλευον. Δαρδανίας Ἐριχθόνιος Δαρδάνου ἐβασίλευσεν. Εὐρώπης ἁρπαγή. Ἁρμονία ἡρπάγη ὑπὸ Κάδμου. Οἱ Ἰδαῖοι Δάκτυλοι λεγόμενοι, οἱ σίδηρον εὑρόντες, κατὰ τούτους ἦσαν. Μῆλος καὶ Θάσος καὶ Ἀλκισθὴ ἐκτίσθησαν καὶ Πάφος.
15 Βιθυνία ἐκτίσθη ὑπὸ Φοίνικος, ἡ πρὶν Μαριανδηνὴ καλουμένη. Ἐφύρα ἡ νῦν Κόρινθος ὑπὸ Σισύφου ᾠκίσθη. Κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ᾧ τὸν Πειρίθουν ὕστε‐ ρον διεχρήσατο παραγενόμενον ἐφ’ ἁρπαγῇ τῆς γυναικὸς ἅμα Θησεῖ. Θη‐
20σέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῷ Πειρίθῳ. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρῳ. Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθ’ ὃν Τριπτόλεμος ἦν, ὅν φη‐ σιν ὁ Φιλόχορος μακρῷ πλοίῳ προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον διδόναι,
25ὑπονοεῖσθαι δὲ πτερωτὸν ὄφιν εἶναι τὴν ναῦν· ἔχειν δέ τι καὶ τοῦ σχήμα‐
τος.185

186

Ἀχαΐα ὑπὸ Ἀχαιοῦ ἐκτίσθη. Καδμεία ἐκτίσθη καὶ Σίδη ἐν Κιλικίᾳ. Διονύσου γένεσις ἐκ Σεμέλης.
4tΚΟΣΜΟΥ ΕΤΗ
5 Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τοῖς Μαδιναίοις ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρηʹ. Γεδεὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δριεʹ. Γεδεὼν ἐπαναστὰς κατὰ ἀλλοφύλων ὁ ἐκ φυλῆς Μανασσῆ υἱὸς Ἰωᾶς τοῦ Ἀβιεζρεὶ ἀγγέλου ἐπιστασίᾳ τό τε πατρικὸν καθεῖλε θυσιαστήριον καὶ
10θεῖον ἀντῳκοδόμησε, ἀνοίσας τὸν μόσχον τὸν σιτευτὸν τῷ θεῷ ὁλοκαύ‐ τωσιν ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξέκοψε τοῦ Βαάλ. οὗτος τὸ πνεῦμα τοῦ θεοῦ λαβὼν καὶ τοῖς ἐπὶ τῷ πόκῳ σημείοις πεπιστευκώς, ποτὲ μὲν ὑγρῷ, ποτὲ δὲ ξηρῷ γεγονότι, παραδόξως σὺν λαμπάσι τριακοσίοις ιβʹ μυριάδας ἀνδρῶν ἐτροπώσατο, συλλαβὼν τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ καὶ τοὺς
15δύο μεγάλους ἄρχοντας Ἀμαλὴκ καὶ τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά, δύο βασιλεῖς Μαδιάμ, καὶ ἀνελὼν αὐτοὺς ἐν ῥομφαίᾳ. τούτῳ τῷ Γεδεὼν οʹ υἱοὶ γεγόνασιν ἐκ τῶν γυναικῶν αὐτοῦ καὶ Ἀβιμέλεχ ἐπὶ τούτοις ὁ ἐκ τῆς παλλακῆς αὐτοῦ. Ἀβιμέλεχ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρνεʹ.
20 Τοῦτον τὸν Ἀβιμέλεχ καὶ τοὺς οʹ ἀδελφοὺς αὐτοῦ ἡ βίβλος τῶν κριτῶν πρῶτον μὲν τοῦ Γεδεὼν υἱοὺς λέγει τρανῶς, ἔπειτα δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱεροβαάλ, ὃς συνῴκησε τῷ Γεδεὼν περὶ τὰ τέλη αὐτοῦ, ὡς αὐτόθι γέ‐ γραπται, καὶ δοκεῖ πως ἄπορον εἶναι. Ἀφρικανὸς δὲ τοῦ Ἱεροβαὰλ αὐτοὺς λέγει πάντας.
25 Ἀβιμέλεχ ὁ ἐκ τῆς παλλακῆς υἱὸς Γεδεὼν ἀποκτείνας πάντας τοὺς ἀδελ‐ φοὺς αὐτοῦ πλὴν Ἰωνάθου τοῦ νεωτέρου ἐξεπόρνευσε τὸν λαόν. Ἰωνάθης δ’ ἀνελθὼν εἰς τὸ ὄρος τὸ Γαριζεὶν τὸ ἐν Σαμαρείᾳ, ὃ ἑρμηνεύεται ὄρος
ἅγιον, τὸν περὶ τῶν ξύλων μῦθον ἐξεῖπε, προδηλῶν τὴν ἐσομένην τοῖς186

187

ὑπηκόοις τῷ Ἀβιμέλεχ φθορὰν ἐξ αὐτοῦ. οὗτος τὴν Βαιθὴλ πολιορκῶν ὕστερον λίθῳ μυλικῷ πληγεὶς τὸ κρανίον ὑπὸ γυναικὸς ῥιφέντι διεφθάρη, κρατήσας ἔτη γʹ. Θωλὰ ἐκ φυλῆς Ἰσσάχαρ υἱὸς Φουὰ ἔκρινε τὸν Ἰσραὴλ ἔτη κγʹ. τοῦ
5δὲ κόσμου ἦν ἔτος ͵δρνηʹ.
6tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
7 Ἀσσυρίων λεʹ ἐβασίλευσεν Εὐπάκμης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυλβʹ. Ἀσσυρίων λϛʹ ἐβασίλευσε Λαοσθένης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵δυοʹ. Ἀσσυρίων λζʹ ἐβασίλευσε Περτιάδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφιεʹ. Ἀσσυρίων ληʹ ἐβασίλευσεν Ὀφραταῖος ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφμεʹ.
15 Ἀσσυρίων λθʹ ἐβασίλευσεν {Ἐφεχερὴς ἔτη ϛʹ} 〈Ὀφρατάνης ἔτη νβʹ.〉 τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφξϛʹ. Ἀσσυρίων μʹ ἐβασίλευσεν Ἀκραγάνης ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχιηʹ.
19tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
20 Αἰγυπτίων μζʹ ἐβασίλευσε Ῥαμεσσῆς ὁ καὶ Αἴγυπτος ἔτη ξηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δνηʹ. Αἰγυπτίων μηʹ ἐβασίλευσεν Ἀμενωφὶς ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρκϛʹ. Αἰγυπτίων μθʹ ἐβασίλευσε Θούωρις ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
25͵δρλδʹ. Αἰγυπτίων νʹ ἐβασίλευσε Νεχεψὼς ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρναʹ. Αἰγυπτίων ναʹ ἐβασίλευσε Ψάμμουθις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δροʹ.187

188

Αἰγυπτίων νβʹ ἐβασίλευσεν 〈***〉 ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρπγʹ. Αἰγυπτίων νγʹ ἐβασίλευσε Κῆρτος ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρπζʹ. Αἰγυπτίων νδʹ ἐβασίλευσε Ῥάμψις ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
5͵δσζʹ. Αἰγυπτίων νεʹ ἐβασίλευσεν Ἀμενσὴς ὁ καὶ Ἀμμενέμης ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσνβʹ.
8tΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ
9Μυκηνῶν Ἀργείων ιεʹ ἐβασίλευσε Πέλοψ ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵δσμδʹ. Τὸν Πέλοπα τινὲς οὐ μόνον Ἀργείων καὶ Μυκηνῶν ἱστοροῦσι βασιλεῦσαι, ἀλλὰ καὶ πάσης τῆς Πελοποννήσου. οὗτος Ὀλυμπίων προέστη καὶ στρα‐ τεύσας ἐπὶ Ἴλιον ἡττήθη ὑπὸ Δαρδάνου. ἀπ’ αὐτοῦ Πελοπόννησος ὠνο‐ μάσθη. οὗτος Ἱπποδάμειαν ἔγημε. τινὲς δὲ νγʹ ἔτη καὶ ἄλλοι ξγʹ λέγουσιν
15αὐτὸν βασιλεῦσαι, καὶ ἕτεροι λεʹ. Μυκηνῶν Ἀργείων ιϛʹ ἐβασίλευσαν Ἀτρεὺς καὶ Θυέστης ἔτη λγʹ, κατὰ δὲ ἄλλους ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσοθʹ. Μετὰ τὴν Πέλοπος τελευτὴν ἐμερίσαντο τὴν ἀρχὴν Ἀτρεὺς καὶ Θυέστης τῶν Μυκηνῶν κατὰ τοὺς αὐτοὺς χρόνους. ὧν θανόντων Ἀγαμέμνων διε‐
20δέξατο τὴν ἀρχὴν Μυκηνῶν καὶ Ἀργείων. Μενέλαος δὲ Ἀγαμέμνονος ἀδελφὸς Λακεδαιμονίων ἐβασίλευσε μετὰ τὸν Ἀτρέως θάνατον, ὡς ἑξῆς σύγκειται.
23tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
24Ἀθηναίων ϛʹ ἐβασίλευσεν Ἐρεχθεὺς ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρδʹ.
25 Ἐρεχθέως τούτου θυγατέρα Βορέας υἱὸς Ἀστραίου Θρᾲξ ἥρπασεν Ὠρι‐ θυῖαν. ὁ δὲ μῦθος τὸν ἄνεμον, ὡς Φιλόχορος ἐν δευτέρᾳ φησίν. ἐπὶ τούτου
δὲ καὶ τὰ λεγόμενα μυστήρια ἤρξαντο.188

189

Ἀθηναίων ζʹ ἐβασίλευσε Κέκροψ ἔτη μʹ, ὁ δεύτερος Ἐρεχθέως ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρνδʹ. Ἀθηναίων ηʹ ἐβασίλευσε Πανδίων Ἐρεχθέως ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρϙδʹ.
5 Ἀθηναίων θʹ ἐβασίλευσεν Αἰγεὺς Πανδίονος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσιθʹ.
7tΣΠΟΡΑΔΗΝ
8 Κατὰ τούτους Φρίξος ἔδοξε τισὶν ὀχεῖσθαι ἐπὶ χρυσομάλλῳ κριῷ ἅμα τῇ ἀδελφῇ Ἕλλῃ φεύγων μητρυιὰν ἐπιβουλεύουσαν. καὶ ηὐτύχησε πλοίου,
10ᾧ τὸ παράσημον κριὸς ἦν. Παλαίφατος δὲ Κριόν φησι καλεῖσθαι τὸν διασώσαντα αὐτοὺς τροφέα. Ὁ κατὰ Εὔμολπον πόλεμος, ἀφ’ οὗ οἱ Εὐμολπίδαι Ἀθήνησιν. Τὰ κατὰ Πρόκνην καὶ Φιλομήλαν θυγατέρας Πανδίονος. Πυθοῖ Φημονόη χρησμῳδὸς πρώτη δι’ ἑξαμέτρων ἱστορεῖται προθε‐
15σπίσαι. Τῆς Δαρδανίας ἐβασίλευσε Τρὼς καὶ Ἶλος, ἀφ’ οὗ Τρῶες καὶ Τρῳὰς ἡ πόλις καὶ Ἴλιον· καθ’ οὓς Τάνταλος ἐβασίλευσε τῆς Φρυγίας ἤτοι Μαιονίας, ἀφ’ ἧς καὶ Μαίονες· Τιτυὸς συνεχρόνισε Ταντάλῳ. κατὰ δὲ Τιτυὸν Λητώ, ἀφ’ ἧς Ἀπόλλων, ὃς καὶ σὺν Ἡρακλεῖ τῷ Ἀδμήτῳ ἐδού‐
20λευσε.
21tΣΠΟΡΑΔΗΝ
22 Γανυμήδην ὁ Τάνταλος ἁρπάσας υἱὸν τοῦ Τρωὸς ὑπ’ αὐτοῦ κατεπολε‐ μεῖτο Τρωός, ὡς ἱστορεῖ Δίδυμος ἐν ἱστορίᾳ ξένῃ καὶ Φανοκλῆς. μάτην ἄρα τοῦ Διὸς ὡς ἀετοῦ τοῦτον ἁρπάσαντος ὁ μῦθος καταψεύδεται.
25 Ἴλιον ὑπὸ Ἴλου ἐκτίσθη. Μελάμπους μάντις ἐγνωρίζετο· τὰ κατὰ Φρίξον καὶ Μελικέρτην, ἐφ’ οὗ τὰ Ἴσθμια· τὰ κατὰ Δήμητραν, ἥν τινες Ἶσίν φασι· καὶ τὰ περὶ Δανάην, ἐξ ἧς ὁ Περσεύς. Περσεὺς τὰς στρατείας ἐπετέλει καὶ ἐπὶ Πέρσας ἐστρά‐
τευσε, τὴν δὲ Γοργόνα ἐκαρατόμησεν ἑταίραν εὔμορφον διὰ κάλλους ἐξ‐189

190

ιστῶσαν τοὺς θεατάς, ὡς ἀπολιθοῦσθαι δοκεῖν. Δίδυμός φησιν ἐν ἱστο‐ ρίᾳ ξένῃ καὶ παρατίθεται τὸν συγγραφέα ταύτης. ὁ Πήγασος, τάχα τις ἵππος ὀξύς, κτῆμα τῆς γυναικός· ὡς δὲ Παλαίφατος, Βελλεροφόντου πλοῖον ἦν ὁ Πήγασος.
5 Τὰ πρὸς Μελέαγρον καὶ Οἰνέα ἐν Αἰτωλίᾳ. Κυρήνη ἐκτίσθη ἐν Λιβύῃ. Ἴων πολέμαρχος γεγονὼς Ἴωνας τοὺς Ἀθηναίους ἀφ’ ἑαυτοῦ ὠνόμασε. Διόνυσος ἐπὶ Ἰνδοὺς ἐστράτευσε καὶ Νῦσαν πόλιν ἔκτισε πρὸς τῷ Ἰνδῷ ποταμῷ. Μίδας Φρυγῶν ἐβασίλευσε· Λάιος Χρύσιππον ἥρπασε· Μίλητος
10ἐκτίσθη πόλις· ὁ ἐν Ἐλευσῖνι νεὼς ἐκτίσθη. Εὐρώπη Ἀγήνορος ὑπὸ Κρητῶν ἡρπάγη ἐμπόρων, ὥς φησιν Ἡρόδοτος· τοῦ δὲ πλοίου παράσημον ἦν ταῦρος. ταύτης ἐπὶ ζήτησιν Κάδμος ἐξελθὼν κτίζει τὴν Καδμείαν καὶ Θηβῶν ἐβασίλευσε· τοὺς δὲ πλησιοχώρους αἰφνι‐ δίως ἐπανελθόντας αὐτῷ διὰ τὸ πανταχόθεν ὡς ἀπὸ γῆς συρρεῖν κατ’ αὐ‐
15τοῦ Σπαρτοὺς ὠνόμασεν, ὡς Παλαίφατος ἐν πρώτῳ φησί. Διονύσου πράξεις καὶ τὰ περὶ Ἰνδούς, Λυκοῦργόν τε καὶ Ἀκταίωνα καὶ Πενθέα, ὅπως τε Περσεῖ συστὰς εἰς μάχην ἀναιρεῖται, ὥς φησι Δείναρ‐ χος ὁ ποιητής, οὐχ ὁ ῥήτωρ. τῷ δὲ βουλομένῳ πάρεστιν ἰδεῖν αὐτοῦ τὴν ταφὴν ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν, ἔνθα καὶ τὸ ὅπλον
20ἀνάκειται Αὐγούστου Καίσαρος καὶ Νέρωνος ἡ κιθάρα. βάθρον δέ τι νο‐ μίζεται τοῖς ἀγνοοῦσιν ὁ Διονύσου τάφος, στρατηγὸς δὲ δοκεῖ γενέσθαι, καὶ οὕτω γράφεται θηλύμορφος διά τε ἄλλας αἰσχρὰς αἰτίας καὶ διὰ τὸ μιξόθηλυν στρατὸν ὁπλίζειν· ὥπλιζε γὰρ σὺν τοῖς ἄρρεσι καὶ τὰς θηλείας, ὥς φησιν ὁ Φιλόχορος ἐν δευτέρῳ.
25 Λίνος διδάσκαλος Ἡρακλέους ἐγνωρίζετο· Ἀνδρόγεως ἐδολοφονήθη ἐν Ἀθήναις· Φιλάμμων ὁ Δελφὸς ἤκμαζεν, ὁ πρῶτος στήσας Πυθοῖ χορόν. Τὰ κατὰ Δαίδαλον, ὃς ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν. πρῶτος γὰρ
διέστησε τοὺς τῶν ἀγαλμάτων πόδας, ὡς ὁ Παλαίφατος ἱστορεῖ, τῶν πρὸ190

191

αὐτοῦ πάντων συμπεφυκότας αὐτοὺς πλαττόντων. οὗτος ἀποπτῆναι μυ‐ θεύεται σὺν Ἰκάρῳ τῷ υἱῷ αὐτοῦ πλοίου λαβόμενος καὶ διαφυγὼν τὸν Μίνωα διὰ τὸ ἀνεύρετον γενέσθαι τῷ διώκοντι. Θάμυρις ὁ Φιλάμμωνος ἤκμαζε.
5 Μίνως ἐθαλασσοκράτει καὶ Κρησὶν ὡς παρὰ Διὸς ἐνομοθέτει, κομίζων τοὺς νόμους ἐξ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ διὰ ἐννεαετηρίδος, ὅπερ ὁ Πλάτων ἐν τοῖς Νόμοις ἐλέγχει. Ἡρακλῆς τοὺς ἄθλους ἐτέλει καὶ Ἀνταῖον ἐν Λιβύῃ καταπαλαίσας ἀν‐ αιρεῖ τὸν λεγόμενον γηγενῆ διὰ τὸ ἐπιστήμονα εἶναι τὸν λεγόμενον παρὰ
10τοῖς παλαισταῖς τρόπον χαμαί, ὡς ἀπὸ τῆς μητρὸς γῆς βοηθεῖσθαι δοκεῖν, ὃν Ἡρακλῆς ἰσχυρὸς ὢν μὴ προσδεηθεὶς ζώσας τὸν Ἀνταῖον τοῖς ἅμμασι καὶ μετεωρίσας διεχειρίσατο. Τὴν δὲ Ὕδραν τὸ μυθευόμενον ζῷον ὁ Πλάτων σοφίστριαν λέγει, δι’ ἣν ὁ αὐτὸς Ἡρακλῆς τὸ Ἴλιον ἐπόρθησε.
15 Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως. Πόλεμος Κενταύρων καὶ Λαπιθῶν. Κένταυροι δὲ Θεσσαλῶν ἦσαν ἱπ‐ πεῖς ἄριστοι, ὥς φησι Παλαίφατος ἐν πρώτῃ ἀπίστων. Οἱ ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ ταύρου τοῦ ζῴου
20καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρ’ Ἀθηναίων δασμὸν κομιζό‐ μενος ἐθοινᾶτο τοὺς παῖδας. αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν εἶναι τοῦ Μί‐ νωος στρατηγόν, ὃς ὠνομάζετο μὲν Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ ἀν‐ ήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐπ’ Ἀνδρογέῳ ἐτίθει, ὃν ἀπέκτειναν Ἀθηναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος
25πάντων κατεκράτει. ὡς δὲ καὶ τῷ Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατεπάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ δασμοῦ, ὡς Φιλόχορος ἱστόρησεν ἐν δευτέρᾳ Ἀτθίδος. Οἱ Ἐπίγονοι τῶν ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Φαίδρα Ἱππολύτου ἠράσθη.
30 Μίνως ἐπὶ Σικελίαν στρατεύσας διὰ Δαίδαλον ἀναιρεῖται ὑπὸ τῶν Κω‐ κάλου θυγατέρων.
Κατὰ τούτους τοὺς χρόνους Σαμψὼν ἦν, ὁ παρ’ Ἕλλησι βοώμενος Ἡρα‐191

192

κλῆς, ὃς μετὰ τοὺς ἄθλους καὶ τὴν Ἀνταίου ἀναίρεσιν τοῦ γηγενοῦς ἐν Λιβύῃ καὶ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα καὶ τὴν πρώτην ὑπ’ αὐτοῦ ἅλωσιν Τροίας ἐπὶ Λαομέδοντος πατρὸς Πριάμου βασιλέως Τροίας λοιμώδει νόσῳ περιπεσὼν εἰς πῦρ ἐνήλατο καὶ οὕτως ἐξ ἀνθρώπων ἐγένετο, βιώ‐
5σας τὰ πάντα ἔτη νβʹ. τινὲς δὲ πρὸ τούτου μικρὸν ἱστοροῦσι γενέσθαι Ἡρακλῆν, ἄλλοι τε πλείονα ἔτη ζῆσαί φασιν αὐτόν.
7tΚΟΣΜΟΥ ΕΤΗ
8 Ἰαεὶρ τὸν Γαλααδίτην κριτὴν ἔδωκεν ὁ θεὸς τῷ Ἰσραὴλ μετὰ τὸν Θω‐ λᾶν, ὃς εἶχεν υἱοὺς λβʹ καὶ λβʹ πόλεις, ὧν ἦρχον. οὗτος ἔκρινε τὸν λαὸν
10ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρπαʹ. Ἀμμανῖται ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσαʹ. Μετὰ τὸν Γαλααδίτην Ἰαεὶρ ἁμαρτήσας ὁ Ἰσραὴλ παρεδόθη Ἀμμανί‐ ταις δουλεύειν ἔτη ιηʹ. ἐξομολογησαμένοις δὲ αὐτοῖς τῷ θεῷ ἐδόθη αὐτοῖς Ἰεφθάε ὁ ἐκ φυλῆς Μανασσῆ, υἱὸς Γαλαὰδ καὶ γυναικὸς πόρνης. οὗτος
15εὐξάμενος τῷ θεῷ θύσειν μετὰ τὴν κατὰ Μωαβιτῶν νίκην τὸ συναντῆσον αὐτῷ ζῷον ἐπανιόντι τοῦ πολέμου ἐκ τῆς οἰκίας αὐτοῦ, εἰ νικήσοι, μιᾶς αὐτοῦ μονογενοῦς θυγατρὸς δ’ οὔσης καὶ φιλτάτης συναντησάσης αὐτῷ ταύτην ἔθυσε τῷ θεῷ οὐκ ἄκουσαν, ἐπὶ μῆνας δύο τὴν παρθενίαν αὐτῆς προπενθήσασαν.
20 Ἰεφθάε ἔκρινε τὸν Ἰσραὴλ ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσιθʹ. Οὗτος ἐπολέμησε τοῖς υἱοῖς Ἐφραῒμ μεμφομένοις αὐτῷ ὅτι οὐ παρέλαβεν αὐτοὺς ἐν τῷ πολέμῳ, καὶ ἀπέκτεινε τρισμυρίους δισχιλίους αὐτῶν. Ὁ Ἰεφθάε τὰ ἀπὸ Μωυσέως ἕως αὐτοῦ τʹ λέγει εἶναι ἐν τῇ βίβλῳ τῶν κριτῶν, δηλονότι χωρὶς τῆς τῶν ἀλλοφύλων ἐπικρατήσεως. οὕτω γὰρ
25χρὴ νοεῖν καὶ οὐχ ὡς ὁ Εὐσέβιος, συναριθμῶν τοῖς τῶν κριτῶν χρόνοις192

193

τοὺς τῶν ἀλλοφύλων καὶ μὴ λογιζόμενος αὐτοὺς ἰδίως ἑκάστου, ὡς ἡ γραφή. Ἐσέβων καὶ Ἐσβὰλ ἔκριναν τὸν Ἰσραὴλ ἔτη ζʹ μετὰ τὸν Ἰεφθάε. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσκεʹ.
5 Ἐσέβων ὁ Βηθλεεμίτης φυλῆς Ἰούδα, πατὴρ λʹ υἱῶν καὶ θυγατέρων λʹ, ἔκρινε τὸν Ἰσραήλ. Ἀειλὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ιʹ μετὰ τὸν Ἐσέβωνα ἐκ φυλῆς Ζαβουλών. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσλβʹ. Ἀβδὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. Ἀφρικανὸς ἔτη κʹ φησὶν οὐ
10καλῶς. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσμβʹ. Ἀβδὼν υἱὸς Σελήμ, πατὴρ παίδων λʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. μετὰ δὲ τὴν τούτου τελευτὴν παραβὰς ὁ Ἰσραὴλ ἀπεδόθη πάλιν τοῖς ἀλλοφύλοις ἔτη μʹ. Ἀλλόφυλοι Φυλιστιαῖοι ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου
15ἦν ἔτος ͵δσνʹ. Εὐσέβιος ὁ Παμφίλου τὰ μʹ ἔτη ταῦτα τῶν ἀλλοφύλων τοῖς τοῦ Σαμ‐ ψὼν συναριθμεῖ ἀλόγως καὶ τῶν μετ’ αὐτοῦ κριτῶν ἔτεσι, μὴ στοιχειώσας αὐτὰ ἐν τῷ κανόνι αὐτοῦ μηδὲ τῶν λοιπῶν ἀλλοφύλων κατά τινα, φησίν, Ἑβραίων παράδοσιν. προφανῶς δέ, ὡς καὶ ἐν ἄλλοις, ἀντίκειται τῇ γραφῇ.
20tΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ
21 Ἀσσυρίων μαʹ ἐβασίλευσε Θῶνος ὁ λεγόμενος Κονκόλερος, Ἑλληνιστὶ Σαρδανάπαλος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχξʹ. Σαρδανάπαλος Ταρσὸν ᾤκισε καὶ Ἀγχιάλην τὰς πόλεις ἐν μιᾷ ἡμέρᾳ. ἡ τῶν Ἀσσυρίων βασιλεία εἰς τὸ καθολικὸν κοσμικὸν ͵δχοεʹ ἔτος ἔληξε,
25διαρκέσασα ἔτη ͵αυξʹ ἀπὸ τοῦ κοσμικοῦ ͵γσιϛʹ ἔτους. Ἕως τοῦδε τοῦ ͵δχοεʹ ἔτους τοῦ κόσμου διαρκέσασα ἡ τῶν Ἀσσυρίων
βασιλεία ἐπὶ ͵αυξʹ ἔτη κατελύθη τῷ κʹ ἔτει τοῦ Σαρδαναπάλου τοῦ μαʹ193

194

βασιλέως Ἀσσυρίων, ὃς παρά τισι Θῶνος Κονκόλερος ὠνομάζετο, περὶ οὗ καὶ Διόδωρος λέξεσιν αὐταῖς οὕτω γράφει. Σαρδανάπαλος δὲ τριακοστὸς μὲν καὶ πέμπτος ἀπὸ Νίνου τοῦ συστησα‐ μένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος βασιλεὺς Ἀσσυρίων, ὑπερῆρεν
5ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳθυμίᾳ. καὶ μετ’ ὀλίγα· καὶ τοιοῦτος ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέστρεψε πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων. Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ’ ἐνιαυτὸν
10ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων ὑπ’ ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. Ταῦτα ὁ Διόδωρος περὶ τῆς Σαρδαναπάλου καταστροφῆς, καὶ ὅτι λεʹ ἀπὸ Νίνου γέγονε βασιλεὺς Ἀσσυρίων, ὃν πρῶτον εἶναι βασιλέα τῶν αὐτῶν
15Ἀσσυρίων προλαβὼν ἀνωτέρω ἔφη οὕτως. Τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πράξεις ἐπίσημοι οὔτε ὀνόματα μνημονεύεται. πρῶτος δὲ τῶν ἱστορίᾳ καὶ μνήμῃ παραδεδομένων Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο. καὶ μεθ’ ἕτερα· μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος
20υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις. καὶ ἐπάγει· αὕτη μὲν οὖν βασι‐ λεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ξβʹ, βασιλεύσασα δὲ δύο πρὸς τοῖς μʹ. καὶ μεθ’ ἕτερα· παραπλησίως δὲ καὶ οἱ λοιποὶ βασιλεῖς παῖς παρὰ πατρὸς
25διαδεχόμενοι τὴν ἀρχὴν ἐβασίλευσαν ἐπὶ γενεὰς μεʹ μέχρι Σαρδαναπά‐ λου. ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους ἔτη διαμείνασα πλείω τῶν ͵α καὶ τʹ, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ βʹ βίβλῳ. τὰ δὲ ὀνόματα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπ’ αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον.
30μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπὸ
Ἀσσυρίων, ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ. Ταυτάνου γὰρ βασιλεύον‐194

195

τος τῆς Ἀσίας, ὃς ἦν κϛʹ ἀπὸ Νίνου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετὰ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας Ἀσσυρίων 〈ἔτη〉 πλείω τῶν χιλίων. Ταῦτα ὁ Διόδωρος ἡμῖν παραδίδωσι μηδ’ οὕτω θαρρήσας ἀποφήνασθαι
5τὸν τῶν βασιλέων ἀριθμὸν ἢ χρόνου τὴν ἀκριβῆ ποσότητα προσηγορίας τε αὐτῶν καὶ ἐπὶ τίνος ἡ κατὰ Τροίας τῶν Ἀχαιῶν ἔφοδος γέγονεν, ἀλλὰ πάντα φειδόμενος διὰ τὸ τῶν παλαιοτέρων αὐτοῦ ἱστορικῶν ἀσύμφωνον, μόνον δ’ ὅτι πλείω τῶν ͵ατʹ ἐτῶν ὁ χρόνος τῶν ἀπὸ Νίνου λεʹ βασιλέων ἐστὶν ἀπεφήνατο, καὶ ὅτι τὴν Τροίας ἅλωσιν ἐπὶ τοῦ κϛʹ ἀπὸ Νίνου βασι‐
10λεύσαντος Ἀσσυρίων Ταυτάνου φασὶ γενέσθαι μετὰ ͵α ἔτη πλείω, ἄλλοις ἐπιγράφων τὰ λεγόμενα, ὡς μὴ πάντη συντιθέμενος. ὁ γὰρ Ταυτάνου χρόνος τῷ ϡμβʹ ἔτει συντρέχει τῆς Ἀσσυρίων ἀρχῆς, κζʹ λογιζομένου Ταυτάνου ἀπὸ Βήλου. εἰ γὰρ τὰ Βήλου νεʹ ἔτη ἀφέλωμεν ἐκ τῶν ϡμβʹ, πολλοῖς ἔτεσι κατὰ τὸν ἀκριβῆ λόγον ἐλαττωθήσεται ἐκ τῶν ͵α πλείω
15χρόνων ἢ μετὰ ͵α πλείω κατὰ Διόδωρον καὶ τὴν ἀληθῆ ἀνάλωσιν Τροίας. καλῶς ἄρα ἡμῖν ἐστοιχείωται καὶ τοῖς ἐκθεμένοις ἐγγύς που τοῦ ͵αρʹ ἔτους τῆς Ἀσσυρίων ἀρχῆς κατὰ τὸ ͵δτκθʹ ἔτος τοῦ κόσμου ἡ Τροίας ἅλωσις, ἐπὶ τοῦ λβʹ βασιλέως Ἀσσυρίων Βαβίου, ἐπὶ Δημοφῶντος τοῦ Θησέως ιβʹ βασιλέως Ἀθηναίων, οἷς κατηκολουθήσαμεν.
20 Ὅτι δὲ ἀσυμφώνως οἱ τῶν Ἑλλήνων ἱστορικοὶ γεγράφασι περὶ τῶν χρό‐ νων καὶ τῶν βασιλέων τούτων παρέστω Κεφαλίων ἐπίσημος εἷς, οὐχ ὁ τυχών, οὕτω φάσκων. Ἄρχομαι γράφειν ἀφ’ ὧν ἄλλοι τε ἐμνημόνευσαν καὶ τὰ πρῶτα Ἑλλά‐ νικός τε ὁ Λέσβιος καὶ Κτησίας ὁ Κνίδιος, ἔπειτα Ἡρόδοτος ὁ Ἁλικαρ‐
25νασεύς. τὸ παλαιὸν τῆς Ἀσίας ἐβασίλευσαν Ἀσσύριοι, τῶν δὲ ὁ Βήλου Νί‐ νος. εἶτ’ ἐπάγει γένεσιν Σεμιράμεως καὶ Ζωροάστρου μάγου ἔτη τε νβʹ τῆς Νίνου βασιλείας. μεθ’ ὃν Βαβυλῶνα, φησίν, ἡ Σεμίραμις ἐτείχισε τρό‐ πον ὡς πολλοῖσι λέλεκται, Κτησίᾳ, Ζήνωνι, Ἡροδότῳ καὶ τοῖς μετ’ αὐ‐ τούς. στρατείην τε αὐτῆς κατὰ τῶν Ἰνδῶν καὶ ἧτταν καὶ ὅτι τοὺς ἰδίους
30ἀνεῖλεν υἱοὺς καὶ ὑπὸ Νίνου τῶν παίδων ἑνὸς ἀνῃρέθη τοῦ διαδεξαμένου
τὴν ἀρχήν.195

196

Καὶ μεθ’ ἕτερα· καὶ τῶν λοιπῶν εἰς ͵α ἐτῶν ἀριθμὸν ἦρχον, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν ἀρχὴν καὶ ἔχων ἧττον αὐτῶν οὐδὲ εἷς ἐτελεύτη‐ σεν ἐτῶν κʹ. τὸ γὰρ ἀπόλεμόν τε καὶ ἀφιλοκίνδυνον καὶ γυναικῶδες αὐτοῖς ἦν ἀσφαλές. ἔνδον γὰρ ἔμενον οὐδέ τι αὐτοῖς ἦν ἔργον ὃ ἐπρήσσετο, οὐδὲ
5ἑώρα τις αὐτοὺς πλὴν αἵ τε παλλακίδες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις. τοὺς δὲ βασιλεῖς τούσδε εἴ τις εἰδῆσαι βούλεται, Κτησίης ἐστὶν ὁ λέγων ὀνόματα αὐτῶν κʹ, οἶμαι, καὶ γʹ. ἐμοὶ δὲ ἡ γραφὴ τί τερπνὸν ἢ τί χάριεν ἤμελλεν ἕξειν, ὀνομακλήδην ἄνευ πράξεων βαρβάρως φωνέοντι τυράννους δειλοὺς καὶ μαλακοὺς βαρβάρους; πρὸς οἷς ἐπάγει τὰ περὶ τῶν ἐτῶν
10αὐτῶν· ἐτέων δὲ ὄντων ἀπὸ Νίνου τεσσαράκοντά που καὶ χʹ Βέλιμος ἐβα‐ σίλευσεν Ἀσσυρίων. καὶ ἀφικνεῖται Περσεὺς ὁ Δανάης εἰς τὴν χώρην αὐ‐ τοῦ, ναῦς ἄγων ρʹ. ἔφευγε δὲ Περσεὺς Διόνυσον τὸν Σεμέλης υἱέα. καὶ μετέπειτα· ὑστέρῃ δὲ γενεῇ κατὰ Πανύαν ἄρχοντα ὁ τῶν Ἀργοναυτῶν στό‐ λος ἔπλευσεν ἐπί τε Φᾶσιν καὶ Μηδείην τὴν Κολχίδα, καὶ Ἡρακλέα πλα‐
15νηθέντα ἀπὸ τῆς νεὼς διὰ τὸν ἔρωτα τοῦ Ὕλα λέγουσι περὶ τοὺς Καππα‐ δόκας ἀληθῆναι. καὶ αὖθις· ͵α δὲ ἐτῶν ἀπὸ Σεμιράμεως εἰς Μητραῖον βασιλέα ἂν ἀριθμοῖτο περιτελλομένων. Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως, ἧς υἱὸς Μῆδος, ἐξ οὗ Μῆδοι καὶ ἡ χώρα ἐκλήθη Μήδεια. εἶτά φησι· Μητραίου δὲ τὴν ἀρχὴν διαδέχεται Ταύτανος ζῶν καὶ αὐτὸς κατὰ
20ἔθη τὰ Ἀσσυρίων καὶ νόμους. καὶ ἄλλο μὲν οὐδὲν ἐγένετο οὐδὲ ἐπὶ τούτου καινὸν ἔργον. Ἀγαμέμνων δὲ καὶ Μενέλαος οἱ Μυκηναῖοι ἐστρατεύσαντο σὺν Ἀργείοισι καὶ τοῖσι ἄλλοισιν Ἀχαιοῖς εἰς Ἴλιον πόλιν τῆς Πριάμου τοῦ Φρυγὸς στρατηγίης. Ἕως τούτων ἀρκεῖν ἡγησάμεθα τὴν ἐκ τῶν Κεφαλίωνος γραφῶν πρὸς
25τὸν Διόδωρον διαφωνίαν παραθέσθαι τοῖς ἀκριβῶς ἐπιστῆσαι βουλομένοις. ὁ μὲν γὰρ λεʹ βασιλεῖς ἀπὸ Νίνου καὶ αὐτοὺς ἐξέθετο καὶ τὴν ἅλωσιν Τροίας μετὰ ͵α ἔτη πλείω φησίν, ὡς τινές, ἐπὶ κϛʹ βασιλέως Ἀσσυρίων Ταυτάνου· ὁ δὲ τοὺς πάντας κγʹ ἀπὸ Βήλου καὶ τὴν Τροίας ἅλωσιν καὶ μετὰ ταῦτα ͵α ἔτη· ὅπερ ἀδύνατον. ἵνα γὰρ κβʹ ἀπὸ Βήλου τις ὑπολάβοι
30τὸν Ταύτανον πρὸ τοῦ ἐσχάτου Σαρδαναπάλου, καὶ οὕτω πολλοῖς ἐλαττω‐
θήσεται χρόνοις ὁ Κεφαλίων πρὸς τὸν Διόδωρον. καὶ ἁπλῶς εἰπεῖν ἐξ196

197

ἁπάντων τὸ ἄτοπον ἑνὶ τῶν ἀμφοτέρων συνάγεται, ἵνα μὴ λέγω καὶ τοῖς δυσί, διὰ τὸ μᾶλλον τὸν Διόδωρον τῇ ἀληθείᾳ προσεγγίζειν, πλείω τῶν ͵ατʹ εἰρηκότα τὸν ὅλον τῆς Ἀσσυρίων ἀρχῆς χρόνον καὶ αὐτὸν ἀπὸ Νίνου ἕως Σαρδαναπάλου.
5 Ὁ μέντοι Εὐσέβιος καίπερ πραγματείαν οὐ τὴν τυχοῦσαν συλλεξάμενος φιλοπόνως καὶ ταύτῃ τὴν ἑαυτοῦ χρονικὴν συγγραφὴν κατασεμνύνας, τάς τε προκειμένας χρήσεις Διοδώρου καὶ Κεφαλίωνος προθείς, ἐν λζʹ βασι‐ λεῦσι τὴν Ἀσσυρίων ἀρχὴν περιέλαβεν, ἔτεσι δὲ ͵ατʹ, τῷ Κάστορι μᾶλλον ἀκολουθήσας, οὗ καὶ μαρτυρίαν παρήγαγε, ͵ασπʹ ἔτη φάσκουσαν τοὺς
10Ἀσσυρίων βασιλεῖς ἄρξαι, καὶ τοῦτο διὰ τὸ συμβάλλεσθαι τῷ παραλο‐ γισμῷ αὐτοῦ κατὰ τοὺς χρόνους, ὃν πέπονθεν ἐν τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ χρόνοις, μὴ χρονολογήσας μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱὸν τοῦ Ἀρφαξάδ, ὃν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς ἐν τῷ κατ’ αὐτὸν εὐαγγελίῳ ιγʹ ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησεν, ἡ δὲ τῆς Γενέσεως πρώτη
15Μωυσέως βίβλος τῷ ρλʹ ἔτει αὐτοῦ φησι τὸν αὐτὸν Καϊνᾶν γεγεννηκέναι τὸν Σάλα ἐν τοῖς ἠκριβωμένοις τῶν ἀντιγράφων, ὡς καὶ ἡμεῖς ἐστοιχειώ‐ σαμεν. ἔν τισι γὰρ τῷ ρλθʹ φέρεται αὐτοῦ Καϊνᾶν. Θαυμάσαι δέ μοι μεγάλως ἔπεστιν ὅπως ὁ αὐτὸς κατά τινας κληθεὶς φρόνιμος Εὐσέβιος, δηλαδὴ κατὰ ἀντίφρασιν, οὕτω προδήλως ταῖς θείαις
20γραφαῖς ἀντιπεσεῖν τετόλμηκεν, ὁ πᾶσαν ἀκρίβειαν ἐπαγγειλάμενος καὶ τἀληθοῦς εὕρεσιν, ὥς φησιν, ἐκ τῆς παρ’ Ἑβραίοις καὶ Σαμαρείταις καὶ τοῖς οʹ ἑρμηνευταῖς φερομένης διαπεφωνημένης γραφῆς διὰ τὸ τῶν ἀντι‐ γράφων ἀσύμφωνον, καὶ τριχῶς παραθέμενος τοὺς χρόνους, ἐν οὐδεμιᾷ τῶν τριῶν παραθέσει τοῦ μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ
25ἐμνήσθη. εἰ γὰρ ἐν ταύταις οὐχ ηὕρηται, πόθεν αἱ ἀνὰ πάσας τὰς ἐκ‐ κλησίας τοῦ Χριστοῦ ἀναγινωσκόμεναι ἱεραὶ βίβλοι τῆς Γενέσεως τοῦτον ἐμφαίνουσι; πόθεν δὲ καὶ ὁ Λουκᾶς ὁ θειότατος, ὁ πᾶσαν θείαν τε καὶ ἀνθρωπίνην ἠσκημένος φιλοσοφίαν καὶ μυρίων Εὐσεβίων ἀσυγκρίτως προὔχων, ἐν τῇ ἱερᾷ καὶ εὐαγγελικῇ αὐτοῦ βίβλῳ ιγʹ ἐξ Ἀδὰμ ἔθετο τοῦ‐
30τον; ἀποδέδεικται μὲν οὖν οὗτος καὶ ἑτέροις πρὸ ἡμῶν διημαρτηκὼς197

198

ἐτῶν ἀριθμῶν κατ’ ἐλάττωσιν ςϙʹ ἀπὸ Ἀδὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου τοῦ μεγάλου καὶ πανευσεβοῦς βασιλέως Χριστιανῶν αʹ. ἀντὶ γὰρ ͵εωιϛʹ ἐτῶν ͵εφκζʹ συνελογίσατο. οὐκοῦν πρόδηλον ὅτι διὰ τὸν ἑαυτοῦ παραλογισμὸν καὶ τοὺς Ἀσσυρίων χρόνους ἠλάττωσε καὶ τὴν ἅλω‐
5σιν Τροίας οὐκ ἀληθῶς ἐστοιχείωσε. ταῦτα δὲ ἡμῖν ἐνταῦθα οὐ παρέργως ἐπεσημάνθη, ἀλλὰ διὰ τὸ ἀναγκαῖον εἶναι τὸν ἀκριβῆ χρόνον τῆς τε ἁλώ‐ σεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ πυρπολήσεως καὶ αἰχμαλωσίας τῆς τε τῶν φυλῶν ἐν Σαμαρείᾳ γεγονυίας καὶ τῆς τῶν φυλῶν ἐπὶ Ναβουχοδονόσωρ βασιλέως Χαλδαίων ἀπὸ Ναβονασάρου.
10tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
11 Αἰγυπτίων νϛʹ ἐβασίλευσεν Ὀχυρὰς ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσοηʹ. Αἰγυπτίων νζʹ ἐβασίλευσεν Ἀμενδὴς ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δςϙβʹ.
15 Αἰγυπτίων νηʹ ἐβασίλευσε Θούωρις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτιθʹ. Οὗτός ἐστιν ὁ παρ’ Ὁμήρῳ Πόλυβος Ἀλκάνδρας ἀνὴρ ἐν Ὀδυσσείᾳ φερόμενος, παρ’ ᾧ φησι τὸν Μενέλαον σὺν τῇ Ἑλένῃ μετὰ τὴν ἅλωσιν Τροίας κατῆχθαι πλανώμενον. Αἰγυπτίων νθʹ ἐβασίλευσεν Ἄθωθις ὁ καὶ Φουσανός, ἐφ’ οὗ σεισμοὶ
20κατὰ τὴν Αἴγυπτον ἐγένοντο, μηδέπω γεγονότες ἐν αὐτῇ πρὸ τούτου, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτξθʹ. Αἰγυπτίων ξʹ ἐβασίλευσε Κενκένης ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτϙζʹ. Αἰγυπτίων ξαʹ ἐβασίλευσεν Οὐέννεφις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
25͵δυλϛʹ.
26tΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ
27Ἀργείων ιζʹ ἐβασίλευσεν Ἀγαμέμνων ἔτη ιηʹ, κατὰ δὲ ἄλλους ἔτη λεʹ.
τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτιβʹ.198

199

Τῷ ηʹ ἔτει Ἀγαμέμνονος ὁ κατὰ τῆς Τροίας ἤρξατο πόλεμος διὰ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου τοῦ Πάριδος κλοπὴν υἱοῦ Πριάμου βασιλέως Ἰλίου, καὶ διήρκεσεν ἔτη ιʹ ἕως ἁλώσεως Ἰλίου, ἥτις τῷ ὑποκειμένῳ ιζʹ ἔτει Ἀγαμέμνονος γέγονεν.
5 Ἀγαμέμνονος Ἀργείων καὶ Μυκηνῶν βασιλεύοντος, Μενελάου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Λακεδαιμονίων, Πρίαμος υἱὸς Λαομέδοντος τῆς Τροίας καὶ Ἰλίου ἐβασίλευσε. τούτου τοῦ Πριάμου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις εἰς Πελοπόννησον ἐλθὼν θῦσαι τοῖς αὐτόθι δαίμοσι ξεναγωγεῖται παρὰ Μενελάῳ ἐν Λακεδαιμονίᾳ. Μενελάῳ δὲ ἦν γυνή τις Ἑλένη σφόδρα περι‐
10καλλής. ταύτης ἐρασθεὶς Ἀλέξανδρος καὶ μοιχεύσας ἥρπασε· καὶ ἀπο‐ πλεύσας εἰς Σιδῶνα τῆς Φοινίκης ἄκων ἐκρίπτεται. ξενισθεὶς δὲ καὶ παρὰ τῷ Σιδωνίων βασιλεῖ ἐπιβουλεύει αὐτῷ καὶ πολλὰ χρήματα καὶ ἐσθῆτα κομισάμενος ἀπὸ Σιδῶνος, μεθ’ ὧν ἐκεκλόφει σὺν Ἑλένῃ, καὶ ἀπὸ Λακε‐ δαίμονος ὡς ἀριστεύσας ἐπάνεισιν εἰς Τροίαν παρὰ τῷ πατρὶ Πριάμῳ.
15Ἀγαμέμνων δὲ καὶ Μενέλαος πρὸς Πρίαμον καὶ τοὺς υἱοὺς πρεσβευσάμε‐ νοι διαφόρως περὶ τῆς Ἀλεξάνδρου εἰς αὐτοὺς ἐπιβουλῆς διά τε Ὀδυσσέως καὶ Διομήδους καὶ αὐτοῦ Μενελάου, ἐπεὶ μηδὲν ἤνυον, καίπερ τῶν περὶ Πρίαμον δημαγωγῶν πρεσβυτέρων συμβουλευόντων, ἐν οἷς ἦρχεν Ἀντή‐ νωρ, ἀποδοθῆναι τὴν Ἑλένην, πόλεμον αἴρονται κατὰ τῆς Τροίας καὶ
20Πριάμου δεινὸν ἔτεσι ιʹ κροτηθέντα, κατὰ δὲ τὸ αὐτὸ δέκατον ἁλούσης Ἰλίου καὶ Πριάμου καὶ τῶν τέκνων τοῖς Ἕλλησιν. ἦν δὲ τῶν ἐξ Ἀδὰμ ͵δτλʹ ἔτος. ἀπὸ δὲ τῆς Ἀβραὰμ γενέσεως καὶ μγʹ ἔτους τῆς Νίνου τοῦ δευτέρου βασιλέως Ἀσσυρίων βασιλείας ἔτη συνάγεται ͵αιηʹ. ἀπὸ δὲ Μωυσέως γενέσεως, ἥτις ἦν κατὰ μϛʹ ἔτος Ἰνάχου τοῦ πρώτου βασιλέως
25Ἀργείων, κόσμου δὲ κατὰ τὸ ͵γψληʹ, ἔτη συνάγεται φϙβʹ ἐπὶ τὴν Τροίας ἅλωσιν, εἰ καὶ Εὐσεβίῳ οὐ δοκεῖ διαμαρτάνοντι σιϛʹ ἔτεσι κατάλειψιν. Μυκηνῶν Ἀργείων ιηʹ ἐβασίλευσεν Αἴγισθος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵δτλʹ.199

200

Μυκηνῶν Ἀργείων ιθʹ ἐβασίλευσεν Ὀρέστης ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτλεʹ. Ὀρέστης Πύρρον τὸν Ἀχιλλέως ἀναιρεῖ ἐν Δελφοῖς εἰς τὸ τοῦ Ἀπόλλω‐ νος ἱερὸν προδοθέντα ὑπὸ Μαχαιρέως τοῦ ἱερέως· καὶ οἱ Ἕκτορος παῖδες
5τὸ Ἴλιον ἀνεκτήσαντο τοὺς Ἀντηνορίδας ἐκβαλόντες Ἑλένου γνώμῃ.
6tΜετὰ τὴν ἅλωσιν Τροίας
7tΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ
8 Πολλῆς διαφωνίας γενομένης παρὰ τοῖς πολλοῖς περὶ τῆς Ῥωμαϊκῆς μὲν ἐσχάτως μετὰ Ῥωμύλον βασιλείας ὀνομασθείσης ἀπ’ αὐτοῦ, πρὸ αὐ‐
10τοῦ δὲ Λατίνων ἀπὸ Λατίνου τοῦ βασιλεύσαντος πρὸ Αἰνείου κατὰ τοὺς Τρωικοὺς χρόνους, τῶν αὐτῶν πρὸ αὐτοῦ καλουμένων Ἀλβάνων ἀπὸ Ἀλ‐ βάνου Κρόνου τοῦ πάντων κατὰ τὴν Ἰταλίαν βασιλέων πρώτου λεγομέ‐ νου, παρέλκον ἡγούμεθα κανονικῇ θεωρίᾳ τὰς τούτων παραθέσθαι χρή‐ σεις, τοῦτο μόνον σημαίνοντες ὅτι πρὸ Αἰνείου αʹ φασὶ Πεῖκον υἱὸν Κρό‐
15νου βασιλεῦσαι χώρας Λαυρέντου λζʹ, εἶναι δὲ τὴν χώραν ἕως τῆς νυνὶ Ῥώμης πόλεως, μεθ’ ὃν Φαῦνον τὸν υἱὸν αὐτοῦ Πείκου τοῦ καὶ Διὸς ἔτη μδʹ. τοῦτον δέ φασί τινες Ἑρμῆν, καθ’ ὃν Ἡρακλῆς ἀπὸ Σπανίας ἐπανελθὼν ἐν φόρῳ τῷ λεγομένῳ βοαρίῳ βωμὸν ἤγειρε, διότι ἀνεῖλε Κά‐ κος τὸν Ἡφαίστου υἱόν· ὡς δέ τισιν ἔδοξε, καὶ ἐβασίλευσε μετὰ Φαῦνον
20ἔτη λεʹ ὁ Ἡρακλῆς. ἔπειτα Λατῖνος ἔτη λϛʹ. τούτου κατὰ τὸ λγʹ ἔτος Αἰνείας ἐξ Ἰλίου παραγενόμενος σὺν τοῖς μετ’ αὐτοῦ ὅπλοις καὶ πλούτῳ παρεσκευασμένος, συμμαχήσας τε αὐτῷ Λατίνῳ κατὰ Ῥουτούλων καὶ Τοῦρνον ἀνελὼν Λαβινίᾳ ζεύγνυται Λατίνου θυγατρὶ τοῦ βασιλέως, καὶ βασιλεύει τῆς χώρας μετὰ τὸν Λατῖνον ἔτη γʹ, κτίσας πόλιν ἐπ’ ὀνόματι
25τῆς γυναικὸς Λαβινίαν, ἐν ᾗ καὶ ἐβασίλευσε. τινὲς ἔτη ηʹ φασὶ τὸν Αἰνείαν βασιλεῦσαι Λατίνων ἔτη δʹ μετὰ τὴν ἅλωσιν Τροίας, ἕτεροι δὲ τρία μόνα
βασιλεῦσαι ἀπὸ τοῦ θʹ ἔτους μετὰ τὴν αὐτὴν ἅλωσιν, ὥστε αὐτὸν κατὰ τὸ200

201

ιβʹ ἔτος αὐτῆς ἀποθανεῖν. ὅπως δὲ εἰς Ἰταλίαν ἐλθὼν ἐκράτησε Λατίνων καὶ περὶ τῶν μετ’ αὐτὸν βασιλευσάντων ιβʹ βασιλέων ἐν ἔτει υʹ ἕως Ῥω‐ μύλου τοῦ κτίστου Ῥώμης, εὑρήσεις ἐν τοῖς κατὰ Ῥωμύλον χρόνοις. Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας Λατίνων ἐβασίλευσεν ἔτη γʹ. τοῦ δὲ
5κόσμου ἦν ἔτος ͵δτμʹ.
6tΣΠΟΡΑΔΗΝ
7 Καρχηδόνα φησὶ Φίλιστος κτισθῆναι ὑπὸ Ἀζώρου καὶ Καρχηδόνος τῶν Τυρίων. Κατὰ τοῦτον τὸν χρόνον Ἡρακλῆς τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ἔθηκεν,
10ἀφ’ οὗ ἐπὶ πρώτην ὀλυμπιάδα υοʹ ἔτη, κατὰ δὲ ἄλλους υλʹ. Ἀδμάτα θυγάτηρ Εὐρυσθέως ἐν Ἄργει ἱεράτευσεν ἔτη ληʹ. αἱ δ’ ἀπὸ ταύτης τὴν ἱερωσύνην διαδεξάμεναι Φαλίδες ἐκαλοῦντο. Πρίαμος υἱὸς Λαομέδοντος μετὰ τὸν πατέρα Τροίας καὶ Ἰλίου ἐβα‐ σίλευσε. τούτου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις.
15Ἀμαζόνες κατὰ Ἀθηναίων ἐστράτευσαν. Κάπρου Καλυδωνίου θήρα διὰ Μελεάγρου. Μενέλαος Λακεδαίμονος ἐβασίλευσεν. Ἀμαζόνες Πριάμῳ συνεμάχησαν. Ἴλιον ἥλω τῷ φθινοπώρῳ πρὸ ιζʹ ἡμερῶν τῆς χειμερινῆς τροπῆς.
20Λυδοὶ οἱ καὶ Μαίονες ἐθαλασσοκράτησαν ἔτη ϙβʹ πρῶτοι.
21tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
22 Ἀθηναίων ιʹ ἐβασίλευσε Θησεὺς Αἰγέως ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσξζʹ. Θησεὺς Ἑλένην ἥρπασεν, ἣν αὖθις ἀπέλαβον οἱ ἀδελφοὶ αὐτῆς Κάστωρ
25καὶ Πολυδεύκης, τὴν μητέρα Θησέως αἰχμαλωτίσαντες ἀποδημοῦντος
τοῦ Θησέως.201

202

Θησεὺς Ἀθηναίους κατὰ χώραν διεσπαρμένους εἰς ἓν συναγαγὼν ἤτοι εἰς μίαν πόλιν, πρῶτος ἐξωστρακίσθη, αὐτὸς πρῶτος θεὶς τὸν νόμον. Θησεὺς ἔφυγεν ἀπὸ Ἀθηνῶν. Ἀθηναίων ιαʹ ἐβασίλευσε Μενεσθεὺς Πετεῶ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως
5ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δςϙηʹ. Ἐπὶ τούτου ὁ Τρωικὸς πόλεμος συνέστη ἕνεκα μήλου χρυσοῦ, ὃ κάλλους ἔπαθλον ἦν γυναικῶν τριῶν, ὑπὸ μιᾶς αὐτῶν προτεθείσης Ἑλένης τῷ κριτῇ. βουκόλος δ’ οὗτος ἦν Ἰλιεύς, ὡς ἡ κωμῳδία. Μενεσθεὺς οὗτος Ἕλλησι κατὰ τῶν Τρώων συνεμάχησε.
10 Τούτου τῷ λγʹ ἔτει Ἴλιον ἥλω· ἐπανιὼν δὲ ἀπὸ Τροίας ἐν Μήλῳ τῇ νήσῳ τελευτᾷ. Ἀθηναίων ιβʹ ἐβασίλευσε Δημοφῶν Θησέως ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτλαʹ. Ἐπὶ τούτου τὰ περὶ Ὀδυσσέα καὶ Ὀρέστην.
15 Αἰνείας τε ἐβασίλευσε Λαβινίου. Τὰ κατὰ Ὀδυσσέα καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Σειρῆνας. Ἀθηναίων ιγʹ ἐβασίλευσεν Ὀξύντης Δημοφῶντος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτνδʹ. Ἀθηναίων ιδʹ ἐβασίλευσεν Ἀφίδας ἔτος ἕν· τοῦ δὲ κόσμου ἦν ἔτος
20͵δτξδʹ.
21tΣΠΟΡΑΔΗΝ
22 Ἡσίοδός τε ἐγνωρίζετο, ὃν Ἔφορος ἀνεψιὸν καὶ σύγχρονον Ὁμήρου φησί.
24tΚΟΣΜΟΥ ΕΤΗ
25Σαμψὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἔτη ͵δςϙʹ. Τῷ Ἰσραὴλ καταπονουμένῳ καὶ πρὸς θεὸν ἐπιστρέψαντι δίδοται Σαμ‐
ψὼν τῷ Μανωὲ ἐκ φυλῆς Δάν, ἀγγέλου χρηματίσαντος τῇ μητρὶ στείρᾳ202

203

οὔσῃ, ὃς γεννηθεὶς καὶ τραφεὶς ἐρᾷ γυναικὸς ἐν Θαμναθὰ ἀλλογενοῦς. κατιὼν δὲ πρὸς μνηστείαν αὐτῆς σὺν τοῖς γονεῦσι λέοντα χερσὶ διασπᾷ, οὗ τῷ προβλήματι τριάκοντα στολὰς ἀλλοφύλοις ἐν συμποσίῳ καταδι‐ κάζεται δοῦναι, γυναικὸς ἀπατηθείς, ἃς καὶ ἀποδούς, ἀνελὼν λʹ ἀλλο‐
5φύλους εἰς Ἀσκάλωνα ἀνεχώρησεν ὀργιζόμενος. ἀλλόφυλοι δὲ τὴν αὐτὴν γυναῖκα τῷ ἀντεραστῇ παρέσχον. ὁ δὲ τὰς ἀλώπεκας θηράσας καὶ κέρκον πρὸς κέρκον δήσας τάς τε ἀρούρας καὶ τοὺς ἀμπελῶνας αὐτῶν ἐνεπύρισεν, ἡνίκα ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ ἀνελθόντες ἔλαβον δέσμιον καλωδίοις, ὃς τὰ καλώδια περιρρήξας ὄνου γνάθῳ χιλίους αὐτῶν ἀνεῖλε καὶ δίψει
10περικαεὶς εὐχῇ τῇ πρὸς θεὸν πηγὴν ὕδατος τὸν τῆς σιαγόνος ὅλμον. ἄλλῃ δὲ φιλωθεὶς ἐν Γάζῃ ἔνδοθεν ἐδόκει φρουρεῖσθαι περικλεισάντων αὐτῷ τὰς θύρας τῆς πόλεως τῶν ἀλλοφύλων, ἃς περὶ μέσας νύκτας ἀναλαβὼν ὤμοις σὺν μοχλοῖς καὶ σταθμοῖς ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἀπέθετο. τρίτῃ δὲ τῇ Δαλιδᾷ γυναικὶ συναπαχθεὶς καὶ τὴν ἐπὶ τῆς κόμης αὐτοῦ θείαν
15ἰσχὺν ἐξειπὼν ὑπ’ αὐτῆς κείρεται καὶ ἀλλοφύλοις προδοθεὶς τυφλοῦται ἐν μυλῶνι πεπεδημένος καθειρχθεὶς, οὗ τὴν ἅλωσιν μετά τινα χρόνον ἑορ‐ τάζοντες, τῶν τριχῶν αὐτῷ ἐξανθουσῶν ἤδη μικρόν, προήγαγον παίζειν αὐτὸν κελεύσαντες. ὁ δὲ τοῖς κίοσι διὰ τοῦ χειραγωγοῦντος αὐτὸν ἐπι‐ στηριχθείς, εὐξάμενος παρὰ θεοῦ τὴν κατ’ αὐτῶν ἐκδίκησιν, τούς τε ἐν τῷ
20οἴκῳ καὶ τοὺς ἐπὶ τῶν στεγῶν ἀνιόντας ἀμφὶ τοὺς ͵γ κατέχωσε, ἐπι‐ σπασάμενος τοὺς κίονας καὶ συνδιαφθαρεὶς αὐτοῖς· ὃν ἔθαψαν οἱ ἀδελφοὶ καὶ οἱ γονεῖς κρίναντα τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν ἐν Ὀλυμπίᾳ πρῶτον ὑφ’ Ἡρακλέους ἀγῶνα ἀπὸ τοῦ πρώτου ἔτους Σαμψὼν ἀριθμῶν εὑρήσεις ἔτη υλʹ ἕως πρώτης ὀλυμπιάδος.
25 Ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτιʹ. Τὰ κατὰ τὸν Μιχᾶ, ὃς ἐποίησε γλυπτὸν καὶ ἐφοὺδ καὶ οἶκον τῷ θεῷ καὶ ἱερέα κατέστησεν, ὃν οἱ χʹ ἐκ φυλῆς Δὰν ἐλθόντες ἔλαβον, ἐν τοῖς χρόνοις τούτοις ἦν, καὶ τὰ κατὰ τὴν γυναῖκα τὴν μελισθεῖσαν καὶ ὁ κατὰ τῆς φυλῆς Βενιαμὶν πόλεμος, ἔνθα ζῆν τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ λέγει ἡ
30γραφή. τὰ περὶ τῆς μελισθείσης γυναικὸς ἐν Γαβαὼν καὶ τὸν πόλεμον τῶν ιαʹ φυλῶν πρὸς τὴν φυλὴν Βενιαμὶν μετὰ τὴν τελευτὴν Ἰησοῦ φησιν Ἰώσηππος εὐθέως, καὶ ὁ κατὰ τὸ τέλος τῶν κριτῶν, πολλῆς διαφωνίας
οὔσης περὶ τῶν χρόνων τῶν ἀπὸ Μωυσέως 〈ἕωσ〉 Ἡλεὶ τοῦ ἱερέως.203

204

Τὰ μὲν Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν μετ’ αὐτὸν πρεσβυτέρων ἡ γραφὴ παρεσιώπησεν, ἡ δὲ ἄγραφος συνήθεια τοῦ μὲν Ἰησοῦ κζʹ, τῶν δὲ πρεσ‐ βυτέρων ιηʹ παρέδωκε· καὶ οὕτω σχεδὸν πάντες ὁμοφωνοῦσιν. Εὐσέβιος δὲ μόνος ὁ Καισαρεὺς τὰ τῶν πρεσβυτέρων οὐ παρέλαβεν, ὁ δὲ Ἀφρικανὸς
5ἔτη λʹ αὐτοῖς ἀπένειμεν, ᾧ πλεῖστα κατεγκαλεῖ ὁ Εὐσέβιος ὡς μεγάλα, φησί, διαμαρτόντι καὶ τολμηροτάτῳ πράγματι ἐπικεχειρηκότι, πρὸς τού‐ τοις ἄλλα οʹ ἔτη, τὰ μʹ μὲν τὰ τῆς ἀναρχίας, λʹ δὲ τὰ τῆς εἰρήνης οἴκοθεν παρεμβαλόντι, τὰ ὅλα ρʹ. ἀλλ’ ὁ μὲν Ἀφρικανὸς περὶ τούτων ὡς διαφω‐ νουμένων ἐν τέλει τοῦ εʹ λόγου καθομολογεῖ.
10 Ὁ δὲ Εὐσέβιος τὰ παρὰ τῷ θείῳ ἀποστόλῳ ἐν ταῖς πράξεσι τῶν κριτῶν ἔτη υνʹ συστῆσαι βουληθεὶς συνεχρήσατο τούτων τισί, διαπορεῖ μέντοι λέγων τὰ μετὰ τὴν Μωυσέως τελευτὴν ἄλλως κεῖσθαι μέχρι Σολομῶνος καὶ τῆς τοῦ ἱεροῦ ἐπισκευῆς ἐν τῷ γʹ τῶν βασιλειῶν. λέγει γάρ· καὶ ἐγενήθη ἐν τῷ υμʹ ἔτει τῆς ἐξόδου τῆς ἀπ’ Αἰγύπτου ἤρξατο οἰκοδομεῖν
15Σολομὼν τὸν ναόν. τὸ δὲ Ἑβραϊκόν· καὶ ἐγενήθη ἐν τῷ υʹ καὶ πʹ ἔτει. ταῦ‐ τα δέ, φησίν, οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἀκριβῶς συνάγεσθαι ἔλεγον μόνης τῆς τῶν ἐξ Ἰσραὴλ κριτῶν χρονοκρατίας ἀριθμουμένης καὶ μὴ λο‐ γιζομένης ἰδίως τῆς τῶν ἀλλοφύλων, ἀλλὰ τῆς τῶν κριτῶν συννοουμένης· ὅπερ οὐ συνᾴδει τῇ ἱερᾷ τῶν κριτῶν βίβλῳ. τόν γε μὴν ἱερὸν ἀπόστολόν
20φησιν υνʹ ἔτη τῶν κριτῶν οὐκ ἀκριβολογούμενον εἰπεῖν, ἀλλ’ ἐκδοχῇ κοινο‐ τέρᾳ. ἐὰν οὖν κατὰ τὸν ἀπόστολον τὰ τῶν κριτῶν υνʹ ἔτη καὶ τὰ ἐπὶ τῆς ἐρήμου μʹ ἔτη Μωυσέως Ἰησοῦ τε κζʹ καὶ τῶν μετὰ Ἰησοῦν πρεσβυτέρων ιηʹ, καὶ ἔτι Ἡλεὶ τοῦ ἱερέως κʹ, Σαμουὴλ κʹ καὶ Σαοὺλ μʹ, Δαβίδ τε μʹ καὶ Σολομῶνος δʹ συναριθμήσωμεν, ἔσται ὁ πᾶς ἀπὸ τῆς ἐξόδου χρόνος
25ἐπὶ τὴν τοῦ ναοῦ κατασκευὴν ἐτῶν χνθʹ, κατὰ δὲ Εὐσέβιον χʹ καὶ κατὰ Ἀφρικανὸν ὑπὲρ τὰ ψμʹ. καθ’ ἕκαστον δὲ τῶν τριῶν τούτων ἀριθμὸν αἵ τε ἐκ φυλῆς Ἰούδα αἵ τε ἐκ φυλῆς Λευὶ διαγενόμεναι γενεαὶ ἢ καὶ μεριζό‐ μεναι ἀπίθανον ἕξουσι τὴν παιδοποιίαν. ἀπὸ γὰρ Ἀβραὰμ ἕως Δαβὶδ γε‐ νεαὶ ιδʹ. τούτων θʹ ἦν ἐπὶ Μωυσέως ἐν τῇ ἐρήμῳ, καθ’ ἣν ἐγνωρίζετο
30Ναασσὼν υἱὸς Ἀμιναδὰμ ἄρχων φυλῆς Ἰούδα, οὗ τὴν ἀδελφὴν Ἐλισάβετ
Ἀαρὼν ἀρχιερεὺς ἔγημεν· ὃς ἐν τῇ ἐρήμῳ τελευτᾷ. ἀπὸ Ναασσὼν δὲ ἕως204

205

Δαβὶδ γενεαὶ εʹ οὕτως· Σαλμὼν υἱὸς Ναασσών, ὃς ἠγάγετο Ῥαὰβ τὴν πόρνην ἐπὶ Ἰησοῦ, ἐγέννησε τὸν Βοόζ, Βοὸζ δὲ τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ τὸν Ἰεσσαὶ καὶ Ἰεσσαὶ τὸν Δαβίδ· πῶς οὖν δυνατὸν τὰς ἀπὸ Ἀβραὰμ ἕως Μωυσέως θʹ διαγενέσθαι γενεὰς ἐν υοʹ ἔτεσι, πέντε δὲ μό‐
5νας ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἐν χʹ ἔτεσιν ἕως Δαβίδ; ἔσται γὰρ ἕκαστος ρκʹ ἐτῶν ἐν τῷ καιρῷ τῆς παιδοποιίας, ἵνα τὰ χʹ τυχὸν ἐπ’ ἴσης μερίσωμεν. οὐ μόνον δὲ αἱ ἐξ Ἰούδα εʹ γενεαὶ ἀπὸ Ναασσὼν ἕως Δαβὶδ κολοβῶσαι τοὺς χρόνους τῶν υνʹ ἐτῶν ἀναγκάζουσιν, ἀλλὰ καὶ οἱ τῶν κατὰ τοὺς αὐ‐ τοὺς χρόνους ἀρχιερατευσάντων ϛʹ ἀπὸ Ἐλεαζάρου τοῦ ἱερέως καὶ Ἰησοῦ
10ἕως τοῦ Σαμουὴλ χρόνοι ἥττονες ὀφείλοντες εἶναι. μετὰ γὰρ τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ Φινεὲς ἀρχιεράτευσε, μεθ’ ὃν Ἀβιούδ, εἶτα Μοχθεὶ καὶ Ὀζεὶ καὶ Ἡλεὶ καὶ Ἀχιτώβ. ὥστε ἐκ πάντων δείκνυσθαι, φησίν, ἀναγ‐ καῖον τὸ ὑπεξαιρεῖν τὰς τοῦ Ἰσραὴλ δουλείας, ἤτοι τὰς τῶν ἀλλοφύλων ρκʹ, ἵνα καὶ αἱ γενεαὶ προσφόρως καὶ τὰ υμʹ ἔτη ἀπὸ τῆς ἐξόδου ἐπὶ τὴν
15τοῦ ναοῦ κατασκευὴν καὶ Σολομῶνα, κατὰ τὴν τρίτην τῶν βασιλειῶν, συν‐ αντήσωσιν. ἐγὼ δὲ τῷ θείῳ Παύλῳ καὶ τῇ βίβλῳ τῶν κριτῶν ἕπομαι. Τὰ κατὰ Ἀφρικανὸν ἀπὸ Ἀδὰμ ἕως τέλους τῶν κριτῶν καὶ ἀρχῆς Ἡλεὶ τοῦ ἱερέως ἔτη ͵δςϙβʹ, κατὰ δὲ Εὐσέβιον τὸν Παμφίλου ͵δμδʹ, κατὰ δὲ τὴν ἀκριβῆ καὶ εὐαγγελικὴν παράδοσιν καὶ τόδε τὸ χρονογράφιον ͵δτνβʹ.
20τὰ δὲ υνʹ ἔτη τῶν κριτῶν κατὰ τὸν θεῖον ἀπόστολον ἀπὸ τοῦ ͵γϡβʹ ἔτους τοῦ κόσμου ἐπὶ τὸ πρῶτον ἔτος Ἡλεὶ πληροῦται, ἑνὸς ἔτους ὑπολειπομέ‐ νου, ὅπερ Ἀφρικανὸς τὸν Σεμείγαρ λέγει κρατῆσαι τὸν Ἰσραὴλ τῆς γρα‐ φῆς οὐκ εἰπούσης χρόνον. Ἡλεὶ ἱερεὺς ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη κʹ κατὰ τοὺς οʹ, κατὰ δὲ τὸ
25Ἑβραϊκόν, ᾧ καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη μʹ, καὶ οὐχ οὕτως ἐπαγγει‐ λάμενος. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτνʹ. Τελευτήσαντος Ἡλεὶ τοῦ ἱερέως ἡ κιβωτὸς ὑπὸ ἀλλοφύλους γίνεται, καὶ μετὰ ταῦτα ἄγεται εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. Σαμουὴλ ὁ καὶ προφήτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν
30ἔτος ͵δτοʹ.205

206

Σαοὺλ πρῶτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἐκ φυλῆς Βενιαμὶν ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτϙʹ. Δαβὶδ ὁ μέγας ἐν προφήταις καὶ βασιλεῦσιν, υἱὸς Ἰεσσαί, Βηθλεεμίτης, ἐκ φυλῆς Ἰούδα, οὗτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν
5ἔτος ͵δυκηʹ. Αὐτὸς ᾠκοδόμησεν ἐπὶ τῆς ἀκρωρείας Ἱερουσαλὴμ τὴν Σιών, σκηνὴν ἐν αὐτῇ τῷ θεῷ πηξάμενος, ἐν ᾗ τὴν κιβωτὸν ἀπέθετο. Ὁ ἐπ’ αὐτοῦ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ προεφήτευον. Ἐπ’ αὐτοῦ ὁ μέγας ποιητὴς Ὅμηρος παρ’ Ἕλλησι καὶ Ἡσίοδος.
10 Αὐτὸς νόμῳ πολέμου Συρίαν ὅλην ἕως Εὐφράτου ποταμοῦ καθυπέταξε. Τὰ περὶ τῆς ἀρετῆς τοῦ θεοπάτορος Δαβὶδ οἰκείας τυχόντα τῆς ἱστορίας ἐν τῇ βίβλῳ τῶν βασιλειῶν ἔξεστιν ἐντυχεῖν.
13tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
14Αἰγυπτίων ξβʹ ἐβασίλευσε Σουσακεὶμ ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵δυοηʹ. Σουσακεὶμ Λίβυας καὶ Αἰθίοπας καὶ Τρωγλοδύτας παρέλαβε πρὸ τῆς Ἱερουσαλήμ. Αἰγυπτίων ξγʹ ἐβασίλευσε Ψούενος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφιβʹ.
20 Αἰγυπτίων ξδʹ ἐβασίλευσεν Ἀμμενῶφις ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλζʹ. Αἰγυπτίων ξεʹ ἐβασίλευσε Νεφεχέρης ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφμϛʹ. Αἰγυπτίων ξϛʹ ἐβασίλευσε Σαΐτης ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
25͵δφνβʹ. Αἰγυπτίων ξζʹ ἐβασίλευσε Ψινάχης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δφξζʹ.206

207

Αἰγυπτίων ξηʹ ἐβασίλευσε Πετουβάστης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφοϛʹ. Αἰγυπτίων ξθʹ ἐβασίλευσεν Ὀσώρθων ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχκʹ.
5 Αἰγυπτίων οʹ ἐβασίλευσε Ψάμμος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχκθʹ. Αἰγυπτίων οαʹ ἐβασίλευσε Κόγχαρις ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχλθʹ.
8tΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ
9Λατίνων βʹ ἐβασίλευσεν Ἀσκάνιος ἔτη λζʹ, ὁ υἱὸς Αἰνείου, ὃς ἔκτισε
10πόλιν Ἄλβαν· ἐφ’ οὗ τὰ κατὰ Ὀρέστην καὶ τὸν Αἰγίσθου φόνον ὑπ’ αὐτοῦ καὶ τῆς μητρὸς Κλυταιμνήστρας. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτμγʹ. Λατίνων γʹ ἐβασίλευσε Σιλούιος Αἰνείου ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτπʹ. Λατίνων δʹ ἐβασίλευσε Σιλούιος† Ἰοῦ ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵δυθʹ. Λατίνων εʹ ἐβασίλευσεν Αἰνείας Σιλουίου ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυμʹ. Λατίνων ϛʹ ἐβασίλευσε Σιλούιος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυϙʹ.
19tΣΠΟΡΑΔΗΝ
20 Ὁ τῶν Λυκίων ἀγὼν πρῶτος ἐτέθη. Ἡρακλειδῶν κάθοδος Ὕλλου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγου‐ μένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν. τότε Ῥόδος ἡ νῆσος οἰκί‐ ζεται παρὰ Λακεδαιμονίων, ὡς Δέξιππος ἱστορεῖ, μετοικησάντων ἐκ Πε‐
25λοποννήσου διὰ τὴν τῶν Ἡρακλειδῶν ἐπίθεσιν.207

208

Τότε καὶ ἡ τῶν Μυκηνῶν ἀρχὴ κατελύθη διαρκέσασα χρόνους ςʹ κατὰ τινάς, κατὰ δὲ ἄλλους ἥττονας. Ἀμαζόνες τῇ Ἀσίᾳ ἐπῆλθον ἅμα Κιμμερίοις. αὗται καὶ τὸ ἐν Ἐφέσῳ ἱερὸν προενέπρησαν.
5tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
6 Ἀθηναίων ιεʹ ἐβασίλευσε Θυμοίτης ἔτη θʹ, Ἀφείδαντος ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δτξεʹ. Ἐπὶ τούτου ἡ τῶν Ἐρεχθειδῶν βασιλεία κατελύθη παρὰ Ἀθηναίοις Ἀττικῶν λεγομένη, καὶ μετῆλθεν εἰς ἕτερον γένος. Θυμοίτην γὰρ προσ‐
10καλεσαμένου Ξάνθου τοῦ Βοιωτίου καὶ μὴ ὑπακούσαντος τοῦ Θυμοίτου, Μέλανθος Ἀνδροπόμπου Πύλιος ἀναδεξάμενος ἐμονομάχησε καὶ νικήσας ἐβασίλευσεν. ἔνθεν Ἀθήνησιν ἡ τῶν Ἀπατουρίων ἑορτὴ ἄγεται διὰ τὸ σὺν ἀπάτῃ γενέσθαι τὴν νίκην. Ἀθηναίων ιϛʹ ἐβασίλευσε Μέλανθος Ἀνδροπόμπου Πύλιος ἔτη λζʹ. τοῦ
15δὲ κόσμου ἦν ἔτος ͵δτοδʹ. Ἀθηναίων ιζʹ ἐβασίλευσε Κόδρος Μελάνθου ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυιαʹ. Ἐπὶ τούτου ἡ τῶν Ἡρακλειδῶν κάθοδος εἰς Πελοπόννησον γέγονεν, Ἴωνές τε εἰς Ἀθήνας κατέφυγον ἐκπεσόντες ἐξ Ἀχαΐας.
20 Πελοποννήσιοι ἐστράτευσαν ἐπ’ Ἀθήνας, οἷς ἑαυτὸν ἐξέδωκε διὰ χρη‐ σμὸν Κόδρος Μελάνθου, καὶ οὐκέτι βασιλεῖς, ἄρχοντες δὲ διὰ βίου τοῖς Ἀθηναίοις καθίσταντο. Ἀθηναίων ιηʹ ἐβασίλευσε Μέδων Κόδρου ἔτη κʹ. οὗτος πρῶτός ἐστι τῶν διὰ βίου λεγομένων ἀρχόντων παρ’ Ἀθηναίοις. τοῦ δὲ κόσμου ἦν ἔτος
25͵δυλβʹ. Ἀθηναίων ιθʹ ἄρχων βʹ Ἄκαστος Μέδοντος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυνβʹ. Ἐπὶ Ἀκάστου Ἰώνων ἀποικία. καὶ Ὅμηρος ἱστορεῖται γεγονὼς παρ’ Ἕλ‐
λησιν, ὡς τινές, οἱ δὲ ὀλίγῳ πρότερον καὶ ἄλλοι ὕστερον.208

209

(1t)

ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
2 Λακεδαιμονίων αʹ ἐβασίλευσεν Εὐρυσθεὺς ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυκγʹ. Εὐρυσθεὺς καὶ Προκλῆς Σπάρτης ἐκράτησαν.
5 Λακεδαιμονίων βʹ ἐβασίλευσεν Ἆγις ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυξεʹ. Λακεδαιμονίων γʹ ἐβασίλευσεν Ἐχέστρατος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυξϛʹ. Λακεδαιμονίων δʹ ἐβασίλευσε Λαβώτης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵δφαʹ. Λακεδαιμονίων εʹ ἐβασίλευσε Δόρυσθος ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφληʹ.
13tΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ
14tἘκ τῶν Διοδώρου περὶ τῆς τῶν Κορινθίων ἀρχῆς
15 Τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ Δωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελο‐ πόννησον ἔθνη σχεδὸν πάντα, πλὴν Ἀρκάδων, ἀνάστατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν. Οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν
20Κορινθίαν καὶ τὴν ταύτης πλησιόχωρον διεπέμψαντο πρὸς τὸν Ἀλήτην, παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπιφανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξήσας ἐβασίλευσεν ἔτη ληʹ. μετὰ δὲ τὴν τούτου τε‐ λευτὴν ὁ πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζʹ. καὶ
25πρῶτος μὲν παρ’ αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη ληʹ, μεθ’ ὃν ἦρξεν Ἀγέλας ἔτη λζʹ, μετὰ δὲ τούτους Πρύμνης ἔτη λεʹ, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ. διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐκέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λʹ, Εὔδημος
30δὲ ἔτη κεʹ, Ἀριστομήδης εʹ καὶ λʹ.209

210

Οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπίτροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη ιϛʹ. μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦτον ἀνελὼν Τελέστης ὁ στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη ιβʹ. τούτου δ’ ὑπὸ
5τῶν συγγενῶν ἀναιρεθέντος Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ’ ἀπὸ Ἡρακλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχὴν καὶ κοινῇ μὲν προειστήκεισαν τῆς πόλεως ἅπαντες, ἐξ αὐτῶν δὲ ἕνα κατ’ ἐνιαυ‐ τὸν ᾑροῦντο πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ϙʹ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ’ ἧς κατελύθησαν.
10tΕἰσὶν οὖν οἵδε βασιλεῖς Κορινθίων
11Ἀλήτης ἔτη ληʹ. Ἰξίων ἔτη ληʹ. οϛʹ. Ἀγέλας ἔτη λζʹ. ριγʹ. Πρύμνης ἔτη λέ. ρμηʹ.
15Βάκχις ἔτη λεʹ. ρπγʹ. Ἀγέλας ἔτη λʹ. σιγʹ. Εὔδημος ἔτη κεʹ. σληʹ. Ἀριστομήδης ἔτη λεʹ. σογʹ. Ἀγήμων ἔτη ιϛʹ. σπθʹ.
20Ἀλέξανδρος ἔτη κεʹ. τιδʹ. Τελέστης ἔτη ιβʹ. ὁμοῦ τκϛʹ. Αὐτομένης ἔτος αʹ. τκζʹ. μεθ’ οὓς ἐνιαύσιοι πρυτάνεις ἔτη ϙʹ. ὁμοῦ υιζʹ.
25 Κορινθίων αʹ ἐβασίλευσεν Ἀλήτης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυκγʹ. Κορινθίων βʹ ἐβασίλευσεν Ἰξίων ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυξαʹ. Κορινθίων γʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δυϙθʹ.210

211

Κορινθίων δʹ ἐβασίλευσε Πρύμνης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλδʹ. Κορινθίων εʹ ἐβασίλευσε Βάκχις ἔτη λεʹ. ἀφ’ οὗ οἱ μετὰ αὐτὸν βασιλεῖς ἐκλήθησαν Βακχίδαι. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφξθʹ.
5Κορινθίων ϛʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχδʹ.
6tΣΠΟΡΑΔΗΝ
7 Πελασγοὶ βʹ ἐθαλασσοκράτησαν ἔτη πεʹ. Νειλεὺς Πελοποννησίων καὶ Ἀθηναίων ἡγούμενος εἰς Ἀσίαν ἐλθὼν τὰς Ἰωνίας ᾤκισε πόλεις ἐκβαλὼν τοὺς Κᾶρας.
10 Ὅμηρον τὸν παρ’ Ἕλλησι μέγαν ποιητὴν οἱ μὲν πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶ γεγονέναι περικρατήσαντα, οἱ δὲ περὶ Ἐρατοσθένην μετὰ ἔτη ρʹ τῶν Τρωικῶν, οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν μετὰ ἔτη ρʹ, οἱ δὲ περὶ Φιλόχορον ἐπὶ τῆς Ἰωνικῆς ἀποικίας, καθ’ ἕνα τῶν διὰ βίου ἀρχόντων Ἀθήνησιν Ἄρχιππον μετὰ τὰ Τρωικὰ ἔτεσιν ρπʹ.
15οἱ δὲ περὶ Ἀπολλόδωρον τὸν Ἀθηναῖον ὕστερον τῶν Ἰλιακῶν ἔτη σμʹ. ἄλλοι μικρὸν πρὸ τῶν ὀλυμπιάδων ἔτεσι υʹ ἐγγὺς μετὰ Ἰλίου ἅλωσιν, καὶ ἕτεροι κατὰ Ἀρχίλοχον περὶ τὴν κγʹ ὀλυμπιάδα μετὰ ἔτη φʹ που τῆς ἁλώσεως Τροίας· καὶ ἁπλῶς εἰπεῖν ὁ περὶ αὐτοῦ χρόνος πάντη τοῖς πα‐ λαιοῖς ἀσύμφωνος.
20tΣΠΟΡΑΔΗΝ
21 Μυρίνα ἡ παρά τισι Σμύρνα λεγομένη ἐκτίσθη ἐν Ἀσίᾳ. Ἔφεσος ἐκτί‐ σθη ἐν Ἀσίᾳ ὑπὸ Ἀνδρονίκου. Κύμη ἐκτίσθη ἐν Ἰταλίᾳ. Καρχηδὼν ἐπεκτίσθη ὑπὸ Καρχηδόνος τοῦ Τυρίου, ὡς δ’ ἄλλοι ὑπὸ Δι‐ δοῦς τῆς ἐκείνου θυγατρὸς μετὰ τὰ Τρωικὰ ἔτεσιν ρλγʹ. ἐκαλεῖτο δὲ πρὸ
25τούτου Ὀριγώ.
Τρίτοι ἐθαλασσοκράτησαν Θρᾷκες ἔτη οθʹ.211

212

Θρᾷκες ἀπὸ Στρυμῶνος διαβάντες κατέσχον τὴν νῦν Βιθυνίαν, τότε δὲ Βεβρυκίαν καλουμένην. Θρᾷκες ἐθαλασσοκράτουν. Τέταρτοι ἐθαλασσοκράτησαν Ῥόδιοι, κατὰ δέ τινας πέμπτοι, ἔτη κγʹ.
5Κατὰ δέ τινας Ὅμηρος ἤκμαζε. Φρύγες πέμπτοι ἐθαλασσοκράτησαν ἔτη κεʹ, κατὰ δέ τινας ϛʹ.
7tΚΟΣΜΟΥ ΕΤΗ
8 Σολομὼν υἱὸς Δαβὶδ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυοʹ.
10 Αὐτὸς τὸν ἐν Ἱερουσαλὴμ πρῶτον ναὸν ᾠκοδόμησε τῷ βʹ ἔτει τῆς βασι‐ λείας αὐτοῦ, ἔνθα ὁ Δαβὶδ ὁ πατὴρ αὐτοῦ τὴν Σιὼν ἐπήξατο, σὺν αὐτῷ καὶ βασιλικοὺς οἴκους ἐκπρεπῶς δειμάμενος· πάντας τε τοὺς πλησιοχώ‐ ρους βασιλεῖς δωροφόρους ἐκτήσατο. Οὗτος ἐν σοφίᾳ θείᾳ καὶ ἀνθρωπίνῃ πλούτῳ τε καὶ δόξῃ πάντας τοὺς πρὸ
15αὐτοῦ ὑπερῆρε, μέγας καὶ θεοφιλὴς ἐν νεότητι φανεὶς ἕως τοῦ παρατρα‐ πῆναι εἰς γυναικομανίαν. οὗ τὴν σοφίαν βασίλισσα νότου πόρρωθεν ἦλθεν ἀκοῦσαι, καὶ πολλοῖς προβλήμασι καὶ αἰνίγμασι τοῦτον πειράσασα πάν‐ των ηὗρεν ἀνώτερον· ὅθεν καὶ τὴν νομικὴν πολιτείαν ἐξ αὐτοῦ μαθοῦσα τὸν ὑπ’ αὐτῇ συνετῶς ἐξεπαίδευσε λαόν.
20Ἐπ’ αὐτοῦ προεφήτευον Νάθαν καὶ Ἀχιὰς ὁ Σιλωνίτης Σαμμαίας τε
καὶ Ἀδδὼ καὶ Σαδώκ.212

213

Σολομὼν τὸν ἐν Ἱερουσαλὴμ ναὸν ἀρξάμενος κτίζειν ἀπὸ δευτέρου ἔτους τῆς βασιλείας αὐτοῦ, ὅπερ ἦν ιδʹ τῆς ζωῆς αὐτοῦ, ἐν ζʹ ἔτεσιν ἐτελείωσεν ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, κʹ δὲ ἔτει τῆς ζωῆς αὐτοῦ. εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως ηʹ ἔτους αὐτοῦ ἔτη ͵δυοηʹ, κατὰ δὲ τὸν Ἀφρικανὸν
5͵δυνζʹ, κατὰ δὲ Εὐσέβιον ͵δροʹ. Ἐκ δὲ τῶν θείων γραφῶν ἔξεστι καταμαθεῖν τῷ βουλομένῳ τὴν τοῦ ἡμετέρου λόγου ἀκρίβειαν. Ἑβραίων ἀρχιερεὺς ηʹ ἀπὸ Ἀαρὼν Σαδὼκ ἐγνωρίζετο κατὰ τὸν Εὐσέβιον, κατὰ δὲ τὸν ἀκριβῆ λόγον ιαʹ ἐστὶν ὁ Σαδὼκ ἀπὸ Ἀαρὼν οὕτως· αʹ Ἀαρών,
10βʹ Ἐλεάζαρ, γʹ Φινεές, δʹ Ἀβιούδ, εʹ Βοχεί, ϛʹ Ὀζεί, ζʹ Ἡλεί, ηʹ Ἀχι‐ τώβ, θʹ Σαμουήλ, ιʹ Ἀβιάθαρ, ιαʹ Σαδώκ. Ὁ Τυρίων βασιλεὺς ἀπέστειλε Σολομῶνι πρὸς βοήθειαν τῆς οἰκοδομῆς τοῦ ναοῦ μυριάδας ἀνδρῶν ηʹ. Σιράμου τοῦ Τυρίων βασιλέως θυγατέρα ἔγημε ὁ Σολομών, ὡς Τατια‐
15νὸς ἱστορεῖ.
16tἸωσήππου ἐκ τῆς Φοινίκων μαρτυρίας περὶ τῆς
17tΤυρίων βασιλείας καὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ
18 Ἔστι τοίνυν παρὰ Τυρίοις ἀπὸ παμπόλλων ἐτῶν γράμματα δημοσίᾳ γραφέντα καὶ πεφυλαγμένα λίαν ἐπιμελῶς, ἐν οἷς γέγραπται ὅτι ὁ ἐν
20Ἱεροσολύμοις ᾠκοδομήθη ναὸς ὑπὸ Σολομῶνος τοῦ βασιλέως ἔτεσι θᾶτ‐ τον ρμγʹ καὶ μησὶν ηʹ τοῦ κτίσαι Τυρίους Καρχηδόνα. ἀνεγράφη δὲ παρ’ ἐκείνοις οὐκ ἀλόγως ἡ τοῦ ναοῦ κατασκευὴ τοῦ παρ’ ἡμῖν. Σίρωμος γὰρ ὁ τῶν Τυρίων βασιλεὺς φίλος ἦν τοῦ βασιλέως ἡμῶν Σολομῶνος, πα‐ τρικὴν φιλίαν πρὸς αὐτὸν διαδεξάμενος. οὗτος οὖν συμφιλοτιμούμενος εἰς
25τὴν τοῦ κατασκευάσματος τῷ Σολομῶνι λαμπρότητα χρυσίου μὲν κʹ καὶ ρʹ ἔδωκε τάλαντα, τεμὼν δὲ καλλίστην ὕλην ἐκ τοῦ ὄρους, ὃ καλεῖται
Λίβανος, εἰς τὸν ὄροφον ἀπέστειλεν. ἀντεδωρήσατο δὲ αὐτῷ ὁ Σολομὼν213

214

ἄλλοις τε πολλοῖς καὶ διττὰ καὶ χώραν τῆς Γαλιλαίας ἐν τῇ Χαβόλῳ λε‐ γομένῃ. μάλιστα δ’ αὐτοὺς εἰς φιλίαν ἡ τῆς σοφίας συνήγαγεν ἐπιθυμία. προβλήματα γὰρ ἀλλήλοις ἀντέστελλον λύειν κελεύοντες, καὶ κρείττων ἐν τούτοις ἦν ὁ Σολομὼν καὶ τὰ ἄλλα σοφώτερος.
5 Σῴζονται δὲ μέχρι δεῦρο παρὰ τοῖς Τυρίοις πολλαὶ τῶν ἐπιστολῶν, ἃς ἐκεῖνοι πρὸς ἀλλήλους ἔγραφον. ὅτι δὲ οὐ λόγος ἐστὶν ὑπ’ ἐμοῦ συγκείμε‐ νος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα δεξιὸν ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμέ‐ νον Δίωνα.
10 Οὗτος τοίνυν ἐν ταῖς περὶ Φοινίκων ἱστορίαις γράφει τὸν τρόπον τοῦτον. Ἀβιβάλου τελευτήσαντος υἱὸς αὐτοῦ Σίρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ’ ἑαυτὸ ὂν ἐν ἴσῳ χώσας τὸν μεταξὺ τό‐ πον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν. ἀναβὰς δὲ εἰς τὸν
15Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Σίρωμον αἰνίγματα καὶ παρ’ αὐτοῦ λαβεῖν ἀξιοῦν· τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτείνειν. ὁμολογήσαντα δὲ τὸν Σίρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰ‐ νίγματα, πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. εἶτα δι’ Ἀβδάμο‐
20νόν τινα Τύριον ἄνδρα τά τε προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, ἃ μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Σιρώμῳ προσαποτῖσαι χρήματα. Δίων μὲν οὕτως περὶ τῶν προειρημένων ἡμῖν μεμαρτύρηκεν. ἀλλὰ πρὸς τοῦτο παραθήσομεν καὶ Μένανδρον τὸν Ἐφέσιον. γέγραφε δ’ οὗτος τὰς ἐφ’ ἑκάστου τῶν βασιλέων πράξεις τὰς παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις
25γενομένας, ὅς φησι περὶ Σιρώμου· τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Σίρωμος, ὃς βιώσας ἔτη νγʹ ἐβασίλευσεν λδʹ. οὗτος ἔχωσε τὸν εὐρύχωρον, τόν τε χρυσοῦν κίονα ἐν τοῖς τοῦ Διὸς ἀνέθη‐ κεν, ἐπί τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ Λιβάνου ὄρους κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας. εἶτα ἐπὶ τούτου ἦν Ἀβδήμουνος παῖς νεώτε‐
30ρος, ὃς ἀεὶ ἐνίκα τὰ προβλήματα ἃ ἐπέτασσε Σολομὼν ὁ Ἱεροσολύμων βασιλεύς. ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι Καρχηδό‐
νος κτίσεως οὕτως.214

215

Σίρωμος ἔτη λδʹ. Βααλβάζερος υἱὸς ἔτη ιζʹ. Ἀβδάσταρτος υἱὸς ἐβασί‐ λευσεν ἔτη θʹ. τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ τρεῖς παῖδες ἀνεῖλον· καὶ ἐβα‐ σίλευσεν ὁ πρεσβύτερος αὐτῶν· μεθ’ ὃν Ἄσταρτος Ἐλεαστάρτου ιβʹ. μεθ’ ὃν Ἀσθάρυμος ἀδελφὸς αὐτοῦ ἔτη θʹ. ὃν ἀδελφὸς Φέλλης ἀνελὼν μῆ‐
5νας ηʹ ἐβασίλευσε. τοῦτον Εἰθόβαλος ὁ τῆς Ἀστάρτης βασιλεὺς κτείνας ἐβασίλευσεν ἔτη λβʹ. μεθ’ ὃν Βαλέζερος υἱὸς ἔτη ηʹ. τούτου Μέτηνος υἱὸς ἔτη κεʹ. μεθ’ ὃν Μυγδαλίων Φυσμανοῦν ἔτη μζʹ. τούτου ἔτει ζʹ ἡ ἀδελφὴ αὐτοῦ Καρθάγενα φυγοῦσα ἐν Λιβύῃ πόλιν ἔκτισε Καρθάγεναν τὴν καὶ Καρχηδόνα. ἔτει ιβʹ τῆς Σιρώμου βασιλείας ὁ ἐν Ἱεροσολύμοις ναὸς ᾠκοδο‐
10μήθη. γίνονται ἔτη ἀπὸ τούτου ἕως Καρχηδόνος οἰκοδομῆς ρμγʹ, μῆνες ηʹ. Σολομὼν ἐλάτρευσε τῇ Ἀστάρτῃ, καταλείψας τὸν θεὸν καὶ τῷ Χαμὼς βδελύγματι Μωαβιτῶν καὶ τῷ Μολὼχ Ἀμανιτῶν, γυναιξὶν ἐθνικαῖς ἀπα‐ τηθείς. εἶχε γὰρ ἑπτακοσίας γαμετὰς Ἰσραηλίτιδάς τε καὶ ἐθνικάς, τρι‐ ακοσίας δὲ παλλακάς. πάσας δὲ τὰς ἐθνικὰς παρὰ τὴν θείαν ἐντολὴν ἠγά‐
15γετο. ἕνα δὲ μόνον ἔσχεν ἄρσενα, καὶ τοῦτον ἐξ ἀλλοφύλου Ναάμας τῆς Ἀμανίτιδος ἀνάξιον τῆς ἀρχῆς. Ἀχίας ὁ Σιλωνίτης προεφήτευσε τῷ Ἱεροβωὰμ ὅτι βασιλεύσει τῶν ιʹ φυλῶν, ὅπερ ἀκούσας Σολομὼν ἐζήτει ἀνελεῖν τὸν Ἱεροβωάμ. ὁ δὲ προσ‐ φυγὼν τῷ Σουσακεὶμ βασιλεῖ Αἰγύπτου γαμβρὸς αὐτοῦ γίνεται ἐπὶ θυ‐
20γατρί, καὶ μετὰ θάνατον Σολομῶντος κρατεῖ τῶν αὐτῶν ιʹ φυλῶν. Τῷ ͵δφζʹ ἔτει τοῦ κόσμου Σολομὼν ἐτελεύτησε, καὶ ἐσχίσθη ἡ βασιλεία τῶν υἱῶν Ἰσραὴλ εἰς δύο κατὰ τὴν θείαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν κατὰ Σολομῶντος καὶ τοῦ υἱοῦ αὐτοῦ πρὸς Ἱεροβωὰμ δι’ Ἀχία τοῦ Σιλωνίτου. καὶ ἐβασίλευσε Ῥοβωὰμ υἱὸς αὐτοῦ ἐν Ἱερουσαλὴμ τῶν δύο φυλῶν, τοῦ
25τε Ἰούδα καὶ τοῦ Βενιαμίν· αἱ δὲ ἄλλαι ιʹ φυλαὶ τοῦ Ἰσραὴλ ἐβασίλευσαν ἑαυταῖς ἐν Σαμαρείᾳ τὸν Ἱεροβωὰμ δοῦλον Σολομῶντος, καὶ ἔμειναν οὕτω
διῃρημέναι αἱ δύο βασιλεῖαι ἕως τῆς εἰς Χαλδαίους αἰχμαλωσίας.215

216

(1t)

ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
2 Αἰγυπτίων οβʹ ἐβασίλευσεν Ὀσόρθων ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχξʹ. Αἰγυπτίων ογʹ ἐβασίλευσε Τακαλώφις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
5͵δχοεʹ. Αἰγυπτίων οδʹ ἐβασίλευσε Βόκχωρις ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχπηʹ. Βόκχωρις Αἰγυπτίοις ἐνομοθέτει, ἐφ’ οὗ λόγος ἀρνίον φθέγξασθαι. Αἰγυπτίων οεʹ ἐβασίλευσε Σαβάκων Αἰθίοψ ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵δψλβʹ. Οὗτος τὸν Βόκχωριν αἰχμάλωτον λαβὼν ζῶντα ἔκαυσεν. Αἰγυπτίων οϛʹ ἐβασίλευσε Σεβήχων ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψμδʹ.
14tΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ
15 Λατίνων ζʹ ἐβασίλευσεν Ἀγχίσης Σιλουίου ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφκʹ. Λατίνων ηʹ ἐβασίλευσεν Αἰγύπτιος Σιλούιος ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλʹ. Λατίνων θʹ ἐβασίλευσε Κάππυς Σιλούιος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν
20ἔτος ͵δφνʹ.
Λατίνων ιʹ ἐβασίλευσε Τιβέριος ἔτη μηʹ, ἀφ’ οὗ καὶ ὁ ποταμὸς Τίβερος216

217

προσηγορεύθη ὁ πρὶν Ἀλβὰς καλούμενος. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφπδʹ. Λατίνων ιαʹ ἐβασίλευσεν Ἀρέμουλος Σιλούιος ἔτη ιθʹ. οὗτος ἐκεραυνώ‐ θη διὰ πολλὴν ἀσέβειαν. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχλβʹ.
5tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
6 Ἀθηναίων κʹ ἐβασίλευσεν Ἄρχιππος Ἀκάστου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δυπζʹ. Ἀθηναίων καʹ ἐβασίλευσε Θέρσιππος Ἀρχίππου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφϛʹ.
10 Ἀθηναίων κβʹ ἐβασίλευσε Φόρβας Θερσίππου ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφμϛʹ. Ἀθηναίων κγʹ ἐβασίλευσε Μεγακλῆς Φόρβαντος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφοϛʹ. Ἀθηναίων κδʹ ἐβασίλευσε Διόγνητος Μεγακλέους ἔτη κηʹ. τοῦ δὲ κό‐
15σμου ἦν ἔτος ͵δχδʹ. Ἀθηναίων κεʹ ἐβασίλευσε Φερεκλῆς Διογνήτου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχλβʹ. Ἀθηναίων κϛʹ ἐβασίλευσεν Ἀρίφρων Φερεκλέους ἔτη κʹ, κατὰ δὲ Ἀφρι‐ κανὸν ἔτη λαʹ. κατὰ τοῦτον τὸν Ἀρίφρονα ἡ τῶν Ἀσσυρίων κατελύθη
20ἀρχή, ὡς πάντες συμφωνοῦσι. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχναʹ.
21tΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ
22 Λακεδαιμονίων ϛʹ ἐβασίλευσεν Ἀγησίλαος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφξζʹ. Λακεδαιμονίων ζʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν
25ἔτος ͵δχιαʹ.217

218

Λακεδαιμονίων ηʹ ἐβασίλευσε Τήλεκλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχοαʹ. Λακεδαιμονίων θʹ ἐβασίλευσεν Ἀλκαμένης ἔτη λζʹ. οὗτος τελευταῖός ἐστι τῆς πρώτης οἰκίας. τῆς δὲ δευτέρας οἰκίας κατὰ τοὺς αὐτοὺς χρόνους
5ἐβασίλευσαν ἓξ βασιλεῖς. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιαʹ. Ἀπολλόδωρος Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους. ἐν Λακεδαιμο‐ νίᾳ πρῶτος ἔφορος κατεστάθη.
8tΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ
9Κορινθίων ζʹ ἐβασίλευσεν Εὔδημος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχλδʹ.
10 Κορινθίων ηʹ ἐβασίλευσεν Ἀριστομήδης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχνθʹ. Κορινθίων θʹ ἐβασίλευσεν Ἀγήμων ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχϙδʹ. Κορινθίων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιʹ.
15 Κορινθίων ιαʹ ἐβασίλευσε Τελέστης ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψλεʹ. Κορινθίων ιβʹ ἐβασίλευσεν Αὐτομένης ἔτος ἕν. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψμζʹ. Οἱ Λακεδαιμονίων βασιλεῖς καὶ οἱ Κορινθίων ἕως τοῦδε τοῦ χρόνου
20διήρκεσαν ἔτεσι τνʹ, μεθ’ οὓς ἐνιαύσιοι πρυτάνεις, ὡς μὲν τινές, ἐπὶ Αἰ‐ σχύλου ἄρχοντος καὶ τῆς πρώτης ὀλυμπιάδος, ὡς δὲ ἕτεροι, μετὰ ταῦτα, ὡς πρόκειται.
23tΚΟΣΜΟΥ ΕΤΗ
24tΒασιλέων Ἰούδα καὶ Βενιαμὶν ἔτη
25Ὧν πρῶτος ἐβασίλευσε Ῥοβωὰμ υἱὸς Σολομῶντος ἔτη ιζʹ. τοῦ δὲ κό‐
σμου ἦν ἔτος ͵δφιʹ.218

219

Ῥοβωὰμ υἱὸς Ναάμας τῆς Ἀμανίτιδος μόνος ἄρσην ἐγένετο παῖς τῷ Σολομῶντι ἐκ χιλίων γυναικῶν, καὶ αὐτὸς ἀνάξιος τῆς βασιλείας ὡς ἀλ‐ λοφύλου γέννημα μητρός. τούτῳ πολεμῶν ὁ Ἱεροβωὰμ οὐκ ἐπαύετο, αὐ‐ τός τε σὺν τῷ Ἰούδα τοῖς εἰδώλοις προσέσχε καὶ τελευτᾷ βασιλεύσας ἔτη
5ιζʹ. Τῷ εʹ ἔτει Ῥοβωὰμ υἱοῦ Σολομῶν, τοῦ δὲ κόσμου ͵δφιζʹ, ἀνέβη Σου‐ σακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε πάντας τοὺς θη‐ σαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ πάντα τὰ ὅπλα τὰ χρυσᾶ.
10 Ὁ Ἀβιὰ πολεμῶν τῷ Ἱεροβωὰμ ἀπέκτεινε τοῦ Ἰσραὴλ μυριάδας νʹ. Τοῦ Ἰούδα ἐβασίλευσε βʹ Ἀβιὰ υἱὸς Ῥοβωὰμ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφκζʹ. Τοῦ Ἰούδα γʹ ἐβασίλευσεν Ἀσὰ υἱὸς Ἀβιὰ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλʹ.
15 Οὗτος ἀποστὰς τῆς πατρικῆς ἀσεβείας τὰ εἴδωλα καθεῖλε καὶ τὰ ἄλση ἐξέκοψε, τὴν ἑαυτοῦ τε μητέρα ἔπαυσε τοῦ εἰδωλομανεῖν. Οὗτος Ζαρὲ τὸν Αἰθίοπα κατὰ τῆς Ἰουδαίας στρατεύσαντα μετὰ πλή‐ θους Λιβύων ἐτροπώσατο ἐν μυριάσιν ρʹ ἐπελθόντα. Ἑβραίων ἀρχιερεὺς Ἀβιμέλεχ ἐγνωρίζετο. προεφήτευον δὲ Ἀχιά, Σα‐
20μαίας καὶ ὁ ἐπὶ τοῦ ἐν Σαμαρείᾳ θυσιαστηρίου Ἰηού, Ἰωήλ, Ἀζαρίας ὁ καὶ Ἀδδὼ καὶ ὁ υἱὸς αὐτοῦ Ζαχαρίας ὁ καὶ Ἰωδή, Ἀνανὶ καὶ Ἰωπᾶς. Τοῦ Ἰούδα ἐβασίλευσε δʹ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφοαʹ. Καὶ οὗτος εὐσεβής, ὡς ὁ πατὴρ αὐτοῦ Ἀσά, ἐξάρας τὴν εἰδωλολατρείαν
25πλὴν τῶν ὑψηλῶν. οὗτος τῷ Μωυσέως νόμῳ τὸν Ἰσραὴλ ἐξεπαίδευσε.
πρὸς Ἀχαὰβ δὲ εἰρηνεύων κατεγινώσκετο.219

220

Προεφήτευεν Ἰηού, προεφήτευεν Ἀνανί, προεφήτευον παρ’ Ἑβραίοις Ἡλίας, Ἰηού, Ἀβδιού, Ὀζιήλ, Μιχαίας. ψευδοπροφῆται δὲ Σεδεκίας, Ἐλιέζερ καὶ ἕτεροι. Ἰωσαφὰτ σὺν τῷ Ἀχαὰβ ἦν πολεμῶν. τῶν ἀλλοφύλων ἐπὶ Ἰωσαφὰτ καὶ
5τῶν Ἰουδαίων συνελθόντων ἀλλήλους κατέσφαξαν θείᾳ ῥοπῇ. Τοῦ Ἰούδα εʹ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ ἀσεβὴς ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφϙϛʹ. Οὗτος ἀνεῖλε τοὺς ἰδίους ἀδελφοὺς καὶ ἐκ τῶν ἀρχόντων τοῦ λαοῦ, δεινῶς τε νοσήσας τὰ ἔντερα σὺν τῇ κοιλίᾳ κατέσπασε.
10 Τούτου τῷ ζʹ ἔτει Ἡλίας ὁ Θεσβίτης ἀνελήφθη. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχβʹ. Προεφήτευον Ἀμὼς καὶ Ἐλισσαῖος. Οὗτος γαμβρὸς ἦν τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἐπὶ θυγατρὶ Γοθολίᾳ. Τοῦ Ἰούδα ϛʹ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ ἔτος ἕν. τοῦ δὲ κόσμου
15ἦν ἔτος ͵δχδʹ. Τοῦ Ἰούδα ζʹ ἐβασίλευσε Γοθολία μήτηρ Ὀχοζία, θυγάτηρ Ἀχαάβ, ἣν ἐλιθοβόλησεν ὁ λαὸς κατὰ πρόσταξιν Ἰωδαὲ τοῦ ἀρχιερέως, ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχϛʹ. Αὕτη καθεῖλε τὸν οἶκον τοῦ θεοῦ.
20〈Τοῦ Ἰούδα ηʹ ἐβασίλευσεν Ἰωὰς ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχιγʹ.〉 Ἰωὰς ἀνῳκοδόμησε τὸν οἶκον τοῦ θεοῦ, ὃν καθεῖλε Γοθολία.
Μετὰ δὲ ταῦτα εἰδωλολατρεῖ καὶ ἀναιρεῖ Ζαχαρίαν τὸν προφήτην τὸν220

221

υἱὸν Ἰωδαὲ τοῦ ἀρχιερέως παραινοῦντα αὐτῷ τὰ πρὸς ἐπιστροφήν. τοῦτον ἀπέκτειναν οἱ παῖδες αὐτοῦ τῷ μʹ ἔτει τῆς βασιλείας αὐτοῦ. Ἰωδαὲ θεοφιλὴς ἀρχιερεὺς ἐγνωρίζετο βιώσας ἔτη ρλʹ μόνος ἀπὸ τῶν χρόνων Μωυσέως. τούτου υἱὸς Ζαχαρίας προεφήτευσε καὶ Ἐλισσαῖος. τὸν
5Ἰωὰς εἰδωλομανοῦντα παρῄνει καὶ τὸν λαὸν Ζαχαρίας ὁ προφήτης υἱὸς Ἰωδαὲ ἀποστῆναι, ὃν διὰ τοῦτο ἐν τῷ ναῷ ἀνεῖλεν Ἰωάς. Παρ’ Ἑβραίοις Ζαχαρίας ὁ προφήτης ἀναιρεῖται ὑπ’ Ἰωὰς τοῦ βασι‐ λέως, ἐν ἄλλῳ δὲ Ἀζαρίας. Ἐλισσαῖος ὁ προφήτης ἐτελεύτησεν ἔτει λζʹ τοῦ Ἰωάς. τοῦ δὲ κόσμου
10ἦν ἔτος ͵δχμηʹ. Δύναμις Συρίας τὸν Ἰούδαν καὶ τοὺς ἄρχοντας αὐτοῦ ἀπέκτεινε.
12tΚΟΣΜΟΥ ΕΤΗ
13tΒασιλέων Ἰσραὴλ δέκα σκήπτρων ἔτη
14Ὧν πρῶτος ἐβασίλευσεν Ἱεροβωὰμ ἐν Σαμαρείᾳ ἔτη κβʹ. τοῦ δὲ κόσμου
15ἦν ἔτος ͵δφιγʹ. Ἱεροβωὰμ δοῦλος μὲν ἦν Σολομῶντος, πόρνης δὲ υἱός. τούτῳ ἐγένοντο υἱοὶ κηʹ καὶ θυγατέρες ξʹ. Προεφήτευον ὁ οἰκῶν ἐν Βαιθὴλ καὶ ὁ ἐπὶ τοῦ θυσιαστηρίου εὑρὼν αὐτόν, ὁ ἐξ Ἰούδα προφήτης ἐλθών, θύοντα ταῖς χρυσαῖς δαμάλεσι, καὶ προφη‐
20τεύσας αὐτῷ περὶ Ἰωσίου ἐξ οἴκου Δαβὶδ τεχθησομένου βασιλέως καὶ ἀναιρήσοντος τοὺς τῶν εἰδώλων ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, ὅπερ ἐρράγη, ἐν ᾧ Ἱεροβωὰμ ἐπέθυε· συλλαβεῖν δὲ αὐτὸν προστάξας τὴν χεῖρα ξηραίνε‐
ται, καὶ δεηθεὶς τοῦ προφήτου θεραπεύεται. ὁ δὲ προφήτης ἐπανιὼν ὑπὸ221

222

τοῦ λέοντος διεφθάρη, ὅτι μετέσχε τροφῆς παρὰ τῷ ἄλλῳ προφήτῃ τῷ ἐν Βαιθήλ, ἀπατηθεὶς ὑπ’ αὐτοῦ, ὃν καὶ ἐφύλαξεν ὁ θήρ, ἕως ἐλθὼν ὁ ἀπα‐ τήσας αὐτὸν παρελθεῖν τὴν θείαν ἐντολὴν ἔθαψεν αὐτόν. τὰς δύο χρυσᾶς δαμάλεις διὰ τοῦτο ἐποίησεν, ἐκκόψαι θέλων, ὥς φασι, τὸν ὑπ’ αὐτὸν λαὸν
5τῆς εἰς Ἱερουσαλὴμ ἀνόδου ὁ Ἱεροβωάμ. Τοῦ Ἰσραὴλ βʹ ἐβασίλευσε Ναδὰβ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλεʹ. Τοῦ Ἰσραὴλ γʹ ἐβασίλευσε Βαασὰ υἱὸς Ἀχιὰ ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφλζʹ. Οὗτος τὸν Ναδὰβ ἀνελὼν υἱὸν Ἱεροβωὰμ ἐβασίλευσε τοῦ Ἰσραήλ. ὁ αὐ‐
10τὸς ἐπολέμει τῷ Ἀσὰ βασιλεῖ Ἰούδα ἀνελθὼν ἐν Ῥαμά. Ἀσὰ δὲ χρήμασι φιλωθεὶς τῷ βασιλεῖ Συρίας υἱῷ Ἄδερ, τοῦτον ἔπεισεν ἀντιπορθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ, καὶ οὕτως ἀπέστη Βαασὰ ἐκ τῆς Ῥαμά. Ἀσὰ ὑπὸ τοῦ προφήτου διὰ τὴν εἰς Σύρους πεποίθησιν καὶ οὐκ εἰς θεὸν ὀνειδίζεται.
15 Ἰηοὺ υἱὸς Ἀνανίου προεφήτευσε τῷ Βαασά, ὅτι ἀπολεῖται ὁ οἶκος αὐτοῦ ὡς ὁ οἶκος Ἱεροβωάμ, διότι εἰδωλολάτρησε· καὶ γέγονε κατὰ τὴν προφη‐ τείαν αὐτοῦ. ἀποθανόντος γὰρ τοῦ Βαασὰ Ζαμβρὶ ὁ ἐπὶ τῶν ἁρμάτων υἱοῦ αὐτοῦ ἀνεῖλεν αὐτὸν καὶ ἐβασίλευσε. Τοῦ Ἰσραὴλ δʹ ἐβασίλευσεν Ἠλὰ ἔτη βʹ καὶ ὁ υἱὸς αὐτοῦ Ζαμβρὶ ἡμέρας
20ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφξαʹ. Μετὰ τὸ ἀνελεῖν τὸν Ἠλὰ Ζαμβρὶ ἐβασίλευσεν ἡμέρας ζʹ. ὃς ἀκούσας ὅτι ὁ λαὸς τὸν Ἀμβρὶ ἀνηγόρευσεν ἑαυτὸν ἐνέπρησεν. ὁ δὲ Ἰσραὴλ εἰς δύο διῃρέθη, καὶ τὸ μὲν ἥμισυ αὐτοῦ ὀπίσω Ἀβεννῆ, τὸ δὲ ἥμισυ ὀπίσω Ἀμβρί. ἀποθανόντος δὲ Ἀβεννῆ πάντες ὑπὸ τὸν Ἀμβρὶ γεγόνασι.
25 Τοῦ Ἰσραὴλ εʹ ἐβασίλευσεν Ἀμβρὶ ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφξγʹ. Ἀμβρὶ ὁ εʹ βασιλεὺς Ἰσραὴλ κτίζει τὴν Σαμαρέων πόλιν, τὴν νῦν κα‐ λουμένην Σεβαστήν, καὶ ἐπωνόμασεν αὐτὴν Σεμμὴρ εἰς ὄνομα Σομὼρ τοῦ
κυρίου τοῦ ὄρους.222

223

Τοῦ Ἰσραὴλ ϛʹ ἐβασίλευσεν Ἀχαὰβ ὁ υἱὸς Ἀμβρὶ ἔτη κβʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵δφοεʹ. Οὗτος ἔλαβε γυναῖκα Ἰεζάβελ θυγατέρα Αἰθαὰλ βασιλέως Σιδωνίων, δι’ ἣν τῷ Βαὰλ δουλωθεὶς τὴν θεοσέβειαν ἐξωρκίσατο. τότε καὶ τὴν
5Ἱεριχὼ ἀνέστησεν Ἀζὰν ὁ ἐκ Βαιθήλ, ἀποθανόντος αὐτῷ τοῦ πρωτο‐ τόκου υἱοῦ ἐν τῷ θεμελιοῦν αὐτὴν Ἀβειρὼν καὶ τοῦ νεωτέρου Σεγοὺβ ἐν τῷ ἐφιστᾶν τὰς πύλας ἐπὶ συμπληρώσει τῆς οἰκοδομῆς, κατὰ τὴν ἐξ‐ ενεχθεῖσαν διὰ Ἰησοῦ θείαν ἀράν. Τότε καὶ Ἠλίας ὁ Θεσβίτης ἐλθὼν ᾤκησε κατὰ ἀνατολὰς λάθρα παρὰ
10τὸν χείμαρρον Χαρεσθά, προκαταγγείλας τῷ Ἀχαὰβ τὴν τριετῆ ἀνομβρίαν, κόραξιν ἀρτοφόροις καὶ σαρκοβόροις ὑπηρετούμενος· ἐκλείποντος δὲ αὐ‐ τῷ τοῦ κατὰ τὸν χείμαρρον ὕδατος εἰς Σεραφθὰ τῆς Σιδωνίας ἄπεισι θεοῦ προστάξει, ξενισθείς τε παρὰ τῆς χήρας ἐσθίει τὴν μονοήμερον αὐτῆς βρῶσιν, τόν τε καμψάκην εὐλογεῖ σὺν τῇ ὑδρίᾳ τοῦ ἐλαίου καὶ τὸν παῖδα
15θανόντα ἀνίστησιν. ἐπανελθὼν δὲ πρὸς τὸν Ἀχαὰβ μετὰ γʹ ἔτη καὶ συν‐ αντήσας αὐτῷ θάνατον ἀπειλοῦντι πράττει τὰ κατὰ τοὺς ψευδοπροφήτας καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων ωνʹ ὄντας καὶ ὑπὸ Ἰεζάβελ διατρεφομένους τῆς τοὺς θείους προφήτας ἀναιρούσης, οὓς Ἀβδιοὺ διέσῳζεν, εἰς προφη‐ τείαν τε πρόεισιν ἔτι παῖς ὢν διὰ τοῦτο καίπερ μόνος ἐν προφήταις ἐκ
20προγόνων προφητῶν μὴ γενεαλογούμενος. ἐπεὶ δὲ ἀνεῖλε τοὺς ἱερεῖς ὁ ζη‐ λωτὴς Ἠλίας τοὺς τῆς αἰσχύνης, ὄμβρῳ τὴν γῆν δι’ εὐχῆς ἐπικλύζει καὶ πάλιν φεύγει εἰς Βηρσαβεὲ κἀκεῖθεν εἰς τὴν ἔρημον, φοβηθεὶς ἀπειλοῦσαν αὐτῷ θάνατον τὴν Ἰεζάβελ· ἔνθα θάνατον αἰτοῦντι παραστὰς ἄγγελος ὑπνώσαντι μεταλαβεῖν θεοσδότου τροφῆς κελεύει καὶ ποτοῦ, ᾗ καὶ ἐν‐
25ισχύσας μόνῃ μʹ νυχθημέρων ὁδὸν ἐπορεύετο ἐν Χωρὴβ τῷ ὄρει ἤτοι Σι‐ ναίῳ, καὶ κατέπαυσεν ἐν τῷ σπηλαίῳ Μωυσέως.
Ἐρωτώμενος δὲ παρὰ κυρίου δι’ ἣν ἐκεῖ ἦλθεν αἰτίαν, τὰ τοῦ ζήλου τοῦ223

224

κατὰ θεὸν ἐκαυχᾶτο καὶ ὅτι μόνος θεοσεβὴς ὢν διώκεται ζητούμενος ἀναι‐ ρεθῆναι. κελευσθεὶς δὲ παραστῆναι τῇ ἑξῆς ἐνώπιον κυρίου παριόντος πρῶ‐ τον θεωρεῖ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας προ‐ πορευόμενον κυρίου, καὶ δεύτερον συσσεισμόν, καὶ τρίτον πῦρ· ἐν οἷς, φη‐
5σίν, οὐκ ἦν ὁ τούτων κύριος. μεθ’ ἃ αὔρας λεπτῆς φωνῆς ἀκούει, ἐπικα‐ λύψας τε τὸ πρόσωπον πρὸ τοῦ σπηλαίου ἵσταται. καὶ αὖθις ἐπερωτᾶται τίνος χάριν αὐτόθι παραγέγονε, καὶ πάλιν τὰ αὐτὰ πάλιν ἀποκρίνεται. καὶ ἀκούει προστάττουσαν θείαν φωνὴν ἀπελθεῖν εἰς τὴν ἔρημον Δαμασκοῦ καὶ χρῖσαι βασιλέα μὲν Συρίας τὸν Ἀζαήλ, προφήτην δὲ ἀνθ’ αὑτοῦ τὸν
10Ἑλισσαιέ, μὴ ἀγνοεῖν δὲ ὅτι καὶ ἄλλοι εἴησαν ἑπτακισχίλιοι θεοφιλεῖς ἐξ Ἰσραήλ μοι θεῷ πεφυλαγμένοι. Ἐν οἷς παιδευθεὶς ταπεινοῦσθαι θεῷ ἐλέγχει πάλιν τὸν Ναβουθαὶ θά‐ νατον τῷ Ἀχαὰβ ἀδίκως εἰσπραχθέντα διὰ τὸν ἀμπελῶνα. ὁ Ἀχαὰβ ἀπα‐ τηθεὶς τοῖς ψευδοπροφήταις συμβαλὼν Σύροις ἀναιρεῖται Μιχαίου προ‐
15ειρηκότος τοῦ προφήτου τὸ ἐκβάν. Τοῦ Ἰσραὴλ ζʹ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἀχαὰβ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφϙζʹ. Ὀχοζίας υἱὸς Ἀχαὰβ παρανομώτατος ἦν πάντων τῶν πρὸ αὐτοῦ. τούτῳ συμμαχήσας Ἰωσαφὰτ κατεγνώσθη ὑπὸ τοῦ θεοῦ. τῷ Ὀχοζίᾳ νοσοῦν‐
20τι καὶ χρησμὸν ἀποστείλαντι λαβεῖν ἐν εἰδωλίᾳ μυίας Ἀκκαρὼν συν‐ τυχὼν Ἠλίας ὁ Θεσβίτης ὀνειδίζει τὴν εἰδωλολατρίαν. προσκληθεὶς δὲ διαφθείρει τοὺς δύο πεντηκοντάρχους ἅμα τοῖς στρατιώταις. ἐπὶ δὲ τῷ τρίτῳ δυσωπηθεὶς ἦλθε πρὸς Ὀχοζίαν καὶ τὸν θάνατον αὐτῷ κατήγγειλε. Τοῦ Ἰσραὴλ ηʹ ἐβασίλευσεν Ἰωρὰμ ἀδελφὸς Ὀχοζίου ἔτη ιβʹ, καὶ αὐτὸς
25υἱὸς Ἀχαάβ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δφϙηʹ. Μωὰβ ἀθετήσαντι μετὰ θάνατον Ἀχαὰβ ὁ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασι‐ λεύων τοῦ Ἰσραὴλ ἀνέβη πολεμεῖν Μωαβίταις, παραλαβὼν καὶ Ὀχοζίαν βασιλέα Ἰούδα καὶ τὸν βασιλέα Ἐδώμ. ἑπτὰ δὲ ἡμέραις ἀνυδρίᾳ μέλλοντες διαφθείρεσθαι προσέδραμον τῷ προφήτῃ Ἑλισσαίῳ, ὃς προεφήτευσεν αὐ‐
30τοῖς ὕδατά τε λαβεῖν εἰς πλησμονὴν ἐκ τοῦ χειμάρρου καὶ τὰς πόλεις Μωὰβ ἐν αὐτῇ τῇ ἡμέρᾳ, καὶ πάσας τὰς πηγὰς ἐμφράξαι, καὶ πᾶσαν οἰκο‐
δομὴν Μωαβιτῶν καθελεῖν.224

225

Νοσοῦντος τοῦ υἱοῦ Ἄδερ βασιλέως Συρίας ὁ προφήτης Ἑλισσαῖος προ‐ θεσπίζει τῷ Ἀζαὴλ περὶ τῆς βασιλείας καὶ τῶν μελλόντων κακῶν τῷ Ἰσραὴλ δι’ αὐτοῦ. Πέμπτῳ ἔτει Ἰωρὰμ ἐβασίλευσεν Ἀζαὴλ Συρίας υἱὸς Ἄδερ βασιλέως
5Συρίας. ἀπέστειλε δὲ δύναμιν συλλαβεῖν τὸν Ἑλισσαῖον εἰς Βαιθήλ, οὓς τυφλώττοντας καὶ πρὸς τοὺς ἐχθροὺς ἀντιστρεφομένους εἰς Σαμάρειαν Ἑλισσαῖος ἐπιστὰς σῴζει μέλλοντας ἀπόλλυσθαι. Ὁ υἱὸς Ἄδερ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ἐπολιόρκησεν, ὥστε λιμῷ τακῆναι σφοδρῷ τοὺς ἐν τῇ πόλει καί τινας γυναῖκας τὰ ἴδια τέκνα φαγεῖν.
10Ἰωρὰμ δὲ ὁ βασιλεὺς Ἰσραὴλ ἀποτεμεῖν τὸν Ἑλισσαῖον ἀποφηνάμενος λύσιν λαμβάνει τῆς λιμοῦ, θείᾳ φυγόντων ἐκστάσει τῶν πολεμίων καὶ πάντα καταλειψάντων τὰ πρὸς ζωὴν τῷ Ἰσραήλ. Ἑλισσαιὲ μετὰ Ἠλία θαυματουργὸς καὶ προφήτης ἐγνωρίζετο. Ἑλισσαιὲ τὸν Ἰηοὺ πέμψας ἔχρισε βασιλέα Ἰσραήλ.
15 Τοῦ Ἰσραὴλ θʹ ἐβασίλευσεν Ἰηοὺ ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχιʹ. Ἐπὶ τούτου λιμὸς καὶ σεισμὸς μέγας κατὰ τὴν Ἰουδαίαν ἐγένετο. Οὗτος ἀνεῖλε τὸν Ὀχοζίαν καὶ τοὺς υἱοὺς Ἀχαὰβ καὶ Ἰεζάβελ τὴν Σιδω‐ νίαν. Ἰηοὺ βασιλεὺς Ἰσραὴλ προσεκύνει ταῖς χρυσαῖς δαμάλεσιν, ἃς ἐποίη‐
20σεν Ἱεροβωὰμ ἐν Βαιθὴλ καὶ ἐν Δάν, τῇ νῦν Πανεάδι καλουμένῃ. Τούτῳ Ἀζαὴλ βασιλεὺς Συρίας ἐπιστρατεύσας ἀνεῖλε πλείστους κατὰ τὸ ῥῆμα Ἑλισσαίου τοῦ προφήτου. Ἀζαὴλ βασιλεὺς Συρίας πορθήσας τὸν Ἰσραὴλ κατὰ τοῦ Ἰωὰς καὶ τῆς Ἱερουσαλὴμ ἡτοιμάζετο. τούτῳ δὲ ἀποστείλας πάντα τὰ ἅγια καὶ τὸ χρυ‐
25σίον Ἰωὰς ἔπεισεν ἀναστρέψαι.
26tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
27 Αἰγυπτίων οζʹ ἐβασίλευσε Ταράκης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψνϛʹ.
Αἰγυπτίων οηʹ ἐβασίλευσεν Ἀμαὴς ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψοϛʹ.225

226

Αἰγυπτίων οθʹ ἐβασίλευσε Στεφινάθης ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωιδʹ. Αἰγυπτίων πʹ ἐβασίλευσε Νεχεψὸς ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωμαʹ.
5tΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ
6 Λατίνων ιβʹ ἐβασίλευσε Κάρμεντος ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχναʹ. Λατίνων ιγʹ ἐβασίλευσε Σιλούιος ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχξζʹ. Λατίνων ιδʹ ἐβασίλευσε Περκὰς Σιλούιος ἔτη λβʹ. κατὰ τοῦτον ἡ αʹ
10ὀλυμπιάς. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχπεʹ. Λατίνων ιεʹ ἐβασίλευσεν Ἄμουλος Σιλούιος ἔτη κγʹ καὶ Νομήτωρ, ὥς τισι δοκεῖ, ἔτη βʹ μετὰ Ἄμουλον ἰδίως, τινὲς δὲ σὺν αὐτῷ φασι. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιζʹ. Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν Ἄρει καὶ Ἰλίᾳ τῇ Νομήτορος, κατὰ
15δὲ τινὰς πρὸ ἐτῶν ιʹ. Ῥωμύλον φασὶ κατὰ τὸ τέλος τῆς ζʹ ὀλυμπιάδος βασιλεῦσαι τῶν Λα‐ τίνων ἀπὸ Αἰνείου, Ῥώμην τε κτίσαι καὶ μετονομάσαι τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, τοὺς πρότερον λεγομένους Λατίνους· ἄλλοι δὲ κατὰ τὴν ϛʹ ὀλυμπιάδα καὶ ἕτεροι κατὰ τὴν ηʹ φασί, καὶ ἁπλῶς
20εἰπεῖν πολλὴ γέγονε διαφωνία περί τε τοῦ χρόνου τῆς κτίσεως αὐτῆς καὶ τῶν οἰκιστῶν. Κεφαλίων γὰρ ὁ Γεργησαῖος συγγραφεὺς πάνυ παλαιὸς μετὰ δευτέραν τῆς Τροίας ἁλώσεως γενεάν φησι τὴν πόλιν ἐκτίσθαι ὑπὸ Ῥώμου ἑνὸς τῶν Αἰνείου παίδων δʹ, ἀδελφοῦ δὲ Ἀσκανίου καὶ Εὐρυλέοντος καὶ Ῥωμύλου,
25οὕς φησι γεγενῆσθαι τῷ Αἰνείᾳ. συμφωνοῦσι δὲ τῷ Κεφαλίωνι Δημαγό‐226

227

ρας τε καὶ Ἀγάθυμος καὶ ἄλλοι πολλοὶ περὶ τοῦ χρόνου τούτου καὶ Ῥώμου τοῦ κτιστοῦ Ῥώμης καὶ οἰκιστοῦ αὐτῆς, κατὰ τὸν Κεφαλίωνα, ἑνὸς αὐτοῦ πεφυκότος τῶν ἐξ Ἰλίου διασωθέντων καὶ ἡγεμόνος τῆς ἀποικίας Ῥώμου. Ὁ δὲ τὰς ἐν Ἄργει συναγαγὼν ἱερείας οἰκιστὴν γενέσθαι τῆς Ῥώμης
5φησὶ τὸν Αἰνείαν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα σὺν Ὀδυσσεῖ, καὶ ταύ‐ την εἰς ὄνομα Ῥώμης μιᾶς τῶν σὺν αὐτῷ Ἰλιάδων ὀνομάσαι τῆς ἐμπρη‐ σάσης ἅμα ταῖς ἄλλαις Τρῳάσι τὰ σκάφη, βαρουμένης τῇ πλάνῃ. ὁμο‐ λογεῖ δὲ σὺν ἄλλοις ταῦτα καὶ Δαμαστὴς ὁ Σιγειεύς. Ἀριστοτέλης δὲ ὁ φιλοίστωρ τινὰς τῶν ἀπὸ Τροίας ἀναχθέντων Ἀχαιῶν
10περὶ τὸν Μάλεον πλέοντας χειμῶνι μεγάλῳ καταληφθῆναι ὑπὸ τῶν πνευ‐ μάτων τε πλανωμένους πολλαχῆ τοῦ πελάγους εἰς τόπον τῆς Ὀπικῆς κα‐ λούμενον Λάτιον ἐλθεῖν ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, ἔνθα τὰς ναῦς ἀνελκύσαντες κατὰ χειμερινὴν ὥραν παρεσκευάζοντο πρὸς τὴν ἄπαρ‐ σιν ἔαρος ἀρχῇ. γυναῖκες δέ τινες αἰχμαλωτίδες ἐξ Ἰλίου συνοῦσαι τὰς
15ναῦς αὐτοῖς ἐνέπρησαν, ἵνα μὴ δοῦλαι κατ’ οἴκους αὐτῶν ἐπανιοῦσαι γένων‐ ται. οἱ δὲ μὴ βουλόμενοι τὸν τόπον κατῴκισαν, οὐκ ἔχοντες ὅπως ἐπὶ τὰ σφέτερα πλεύσωσι. Πρὸς τούτοις καὶ Καλλίας ὁ τὰς πράξεις Ἀγαθοκλέους γράφων γυναῖκά τινα Ῥώμην τοὔνομά φησι Τρῳάδα τὸ γένος σὺν τοῖς Τρωσὶν ἐλθοῦσαν
20τῷ τηνικαῦτα βασιλεύοντι Λατίνῳ τῆς Ἰταλίας γήμασθαι καὶ τεκεῖν αὐτῷ παῖδας τρεῖς, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον, ὃν οἰκῆσαι ἐν ἄλλοις χωρίοις ἐλέγετο· Ῥῶμον δὲ καὶ Ῥωμύλον παῖδας Λατίνου καὶ Ῥώμης τῆς Τρῳάδος τὴν πόλιν κτίσαι καὶ Ῥώμην καλέσαι τῷ μητρῴῳ ὀνόματι, τούς τε ἀπὸ Λατίνου Λατίνους, τοὺς καὶ Ἀβορήγινας πρότερον λεγομένους,
25Ῥωμαίους προσαγορεῦσαι. Πάλιν Ξεναγόρας ὁ ξυγγραφεὺς Ῥῶμον, Ἀντίαν καὶ Ἀρδίαν τρεῖς υἱοὺς Ὀδυσσέως καὶ Κίρκης λέγει εἶναι, οἳ καὶ τρεῖς κτίσαντες ἐπωνύμους πόλεις
ᾤκισαν.227

228

Ὁ δέ γε Χαλκιδεὺς Διονύσιος τὸν οἰκιστὴν τῆς πόλεως Ῥῶμον κατὰ μὲν τινὰς Ἀσκανίου, κατὰ δὲ ἄλλους Ἠμαθίωνος υἱὸν ἀποφαίνει. Καὶ ἕτεροι ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ καὶ Λεύκης τῆς μητρὸς αὐτοῦ φασιν ἐκτίσθαι τὴν πόλιν Ἑλλήνων συγγραφεῖς καὶ ἄλλοι ἄλλως διαφερόμενοι.
5 Κατὰ δὲ τοὺς Ῥωμαίων λογογράφους ὕστερον γεγονότας, ἐπεὶ παλαιὸς οὐδεὶς παρ’ αὐτοῖς, οἱ μὲν Αἰνείου Ῥωμύλον καὶ Ῥῶμον φάσκουσιν υἱούς, ἕτεροι δὲ θυγατρὸς Αἰνείου, τίνος πατρὸς ἀγνοοῦντες, καὶ τούτους ὑπ’ Αἰνείου δοθῆναι Λατίνῳ πρὸς ὁμηρίαν εἰρήνης, ὃς ἄπαις τελευτῶν μοῖραν τῆς ἀρχῆς αὐτοῖς ἀπένειμε.
10 Τινὲς δ’ αὖ φασιν Ἀσκάνιον τὸν Αἰνείου υἱὸν μετὰ τὴν τοῦ πατρὸς τε‐ λευτὴν νείμασθαι τὴν ἀρχὴν ἅμα Ῥώμῳ καὶ Ῥωμύλῳ τοῖς ἀδελφοῖς, κτί‐ σαι δὲ αὐτὸν μὲν τὴν Ἄλβαν καὶ ἄλλας πόλεις, Ῥέμον δὲ Καπύην ἀπὸ Κά‐ πυος προπάππου, Ἀγχίσαν δὲ ἀπὸ Ἀγχίσου τοῦ πάππου, Αἰνείαν δὲ τὴν μετὰ ταῦτα κληθεῖσαν Ἰάνικλον εἰς ὄνομα τοῦ πατρός, Ῥώμην δὲ εἰς
15ἑαυτοῦ ὄνομα, ἥτις μετά τινα χρόνον ἐρημωθεῖσα ὑπὸ Ῥωμύλου καὶ Ῥέ‐ μου τῶν ἀδελφῶν ἀνεκτίσθη, χρόνοις ἔπειτα τῆς Ἀλβανῶν ἀποικίας ἡγη‐ σαμένων, κατὰ τὴν 〈ζʹ〉· ὀλυμπιάδα μετὰ ιεʹ γενεάς. Ἀντίοχος δὲ ὁ Συρακούσιος καὶ πρὸ Τρωικῶν φησι τὴν Ῥώμην ἐκτίσθαι, βασιλεύοντος Μόργητος Ἰταλίας ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας μετὰ
20τὸν πρῶτον λεγόμενον Ἰταλὸν βασιλέα καταγεγηρακότα. Καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν αὐτῆς κτίσεων. τὴν μέντοι μετέπειτα καὶ αὐτὴν ἀσυμφώνως γράφουσι κτίσιν αὐτῆς, Τίμαιος μὲν πρὸ ηʹ καὶ λʹ τῆς πρώτης ὀλυμπιάδος λέγων ἐτῶν ἐκτίσθαι Ῥώμην, Λεύκιος δὲ Κίγκλιος, εἷς τοῦ βουλευτικοῦ συνεδρίου Ῥώμης, κατὰ τὸ δʹ ἔτος τῆς ιβʹ ὀλυμπιά‐
25δος, Φάβιος δὲ Κόιντος ἀρχομένης ηʹ ὀλυμπιάδος, Πόρκιος δὲ Κάτων, ἀνὴρ φιλόπονος περὶ συναγωγὴν τῶν ἀρχαιολογουμένων ἱστοριῶν, μετὰ τὰ Τρωικὰ χρόνοις ὕστερον υλβʹ. οὗτος δὲ ὁ χρόνος κατὰ τὴν Ἐρατο‐ σθένους χρονολογίαν τῷ πρώτῳ ἔτει συμπίπτει τῆς ζʹ ὀλυμπιάδος.
Καὶ ταῦτα μὲν ἀρκούντως ἡμῖν περί τε τοῦ χρόνου καθ’ ὃν ἐκτίσθη228

229

Ῥώμη περί τε τοῦ κτιστοῦ καὶ τῆς ἐξ αὐτοῦ προσηγορίας Ῥωμαίων. πρὸ δέ γε τούτου Λατῖνοι μὲν ἀπὸ Λατίνου παιδός, ὥς φασιν, Ἡρακλέους ἐλέγοντο καὶ πρὸ Λατίνου Ἀβορήγινες ἐκ τῶν πρὸ Λατίνου Ῥωμαίοις γενεαρχησάντων πρωτογόνων· οὕτω γὰρ ἑρμηνεύεται παρὰ Ῥωμαίοις ἡ
5τῶν Ἀβορηγίνων προσηγορία, οὓς αὐτόχθονάς φασιν Ἰταλίας· καὶ πρό γε τούτων Σικελούς τινας, ἔθνος αὐθιγενὲς καὶ βάρβαρον, οἰκῆσαι τὴν χώ‐ ραν· ὧν πρεσβυτέραν ἱστορίαν οὐκ ἔστιν εὑρεῖν, ὡς Διονύσιος ὁ Ἁλικαρ‐ νασεὺς ἐν πρώταις Ῥωμαϊκαῖς ἱστορίαις.
9tΠερὶ τῆς ἀρχαιογονίας Ῥωμαίων ἐκ τῆς ζʹ Διοδώρου
10tΣικελιώτου
11 Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντα κεκτικέναι τὴν Ῥώμην· τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς πόλεως
15κατὰ τὸ βʹ ἔτος τῆς ζʹ ὀλυμπιάδος. αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τρωι‐ κῶν ἔτεσι τρισὶ πλείω τῶν υʹ καὶ λʹ. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν ἔτυχεν ἀθανάτων. τὴν δ’ ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν
20νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἀλβὰ καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου. Περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ τὰς Ῥωμαίων πράξεις ἀνα‐ γράψας ἄλλως μεμυθολόγηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον τετρά‐ πουν αὐτῷ καθηγήσασθαι πρὸς κτίσιν πόλεως. μέλλοντος δ’ αὐτοῦ θύειν
25ὗν ἔγκυον τῷ χρώματι λευκὴν ἐκφυγεῖν ἐκ τῶν χειρῶν καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς ᾧ κομισθεῖσαν τεκεῖν λʹ χοίρους. τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν
οἰκῆσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν229

230

καὶ συμβουλεύουσαν μετὰ λʹ ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθ‐ μὸς ἦν, ἀποστῆναι δὴ τῆς προθέσεως.
3tΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
4Ῥωμαίων αʹ ἐβασίλευσε Ῥωμύλος, ιϛʹ δὲ ἀπὸ Αἰνείου. ἐβασίλευσε δὲ
5ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψμβʹ. Ἀπὸ Ῥωμύλου οἱ πρότερον καλούμενοι Λατῖνοι Ῥωμαῖοι προσηγορεύ‐ θησαν. Οὗτος ὁ Ῥωμύλος ἀνελὼν Ῥέμον τὸν ἀδελφὸν αὐτοῦ βασιλεύει μόνος καὶ κτίζει καὶ τειχίζει Ῥώμην κατὰ τὴν ζʹ ὀλυμπιάδα ἢ ὥς τινες κατὰ τὴν
10ηʹ, ἥτις τοῖς χρόνοις Ἀχὰζ συντρέχει καὶ τῷ ͵δψνβʹ ἔτει τοῦ κόσμου. Οὗτος δὲ αʹ πόλεις λέγεται κτήσασθαι ὑποτελεῖς Ῥώμης. Ἀπὸ Ἰλίου ἁλώσεως, ἣ γέγονε τῷ ͵δτλαʹ ἔτει τοῦ κόσμου, ἕως κτίσεως Ῥώμης καὶ τοῦ ͵δψνεʹ κοσμικοῦ ἔτους γίνονται ἔτη υκδʹ. Ῥωμύλος πρῶτος ἐκ τοῦ δήμου ἐστράτευσεν ἄνδρας, συγκλητικούς τε
15ρʹ γέροντας ἐποίησε καὶ πατρικίους ἐξ αὐτῶν ἐκάλεσε, ναούς τε καὶ τείχη ἐν Ῥώμῃ ᾠκοδόμησε. Ῥωμύλος ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ δολοφονηθεὶς ἀποθνήσκει. Ἐν τῷ ιγʹ ἔτει τῆς βασιλείας Ῥωμύλου κτίζεται ἡ Ῥώμη.
19tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
20 Ἀθηναίων κζʹ ἐβασίλευσε Θεσπιεὺς Ἀρίφρονος ἔτη κζʹ, κατὰ δὲ ἄλλους ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχοαʹ. Ἀθηναίων κηʹ ἐβασίλευσεν Ἀγαμίστωρ Θεσπιέως ἔτη ιζʹ, κατὰ δὲ ἄλλους ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχϙηʹ.
Ἀθηναίων κθʹ ἐβασίλευσεν Αἰσχύλος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιεʹ.230

231

Αἰσχύλου τῷ βʹ ἔτει πληρουμένῳ καὶ ἀρχομένῳ τῷ γʹ αὐτοῦ ἔτει, ὃς ἦν κθʹ βασιλεὺς Ἀθηναίων ἀπὸ τοῦ αʹ αὐτῶν Κέκροπος τοῦ διφυοῦς, ιβʹ δὲ τῶν διὰ βίου ἀρχόντων, ἡ πρώτη ὀλυμπιὰς ἤχθη κατὰ τὸ ͵δψκαʹ ἔτος ἀπὸ Ἀδάμ, Ἀζαρίου δὲ βασιλέως Ἰούδα ἔτει λθʹ, ὡς πρόκειται.
5 Ὀλυμπιὰς δέ ἐστι παρ’ Ἕλλησι τετραετηρικὸς χρόνος, οὗ κατὰ τὴν συμπλήρωσιν ἀρχομένου τοῦ ἔτους ὁ Ὀλυμπιακὸς ἀγὼν ἤγετο. τοῦτον Ἑλλήνων παῖδες ἀσυμφώνως ἱστοροῦσι καταδεδεῖχθαι. τινὲς γὰρ αὐτῶν ἀπὸ τῆς ὑπὸ Ἡρακλέους τοῦ Ἀλκμήνης τοῦ ἀγῶνος θέσεως τὸ πρῶτον ἦρχθαι τὸ τῆς Ὀλυμπιακῆς ἀθλήσεως εἶδός φασι πρὸ χʹ ἐτῶν τῆσδε τῆς
10πρώτης ὀλυμπιάδος· ἄλλοι δὲ ὑπὸ Ἀεθλίου τεθῆναι τὸν ἀγῶνα κἀντεῦθεν ἀθλητὰς ὀνομάζεσθαι τοὺς ἀγωνιστάς, μεθ’ ὃν Ἐπειὸς παῖς αὐτοῦ, εἶτα Ἐνδυμίων, ἔπειτα Ἀλεξῖνος καὶ μετὰ τοῦτον Οἰνόμαος καὶ μετὰ τοῦτον, ὥς φασι, Πέλοψ εἰς τιμὴν τῇ πατρίδι προέστη τοῦ ἀγῶνος καὶ τῆς θυσίας. ἀριθμοῦσί τε ἀπὸ τοῦ Ἀλκμήνης Ἡρακλέους ἕως τοῦδε τοῦ
15χρόνου γενεὰς ιʹ, ἄλλοι τρεῖς τελείας φασὶν ὀλυμπιάδας ἐπὶ Ἴφιτον τὸν ἀνανεωσάμενον τὸν ἀγῶνα. τοῦτον γὰρ Ἠλεῖον ὄντα καὶ προνοούμενον τῆς Ἑλλάδος παῦσαί τε σπεύδοντα πολέμων τὰς πόλεις ἐκ πάσης Πελοπον‐ νήσου πέμψαι θεωροὺς τοὺς πευσομένους περὶ τῆς τῶν πολέμων ἀπαλ‐ λαγῆς, χρησμόν τε λαβεῖν Πυθικὸν τοῦτον· ὦ Πελοποννήσου ναέται περὶ
20βωμὸν ἰόντες, θύετε καὶ πείθεσθε τά κεν μάντεις ἐνέπωσιν, Ἠλεῖοι πρόπολοι πατέρων νόμον ἰθύνοντες. τοῖς δὲ Ἠλείοις τάδε προαγορεῦσαι. τὴν αὑτῶν ῥύεσθε πάτραν, πολέμου δ’ ἀπέχεσθε, κοινοδίκου φιλίας
ἡγούμενοι 〈Ἑλλήνεσσι〉, ἔστ’ ἂν ἐνὶ ξυνόδοις ἔλθῃ φιλόφρων ἐνιαυτός.231

232

Τούτου χάριν καὶ Ἴφιτος κατήγγειλε τὴν ἐκεχειρίαν ἐπὶ ἡμέρῳ τροφῇ χρῆσθαι ὑπὸ Ἡρακλέους, καὶ χεῖρας ἀλλήλοις οὐκ ἐπέφερον. τὸν δὲ ἀγῶνα τετέλεκεν Ἴφιτος Ἡρακλείδης σὺν Λυκούργῳ συγγενεῖ· ἑκάτεροι δὲ Ἡρακλεῖδαι. τότε δὲ ἀγὼν σταδίου μόνον ἦν καὶ οὐδεὶς ἀνεγράφετο
5νικηφόρος, ἀμελούντων τῶν τηνικάδε. ὀγδόῃ δὲ καὶ εἰκοστῇ ὀλυμπιάδι Κόροιβος Ἠλεῖος ἀνεγράφη στάδιον νικήσας, καὶ ἡ κατ’ αὐτὸν ὀλυμπιὰς πρώτη ἐτάχθη, ἀφ’ ἧς Ἕλληνες ἀριθμεῖν τι δοκοῦσιν ἀκριβῶς χρονικόν. ταῦτα Ἀριστόδημος ἱστορεῖ καὶ συνῳδὰ τούτῳ Πολύβιος. Καλλίμαχος δέ φησιν ὀλυμπιάδας ιγʹ παρεῖσθαι μὴ ἀναγραφείσας, τῇ δὲ ιδʹ Κόροιβον
10Ἠλεῖον νικῆσαι. ὥστε ἐκ πάντων ἡμῖν δείκνυσθαι τὸν περὶ τῶν ὀλυμπιάδων λόγον οὐ παρὰ πᾶσιν εἶναι τὸν αὐτόν. ὅθεν καὶ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς οὐ συμπεφώνηται, ὡς ἔστι μαθεῖν τοὺς βουλομένους τοῖς ἐκείνων συγγράμμασιν ἐντυγχάνοντας. ἡμῖν γὰρ τοῦτο μόνον ἐσπούδασται, σαφῆ τινα καὶ κεφαλαιώδη τοῖς ἀγνοοῦσι θεωρίαν ἐκθέσθαι, οὐχ ὅτι
15ταῖς θείαις γραφαῖς περὶ ὀλυμπιάδων τι εἴρηται, ἀλλ’ ὅτι πολλοῖς ὁ περὶ αὐτῶν λόγος πατράσιν ἐν χρήσει γέγονε διὰ τὸ μετρεῖσθαι αὐτὰς παρά τε Μακεδόσι καὶ Ῥωμαίοις καὶ Πέρσαις καὶ Αἰγυπτίοις καὶ αὐτοῖς Ἰουδαίοις, ὡς μαρτυρεῖ Φίλων καὶ Ἰώσηππος ὀνομάζοντες αὐτάς. Οὐκ ἄμουσον δ’ ἂν εἴη καὶ τὴν παρ’ Αἰγυπτίοις περὶ τῶν τετραετηρικῶν
20ὀλυμπιάδων ἔννοιαν ἄλλην τινὰ τῆς παρὰ τοῖς Ἀθηναίοις οὖσαν ἐν βραχεῖ δηλῶσαι τοῖς ἀγνοοῦσιν. ἡ γὰρ σελήνη παρ’ Αἰγυπτίοις κυρίως ὀλυμπιὰς καλεῖται διὰ τὸ κατὰ μῆνα περιπολεῖν τὸν ζῳδιακὸν κύκλον, ὃν οἱ παλαιοὶ αὐτῶν Ὄλυμπον ἐκάλουν. Αὕτη γὰρ ἀπὸ καρκίνου τοῦ ἰδίου οἴκου ὡς ἀπὸ κέντρου προερχομένη
25τὰ ιβʹ κατασπάζεται ζῴδια ἐν νυχθημέροις κθʹ 𐅵καὶ λεπτοῖς λγʹ, γʹ. τῷ δὲ ἐνιαυτῷ ὅλῳ δωδεκάκις αὐτὰ περιπολοῦσα πληροῖ νυχθήμερα τνδʹ καὶ ὥρας ηʹ καὶ λεπτὰ μʹ. ὁ δὲ ἥλιος ἐν νυχθημέροις τξεʹ δʹ περιπολεῖ τὸν
αὐτὸν Ὄλυμπον, ὡς λείπεσθαι τὸν σεληνιακὸν ἐνιαυτὸν τοῦ ἡλιακοῦ232

233

νυχθήμερα ιʹ, ὥρας καʹ, λεπτὰ εʹ. πληροῖ οὖν ὁ ἥλιος ἐν ὀλυμπιάδι μιᾷ τετραετηρικῇ ἡμέρας ͵αυξαʹ, ἡ δὲ σελήνη νυχθήμερα ͵αυιζʹ, ὥρας ιαʹ, λεπτὰ κθʹ, 〈ὡς λείπεσθαι〉 σελήνιον αʹ 𐅵. ἐν δὲ ὀλυμπιάσι δύο γίνονται σελήνια ϙθʹ, νυχθήμερα δὲ ͵βϡκβʹ, ἃ καὶ ὁ ἥλιος ἐν τοῖς ηʹ ἔτεσι.
5 Καὶ τοιαύτη μὲν ἡ τῶν Αἰγυπτίων δόξα περὶ ὀλυμπιάδων, τῶν δὲ παρὰ τοῖς Ἀθηναίοις ὀλυμπιάδων ἀνεγράφησαν σταδιονῖκαι σμηʹ μόνοι καὶ ἐτῶν ϡπθʹ, ἀρξαμένων ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ ͵δψκεʹ ἔτους ἕως τοῦ ͵εψιδʹ, τοῦτ’ ἔστιν ἀπὸ τοῦ μεʹ ἔτους Ὀζίου. Εὐσέβιος δὲ τὴν πρώτην ὀλυμπιάδα ἐπὶ Ἰωάθαμ συνάγει τοῦ μετὰ ηʹ
10ἔτη βασιλεύσαντος τοῦ Ἰούδα καὶ τὸν Ἀφρικανὸν προφέρει συνᾴδοντα αὐτῷ ἐν τούτῳ. ὁ δὲ Ἀφρικανὸς μᾶλλον ἐναντιοῦται τῷ Εὐσεβίῳ, κατὰ τὸ αʹ ἔτος Ἄχαζ τὴν πρώτην ὀλυμπιάδα φάσκων ἦρχθαι ἔν τε τῷ γʹ καὶ ἐν τῷ δʹ λόγῳ τῶν ἱστορικῶν αὐτοῦ τρανῶς, ἐν οἷς ὧδε γράφει· ἀναγραφῆναι δὲ πρώτην τὴν τεσσαρεσκαιδεκάτην, ἡνίκα καὶ Κόροιβος στάδιον. τότε
15ἐβασίλευσεν Ἄχας ἐπὶ Ἱερουσαλὴμ ἔτος πρῶτον. εἶτα ἐν τῷ τετάρτῳ φησίν· ἦν δ’ ἄρα τοῦ Ἄχας βασιλείας ἔτος πρῶτον, ᾧ συντρέχειν ἀπεδεί‐ ξαμεν τὴν πρώτην ὀλυμπιάδα.
18tΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ
19Μήδων αʹ ἐβασίλευσεν Ἀρβάκης, ὁ καταλύσας τὴν τῶν Ἀσσυρίων
20ἀρχήν, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχοϛʹ. Μήδων βʹ ἐβασίλευσε Μανδαύκης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψδʹ. Μήδων γʹ ἐβασίλευσε Σώσαρμος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψκδʹ. Μήδων δʹ ἐβασίλευσεν Ἄρτυκας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψνδʹ.
25 Μήδων εʹ ἐβασίλευσε Διοικὴς ἔτη νδʹ. Διοικὴς ὁ Μήδων βασιλεὺς ἔκτισεν Ἐκβάτανα τὴν πόλιν μεγάλην καὶ διαβόητον. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵δψπδʹ.233

234

(1t)

ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
2 Κάρανος ὁ Ἀργεῖος Φείδωνος ἀδελφὸς τοῦ τότε βασιλέως Ἀργείας ἰδίαν κτήσασθαι χώραν σπεύδων, δύναμιν λαβὼν παρὰ Φείδωνος τοῦ ἀδελφοῦ ἔκ τε Ἄργους καὶ τῆς ἄλλης Πελοποννήσου τοῖς κατὰ Μακεδο‐
5νίαν τόποις ἐπῆλθε. συμμαχήσας δὲ καὶ τῷ τῶν Ὀρεστῶν βασιλεῖ κατὰ τῶν πλησιοχώρων Ἐορδανῶν λεγομένων, τῆς κατακτηθείσης χώρας τὸ ἥμισυ προσλαβὼν διὰ τὴν συμμαχίαν, παρέλαβε τὴν Μακεδονίαν καὶ ἔκτισε πόλιν ἐν αὐτῇ κατὰ χρησμόν, ἐξ ἧς ὁρμώμενος συνεστήσατο τὴν Μακεδονικὴν βασιλείαν, ἣν καθεξῆς οἱ ἀπ’ αὐτοῦ διεδέχοντο. ἦν δὲ ὁ
10Κάρανος ιαʹ ἀπὸ Ἡρακλέους, ζʹ δὲ ἀπὸ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον. Κάρανος Μακεδόνων αʹ ἐβασίλευσεν ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψαʹ. πρὸ τῆς πρώτης ὀλυμπιάδος ἔτεσιν ιηʹ. ἀπὸ Καράνου τοῦ αʹ βασιλέως Μα‐ κεδόνων ἕως Ἀλεξάνδρου τοῦ κτιστοῦ βασιλεῖς Μακεδόνων κδʹ ἔτη 〈υπʹ〉.
15 Φείδων Ἄργους κρατῶν ἀδελφὸς Καράνου τοῦ αʹ βασιλέως Μακεδόνων μέτρα καὶ σταθμία πρῶτος ἐφεῦρεν, ὥς τινες· ἦσαν δὲ καὶ πρὸ τούτου. Μακεδόνων βʹ ἐβασίλευσε Κοινὸς ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψλαʹ.
19tΚΟΣΜΟΥ ΕΤΗ
20 Τοῦ Ἰούδα θʹ ἐβασίλευσεν Ἀμεσίας ἔτη κθʹ, υἱὸς αὐτοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχνγʹ.
Ἀμεσίας ἐστράτευσε κατὰ τῶν Ἰδουμαίων καὶ τῶν υἱῶν Σηείρ, καὶ234

235

ἔλαβε νικήσας τοὺς θεοὺς αὐτῶν, καὶ ἀγαγὼν εἰς Ἱερουσαλὴμ ἐλάτρευσεν αὐτοῖς. Ἀνῃρέθησαν δὲ ἐν τῷ πολέμῳ ἐκ τοῦ Ἰούδα ἄνδρες ͵γ ὑπὸ τῶν ιʹ φυλῶν.
5 Τὰ κατὰ Ναιεμὰν τὸν ἀρχιστράτηγον βασιλέως Συρίας, καὶ ὅπως τῆς λέπρας ἀπηλλάγη. ταύτην τε Γιεζεὶ ὁ δοῦλος Ἑλισσαίου χρήμασιν ἐπεσπάσατο ψευσάμενος τῷ προφήτῃ. Προφήτῃ ξυλευομένῳ παρὰ τὸν Ἰορδάνην ἐξέπεσε τὸ σιδήριον τοῦ στελεοῦ, ὅπερ ἀναπλεῦσαν ὡς ξύλον προστάξει Ἑλισσαίου ἀπέλαβεν ὁ
10προφήτης. Ἀμεσίας ἐπαναστάσεως γινομένης ἀνῃρέθη φυγὼν εἰς Λαχείς, βασιλεύ‐ σας ἔτη κθʹ. Τοῦ Ἰούδα ιʹ ἐβασίλευσεν Ἀζαρίας ὁ καὶ Ὀζίας, υἱὸς Ἀμεσίου, ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχπβʹ.
15 Οὗτος εὐσεβὴς ἦν καὶ τοῖς περιοίκοις τῶν ἐθνῶν πολεμήσας πόλεις ἔλαβε πλείστας. φιλεργότατος δὲ ὢν πύργοις καὶ τείχεσι τὰς πόλεις κατεφρούρησε τήν τε ἔρημον λάκκοις ὑδάτων κατεφρεάτωσεν. Οὗτος Ὀζίας εἰσελθεῖν εἰς τὰ ἅγια πειραθείς, κωλύοντος αὐτὸν Ἀζαρίου τοῦ ἀρχιερέως ἐλεπρώθη· καὶ ἦν ἀπρόσιτος διὰ τὸ αἶσχος. Ἰωάθαμ δὲ
20ὁ υἱὸς αὐτοῦ ἐδίκαζεν ἀντ’ αὐτοῦ τὸν Ἰούδαν. Προεφήτευον δὲ Ἀμώς, Ὠσηέ, Ἡσαΐας. Πρώτη ὀλυμπιὰς ἤρξατο ἔτει Ὀζίου μεʹ. Τοῦ Ἰούδα ιαʹ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ὀζίου ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψλδʹ.
25 Ἀρχὴ ὀλυμπιάδος γʹ πρώτη Ἰωάθαμ. Ἰωάθαμ εὐσεβὴς ὢν ᾠκοδόμησε τὴν πύλην οἴκου κυρίου, Ἀμμανίταις τε χρήματα ἐπετάξατο. Ἔτι προεφήτευον Ὠσηέ, Ἰωήλ, Ἡσαΐας, Ὠδήδ, Μιχαίας.
Ἰωάθαμ πλεῖστα ᾠκοδόμησεν ἐν Ἱερουσαλήμ.235

236

Τοῦ Ἰούδα ιβʹ ἐβασίλευσεν Ἄχαζ ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψνʹ. Ἄχαζ συντυχὼν τῷ Θεγλαφαλασὰρ ἐν Δαμασκῷ θυσιαστήριόν τι εἰδω‐ λικὸν εἶδε. τούτου λαβὼν τὰ μέτρα ἀπέστειλεν εἰς Ἱερουσαλὴμ πρὸς
5Οὐρίαν τὸν ἀρχιερέα, κελεύσας ὅμοιον αὐτοῦ ποιῆσαι, ἐφ’ ᾧ τοῖς θεοῖς Σύρων ἔθυεν ὑποστρέψας· τὸν δὲ ναὸν τοῦ θεοῦ ἔκλεισεν. Ἔτι προεφήτευον Ἡσαΐας, Ὠσηέ, Μιχαίας. Τοῦ Ἰούδα ιγʹ ἐβασίλευσεν Ἐζεκίας ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψξϛʹ.
10 Ἐζεκίας υἱὸς Ἄχαζ καὶ Ῥαβουνᾶ τῆς θυγατρὸς Ζαχαρίου πάντων εὐσεβέστερος γέγονε τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἐν Ἱερουσαλὴμ μετὰ τὸν Δαβίδ. οὗτος τὰ εἰδωλεῖα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψε, τά τε ἐν τοῖς ὑψηλοῖς καθεῖλεν ἀπὸ Σολομῶνος μέχρις αὐτοῦ θυμιώμενα ὑπὸ τῶν Ἰουδαίων, καὶ τὰ ἄλση ἐξέκοψεν, ἀφανίσας καὶ τὸν ὄφιν ὃν
15ὕψωσε Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν, ἕως αὐτοῦ ὑπὸ τοῦ λαοῦ θυμιώ‐ μενον καὶ λατρευόμενον, μετὰ τῶν λοιπῶν βδελυγμάτων. Ἐζεκίας μὲν οὖν ὁ βασιλεὺς Ἰούδα μετὰ τὸ κατασκάψαι τὰ εἰδωλεῖα καὶ τὰ ἄλση ἐκκόψαι καὶ τὸν χαλκοῦν ὄφιν ἐξαλεῖψαι τοὺς εὑρισκομένους εἰδωλολατροῦντας ἐξ Ἰουδαίων ἐθανάτου. τοσοῦτον γὰρ τῇ εἰδωλολατρείᾳ
20συνείχοντο ὥστε τῶν θυρωμάτων ὄπισθεν ζωγραφεῖν τὰ βδελύγματα τῶν ἐθνῶν καὶ προσκυνεῖν αὐτοῖς, καὶ ἵνα τῶν παρ’ Ἐζεκίου ψηλαφᾶν πεμπομένων κρύβοιντο ἀνοιγομένων τῶν θυρῶν. ἦν δὲ καὶ Σολομῶνος γραφή τις ἐγκεκολαμμένη τῇ πύλῃ τοῦ ναοῦ παντὸς νοσήματος ἄκος περιέχουσα, ᾗ προσέχων ὁ λαὸς καὶ τὰς θεραπείας νομιζόμενος ἔχειν
25κατεφρόνει τοῦ θεοῦ· διὸ καὶ ταύτην Ἐζεκίας ἐξεκόλαψεν, ἵνα πάσχοντες τῷ θεῷ προσέχωσιν. Ἐπολέμησε δὲ τοῖς ἀλλοφύλοις μέχρι Γάζης. Ἀσσυρίων τε ἀπέστη πρότερον ὑπήκοος ὢν καὶ τὰ διεφθαρμένα τείχη
τῆς Ἱερουσαλὴμ ἀνεκαίνισεν, δεύτερον αὐτῇ περιθεὶς τείχισμα, ἀφανίσας236

237

δὲ τὰ πέριξ τῆς πόλεως ὕδατα διὰ δίψαν τῶν πολεμίων καὶ μόνην ἀποστρέ‐ ψας ἔνδον τῆς πόλεως τὴν τοῦ Σιλωὰμ πηγήν. Ἐπιστρατεύσαντος δ’ αὐτῷ τοῦ Σεναχηρεὶμ καὶ τὰς πέριξ πορθοῦντος πόλεις συγγνώμην αὐτῷ τῆς ἀποστασίας ᾔτει, δοὺς καὶ τʹ τάλαντα
5ἀργυρίου χρυσίου τε λʹ. ὁ δὲ ταῦτα λαβὼν οὐκ ἀπέστη, ἀλλὰ Ῥαψάκην στρατηγὸν αὐτοῦ σὺν ὄχλῳ βαρεῖ κατὰ τῆς Ἱερουσαλὴμ πέμψας ἀπειλὰς ἔγραψε πρὸς Ἐζεκίαν καὶ εἰς θεὸν βλασφημίας. τὸ δὲ βιβλίον τῆς γραφῆς ταύτης ἐνώπιον κυρίου ἁπλώσας ἐθαρρύνετο πρὸς τοῦ προφήτου Ἡσαΐου, μὴ φοβεῖσθαι δὲ τοὺς ἀσεβεῖς ὡς ὑπὸ θεοῦ πτοηθησομένους.
10 Τότε ἄγγελος κυρίου νυκτὸς διέφθειρε παραδόξως ρπεʹ χιλιάδας ἀνδρῶν τῆς τῶν Ἀσσυρίων παρεμβολῆς. καὶ Σεναχηρεὶμ σὺν τοῖς ὑπολοί‐ ποις ἀνέζευξεν ἀδόξως εἰς τὴν Ἀσσυρίαν, ἀκηκοὼς ὅτι καὶ ὁ τῶν Αἰθιόπων βασιλεὺς Βαραθὰχ ἔρχεται πολεμήσων αὐτόν. ἐλθὼν δὲ εἰς Νινευὶ τοὺς αἰχμαλώτους τοῦ Ἰσραὴλ ἐκακούχει, αὐτός τε ὑπὸ τῶν ἰδίων ἀναιρεῖται
15τέκνων. Ὁ δὲ βασιλεὺς Ἐζεκίας νοσήσας πρὸς θάνατον τῷ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπηγορεύθη τοῦ ζῆν ὑπὸ Ἡσαΐου καὶ στραφεὶς καὶ δακρύσας πρὸς θεὸν ἐτῶν ιεʹ προσθήκην ζωῆς ἔλαβε διὰ τοῦ παραδόξου σημείου πιστουμένην τῆς ἐπανόδου τοῦ ἡλίου ἐκ τῆς φυσικῆς κινήσεως δέκα
20βαθμοὺς ἀναποδισάσης καθ’ ὅλην τὴν οἰκουμένην, ὡς εἶναι τὴν ἡμέραν ἐκείνην μόνην χωρὶς τῆς ἰδίας νυκτὸς ὡρῶν κβʹ. οὗτος Ἐζεκίας πρὸ τῆς νόσου, φασί, σωφροσύνην ἤσκει, ἀθάνατος δι’ αὐτῆς ἔσεσθαι ἐλπίζων καὶ τὸ ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα‘ εἰς τοῦτο νοῶν. ἐν δὲ τῷ ἀσθενεῖν ηὔξατο ἀναστὰς παιδοποιήσειν.
25 Ὁ δὲ Μαρωδὰχ Βαλαδὰν ἐκπλαγεὶς τῷ σημείῳ τῆς ἡλιακῆς ἀναποδί‐ σεως, ἀκούσας τε τὰ κατὰ τὴν Ἐζεκίου συμβάντα νόσον, ἀπέστειλε
πρέσβεις καὶ δῶρα, συνηδόμενος αὐτῷ τῆς ζωῆς. ὁ δὲ Ἐζεκίας ἀφεὶς237

238

διηγεῖσθαι τὰς δυνάμεις τοῦ θεοῦ τὸν ἐν τοῖς βασιλείοις ὑπεδείκνυε πλοῦ‐ τον. Ἡσαΐας δὲ τῆς ἀλαζονείας αὐτὸν καταμεμψάμενος ὡς ἐν ἐπι‐ τιμίῳ τὴν μέλλουσαν τῶν ὑποδειχθέντων τοῖς ἐχθροῖς ἅλωσιν προεφή‐ τευσεν.
5 Ἐζεκίας ὕδασι κατάρρυτον ἐποίησε τὴν Ἱερουσαλήμ. Ἐπὶ τούτου Μιχαίας προεφήτευσε κατὰ τῆς Ἱερουσαλὴμ ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ἱερουσαλὴμ ἄβατος ἔσται, καὶ οὐκ ἀνῃρέθη ὑπὸ Ἐζεκίου. Τῷ ιδʹ ἔτει Ἐζεκίου, κόσμου δὲ ͵δψοηʹ, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς
10Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς· καὶ ἔδωκεν αὐτῷ Ἐζεκίας πᾶν τὸ ἀργύριον οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως. Τοῦ Ἰσραὴλ ιʹ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰηοὺ ἔτη ιζʹ. οὗτος ὑπόσπον‐ δος Σύροις ἐγένετο, μετὰ δὲ ταῦτα πολεμήσας αὐτοῖς ἐρρύσατο τὸν
15Ἰσραήλ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχληʹ. Τοῦ Ἰσραὴλ ιαʹ ἐβασίλευσεν Ἰωὰς ἔτη ιϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχνεʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ τροπωσάμενος πολέμῳ τὸν Ἰούδαν συνέλαβεν Ἀμεσίαν τὸν βασιλέα Ἰούδα καὶ καθεῖλε τὰ τείχη Ἱερουσαλὴμ πήχεις υʹ,
20καὶ σκυλεύσας αὐτὴν ἐπανῆλθεν εἰς Σαμάρειαν. Τούτοις τοῖς χρόνοις προεφήτευσεν Ὠσηέ, Ἀμώς, Ἰωνᾶς, Ναούμ, ἡνίκα καὶ Ἰωνᾶς ἐκπεμφθεὶς εἰς Νινευὶ εἰς Θαρσεὶς φεύγει καὶ ὑπὸ κήτους καταποθεὶς τριήμερος ἀνεμεῖται. Θαρσεὶς δὲ Ῥόδον καὶ Κύπρον Ἀφρικανὸς λέγει εἶναι.
25 Τοῦ Ἰσραὴλ ιβʹ ἐβασίλευσεν Ἱεροβωὰμ ἔτη μαʹ υἱὸς Ἰωάς. οὗτος ἀπέδωκε τὸ ὅριον Ἰσραὴλ κατὰ τὴν προφητείαν Ἰωνᾶ τοῦ Ἀμαθὶ τοῦ
Γετθαίου τοῦ προφήτου. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δχοαʹ.238

239

Τοῦ Ἰσραὴλ ιγʹ ἐβασίλευσε Ζαχαρίας μῆνας ϛʹ, μεθ’ ὃν ιδʹ Σελοὺμ ἡμέρας λʹ. τοῦτον ἀποκτείνας Μαναὴμ ὁ τοῦ Γαδὶ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιβʹ. Τοῦ Ἰσραὴλ ιεʹ ἐβασίλευσε Μαναὴμ ἔτη ιβʹ. τὰ δὲ πολλὰ τῶν ἀντιγρά‐
5φων ἔτη ιʹ ἔχουσι. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψιβʹ. Οὗτος τοὺς μὴ δεχομένους αὐτὸν ἐν τάφοις διέφθειρε καὶ τὰς ἐγκύους γυναῖκας ἀνέρρηξεν ἀσεβῶς. Τοῦ Ἰσραὴλ ιϛʹ ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἔτη ιʹ. Ἀφρικανὸς δὲ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψκδʹ.
10 Τὸν Φακεσίαν ἀποκτείνας Φακεὲ υἱὸς Ῥωμελίου ἐβασίλευσε τοῦ Ἰσραήλ. Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσε Φακεὲ υἱὸς Ῥωμελίου ἔτη κηʹ κατὰ τὸν ἀκριβῆ λόγον. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψλδʹ. Οὕτω γὰρ εὑρεθήσεται τὸ θʹ ἕτος τοῦ ιηʹ καὶ τελευταίου βασιλέως τῶν
15ιʹ φυλῶν Ὠσηὲ συντρέχον τῷ ϛʹ ἔτει Ἐζεκίου βασιλέως Ἰούδα κατὰ τὴν γραφὴν καὶ †οὐ καλῶς, καθ’ ὃ γέγονεν ἡ πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία. εἰσὶ μέντοι τινὰ τῶν ἀντιγράφων κʹ ἔχοντα ἔτη τοῦ Φακεέ, ὡς καὶ Ἀφρικανὸς καὶ Εὐσέβιος, καὶ ἕτερα ιηʹ, ἀλλ’ οὐ χρὴ πείθεσθαι διὰ τὴν εἰρημένην ἀναγκαίαν αἰτίαν.
20 Φακεὲ βασιλεὺς Ἰσραὴλ καὶ Ῥασσὼν βασιλεὺς Συρίας πολεμήσαντες τῷ Ἄχαζ ἀνεῖλον τοῦ Ἰούδα ιβʹ μυριάδας ἐν ἡμέρᾳ μιᾷ, γυναικῶν δὲ καὶ παίδων ἔλαβον κʹ μυριάδας αἰχμαλώτους, οὓς συμβουλῇ Ἰωβὴλ τοῦ προφήτου ἀπέλυσαν. Ἄχαζ δὲ τὸ ἐν τοῖς θησαυροῖς ἀργύριον πέμψας τῷ Ἀσσυρίων βασιλεῖ
25Θεγλαφασὰρ εἰς βοήθειαν αὐτὸν ἤγαγε, μὴ ὑπακούσας Ἡσαΐου τοῦ προφήτου κωλύοντος καὶ σημεῖον τὴν τίκτουσαν παρθένον διδόντος· ὃς ἐλθὼν τήν τε Συρίαν καὶ τὸν Ἰσραὴλ πορθεῖ καὶ τοῦ λαοῦ πλεῖστον
ἀποικίζει εἰς Ἀσσυρίους.239

240

Ὠσηὲ δὲ ἀνελὼν τὸν Φακεὲ ἐβασίλευσε. Πολλὰ καμὼν περὶ τῆς συμφωνίας τῶν δύο βασιλειῶν τῶν Ἑβραίων τῶν διαιρεθεισῶν μετὰ Σολομῶντα ἕως Ἐζεκίου βασιλέως Ἰούδα καὶ Ὠσηὲ βασιλέως Ἰσραὴλ ιηʹ καὶ ἐσχάτου τῶν ἐν Σαμαρείᾳ, διὰ τὸ τὰς ἱερὰς τῶν
5βασιλέων δέλτους μὴ ἀκριβῶς ἐκφαίνειν ἐν ποίῳ χρόνῳ τῶν βασιλέων Ἰούδα ἕκαστος τῶν ἐν Σαμαρείᾳ βασιλευσάντων ἤρξατο βασιλεύειν, μηδ’ αὖ πάλιν ἕκαστος τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἐν ποίῳ ἔτει τῶν βασιλέων Ἰσραὴλ ἤρξατο κρατεῖν, μόλις ἠδυνήθην σύμφωνον εὑρεῖν τὸ πρῶτον ἔτος Ὠσηὲ πρὸς τὸ ιβʹ Ἄχαζ διὰ τὸ πάντα σχεδὸν τὰ ἀντίγραφα
10τὸν Φακεὲ υἱὸν Ῥωμελίου ἢ ιηʹ ἔτη ἢ κʹ λέγειν κεκρατηκέναι τῶν ἐν Σαμαρείᾳ ιʹ φυλῶν. Ἐν ἑνὶ δὲ ἀντιγράφῳ λίαν ἠκριβωμένῳ κατά τε στιγμὴν καὶ προσῳδίαν ἐκ τῆς ἐν Καισαρείᾳ τῆς Καππαδοκίας ἐλθόντι εἰς ἐμὲ βιβλιοθήκης, ἐν ᾧ καὶ ἐπεγέγραπτο ὡς ὁ μέγας καὶ θεῖος Βασίλειος τὰ ἐξ ὧν ἐκεῖνο ἀπε‐
15γράφη ἀντιβαλὼν διωρθώσατο βιβλία, ἐν τούτῳ οὖν εὗρον κηʹ ἔτη τῆς βασιλείας Φακεέ, καὶ συγκρίνας πρὸς τὸ εἰρημένον ιβʹ ἔτος Ἄχαζ μᾶλλον ἐγγίζειν τὸ πρῶτον ἔτος Ὠσηὲ κατὰ τὴν τῶν βασιλειῶν γραφήν, οὕτω καὶ ἐστοιχείωσα. φησὶ γὰρ πρὸς λέξιν ἡ δʹ τῶν βασιλειῶν· ‘ἐν ἔτει ιβʹ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ
20Ἰσραὴλ θʹ ἔτη.‘ εἰ τοίνυν δῶμεν τὸν Φακεέ, ὡς τὰ πολλὰ τῶν ἀντιγράφων, οἷς καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη ιηʹ ἢ καὶ κʹ, εὑρεθήσεται ἡ ἀρχὴ τῆς βασιλείας Ὠσηὲ τῷ βʹ ἔτει πληρουμένῳ τοῦ Ἄχαζ καὶ ἀρχομένῳ τῷ τρίτῳ, τὸ δὲ τέλος, ὅπερ ἐστὶν θʹ τοῦ αὐτοῦ Ὠσηέ, τῷ ιαʹ Ἄχαζ, καὶ εὑρεθήσεται ἡ αὐτὴ θεία γραφὴ οὐ μόνον ἐν τούτῳ σφαλλομένη, ἀλλὰ καὶ
25ἐν τῷ φάσκειν ἔπειτα ὅτι ‘καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν‘, καὶ τὰ ἑξῆς. λείπεται γὰρ τὸ δʹ ἔτος Ἐζεκίου ἐκ τοῦ ιηʹ ἔτους Φακεέ, βʹ δὲ Ἄχαζ, οὐχ ἑπτά, ἀλλὰ ιδʹ, ἅ ἐστι διπλασίονα, πρὸς δὲ τὴν ἀκριβῆ στοιχείωσιν συμφωνεῖ. τῷ ιαʹ ἔτει
30Ἄχαζ βασιλέως Ἰούδα τὸ θʹ ἔτος Ὠσηὲ συνέταξεν Εὐσέβιος ἐν τῷ
κανόνι αὐτοῦ· ὅπερ πάντη ἀσύμφωνον.240

241

Τοῦ Ἰσραὴλ ιηʹ καὶ τελευταῖος ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψξβʹ.
3tΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
4Τὸ πρῶτον ἔτος Ναβονασάρου Χαλδαίων βασιλέως ἀπὸ τοῦ ͵δψμϛʹ
5ἔτους τοῦ κόσμου δεῖ ἀριθμεῖν, καὶ ἀπ’ αὐτοῦ ἕως τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἔτη υκδʹ, ὡς εἶναι ἀπὸ Ἀδὰμ ἕως Ἀλεξάνδρου τελευτῆς ͵εροʹ. Σαλμανασὰρ ὁ καὶ Ναβονάσαρος Χαλδαίων πρῶτος ἐβασίλευσεν ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψμϛʹ.
10 Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τοῦ Ὠσηὲ ἐλθὼν τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ὑπόφορον ἔθετο. ἔπειτα δὲ μαθὼν τὸν Ὠσηὲ πρεσβευόμε‐ νον εἰς βοήθειαν ἐλθεῖν τῷ Αἰθίοπι Ἀδραμέλεχ τῷ κατὰ τὴν Αἴγυπτον καὶ Σηγὼρ βασιλεῖ Αἰγύπτου, τόν τε Ὠσηὲ καθεῖρξεν ἐν φυλακῇ καὶ τὰς ιʹ φυλὰς τοῦ Ἰσραὴλ ᾐχμαλώτευσεν.
15 Ἡ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν λεγομένων τοῦ Ἰσραὴλ βασιλευομένων Ἑβραίων ἀρχὴ τούτῳ τῷ ζʹ ἔτει Ὠσηὲ τοῦ τελευταίου βασιλέως αὐτῶν ἤρξατο πολιορκεῖσθαι, ὅπερ ἦν ἀρχὴ τοῦ δʹ ἔτους Ἐζεκίου, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν ὅτι ‘ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς
20Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτὴν καὶ κατεβάλετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ϛʹ Ἐζεκία. οὗτος ἐνιαυτὸς θʹ τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. καὶ συνελήφθη Σαμάρεια καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Χαλχὰλ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων, ὅτι οὐκ εἰσήκουσαν
25τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν.‘ Αὕτη πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία πέφυκεν εἰς Ἀσσυρίους, ἥτις γέγονεν ἀρχομένῳ ϛʹ ἔτει Ἐζεκίου, κοσμικῷ δὲ ἔτει ͵δψοʹ πληρουμένῳ.
διήρκεσε δὲ ἡ αὐτὴ τῶν ιʹ φυλῶν βασιλεία ἐν Σαμαρείᾳ ἀπὸ τοῦ αʹ βασι‐241

242

λέως αὐτῶν Ἱεροβωὰμ δούλου Σολομῶντος ἐν βασιλεῦσι ιηʹ, ἔτεσι δὲ σξʹ. ἀπὸ γὰρ τοῦ κοσμικοῦ ͵δφιγʹ ἀρξαμένη εἰς τὸ ὑποτεταγμένον ͵δψοαʹ ἔληξε, κατὰ δὲ Ἀφρικανὸν ͵δψνʹ, κατὰ δὲ Εὐσέβιον ͵δυνεʹ. Εὐσέβιος δὲ ὁ Καισαρεὺς σνʹ ἔτη ἐπελογίσατο καὶ ἄλλοι σμϛʹ, πλὴν τὸ ἀκριβέστερον καὶ
5τῇ γραφῆ τῶν βασιλειῶν συμφωνότερον ὡς πρὸς τὸ ϛʹ ἔτος Ἐζεκίου καὶ αὐτὸ ἀρχόμενον συναντᾷ τὸ θʹ ἔτος Ὠσηὲ καὶ αὐτὸ πληρούμενον. οὕτω γὰρ χρὴ νοεῖν τὸ τέλος τοῦ θʹ ἔτους Ὠσηὲ ἀρχὴν τοῦ ϛʹ ἔτους Ἐζεκίου. οὕτως γὰρ ἂν ὀρθῶς νοηθείη. Ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπὸ Σαλμανασὰρ γενομένης τῶν ιʹ φυλῶν τοῦ
10Ἰσραὴλ τῶν ἐν Σαμαρείᾳ ἦν Τωβίας ὁ δικαιότατος φυλῆς Νεφθαλεὶμ ἐν Νινευὶ τῇ πόλει. οὗτος τοὺς ὑπὸ Σαλμανασὰρ καὶ τῶν λοιπῶν Χαλδαίων ἀναιρουμένους θάπτων διαγνωσθεὶς φεύγει καταλείψας τὴν κτῆσιν αὐτοῦ. τοῦ δὲ Σεναχηρεὶμ ἀναιρεθέντος ὑπὸ τῶν τέκνων αὐτοῦ καὶ τοῦ Σαλμανασὰρ ἀποθανόντος Ἀρχεδὼν υἱὸς Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων
15ἀδελφιδοῦν τοῦ Τωβίου Ἀρχίκαρον ἔταξεν ἐπὶ τὴν ἐκλογιστείαν, ὃς τὸν Τωβίαν αἰτήσας ἔλαβε παρὰ τοῦ βασιλέως. ὁ δ’ αὐτὸς ὥρᾳ καύματός τινα τῶν Ἑβραίων θάψας ὕπνωσεν ἐν τῇ αὐλῇ παρὰ τὸ τεῖχος ὑπὸ στρουθῶν νοσσιάν· τούτου τοὺς ὀφθαλμοὺς ἀφοδεύσαντες ἐπήρωσαν οἱ στρουθοί. Ὁ δὲ πρεσβύτατος ἅμα καὶ τυφλὸς ὢν ἐν Ῥαγαῖς τῆς Μηδείας τὸν
20υἱὸν ἀποστέλλει Τωβίαν πρός τινα Γαβαὴλ ὁμόφυλον ἀγαγεῖν παρακατα‐ θήκην ταλάντων ἀργυρίων ιʹ. ὁ δὲ ἀπιὼν μισθωτὸν ὁδοδείκτην ἐπιζητή‐ σας εὗρεν ἀγνοῶν Ῥαφαὴλ τὸν ἀρχάγγελον, ὑφ’ οὗ μυηθεὶς τὰ περὶ τῆς χολῆς τοῦ ἰχθύος καὶ τοῦ ἥπατος καὶ τῆς καρδίας, τά τε κατὰ τὴν δαιμονιῶσαν συγγενίδα πράττει καὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς ἀνοίγει
25ἐπανελθών. Ἀναγκαῖον δὲ οἶμαι τῇ παρούσῃ αἰχμαλωσίᾳ ζητῆσαι πῶς τῆς τῶν Ἀσσυρίων βασιλείας πρὸ ϙϛʹ ἐτῶν καθαιρεθείσης ὑπὸ Ἀρβάκου τοῦ Μήδου τοῦ ταύτην εἰς Μήδους μετενέγκαντος ἡ γραφὴ τὸν Σαλμανασὰρ βασιλέα Ἀσσυρίων καλεῖ καὶ τὴν ἀποικίαν εἰς Ἀσσυρίους φησὶ τῶν ιʹ
30φυλῶν, εἶτα τὴν τοπικὴν θέσιν τῆς κατοικίας αὐτῶν ἐν Χαλχὰλ καὶ ἐν242

243

Ἀβὼρ ποταμοῖς Γωζὰν καὶ ὄρεσι Μήδων. ἢ δῆλον ὅτι Μήδων μὲν γένος κατὰ διαδοχὴν ἀπὸ Ἀρβάκου ἐβασίλευσεν, ἡ δὲ βασιλεία καὶ Ἀσσυρίων ἐλέγετο διὰ τὸ εὐγενὲς καὶ παλαιὸν τῆς ἀρχῆς καὶ τὸ τῆς χώρας ὄνομα καὶ Μήδων διὰ τὸ ὄψιμον τῆς ἐξουσίας καὶ τὴν χώραν Μηδίαν λεγομένην.
5Σαλμανασὰρ δὲ καλῶς ἄν, οἶμαι, νοηθείη αὐτὸς οὗτος ὁ ἀπὸ Ἀρβάκου βασιλεύων Ἀσσυρίων καὶ Μήδων, ὃς ἦν τῶν Ἀσσυρίων μὲν ἀρχηγός, ὑπὸ δὲ τὴν ἡγεμονίαν ἄρτι κατατεταγμένος. οὕτω γάρ φασιν οἱ τὰ Βαβυ‐ λωνιακὰ γράψαντες, ὅτι Ἀρβάκης τὴν βασιλικὴν προσηγορίαν καὶ τὸν πλοῦτον εἰς Μήδους μετήγαγεν, Ἀσσυρίων δὲ βασιλέα κατέστησε
10Βέλεσυν ὑπ’ αὐτὸν δηλονότι. καὶ οὗτοι λοιπὸν ἦσαν κατὰ διαδοχὴν ὑπὸ Μήδους τεταγμένοι, ὥς τισι δοκεῖ, ἕως τοῦ ηʹ βασιλέως Ἀσσυρίων καὶ Μήδων Δαρείου τοῦ καὶ Ἀστυάγους, ὃν Κῦρος καθελὼν εἰς Πέρσας τὴν βασιλείαν μετήνεγκεν, ὥς τισιν ἔδοξεν. ἕτεροί φασι μετὰ Σαρδανάπαλον κρατῆσαι καὶ τῆς Ἀσσυρίων ἀρχῆς Νίνον, ὥς που καὶ Κάστωρ ἐν τῷ
15κανόνι αὐτοῦ φησιν ὧδε· πρώτους μὲν οὖν τοὺς Ἀσσυρίων βασιλεῖς κατετάχαμεν, τὴν μὲν ἀρχὴν ἀπὸ Βήλου πεποιημένους, τῷ δὲ τὰ τῆς βασιλείας αὐτοῦ ἔτη μὴ παραδεδόσθαι σαφῶς τοῦ μὲν ὀνόματος μνημο‐ νεύομεν, τὴν δὲ ἀρχὴν τῆς χρονογραφίας ἀπὸ Νίνου πεποιήμεθα, καὶ καταλήγομεν ἐπὶ Νίνον τὸν διαδεξάμενον τὴν βασιλείαν παρὰ Σαρδανα‐
20πάλου. Ἐκ δὲ τῶν ἐν τῇ θείᾳ γραφῇ μνημονευομένων ὀνομάτων φαίνονται τρεῖς ἀρχαὶ πρὸ τῆς Κύρου βασιλείας μετὰ Σαρδανάπαλον. ἕως γὰρ τούτου λόγος κρατεῖ Ἀσσυρίους ἄρχειν τῶν δύο λοιπόν, λέγω δὴ Μήδων καὶ Χαλδαίων, μετὰ δὲ Σαρδανάπαλον ποτὲ μὲν Μήδους ἄρχειν τῶν Ἀσσυρίων,
25ποτὲ δὲ Χαλδαίους. καὶ ἡ μὲν τῶν Μήδων ἀρχὴ ἤδη ἀνωτέρω ἡμῖν ἐν κανονίῳ ἐστοιχειώθη ἰδιάζοντι ἀπὸ Ἀρβάκου, ἡ δὲ τῶν Χαλδαίων λείπεται στοιχειωθῆναι, ἥτις ἀπὸ Σαλμανασάρ, ὃν καὶ Ναβονάσαρον καλοῦσι, λαμβάνεται παρά τε Χαλδαίοις ἐν τῇ τῶν ἀστέρων ψηφοφορίᾳ καὶ παρὰ τοῖς Ἑλλήνων μαθηματικοῖς, ὡς μαρτυρεῖ καὶ ὁ σοφώτατος
30Κλαύδιος Πτολεμαῖος ἐν τῇ μεγάλῃ συντάξει τῇ τῆς ἀστρονομίας τοῖς243

244

ἀπὸ Ναβονασάρου χρώμενος ἔτεσιν, ἔν τε ταῖς τῶν δύο φωστήρων ἐποχαῖς συνόδοις τε καὶ πανσελήνοις καὶ ταῖς κατ’ αὐτὰς συμβαινούσαις σεληνιακαῖς καὶ ἡλιακαῖς ἐκλείψεσιν, ἔν τε ταῖς τῶν πέντε πλανωμένων κατὰ μῆκος καὶ πλάτος ψηφοφορίαις καὶ τῶν λοιπῶν ἀπλανῶν ἀστέρων.
5πάντων γὰρ αὐτὴν ἀκριβεστέραν ὁμολογοῦσιν εἶναι, συνάγουσαν ἀπὸ τοῦ αὐτοῦ Ναβονασάρου ἐπὶ τὸ πρῶτον ἤτοι ζʹ ἔτος Ἀλεξάνδρου τοῦ Μακε‐ δόνων καὶ Περσῶν καὶ πάσης σχεδὸν τῆς οἰκουμένης βασιλεύσαντος ἔτη υιθʹ, ἐπὶ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Ἀλεξάνδρου ἔτη υκδʹ. Ἐπεὶ δὲ συμφωνεῖν ἀναγκαῖον ἡγησάμεθα δεῖξαι τοῖς καθ’ ἡμᾶς ἔτεσι
10τοῦ κόσμου τὴν τῶν οὐρανίων κίνησιν, σύμφωνος δὲ καὶ τοῖς Χαλδαίων καὶ Ἑλλήνων σοφοῖς ὁ ἀπὸ Ναβονασάρου χρόνος μεμαρτύρηται, κοινή τις ἔστω ἀρχὴ τὸ ͵δψμζʹ ἔτος, τὸ αὐτὸ ὑπάρχον τῷ πρώτῳ ἔτει Ναβονασάρου, ἵν’, εἴ τις βουληθείη κατὰ τὰς ἐν τῇ μεγάλῃ συντάξει τοῦ μεγάλου Πτολεμαίου ἐκτεθειμένας γραμμικὰς ἢ κανονικὰς δείξεις ψηφοφορίαν
15τινὰ τῶν οὐρανίων φορῶν ἐπιλογίσασθαι, λαμβάνων τὰ ἀπὸ τοῦ ͵δψμζʹ ἔτους τοῦ κόσμου, εἶτα ἀπὸ πρώτου ἔτους Ναβονασάρου μίαν καὶ τὴν αὐτὴν εὕροι ἐποχὴν μέχρι τελευτῆς Ἀλεξάνδρου τοῦ κτιστοῦ, καθ’ ἣν κόσμου μὲν ἔτος ͵εροʹ ὑπῆρχεν, ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ναβονασάρου ἔτη γίνονται υκδʹ, ὡς προείρηται. τὰς μέντοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου
20ψηφοφορίας τῶν ἀστέρων ὁ αὐτὸς φιλόσοφος ἐν προχείροις κανόσιν ͵αυοϛʹ ἐτῶν περιόδων ἤτοι ἀποκαταστάσει Αἰγυπτιακοῦ ἑνὸς ἔτους ἐξέθετο. πλὴν καὶ ἀπὸ τοῦδε τοῦ χρόνου ἤτοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου καὶ τοῦ ͵εροʹ κοσμικοῦ ἔτους; ἡνίκα ὁ ἀπὸ Φιλίππου τοῦ μετὰ Ἀλέξανδρον τὸν κτιστὴν χρόνος, τῶν προχείρων κανόνων τὴν ἀρχὴν εἴληφεν. εἴ τις
25βουληθείη σύνοδον, πανσέληνον ἢ ἄλλην τινὰ ψηφοφορίαν τῶν ἀστέρων ἐπιλογίσασθαι κατὰ τὴν προκειμένην ἀκριβῆ τῶν κοσμικῶν ἐτῶν ποσότητα, ἤγουν καὶ πασχουαλίων, ἄπταιστον εὑρήσει καὶ τὴν αὐτὴν ἀκριβῆ κατάληψιν τοῖς τε κατὰ τὴν μεγάλην σύνταξιν Πτολεμαίου ἀπὸ Ναβονασάρου ἔτεσι καὶ τοῖς ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου ἤτοι ἀρχῆς
30Φιλίππου τοῦ μετὰ Ἀλέξανδρον τὸν κτιστὴν ἕως Αὐγούστου Καίσαρος καὶ ἔτι ἕως Διοκλητιανοῦ καὶ αὖθις ἕως τοῦ παρόντος ͵ϛτβʹ ἔτους. Ἀπὸ δὲ Ναβονασάρου τοὺς χρόνους τῆς τῶν ἀστέρων κινήσεως Χαλδαῖοι
ἠκρίβωσαν καὶ ἀπὸ Χαλδαίων οἱ παρ’ Ἕλλησι μαθηματικοὶ λαβόντες,244

245

ἐπειδή, ὡς ὁ Ἀλέξανδρος καὶ Βήρωσσός φασιν οἱ τὰς Χαλδαϊκὰς ἀρχαιολο‐ γίας περιειληφότες, Ναβονάσαρος συναγαγὼν τὰς πράξεις τῶν πρὸ αὐτοῦ βασιλέων ἠφάνισεν, ὅπως ἀπ’ αὐτοῦ ἡ καταρίθμησις γίνεται τῶν Χαλδαίων βασιλέων.
5 Εἰσὶν οὖν, ὡς πρόκειται ἐν κανονίῳ, οἱ αὐτοὶ ἀπὸ Ναβονασάρου χρόνοι υκδʹ κατά τε τὴν μαθηματικὴν καὶ ἐκκλησιαστικὴν ἔκδοσιν, τὰ μὲν καθ’ ὅλου ἔτη τὰ αὐτὰ συνάγοντες υκδʹ, τὰ δὲ κατὰ μέρος οὐ πανταχοῦ τὰ αὐτά· οἷον Κύρου μὲν ἡ θεία γραφὴ λαʹ ἔτος ὑποφαίνει τῆς βασιλείας καὶ ἐν τοῖς κοσμικοῖς ἔτεσιν οὕτως στοιχειοῦμεν, ὁ δὲ μαθηματικὸς κανὼν
10θʹ μόνα ἔτη Κύρῳ νέμει. καὶ ἐν ἄλλοις δέ τισιν αὐτοῦ τε Ναβονασάρου διαφορὰν εὑρήσεις ἐν τοῖς κατὰ μέρος, ἐν δὲ τῷ τέλει τὴν ἰσότητα.
12tΤὰ ἀπὸ Ναβονασάρου ἔτη τοῦ καὶ Σαλμανασὰρ βασιλέως Χαλδαίων
13tἕως Ἀλεξάνδρου τοῦ κτιστοῦ τελευτῆς κατὰ τὸν ἀστρονομικὸν
14tκανόνα
15αʹ Ναβονασάρου ἔτη ιδʹ βʹ Ναβίου ἔτη βʹ. ιϛʹ γʹ Χινζήρου καὶ Πώρου ἔτη εʹ. καʹ δʹ Ἰλουλαίου ἔτη εʹ. κϛʹ εʹ Μαρδοκεμπάδου ἔτη ιβʹ. ληʹ
20ϛʹ Ἀρκεανοῦ ἔτη εʹ. μγʹ ζʹ Ἀβασιλεύτου ἔτη βʹ. μεʹ ηʹ Βηλίβου ἔτη γʹ. μηʹ θʹ Ἀπαραναδίσου ἔτη ϛʹ. νδʹ ιʹ Ἠριγεβάλου ἔτος αʹ. νεʹ
25ιαʹ Μεσησιμορδάκου ἔτη δʹ. νθʹ ιβʹ Ἀβασιλεύτου ἄλλου ἔτη ηʹ. ξζʹ
ιγʹ Ἰσαρινδίνου ἔτη ιγʹ. πʹ245

246

ιδʹ Σαοσδουχίνου ἔτη θʹ. πθʹ ιεʹ Κινηλαδάλου ἔτη ιδʹ. ργʹ ιϛʹ Ναβοπαλασάρου πατρὸς Ναβουχοδονόσωρ ἔτη καʹ. ρκδʹ ιζʹ Ναβουκολασσάρου τοῦ καὶ Ναβουχοδονόσωρ ἔτη μγʹ. ρξζʹ
5ιηʹ Ἰλλοαρουδάμου ἔτη γʹ. ροʹ ιθʹ Νηριγασολασάρου ἔτη εʹ. ροεʹ κʹ Ναβοναδίου τοῦ καὶ Ἀστυάγους ἔτη λδʹ. σθʹ καʹ Κύρου ἔτη θʹ. σιηʹ κβʹ Καμβύσου ἔτη ηʹ. σκϛʹ
10κγʹ Δαρείου ἔτη λϛʹ. σξβʹ κδʹ Ξέρξου ἔτη καʹ. σπγʹ κεʹ Ἀρταξέρξου αʹ ἔτη μαʹ. τκδʹ κϛʹ Δαρείου βʹ τοῦ καὶ Νόθου ἔτη ιθʹ. τμγʹ κζʹ Ἀρταξέρξου δευτέρου ἔτη μϛʹ. τπθʹ
15κηʹ Ὤχου ἔτη καʹ. υιʹ κθʹ Σάρου ἔτη βʹ. υιβʹ λʹ Δαρείου τρίτου τοῦ καὶ Ἀρσάμου ἔτη ϛʹ. υιηʹ λαʹ Ἀλεξάνδρου τοῦ μεγάλου ἔτη ϛʹ. υκδʹ
19tΤὰ ἀπὸ Σαλμανασὰρ ἤτοι Ναβονασάρου ἔτη κατὰ τὴν ἐκκλησιαστικὴν
20tστοιχείωσιν ἕως Κύρου καὶ ἔπειτα Ἀλεξάνδρου τοῦ Μακεδόνος
21αʹ Ναβονάσαρος ὁ καὶ Σαλμανασὰρ ἐν τῇ γραφῇ λεγόμενος ἔτη κεʹ. βʹ Νάβιος ἔτη ηʹ. γʹ Χίνζηρος καὶ Πῶρος ἔτη εʹ. δʹ Ἰλουλαῖος ἔτη εʹ.
25εʹ Μαρδοκέμπαδος ἔτη ιβʹ.
ϛʹ Ἀρκεανὸς ἔτη εʹ.246

247

ζʹ Ἀβασίλευτος ἔτη βʹ. ηʹ Βήλιλος ἔτη γʹ. θʹ Ἀπαρανάδισος ἔτη ϛʹ. ιʹ Ἠριγέβαλος ἔτος αʹ.
5ιαʹ Μεσησιμόρδακος ἔτη δʹ. ιβʹ Ἀβασίλευτος ἄλλος ἔτη ηʹ. ιγʹ Ἰσαρινδῖνος ἔτη ιγʹ. ιδʹ Σαοσδουχῖνος ἔτη θʹ. ιεʹ Κινηλάδανος ἔτη ιδʹ.
10ιϛʹ Ναβοπαλάσαρος ἔτη καʹ. ιζʹ Ναβουχοδονόσωρ υἱὸς ἔτη μγʹ. ιηʹ Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. ιθʹ Νηριγλήσαρος ὁ καὶ Βαλτάσαρ ἔτη γʹ. κʹ Ναβονάδιος ὁ καὶ Ἀστυάγης Δαρεῖος Ἀσουήρου καὶ Ἀρταξέρξης
15 ἔτη ιζʹ. καʹ Κῦρος Περσῶν πρῶτος βασιλεὺς ἔτη λαʹ. κβʹ Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. κγʹ Μάγοι ἀδελφοὶ βʹ Σμέρδιος, Παυζούτης μῆνας ζʹ. κδʹ Δαρεῖος υἱὸς Ὑστάπου ἔτη λϛʹ.
20κεʹ Ξέρξης υἱὸς Δαρείου μῆνας κʹ. κϛʹ Ἀρταξέρξης Ξέρξου ὁ μακρόχειρ ἔτη μγʹ. κζʹ Ξέρξης υἱὸς Ἀρταξέρξου μῆνας βʹ. κηʹ Σογδιανὸς μῆνας ζʹ. κθʹ Δαρεῖος ὁ Νόθος ἔτη ιθʹ.
25λʹ Ἀρταξέρξης ὁ Μνήμων ἔτη μʹ. λαʹ Ὦχος Ἀρταξέρξου υἱὸς ἔτη εʹ. λβʹ Ἄρσου ἀδελφοῦ Ὤχου ἔτη δʹ. λγʹ Δαρείου γʹ Ἀρσάμου ἔτη ϛʹ.
λδʹ Ἀλεξάνδρου Μακεδόνος ἔτη ϛʹ.247

248

(1t)

ΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
2 Χαλδαίων βʹ ἐβασίλευσε Νάβιος ἔτη ηʹ, κατὰ δὲ ἄλλους βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψοβʹ. Χαλδαίων γʹ ἐβασίλευσε Χίνζηρος καὶ Πῶρος ἔτη εʹ. τοῦ δὲ κόσμου
5ἦν ἔτος ͵δψπʹ. Χαλδαίων δʹ ἐβασίλευσεν Ἰλουλαῖος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψπεʹ. Χαλδαίων εʹ ἐβασίλευσε Μαρδοκέμπαδος ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψϙʹ.
10 Χαλδαίων ϛʹ ἐβασίλευσεν Ἀρκεανὸς ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωβʹ. Χαλδαίων ζʹ ἐβασίλευσεν Ἀβασίλευτος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωζʹ. Χαλδαίων ηʹ ἐβασίλευσε Βήλιβος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωθʹ.
15 Χαλδαίων θʹ ἐβασίλευσεν Ἀπαρανάδισος ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωιβʹ. Χαλδαίων ιʹ ἐβασίλευσεν Ἠριγέβαλος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωιηʹ. Χαλδαίων ιαʹ ἐβασίλευσε Μεσησιμόρδακος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν
20ἔτος ͵δωιθʹ. Χαλδαίων ιβʹ ἐβασίλευσεν Ἀβασίλευτος ἄλλος ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωκγʹ. Χαλδαίων ιγʹ ἐβασίλευσεν Ἰσαρινδῖνος ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωλαʹ.
25 Χαλδαίων ιδʹ ἐβασίλευσε Σαοσδουχῖνος ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωμδʹ. Χαλδαίων ιεʹ ἐβασίλευσε Κινηλαδὰν ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωνγʹ. Χαλδαίων ιϛʹ ἐβασίλευσε Ναβοπαλάσαρος ἔτη καʹ, ὁ πατὴρ τοῦ
30Ναβουχοδονόσωρ, κατὰ δὲ ἄλλους ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωξζʹ.
Τοῦτον ὁ Πολυίστωρ Ἀλέξανδρος Σαρδανάπαλον καλεῖ πέμψαντα πρὸς248

249

Ἀστυάγην σατράπην Μηδείας καὶ τὴν θυγατέρα αὐτοῦ Ἀμυΐτην λα‐ βόντα νύμφην εἰς τὸν υἱὸν αὐτοῦ Ναβουχοδονόσωρ. οὗτος στρατηγὸς ὑπὸ Σάρακος τοῦ Χαλδαίων βασιλέως σταλείς, κατὰ τοῦ αὐτοῦ Σάρακος εἰς Νίνον ἐπιστρατεύει· οὗ τὴν ἔφοδον πτοηθεὶς ὁ Σάρακος ἑαυτὸν σὺν
5τοῖς βασιλείοις ἐνέπρησε, καὶ τὴν ἀρχὴν Χαλδαίων καὶ Βαβυλῶνος παρέλαβεν ὁ αὐτὸς Ναβοπαλάσαρος ὁ τοῦ Ναβουχοδονόσωρ πατήρ.
7tΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
8 Αἰγυπτίων παʹ ἐβασίλευσε Νεχαῶ ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωνδʹ.
10 Αἰγυπτίων πβʹ ἐβασίλευσε Ψαμμήτιχος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωξβʹ. Αἰγυπτίων πγʹ ἐβασίλευσε Νεχαῶ βʹ Φαραῶ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωοϛʹ. Αἰγυπτίων πδʹ ἐβασίλευσε Ψάμμουθις ἕτερος ὁ καὶ Ψαμμήτιχος
15ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωπεʹ. Αἰγυπτίων πεʹ ἐβασίλευσεν Οὔαφρις ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡβʹ. Αἰγυπτίων πϛʹ ἐβασίλευσεν Ἄμωσις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡλϛʹ.
20 Ἕως τοῦ ͵δϡπϛʹ χρόνου ἡ τῶν Αἰγυπτίων βασιλεία διαρκέσασα ἀπὸ τοῦ ͵βψοϛʹ κοσμικοῦ ἔτους ἐν δυναστείαις ιʹ, βασιλεῦσι δὲ πϛʹ, ἔτεσι ͵βσιαʹ, ὑπὸ Καμβύσου καθῃρέθη ἐπὶ τοῦ πϛʹ βασιλεύσαντος τῆς Μεστραίας ἤτοι Αἰγύπτου χώρας Ἀμώσεως ἀπὸ τοῦ αʹ αὐτῶν Μεστραῒμ τοῦ καὶ Μηνέως. ἐπὶ τούτου γὰρ ἀποστᾶσαν τῆς κατ’ αὐτὸν ἀρχῆς τὴν Αἴγυπτον
25ὅπλοις καὶ μάχαις κρατεραῖς ὑπηγάγετο Καμβύσης ταύτην, ἔνθα καὶ Πυθαγόραν εὑρὼν ἐπιξενωθέντα διὰ φιλοσοφίαν σὺν τοῖς αἰχμαλώτοις εἰς Πέρσας τελεῖ, ἡνίκα φασὶν αὐτὸν εἰς Χαλδαίους ἐλθεῖν καὶ τὴν παρ’ ἐκείνοις σοφίαν μετελθεῖν καὶ πάλιν ἐκεῖθεν ἀναζεύξαντα εἰς Ἰταλίαν χωρῆσαι, φυγόντα τὴν πατρίδα Σάμον διὰ Πολυκράτην τὸν
30τύραννον, καὶ διαζῆσαι τὴν Ἰταλικὴν διατριβὴν συστησάμενον.249

250

Ἔμεινε δὲ ἡ Αἴγυπτος ὑπὸ Πέρσας ἔτι ἕως Δαρείου τοῦ Ξέρξου. ἔστιν οὖν κζʹ δυναστεία, καθ’ ἣν Πέρσαι ἐκράτησαν ἀπὸ εʹ ἔτους Καμ‐ βύσου.
4tΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
5 Ῥωμαίων ιζʹ ἐβασίλευσε Νουμᾶς Πομπίλιος ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψπʹ. Νουμᾶς μετὰ Ῥωμύλον βασιλεύσας Ῥώμης πρῶτος νόμους Ῥωμαίοις εἰσήγαγεν. ὁ αὐτὸς τὸ Καπετώλιον ἐκ θεμελίων ᾠκοδόμησεν. ὁ αὐτὸς τῷ ἐνιαυτῷ δύο μῆνας προσέθηκε, τόν τε Ἰανουάριον καὶ τὸν Φεβρουάριον,
10δεκαμηνιαίου τοῦ ἐνιαυτοῦ πρὸ τούτου χρηματίζοντος. ὁ αὐτὸς καὶ γογγιάριον ἔδωκεν, ἀσσάρια ξύλινα καὶ σκύτινα καὶ ὀστράκινα. Ῥωμαίων ιηʹ ἐβασίλευσε Τοῦλλος Ὁστίλιος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωκαʹ. Οὗτος καὶ Σίλβιος παρά τισι λέγεται. τοῦτόν φασι πρῶτον περιβα‐
15λέσθαι πορφύραν ἐν βασιλεῦσι Ῥωμαίων καὶ ῥάβδον κατασχεῖν. οὗτος τῆς οἰκίας αὐτῷ καταφλεχθείσης σκηπτῷ συγκαυσθεὶς τελευτᾷ. Ἄλλοι δέ τινες τῶν ἱστορικῶν τέταρτον αὐτὸν ἀπὸ Ῥωμύλου τάττουσιν ἢ εʹ, Ἀγκῶνα Μαρκίωνα μετὰ Νουμᾶν προτάττοντες αὐτοῦ καὶ Πρίσκον Ταρκύνιον καὶ Σίλβιον Τοῦλλον, καὶ μετὰ τούτους τὸν Τοῦλλον Ὁστίλιον.
20tΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
21Ἀθηναίων λʹ ἐβασίλευσεν Ἀλκμαίων ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δψκθʹ.250

251

Ἐπὶ τούτου Ἀθήνησιν ἡ διὰ βίου κατελύθη ἀρχή. μετὰ Ἀλκμαίωνα τὸν λʹ βασιλέα Ἀθηναίων κατεστάθησαν ἄρχοντες δεκαετεῖς ζʹ. Ὧν πρῶτος ἄρχων δεκαετὴς Ἀθηναίων λαʹ Χάροψ Αἰσχύλου ἔτη ιʹ. οὗτος πρῶτος δεκαετής. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψλαʹ.
5 Ἀθηναίων λβʹ ἐβασίλευσεν Αἰσιμίδης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψμαʹ. Ἀθηναίων λγʹ ἐβασίλευσε Κλεόδικος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψναʹ. Ἀθηναίων λδʹ ἐβασίλευσεν Ἱππομένης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵δψξαʹ. Ἀθηναίων λεʹ ἐβασίλευσε Λεωκράτης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψοαʹ. Ἀθηναίων λϛʹ ἐβασίλευσεν Ἄψανδρος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψπαʹ.
15 Ἀθηναίων λζʹ ἐβασίλευσεν Ἐρυξίας ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψϙαʹ. Ἕως τοῦδε τοῦ ͵δωαʹ ἔτους ἐξ Ἀδὰμ οἱ Ἀθηναίων βασιλεῖς πρῶτοι ιζʹ καὶ μετ’ αὐτοὺς οἱ διὰ βίου λεγόμενοι ἄρχοντες ιγʹ, ἔπειτα δεκαετεῖς ζʹ, ὁμοῦ πάντα λζʹ, κρατήσαντες τῆς Ἀθηναίων ἀρχῆς ἀπὸ τοῦ ͵γϡμεʹ
20κοσμικοῦ ἔτους ἐπαύσαντο, διαρκέσαντες ἐπὶ ἔτη ὅλα ͵ωνϛʹ. μετὰ τούτους ἄρχοντες ἐνιαυσιαῖοι εὑρέθησαν ἐξ εὐπατριδῶν, ἐννέα τε ἀρχόντων Ἀθήνησιν ἀρχὴ κατεστάθη· ἡ δὲ τῶν ἐνιαυσιαίων ἤρχθη τῷ ͵δωδʹ ἔτει τοῦ κόσμου, Κρέοντος πρώτου ἄρχοντος ἡγησαμένου ἐπὶ τῆς ιθʹ ὀλυμπιάδος, οἱ δὲ ἐπὶ κεʹ. ἀφ’ οὗ ἐπὶ σνʹ ὀλυμπιάδα ἄρχοντες
25ϡγʹ μέχρι Φιλίνου, καθ’ ὃν ὑπάτευον Γράτος Σαβινιανὸς Ῥωμαίων καὶ Σέλευκος ἀπὸ τῶν περὶ Βροῦττον μετὰ τοὺς βασιλεῖς ὑπατευσάν‐ των, ψκεʹ καταριθμούμενοι ἐπὶ τὸ ͵εψκγʹ ἔτος τοῦ κόσμου κατὰ τὸν Ἀφρικανόν, ὅπερ ἦν Ἀντωνίνου τοῦ καὶ Αὐγέντου Ῥωμαίων βα‐
σιλέως ἔτος γʹ.251

252

(1t)

ΣΠΟΡΑΔΗΝ
2Ἀρκτῖνος Μιλήσιος ἐποποιὸς ἤκμαζεν. Ἐν Ἰταλίᾳ Πανδοσία καὶ Μεταπόντιος πόλεις ἐκτίσθησαν. Ἀθήνησι αʹ ἐναυπηγήθη τριήρης ὑπὸ Μηνοκλέους.
5 Θηβαῖοι Κυρήνην ᾤκισαν κατὰ χρησμόν. οἰκιστὴς δὲ αὐτῆς Βάττος ὁ καὶ Ἀριστοτέλης. Ἐν Πόντῳ Τραπεζοῦς ἐκτίσθη. Ἐν Σικελίᾳ Νάξος ἐκτίσθη. Ἐν Σικελίᾳ Χερρόνησος ἐκτίσθη.
10tΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ
11 Μήδων ϛʹ ἐβασίλευσεν Ἀφραάρτης ἔτη ναʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωληʹ. Μήδων ζʹ ἐβασίλευσε Κυαξάρης ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωπθʹ. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων γʹ ἐβασίλευσε Τύρμας ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵δψνθʹ. Μακεδόνων δʹ ἐβασίλευσε Περδίκκας ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωδʹ. Μακεδόνων εʹ ἐβασίλευσεν Ἀργαῖος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωνβʹ.
20Οὗτος ὁ Ἀργαῖος πρῶτος ἐν Μακεδονίᾳ τείχη ἤγειρε.
21tΣΠΟΡΑΔΗΝ
22Ἀρχίλοχος καὶ Σιμωνίδης καὶ Ἀριστόξενος οἱ μουσικοὶ ἐγνωρίζοντο.
Γυμνὴ παιδεία πρῶτον ἐν Λακεδαιμονίᾳ ἤχθη.252

253

Ἔτι Σιβύλλη Σαμία χρησμῳδὸς ἡ καὶ Ἡροφίλα ἐγνωρίζετο. ἡ γὰρ Κυμαία κατὰ τοὺς Τρωϊκοὺς χρόνους ἤκμαζε. Κύζικος ᾠκίσθη. Ζάλευκος ὁ νομοθέτης Λοκρῶν ἤκμαζε.
5 Κύψελλος Κορίνθου ἐτυράννησεν ἔτη κηʹ. Λέσχης Λέσβιος ὁ τὴν μικρὰν Ἰλιάδα ποιήσας καὶ Ἀλκμαίων ἤκ‐ μαζεν. Ἐν Πόντῳ πόλις Ἴστορος ἐκτίσθη. Ἄκανθος καὶ Στάγερα ἐν Ἑλλάδι ἐκτίσθησαν.
10 Λάμψακος καὶ Ἄβδηρα ἐκτίσθησαν. Τέρπανδρος μουσικὸς ἐγνωρίζετο. Ἐν Σικελίᾳ Σελινοῦς ἐκτίσθη. Δωδώνης τῷ μαντείῳ κατὰ τούτους Ἕλληνες τοὺς χρόνους ἐχρή‐ σαντο.
15 Φάλαρις Ἀκραγαντίνων ἐτυράννησε. Θαλῆς Ἐξαμοίου Μιλήσιος φιλόσοφος εἷς τῶν ζʹ σοφῶν ἐγνωρίζετο, ὃς λέγεται ζῆσαι ὑπὲρ τὰ ρʹ ἔτη. Ἐν Πόντῳ Βουρυσθένης ἐκτίσθη. Σινώπη ἐκτίσθη.
20 Μυρταῖος Ἀθηναῖος ποιητὴς ἐγνωρίζετο. Ἔτι Τέρπανδρος μελοποιός, ὃς τὴν ἑπτάτονον ἁρμονίαν εὑρεῖν λέγεται, ἤκμαζε. Βάττος Κυρήνην ἐπέκτισε. Κορινθίων Περίανδρος ὁ Κυψέλλου ἐτυράννησε.
25Λιπάρα ἐκτίσθη. Ἐπίδαμνος, ἡ νῦν καλουμένη Δυρράχιον, ἐκτίσθη. Προύσια ἐκτίσθη. Φάλαρις τυραννῶν κατελύθη.
Δράκων κατά τινας ἐνομοθέτει.253

254

Ἀρίων ἐγνωρίζετο Μηθυμναῖος. οὗτος ἐπὶ δελφῖνος εἰς Ταίναρον διεσώθη. Ἀλκμὰν κατά τινας ἐγνωρίζετο.
4tΚΟΣΜΟΥ ΕΤΗ
5 Τοῦ Ἰούδα ιδʹ ἐβασίλευσε Μανασσῆς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψϙβʹ. Μανασσῆς υἱὸς Ἐζεκίου καὶ Ἐψιβαὰλ ιβʹ ἐτῶν βασιλεύσας τοῦ Ἰούδα μιαρώτατος γέγονε καὶ ἀσεβέστατος εἰδωλολατρείαις καὶ αἱματεκχυσίαις ἀδίκοις, οἰωνισμοῖς τε καὶ φαρμακείαις καὶ μοιχείαις συζῶν. οὗτος ἐν
10οἴκῳ κυρίου Διὸς ἄγαλμα τετραπρόσωπον ἔστησεν. ἁλοὺς δὲ ὑπὸ Ἀσσυρίων βασιλέως ἐπιστρατεύσαντος αὐτῷ καὶ εἰς ἄγαλμα χαλκοῦν κατακλεισθεὶς ἐδεήθη τοῦ θεοῦ τὴν ᾠδὴν ᾄσας, ἥτις μέχρι καὶ νῦν θαυμαστή τίς ἐστι καὶ γέμουσα κατανύξεως, ἐφ’ ᾗ δυσωπηθεὶς ὁ θεός, διαρραγέντος τοῦ ἀγάλματος, διεσώθη ἀποκαταστὰς εἰς τὴν βασιλείαν αὐτοῦ. οὗτος πεῖραν
15λαβὼν τῆς ἀφάτου φιλανθρωπίας τοῦ θεοῦ ἐπὶ τοῖς μετανοοῦσι τῆς εἰδωλολατρείας καὶ λοιπῆς ἐπαύσατο ματαιότητος, τὸ τοῦ Διὸς εἴδωλον ἐκβαλὼν ἐξ οἴκου κυρίου, ὃ ἦν αὐτὸς εἰσαγαγών, καὶ ῥίψας ἔξω τῆς πόλεως σὺν τοῖς λοιποῖς βδελύγμασιν. ὁ αὐτὸς τὸ νότιον τεῖχος τῆς Ἱερουσαλὴμ ᾠκοδόμησε καὶ τὸν ναὸν ἀνεκτίσατο, ζήσας τὸ λοιπὸν ἐν
20εὐσεβείᾳ. Προεφήτευον Ἰωήλ, Ἀβδιοῦ, Ἰωνᾶς, Ναούμ, Ἀμβακούμ. Ὀλδὰ γυνὴ παρ’ Ἑβραίοις προεφήτευε. Τοῦ Ἰούδα ιεʹ ἐβασίλευσεν Ἀμὼς υἱὸς Μανασσῆ ἔτη βʹ. τοῦ δὲ κόσμου
ἦν ἔτος ͵δωμζʹ.254

255

Οὗτος πονηρότατος ἦν. τοῦτον τῷ βʹ ἔτει αὐτοῦ ἀνεῖλον οἱ περὶ αὐτόν· ὁ δὲ λαὸς ἐπεξῆλθε τῷ φόνῳ τὸν Ἀμὼς υἱὸν Μανασσῆ. δώδεκα ἔτη Εὐσέβιος λέγει βασιλεῦσαι κατὰ τοὺς οʹ· ψεύδεται δέ. Τοῦ Ἰούδα ιϛʹ ἐβασίλευσεν Ἰωσίας υἱὸς Ἀμὼς ἔτη λαʹ. τοῦ δὲ κόσμου
5ἦν ἔτος ͵δωμθʹ. καὶ Γεδιδᾶς τῆς Ὀζίου θυγατρός. Σκύθαι τὴν Παλαιστίνην κατέδραμον καὶ τὴν Βασὰν κατέσχον τὴν ἐξ αὐτῶν κληθεῖσαν Σκυθόπολιν. Χελκίας ἀρχιερεὺς ἱεράτευσε πατὴρ Ἱερεμίου καὶ Σωσάννης. Σοφονίας προεφήτευε.
10 Τῷ ιγʹ ἔτει Ἰωσίου, κόσμου δὲ ἔτει ͵δωξγʹ ἤρξατο προφητεύειν Ἱερεμίας. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας αὐτοῦ, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ιηʹ ἔτους Ἰωσίου, ἀριθμοῦσί τινες τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἕως τοῦ αʹ ἔτους Κύρου. Ὀλδὰ γυνὴ Ἑβραία προεφήτευεν.
15 Ἰωσίας υἱὸς Ἀμὼς καὶ Γεδδιδὰς τῆς Ὀζίου θυγατρὸς ἐβασίλευσε τοῦ Ἰούδα, ὀκταέτης ὢν ἀρξάμενος τοῦ βασιλεύειν, ἔτη λδʹ. Οὗτος εὐσεβέστατος πάντων τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν βασι‐ λευσάντων ὤφθη. ἐπὶ αὐτοῦ Χελκίας ἀρχιερεὺς εὑρὼν ἐν τῷ ναῷ βιβλίον τοῦ νόμου καὶ Σαφατεὶ τῷ γραμματεῖ κοινωσάμενος ἐπέδειξε τῷ Ἰωσίᾳ.
20ὁ δὲ τοὺς θείους λόγους ἐπαναγνωσθέντας ἀκούσας, σφόδρα θεοφιλὴς ὤν, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ, καὶ τὸν ναὸν τοῦ θεοῦ καθαρίσας ἀπὸ τῶν βδελυγμάτων ὧν ἔστησεν ὁ πατὴρ αὐτοῦ Ἀμώς, τήν τε Ἱερουσαλὴμ καὶ ὅλον τὸν Ἰούδαν ἀποστήσας τῆς εἰδωλολατρείας τὰ εἴδωλα καὶ τὰ τῶν ἀσεβῶν ὀστᾶ τοῖς θυσιαστηρίοις ἐπέκαυσε, παντοίως ἐκπορθήσας τὰ κατὰ
25πᾶσαν τὴν Ἰουδαίαν καὶ τὴν Σαμάρειαν μιάσματα, καθὼς προεφήτευσε περὶ αὐτοῦ ὁ ἐξ Ἰούδα παραγενόμενος προφήτης πρὸς Ἱεροβωάμ, ὃν ἐθανάτωσεν ὁ λέων ὑποστρέφοντα διότι ἔφαγεν εἰς τὸν οἶκον τοῦ συμπρο‐
φήτου αὐτοῦ. ἐπὶ αὐτοῦ τὸ θαυμαστὸν ἤχθη πάσχα.255

256

Οὗτος συμβαλὼν εἰς πόλεμον τῷ Νεχαῷ Φαραῷ οὐκ ἐπελθόντι αὐτῷ, ἀλλὰ καὶ παραιτουμένῳ τὴν πρὸς αὐτὸν μάχην, κατατοξευθεὶς Ἰωσίας ἐτελεύτησεν, ἀποκομισθεὶς εἰς Ἱερουσαλήμ. Ἰωσίας υἱὸς Ἀμὼς υἱοῦ Μανασσῆ λʹ καὶ ἓν ἔτος βασιλεύσας ἐν Ἱερου‐
5σαλὴμ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν βασιλεῖς ὑπερῆρε τῷ θείῳ ζήλῳ, τά τε πανταχοῦ εἴδωλα καὶ σεβάσματα καθελὼν καὶ τοὺς εἰδωλο‐ λατροῦντας ἐξάρας, τοὺς μὲν ζῶντας, τοὺς δὲ θανόντας ἐν τοῖς τάφοις αὐτῶν. Τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγένετο πάσχα ἐν Ἱερουσαλήμ, οἷον,
10φησὶν ἡ τῶν Παραλειπομένων βʹ βίβλος, οὐκ ἐγένετο ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραήλ. οὐκ ἐποίησαν ὡς τὸ φασέκ, ὃ ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδας καὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλήμ. Οὗτος τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ
15εἴδωλα καὶ τὰ καρεσείμ, ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἰσραήλ, ἐνεπύρισεν, ἵνα στήσῃ τοὺς λόγους τοὺς γεγραμμένους τοῦ νόμου ἐπὶ τοῦ βιβλίου ὃ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου. Ὅμοιος Ἰωσίου οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι
20αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῇ, καὶ μετὰ τοῦτον οὐκ ἀνέστη ὅμοιος αὐτῷ. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐ‐ τοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ ὁ κύριος ἐν τῷ Ἰούδᾳ ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισε Μανασσῆς. καὶ εἶπε κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ,
25καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην, Ἱερουσαλήμ, καὶ τὸν οἶκον, ὃν εἶπα· ἔστω τὸ ὄνομά μου ἐκεῖ. Καὶ ἀνέβη Νεχαῶ Φαραῶ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. καὶ ἀπέστειλε Νεχαῶ πρὸς Ἰωσίαν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ
30σοί, βασιλεῦ Ἰούδα; καὶ οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι. καὶ
ὁ θεὸς εἶπε κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ’ ἐμοῦ, μὴ256

257

καταφθείρῃ σέ. καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, ἀλλ’ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη. καὶ οὐκ ἤκουσε τὸν λόγον Νεχαῶ διὰ στόματος θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν. καὶ εἶπεν ὁ βασιλεὺς τοῖς
5παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνησα σφόδρα. καὶ ἐξήγαγον οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ὃ ἦν αὐτῷ. καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ πᾶς Ἰούδας καὶ Ἱερουσαλὴμ ἐπένθησεν ἐπὶ Ἰωσίαν. καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν καὶ εἶπον
10πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον. καὶ ἔδωκεν αὐτὸν πρόσταγμα ἐπὶ Ἰσραήλ, ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. Εἶτα καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ. εἴκοσι
15τριῶν ἐτῶν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ ἔδησεν αὐτὸν Φαραῶ Νεχαῶ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλήμ. καὶ ἤγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ρʹ τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. καὶ κατέστησε Φαραῶ Νεχαῶ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσίου βασιλέα, καὶ
20μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ, καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ εἰσήγαγεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ιαʹ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. συνῳδὰ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν τούτοις γράφει. Εὗρον δὲ ἔν τινι ἀντιγράφῳ ὅτι μετὰ τὴν τελευτὴν Ἰωσίου Ἱερεμίας ὁ
25προφήτης κατὰ χρησμὸν θεῖον προσέταξε τοῖς ἱερεῦσιν ἆραι τὴν θείαν κιβωτὸν καὶ τὴν σκηνὴν καὶ ἀκολουθῆσαι αὐτῷ. καὶ ἐξελθὼν τὴν πόλιν ἀνέβη εἰς τὸ ὄρος, ὅπου καὶ Μωυσῆς ἀναβὰς εἶδε τὴν γῆν τῆς ἐπαγγελίας. καὶ εὑρὼν σπήλαιον εἰσήγαγεν ἐν αὐτῷ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰ λοιπὰ ἅγια
30σκεύη φράξας τὴν εἴσοδον. τινὲς δὲ τῶν σὺν αὐτῷ ἱερέων ὑπέστρεψαν ἐπισημήνασθαι τὸν τόπον, καὶ ἐκρύβη ἀπ’ αὐτῶν. οἷς καὶ ἐμέμψατο Ἱερεμίας γνοὺς τῷ πνεύματι, ἄγνωστον ἔσεσθαι τὸν τόπον εἰπών, ἕως
ἐπισυναγάγῃ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἵλεως γένηται τῷ Ἰσραήλ.257

258

Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσεν Ἰωάχαζ μῆνας γʹ, υἱὸς Ἰωσίου. Τοῦτον τὸν Ἰωάχαζ Ἰεχονίαν ὀνομάζει ὁ Ἔσδρας οὕτω λέγων πρὸς λέξιν· καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου ἀνέδειξαν βασιλέα. εἶτα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ
5μῆνας γʹ. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἱερου‐ σαλήμ, καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου τάλαντα ρʹ καὶ χρυσίου τάλαντα ιʹ. καὶ ἀνέδειξε βασιλέα Ἰωακεὶμ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦ Ἰούδα ιηʹ ἐβασίλευσεν Ἐλιακείμ, ὁ καὶ Ἰωακείμ, ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωπγʹ.
10 Τὸ δʹ ἔτος Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα (κόσμου δὲ ἦν ἔτος ͵δωπγʹ καὶ πρῶτον ἔτος βασιλέως Βαβυλῶνος Ναβουχοδονόσωρ) ὁ μέγας Ἱερεμίας φησί· τὸ δ’ αὐτὸ κγʹ ἔτος τῆς ἑαυτοῦ προφητείας πρὸς τὸν λαὸν Ἰούδα ἐξαριθμεῖ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου βασιλέως ἀρχόμενον, ἀφ’ οὗ καί τινες τῶν ἐξηγητῶν, ἐν οἷς καὶ Εὐσέβιος, τὸν ἑβδομηκονταετη‐
15ρικὸν τῆς αἰχμαλωσίας χρόνον βούλονται μετρεῖσθαι, ἕως τοῦ αʹ ἔτους Κύρου γινόμενον ἔτη οʹ. κατὰ δὲ δεύτερον τρόπον ὁ αὐτὸς ἑβδομηκον‐ ταετὴς χρόνος συνάγεται ἀπὸ τοῦ ἐνεστῶτος δʹ ἔτους Ἰωακείμ, ἀφ’ οὗ καὶ ὁ θεὸς διὰ τοῦ προφήτου ἐγκαλεῖ τῷ λαῷ τοῦ Ἰούδα περὶ τῆς ἀπειθίας, ἐπὶ τὸ αʹ ἔτος τοῦ αὐτοῦ Κύρου, κατὰ δὲ γʹ καὶ τελευταῖον ἀπὸ τοῦ ιαʹ
20ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους Δαρείου. τισὶ δὲ ἀκριβέστερον δοκεῖ ἀπὸ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου, ὥς φησιν Εὐσέβιος, τὰ ἐπὶ τὸ αʹ ἔτος Κύρου ἀριθμεῖν. ἀλλ’ οὐδ’ οὕτως ἀκριβῶς σῴζεται.
Οὐρίας υἱὸς Ἀμὼς κατὰ τῆς Ἱερουσαλὴμ προεφήτευσεν. Οὐρίας258

259

προφητεύων κατὰ τῆς Ἱερουσαλὴμ φεύγει εἰς Αἴγυπτον. μεταπεμψάμενος δὲ αὐτὸν Ἰωακεὶμ καὶ ἀγαγὼν ἀπ’ Αἰγύπτου ἀναιρεῖ. Τῷ δʹ ἔτει Ἰωακεὶμ λέγει ὁ Ἱερεμίας ὅτι ἐπάταξεν ὁ Ναβουχοδονόσωρ τὸν Νεχαῶ Φαραῶ. τὸ δὲ τέλος τοῦ δʹ ἀρχὴ τοῦ εʹ ἐστὶ καὶ οὐδὲν δια‐
5φέρει. Τῷ αὐτῷ ἔτει γέγονεν ὁ λόγος κυρίου πρὸς Ἱερεμίαν περὶ τοῦ χάρτου, ὃ ἀνέγνω Βαροὺχ τῷ εʹ ἔτει Ἰωακεὶμ μηνὶ θʹ κατὰ πρόσωπον κυρίου καὶ πάσης τῆς ἐκκλησίας Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Γαμαρίου τοῦ γραμματέως· ἔνθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος.
10 Σχόλ. Στοιχείωσις ἀκριβὴς ἀπὸ τοῦ αʹ ἔτους τῶν οʹ ἐτῶν τῆς αἰχμαλω‐ σίας μέχρι καὶ αὐτῆς τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ κατὰ τὴν παροῦσαν συντάξαντα βίβλον, ἀπὸ δʹ ἔτους Ἰωακείμ, κόσμου ͵δωπγʹ, ἕως ὅτ’ ἀπελύθη ἡ αἰχμαλωσία, ἤγουν αʹ ἔτους Κύρου, ἔτη οʹ. καὶ ἀπὸ τοῦ βʹ ἔτους Κύρου, ὅτε ὁ ναὸς ἐθεμελιώθη ἡγεμονεύοντος Ζοροβάβελ καὶ
15ἀρχιερατεύοντος Ἰησοῦ, ἕως συμπληρώσεως ἐτῶν Ὀνίου ἀρχιερέως τοῦ τελευταίου ἔτη τξγʹ. κόσμου ἔτη ͵ετιεʹ. καὶ ἀπὸ ἀρχῆς τῶν ἀνιέρων διὰ χρημάτων κρατησάντων Ἰάσονος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Ἀντιόχου ἕως Ἰούδα υἱοῦ Ματθίου ἔτη ιθʹ. κόσμου δὲ ἔτη ͵ετλδʹ. καὶ ἀπὸ τῆς ἀρχῆς Ἰούδα ἀρχιερέως υἱοῦ Ματθίου ἕως λγʹ ἔτους Ἡρώδου,
20τεσσαρακοστοῦ δὲ τρίτου ἔτους Αὐγούστου Καίσαρος, ὅτε τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου ὁ κύριος ἐτέχθη, ἔτη ρξζʹ, κόσμου δὲ ͵εφαʹ, μηνὶ Δεκεμβρίῳ ἰνδικτ. αʹ. Πέντε γεγόνασιν οἱ υἱοὶ τοῦ μακαρίου Ἰωσίου, Ἰωάχαζ, Ἐλιακεὶμ ὁ καὶ Ἰωακείμ, Ἰωνᾶν, Σεδεκίας ὁ καὶ Ἰεχονίας, καὶ πέμπτος Σαλούμ.
25 Καὶ τὸν μὲν Ἰωάχαζ ὑπὸ τοῦ λαοῦ μετὰ θάνατον Ἰωσίου τοῦ πατρὸς χρισθέντα εἰς βασιλέα μετέστησε Νεχαῶ Φαραῶ εἰς Αἴγυπτον, ἔνθα καὶ ἀποθνήσκει. φόρον τε ἀργυρίου ταλάντων ρʹ καὶ χρυσίου ταλάντου ἑνός, ἢ ὥς τινες ιʹ, τῇ Ἰουδαίᾳ ἐπέθηκεν, καταστήσας Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τὸν καὶ Ἰωακεὶμ μετακληθέντα ὑπ’ αὐτοῦ.
30Ἀναιρεθέντος δὲ τοῦ αὐτοῦ Νεχαῶ Φαραῶ ὑπὸ τοῦ Ναβουχοδονόσωρ259

260

τῷ βʹ ἔτει τῆς βασιλείας αὐτοῦ, κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὥς φησιν Ἱερεμίας, ἀνελθὼν κατεδουλώσατο τὸν Ἰωακεὶμ ὁ Ναβουχοδονόσωρ ἔτη γʹ, τοῦτ’ ἔστιν ἕως τοῦ ηʹ ἔτους αὐτοῦ Ἰωακείμ. ἀποστάντα δὲ πάλιν χειρωσάμενος ᾐχμαλώτισε, καταστήσας ἀντ’ αὐτοῦ τὸν Ἰωαχεὶμ υἱὸν
5αὐτοῦ παῖδα ὀκταέτη. Ἡ μὲν ἱερὰ βίβλος τῶν Παραλειπομένων μετὰ τὸ ἀποικισθῆναι τὸν Ἰωακεὶμ σὺν τοῖς ἱερεῦσι καὶ τοῖς λοιποῖς ἐμφανέσι τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν κατὰ τὸ ηʹ ἔτος τῆς βασιλείας Ναβουχοδονόσωρ δεθέντα πέδαις χαλκαῖς ὑπ’ αὐτοῦ καὶ αἰχμάλωτον εἰς Βαβυλῶνα
10ληφθέντα, φησὶν ὅτι κατέστησε τὸν Ἰωαχεὶμ υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη ὑπόφορον· καὶ μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας ἔλαβεν αὐτὸν πολιορκήσας σὺν τῇ μητρὶ καὶ τοῖς λοιποῖς ἄρχουσιν Ἰούδα καὶ τοῖς εὐνούχοις καὶ τοῖς δυνατοῖς τῆς γῆς καὶ πᾶσι τοῖς θησαυ‐ ροῖς αἰχμαλώτους εἰς Βαβυλῶνα, καὶ ἐβασίλευσε τὸν Ματθανίαν υἱὸν
15αὐτοῦ ἀντ’ αὐτοῦ, κγʹ ὄντα ἐτῶν, δῆλον δ’ ὅτι τοῦ Ἰωσίου υἱόν. συμφωνεῖ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν. Ὁ δὲ ἱερὸς Ἱππόλυτος ἐν τῷ κατὰ τὴν Σωσάνναν καὶ τὸν Δανιὴλ συγγράμματι τρία ἔτη λέγει τὸν υἱὸν Ἰωακεὶμ Ἰωαχεὶμ τὸν καὶ Ἰεχονίαν μετὰ τὸν πατέρα κρατήσαντα μετοικισθῆναι εἰς Βαβυλῶνα σὺν τοῖς
20λοιποῖς, ὡς πρόκειται. τὸν δὲ Δανιὴλ καὶ τοὺς τρεῖς παῖδας τῆς παρούσης αἰχμαλωσίας λέγει. τοῦτον δὲ λέγει καὶ τῆς Σωσάννης ἄνδρα εἶναι· καὶ πιθανὸς ὁ λόγος. Τὴν δὲ Σωσάνναν Χελκίου τοῦ ἀρχιερέως εἶναι θυγατέρα βεβαιοῦνται τοῦ εὑρόντος ἐπὶ Ἰωσίου τὸ βιβλίον. ταύτης ἀδελφὸς Ἱερεμίας, ὥς φησι,
25καὶ εἰκότως. ἐκ τούτων λέγει γεννηθῆναι τὸν Ἰεχονίαν, οὗ μέμνηται ὁ θεῖος εὐαγγελιστὴς Ματθαῖος. τοῦ δὲ Ἰεχονίου υἱόν φησι τὸν Σαλαθιήλ, καὶ τοῦ Σαλαθιὴλ τὸν Ζοροβάβελ, καὶ οὕτω τὴν γενεαλογίαν τοῦ σωτῆρος ἐκ τῆς ἱερατικῆς καὶ βασιλικῆς κατάγεσθαι φυλῆς μέχρι Ἰωσὴφ τοῦ δικαίου καὶ τῆς ἁγίας παρθένου καὶ θεοτόκου. ἀπαγορεύει δὲ τὸν Σαλαθιὴλ
30ἀπὸ Σεδεκίου τεχθῆναι, ὃν καὶ Ἰεχονίαν καλεῖ, ὡς βδελυκτοῦ τῷ θεῷ260

261

γεγονότος· καὶ εἰκότως. ἐπειδὴ δὲ ὁ χρόνος τῶν δʹ γενεῶν εἰς ξηʹ ἔτη μεριζόμενος ἀπὸ πρώτου ἔτους Ναβουχοδονόσωρ ἐπὶ τὸ αʹ ἔτος Κύρου, καθ’ ὃ ὁ Ζοροβάβελ τῆς ἀπολυτρώσεως τῆς αἰχμαλωσίας ἡγήσατο, μᾶλλόν τινες τὸν Σαλαθιὴλ τοῦτον αὐτοῦ τὸν Ἰεχονίου καὶ τῆς Σωσάννης
5ὑπολαμβάνουσιν υἱὸν εἶναι, ἵνα τὸν Ζοροβάβελ δείξωσιν εἴκοσί που χρόνων κατὰ τὴν ἀνάκλησιν. Τοῦ Ἰούδα ιθʹ ἐβασίλευσεν Ἰεχονίας υἱὸς Ἰωακείμ, ὁ καὶ Ἰωαχείμ, μῆνας γʹ, ἄλλοι δὲ ἔτη γʹ, ὡς καὶ ὁ ἱερὸς Ἱππόλυτος. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωϙεʹ.
10 Τούτου, φησί, τῷ τρίτῳ ἔτει γέγονεν ἡ πρώτη μετοικεσία ὑπὸ Ναβουχο‐ δονόσωρ μεταστήσαντος αὐτὸν εἰς Βαβυλῶνα καὶ ιʹ χιλιάδας ἀνδρῶν, ἐν οἷς καὶ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς παῖδας συναπενεχθῆναί φησι. τοῦτον λέγει εἶναι τὸν ἄνδρα Σωσάννης Ἰωακείμ. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵δωϙϛʹ. Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ ͵δϡʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ’ αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας
20τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι 〈μετὰ〉 οʹ ἔτη ἀναζεύξουσιν ἐκ Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν. Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ’ ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι.
25 Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πειθομένους τῷ
κτίσαντι.261

262

Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό‐ μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου
5ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ’ αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω.
8tΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
9Χαλδαίων ιζʹ ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵δωπηʹ. Ἄξιον δὲ περὶ τοῦ Ναβουχοδονόσωρ ὀλίγα παραθέσθαι καὶ τοῦ πατρὸς αὐτοῦ ἐκ τῶν Βηρώσσου λέγοντος οὕτως· ἀκούσας δὲ ὁ πατὴρ αὐτοῦ Ναβοπαλάσαρος ὅτι τεταγμένος σατράπης ἔν τε Αἰγύπτῳ καὶ τοῖς περὶ Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης γέγονε, οὐ
15δυνάμενος αὐτὸς ἔτι κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβοκοδροσόρῳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπ’ αὐτόν. συμμίξας δὲ Ναβοκοδρόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε κρατεῖ καὶ τὴν χώραν ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπα‐ λασάρῳ ἀρρωστήσαντι μεταλλάξαι τὸν βίον βασιλεύσαντι ἔτη καʹ.
20αἰσθόμενος δὲ μετ’ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβοκοδρό‐ σορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν, καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βαρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομίζειν εἰς τὴν Βαβυλωνίαν,
25αὐτὸς ὁρμήσας ὀλιγοστὸς παρεγένετο διὰ τῆς ἐρήμου εἰς Βαβυλῶνα. καταλαβὼν δὲ τὰ πράγματα διοικούμενα ὑπὸ Χαλδαίων καὶ διατηρουμένην τὴν βασιλείαν ὑπὸ τοῦ βελτίστου αὐτῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς, τοῖς αἰχμαλώτοις ἔταξε τὰς κατοικίας.
Αὐτὸς δὲ ὁ Ναβουχοδονόσωρ ἐκ τῶν λαφύρων τό τε Βήλου ἱερὸν καὶ262

263

τὰ λοιπὰ φιλοτίμως κοσμήσας, τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἑτέραν ἔξωθεν προσκαταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν πόλιν κατασκευάζειν, ὑπερεβάλλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους,
5τρεῖς δὲ τῆς ἔξω, τούτων δὲ τοὺς μὲν ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς πλίνθου. καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς προσκατεσκεύασε τοῖς πατρικοῖς βασι‐ λείοις ἕτερα βασίλεια ἐχόμενα ἐκείνων, ὑπὲρ ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν μακρὸν ἴσως ἔσται ἐάν τις ἐξηγῆται, πλὴν ὄντα
10ὑπερβολῇ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις ιεʹ. ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ὑψηλὰ ἀνοικοδομήσας καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι, καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο· καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς ὀρείας διαθέσεως, τεθραμμένην
15ἐν τοῖς κατὰ Μήδειαν τόποις. Ταῦτα ὁ Βήρωσσος ἱστορεῖ περὶ τοῦ Ναβουχοδονόσωρ καὶ ἕτερα πλεῖστα ἐν τρίτῃ τῶν Χαλδαϊκῶν βίβλῳ, μεμφόμενος τοῖς ψευδῶς γράψασιν Ἑλλήνων ἱστορικοῖς ὑπὸ τῆς Ἀσσυρίας Σεμιράμεως κτισθῆναι Βαβυλῶνα καὶ τὰ κατ’ αὐτὴν θαυμάσια.
20 Τὸν Φαραῶ Νεχαῶ Ναβουχοδονόσωρ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀνεῖλε κατὰ τὸν Εὐφράτην ἐπὶ μάχῃ κρατερᾷ εʹ ἔτει Ἰωακεὶμ ἀρχομένῳ, καὶ ἐλθὼν ἐπὶ Ἰωακεὶμ καὶ τὴν Ἰουδαίαν κατεδουλώσατο τὸν Ἰωακεὶμ γʹ ἔτη, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν καὶ ἡ βʹ τῶν Παραλειπο‐ μένων. καὶ μετὰ γʹ ἔτη ἠθέτησεν αὐτῷ, καὶ ἀπέστειλε κύριος αὐτῷ
25τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ Μωὰβ καὶ υἱῶν Ἀμμών, καὶ κατίσχυσαν ἐν γῇ Ἰούδα κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν. ταῦτα παρ’ αὐτοῖς 〈ἦν〉 προφητεύων κατὰ τοὺς χρόνους τούτους Οὐρίας υἱὸς Ἀμαίου, ὃν φυγόντα εἰς Αἴγυπτον ἀγαγὼν ὁ Ἰωακεὶμ ἀνεῖλε, καὶ Ἱερεμίας ἀρξάμενος καὶ
30αὐτός, ὡς προδεδήλωται, τῆς προφητείας ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου.263

264

Τὸν Ναβουχοδονόσωρ ὁ Μεγασθένης ἐν τῇ δʹ τῶν Ἰνδικῶν Ἡρακλέους ἀλκιμώτερον ἀποφαίνει, ὃς ἀνδρείᾳ μεγάλῃ Λιβύης τὸ πλεῖστον καὶ Ἰβηρίας κατεστρέψατο. συμφωνεῖ δὲ αὐτῷ καὶ Φιλόστρατος ἐν ταῖς ἱστορίαις, ἔνθα καὶ περὶ τῆς Τύρου πολιορκίας καὶ τῶν Φοινίκων πάλαι,
5αἵτινες ἱστορίαι φέρονται περὶ τοῦ Ναβουχοδονόσωρ, ὅτι Συρίαν καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Φοινίκην κατεστρέψατο πολέμοις. Ναβουχοδονόσωρ τὸν Ἰωακεὶμ χειρωσάμενος ιαʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀρχομένῳ σὺν πολλοῖς τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν αἰχμάλωτον εἰς Βαβυλῶνα ἀπήγαγε, δήσας αὐτὸν πέδαις χαλκαῖς, ὡς ἐν
10τῷ βʹ τῶν Παραλειπομένων γέγραπται. τὸν δὲ Ἰωαχεὶμ υἱὸν αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη καταστήσας βασιλέα ὑπόφορον, μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας πάλιν ἐπελθὼν τῇ Ἰουδαίᾳ κατὰ τὸ αὐτὸ ἔτος ἐπολιόρκησε τὴν Ἱερουσαλήμ· πρὸς ὃν ἐξῆλθεν Ἰωαχεὶμ καὶ οἱ παῖ‐ δες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ σὺν αὐτῷ καὶ οἱ ἄρχοντες καὶ οἱ εὐνοῦχοι
15αὐτοῦ. καὶ ἔλαβεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ ἐξήνεγκε πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σολομὼν βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου· καὶ ἀπῴκισε πᾶσαν τὴν Ἱερουσαλὴμ καὶ
20πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίᾳ καὶ δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πάντα τὰ τέκνα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. καὶ ἀπῴκισε τὸν Ἰωαχεὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν αἰχμαλωσίας ἀποικεσίαν ἐξ
25Ἱερουσαλὴμ εἰς Βαβυλῶνα, καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως, ἄνδρας ἰσχύος, ποιοῦντας πόλεμον ͵ζ, καὶ τὸν τέκτονα καὶ τὸν συγ‐ κλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθίαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα
30αὐτοῦ Σεδεκίαν. υἱὸς εἴκοσι ἐτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ιαʹ
ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.264

265

Ταῦτα πρὸς λέξιν ἐν τῇ δʹ τῶν βασιλειῶν γεγραμμένα παρεθέμην, ὥστε εἰδέναι τοὺς ἐντυγχάνοντας διαφόρους αἰχμαλωσίας τοῦ Ἑβραίων γένους γεγενῆσθαι, καὶ διὰ τοῦτο τὰς τῶν προφητῶν προρρήσεις μὴ καθ’ ἕνα τρόπον ἢ χρόνον νοεῖσθαι εἰρηκότων· ἔτη οʹ διαρκέσει τὸ ἔθνος ἐπὶ τῆς
5Βαβυλωνίας αἰχμάλωτον· ὧν δὲ ἡ ἀρχὴ διάφορος, τούτων καὶ τὸ τέλος διάφορον. Ὅθεν κατὰ μὲν τοῦ Ἔσδρα τὴν γραφὴν τῷ πρώτῳ ἔτει Κύρου ὁ ἑβδομη‐ κονταετὴς χρόνος ἐπληρώθη ἀρξάμενος ἀπὸ τοῦ δʹ ἔτους Ἰωακείμ, ἡνίκα καὶ ἀπόφασις τοῦ θεοῦ ἐξῆλθε διὰ στόματος Ἱερεμίου, κατὰ δὲ τὴν
10προφητείαν Ζαχαρίου τοῦ προφήτου βοῶντος μετὰ ἔτη μβʹ· κύριε ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο οʹ ἔτος; ἄλλοθέν ποθεν ὁ αὐτὸς οὗτος οʹ χρόνος ἕξει τὴν ἀρχήν. οὗτος δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ εὑρίσκεται λαμβανόμενος ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ, ἥτις ἀρξαμένη μὲν τὸ πρῶτον ἀπὸ
15τοῦ αʹ ἔτους Κύρου ἐπαύθη ὑπὸ τοῦ αὐτοῦ Κύρου μόνων τῶν θεμελίων ὑπερβληθέντων, μέχρις ἔτους βʹ Δαρείου τοῦ Ὑστάσπου. τῷ δὲ βʹ ἔτει τοῦ αὐτοῦ Δαρείου τελείας ἀφέσεως δοθείσης τῷ ἔθνει καὶ τῇ ἀνοικοδομῇ τοῦ ναοῦ, τῷ ϛʹ ἔτει Δαρείου ἐτελειώθη τὸ ἔργον, ὡς ἐφεξῆς δειχθήσεται ἐκ τῆς ἱερᾶς τοῦ Ἔσδρα γραφῆς. εἰσὶν οὖν τὰ ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ
20ἕως πρώτου ἔτους Κύρου οʹ ἔτη τῆς τοῦ Ἰούδα αἰχμαλωσίας ταῦτα· Ἰωακεὶμ ἀπὸ τοῦ δʹ ἔτους ἕως ιαʹ ἔτη ηʹ. Σεδεκίου ἔτη ιαʹ. Ναβουχοδο‐ νόσωρ ἔτη κεʹ. Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. Δαρείου Ἀστυάγους ἔτη ιζʹ. Κύρου αʹ. ὁμοῦ οʹ. τὰ δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ καὶ τοὺς
25χρηματισμοὺς Ζαχαρίου τοῦ προφήτου πάλιν οʹ ἔτη συναριθμεῖται οὕτως· Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλήσαρος ἔτη γʹ. Δαρεῖος Ἀστυάγης ἔτη ιζʹ. Κῦρος λαʹ. Καμβύσης ηʹ. Δαρεῖος Ὑστάσπου ϛʹ. ἐτελειώθη ὁμοῦ οʹ. Ἐκ ταύτης τῆς αἰχμαλωσίας ἦν Δανιὴλ ἅμα τοῖς σὺν αὐτῷ Ἀνανίᾳ,
30Ἀζαρίᾳ, Μιζαήλ. οὗτος ὁ Δανιὴλ παιδευθεὶς τὴν παιδείαν εὐάρεστος ἐγένετο τῷ βασιλεῖ Ναβουχοδονόσωρ. ταῦτα καὶ ὁ Ἀφρικανὸς μαρτυρῶν,
ὅτι ἐκ τῆς βʹ αἰχμαλωσίας Ἰούδα ἦν ὅ τε Δανιὴλ καὶ οἱ τρεῖς παῖδες.265

266

Πανόδωρος δὲ καὶ ἕτεροι τῶν ἱστορικῶν ἐκ τῆς ἐν Σαμαρείᾳ ὑπὸ Σαλμανα‐ σὰρ αἰχμαλωσίας. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωϙϛʹ.
5 Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ ͵δϡʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ’ αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι μετὰ οʹ ἔτη ἀναζεύξουσιν ἐκ
10Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν. Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ’ ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι. Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου
15πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πεποιθομένους τῷ κτίσαντι. Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν
20συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό‐ μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ’ αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν
25δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω. Τὰ τῆς τετάρτης τῶν βασιλειῶν περὶ τῆς τελείας αἰχμαλωσίας Σεδεκίου καὶ τῶν καταλειφθέντων ἐπὶ Ἰωακεὶμ Ἰουδαίων καὶ ἱερῶν οἴκου κυρίου καὶ ἐρημώσεως Ἱερουσαλήμ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ θʹ τῆς βασιλείας Σεδεκίου ἐν τῷ μηνὶ τῷ ιʹ,
30ιαʹ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσωρ ὁ βασιλεὺς Βαβυλῶνος, αὐτὸς καὶ266

267

πᾶσα ἡ δύναμις αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ παρενέβαλεν ἐπ’ αὐτήν, καὶ ᾠκοδόμησεν ἐπ’ αὐτὴν περίτειχος κύκλῳ. καὶ ἦλθεν ἡ πόλις εἰς περιοχὴν ἕως τοῦ ιαʹ ἔτους βασιλέως Σεδεκίου, θʹ τοῦ μηνός. καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. καὶ ἐρράγη ἡ
5πόλις καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου νυκτὸς ἐξῆλθον ὁδὸν πύλης τῆς ἀνὰ μέσον δύο τειχέων, αὕτη ἐστὶ τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ κατὰ δυσμὰς κατὰ Ἱεριχῶ, καὶ ἐπορεύθησαν ὁδὸν τὴν Ἀραβά. καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὁπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῇ ἐρήμῳ Ἱεριχῶ.
10καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Ὀβλαθά, καὶ ἐκρίθη πρὸς αὐτὸν λόγοις. καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. καὶ ἐν τῷ μηνὶ τῷ εʹ ἑβδόμῃ τοῦ
15μηνὸς (αὐτὸς ἐνιαυτὸς ιθʹ τοῦ Ναβουχοδονόσωρ) ἦλθε Ναβουζαρδὰν ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἱερουσαλήμ, καὶ πάντα οἶκον ἐνέπρησεν ἐν πυρί. καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κατέλυσε κύκλῳ ἡ δύναμις Χαλδαίων. ὁ ἀρχιμάγειρος καὶ
20τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ηὐτομόλησαν πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν, καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ
25Χαλδαῖοι, καὶ ἦραν τὸν χαλκὸν αὐτῶν, τοὺς λέβητας καὶ τοὺς λαμπτῆρας καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρία καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, στύλους δύο, τὴν θάλασσαν τὴν μίαν καὶ τὰς βάσεις, ἃς ἐποίησε Σαλομὼν τῷ οἴκῳ
30κυρίου. οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν· καὶ τὰ ἑξῆς.267

268

Ταῦτα μὲν ἐν τῇ δʹ τῶν βασιλειῶν. ἐν δὲ τῷ τέλει τῆς βʹ τῶν Παρα‐ λειπομένων περὶ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας οὕτως φησί. Καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Περσῶν καὶ Μήδων τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος τοῦ Ἱερεμίου
5ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι εἰς συμπλή‐ ρωσιν ἐτῶν οʹ. Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος δοῦλος τοῦ Ναβουχοδονόσωρ ἐμπρήσας τὸν ἐν Ἱερουσαλὴμ ναὸν καὶ τὰ βασίλεια, τὰ σκηνώματά τε τῶν δυναστῶν καὶ τῶν λοιπῶν, τοὺς ἐπισήμους ἀπήγαγε πρὸς Ναβουχοδονόσωρ, οἳ καὶ
10ἀνῃρέθησαν ὑπ’ αὐτοῦ. οὗτος πένητάς τινας κατέλιπεν ἐν τῇ Ἰουδαίᾳ προφάσει γεωργίας ἡγεμόνα αὐτοῖς καταστήσας τὸν Γοδολίαν. Ἱερεμίας δὲ καίτοι προτραπεὶς ὑπ’ αὐτοῦ, εἰ βούλοιτο συναπελθεῖν καὶ τιμῆς ἀξιωθῆναι, μᾶλλον τοῖς πένησι συναπέμεινεν. Ἰσμαὴλ δέ τις μετὰ δύο μῆνας ἀναπεισθεὶς ὑπὸ τοῦ βασιλέως Ἀμανιτῶν ἅμα τισὶν ἄλλοις ἐπελθὼν
15εἰς Μασσίφατον, Γοδολίαν ἀναιρεῖ καὶ τοὺς σὺν αὐτῷ Χαλδαίους καὶ Ἰουδαίους· ἐν οἷς καὶ πʹ ἄνδρας ἀπὸ Σαμαρείας καὶ τῆς λοιπῆς Ἰουδαίας πενθοῦντας τὴν ἅλωσιν τοῦ ναοῦ καὶ προσφορὰς προσάγοντας συνανεῖλεν· Ἰωνᾶς δέ τις παραλαβὼν τοὺς καταλοίπους τῶν Ἰουδαίων, Ἱερεμίου κωλύοντος αὐτόν, καὶ Ἱερεμίαν ἄκοντα, προσφεύγει σὺν αὐτοῖς Οὐαφρεὶ
20τῷ Αἰγυπτίων βασιλεῖ· ἔνθα πάλιν προφητεύει Ἱερεμίας αὐτοῖς τὰ τῆς ἐσχάτης ἁλώσεως καὶ ἀπωλείας ἅμα τοῖς Αἰγυπτίοις ἐσόμενα ὑπὸ Χαλδαίων, ἃ καὶ γέγονε τῷ κηʹ ἔτει Ναβουχοδονόσωρ, ἀφ’ οὗ ἐπὶ τὸ πρῶτον ἔτος Κύρου πληροῦται ἔτη μʹ κατὰ τὴν προφητείαν Ἰεζεκιήλ. οὗτοι εἰδωλολατρήσαντες ἐν Αἰγύπτῳ ἐλεγχόμενοί τε ὑπὸ τοῦ μεγάλου
25Ἱερεμίου ἐλιθοβόλησαν αὐτόν. Ταύτης τελείας αἰχμαλωσίας καὶ πυρπολήσεως ἔτη ἀπ’ ἐντεῦθεν ἀριθμοῦνται, ἤγουν ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου, κόσμου δὲ ͵δϡγʹ. καὶ
εἰσὶ κατὰ τὸν ἀκριβῆ λόγον ἀπὸ τοῦ κʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ268

269

αʹ ἔτους τῆς βασιλείας Κύρου ἔτη οὕτως· Ναβουχοδονόσωρ τὰ λοιπὰ ἔτη κδʹ· μγʹ γὰρ τὰ ὅλα ἐβασίλευσε Χαλδαίων, ἀπὸ δὲ τοῦ ιθʹ ἔτους αὐτοῦ ἐβασίλευσε καὶ τῶν Ἰουδαίων· τὰ λοιπὰ ἔτη κδʹ. μετὰ τοῦτον ὁ υἱὸς αὐτοῦ Εὐειλὰδ Μαροδὰχ λεγόμενος ἔτη βʹ μετὰ θάνατον τοῦ πατρὸς
5Ναβουχοδονόσωρ ἐβασίλευσεν, ὡς μαρτυροῦσιν οἱ τὰ Χαλδαϊκὰ συγγρα‐ ψάμενοι Ἀλέξανδρος καὶ Ἀβυδηνός, οἷς καὶ Ἰώσηππος καὶ πάντες ἐν τούτοις ἕπονται, συμφωνούσης καὶ τῆς θείας γραφῆς. Τοῦτον τὸν Εὐειλὰδ Μαροδὰχ διὰ πολλὴν περὶ τὰ πράγματα παρανομίαν καὶ ἀσέλγειαν Νιριγλήσαρος γαμβρὸς αὐτοῦ ἐπ’ ἀδελφῇ ἀνελὼν διεδέξατο,
10καὶ ἐβασίλευσεν ἔτη δʹ Χαλδαίων καὶ Ἰουδαίων καὶ τῶν λοιπῶν. μεθ’ ὃν υἱὸν αὐτοῦ Λαβοσάροχόν φασιν ἐπὶ μῆνας θʹ κρατῆσαι τῆς ἀρχῆς, καὶ διὰ τρόπων κακοήθειαν ὑπὸ τῶν φίλων ἐπιβουλευθῆναι. τούτου δὲ μνήμην αἱ θεῖαι γραφαὶ οὐ ποιοῦνται, οὐδὲ ἐν χρονικοῖς κανονίοις αὐτὸν οἱ πολλοὶ τάττουσιν· ἕτεροι τοῖς χρόνοις τοῦ πατρὸς Νιριγλησάρου συναριθμοῦσιν
15ἀντὶ δʹ εʹ συνάγοντες. μετὰ τοῦτον παρέθηκαν τὴν βασιλείαν οἱ ἐπιβου‐ λεύσαντες αὐτῷ κοινῇ γνώμῃ ἑνὶ τῶν ἐκ τῆς ἐπισυστάσεως αὐτῶν Ναβοννήδῳ τῷ Ἀσσουήρῳ Δαρείῳ καλουμένῳ τῷ καὶ Ἀστυάγει, οὗ κατὰ τὸ ιζʹ ἔτος τῆς βασιλείας Κῦρος ἐκ Περσίδος μετὰ δυνάμεως πολλῆς ἐξεληλυθὼς καὶ πᾶσαν καταλαβόμενος πολέμῳ τὴν λοιπὴν ἀρχήν, αὐτόν
20τε τὸν Ἀστυάγην μετὰ κρατερὰν μάχην προσφυγόντα τῇ ὑπ’ αὐτοῦ τει‐ χισθείσῃ πλείονος ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου Βαβυλῶνι πολιορκήσας ἐχειρώσατο καὶ τὰ τείχη κατέσκαψε, φιλανθρώπως αὐτῷ χρησάμενος καὶ χώραν Καρμανίαν δοὺς οἰκητήριον. Ταῦτα, φησὶν Ἰώσηππος, καὶ σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβ‐
25λοις τὴν ἀλήθειαν· γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσωρ ιηʹ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ’ ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη νʹ. δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέν‐ των, ϛʹ πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη. εἰσὶν οὖν τὰ ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ ἔτη κεʹ. Εὐειλὰδ Μαροδὰχ υἱοῦ αὐτοῦ ἔτη βʹ.
30Νιριγλησάρου γαμβροῦ αὐτοῦ ἔτη εʹ, σὺν τοῖς θʹ μησὶ τοῦ παιδός.269

270

Ναβοννήδου τοῦ καὶ Ἀσσουήρου Δαρείου τοῦ καὶ Ἀστυάγους καλουμένου ἔτη ιζʹ. Κύρου αʹ ἔτος, ἐν ᾧ καὶ ἡ πρώτη ἄφεσις γέγονεν. ὁμοῦ ἔτη νʹ. Ὁ μέντοι Εὐσέβιος τὸν Ἀστυάγην ἀπὸ τοῦδε τοῦ Σεδεκίου ἐστοιχείωσε βασιλεύσαντα Μήδων ἔτη ληʹ, ἤτοι ἀπὸ τοῦ ιβʹ ἔτους Ναβουχοδονόσωρ
5ἕως τοῦ εʹ ἔτους Νιριγλησάρου· τούτου τὸ εʹ ἔτος λογισάμενος πρῶτον ἔτος τῆς Κύρου βασιλείας ἐν τῷ κανονίῳ αὐτοῦ, τῆς δὲ ἐπὶ Σεδεκίου αἰχ‐ μαλωσίας ἔτος λαʹ, καὶ μηδ’ ὅλως λογισάμενος τὰ Δαρείου τοῦ Ἀστυά‐ γους ἔτη ιζʹ, ὅπερ καὶ ἄλλοι τῶν ἐκκλησιαστικῶν ἱστορικῶν πεποιή‐ κασιν, εἶτα Κύρου λʹ ἐστοιχείωσε, καὶ μετ’ αὐτοὺς Καμβύσου ἔτη
10ηʹ, ἔπειτα βʹ Μάγων ἀδελφῶν μῆνας ζʹ, καὶ Δαρείου Ὑστάσπου ἔτος αʹ. γίνονται ὁμοῦ ἔτη οʹ ἀπὸ δʹ ἔτους Σεδεκίου. Οὐ μέντοι ἐπεσημήνατο ὅτι ἀπὸ τοῦ δʹ ἔτους Σεδεκίου τὰ τῆς αἰχμαλω‐ σίας οʹ ἔτη συναριθμεῖ, ἀλλὰ μᾶλλον ἀπὸ τοῦ ιαʹ ἔτους τοῦ αὐτοῦ Σεδε‐ κίου, λέγω δὴ ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, παραθεὶς καὶ Κλήμεν‐
15τος χρῆσιν, ἐν οἷς γράφει· Πρῶτον ἔτος αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους, καθ’ ἣν ὁ τῶν Χαλδαίων βασιλεὺς Ναβουχοδονόσωρ πολιορκήσας τὰ Ἱεροσόλυμα τὸν νεὼν πυρπολεῖ. διήρκεσέ τε ὁ νεὼς ἀπὸ πρώτης κατασκευῆς ἔτεσι υμβʹ. συνᾴδει δὲ ἡμῖν καὶ ὁ Κλήμης ἐν τῷ πρώτῳ στρωματεῖ φάσκων ἐπὶ τῆς
20ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων λαοῦ γεγονέναι, βασιλεύσαντος μὲν Αἰγυπτίων Οὐαφρεί, ἄρχοντος δὲ Ἀθήνησι Φιλίππου, συνάγεσθαι δὲ τὰ οʹ ἔτη τῆς ἐρημίας τοῦ τόπου εἰς τὸ βʹ ἔτος Δαρείου. Ἑβραίων αἰχμαλωσίας καὶ ἀφανισμοῦ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ. Οὐαφρεὶ τῷ Αἰγυπτίων βασιλεῖ προσέφυγον
25ἁλούσης ὑπὸ Ἀσσυρίων τῆς Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. μέμνηται δὲ τοῦ Οὐαφρεὶ καὶ Ἱερεμίας ὁ προφήτης. Ταῦτα Εὐσέβιος ὑποτάξας τῷ ιαʹ ἔτει Σεδεκίου, τὴν ἀπαρίθμησιν τῶν οʹ τῆς αἰχμαλωσίας ἐτῶν ἀπὸ τοῦ θʹ ἔτους Ἀστυάγους πεποίηται ἕως τοῦ ληʹ αὐτοῦ ἔτους ἔτη λʹ λογισάμενος αὐτῷ· μεθ’ ὃν Κύρου πρῶτον
30ἔτος παραθεὶς γράφει πρὸς λέξιν ταῦτα·
Κῦρος ἀνῆκε τὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων γένους, καθ’ ὃν ἐπανελθόν‐270

271

τες ἀπὸ τῆς Βαβυλωνίας ἀμφὶ τὰς εʹ μυριάδας Ἰουδαίων τὸ θυσιαστήριον ἤγειραν καὶ θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ. τῶν δὲ περιοίκων ἐθνῶν ἐπισχόντων διέμεινε τὸ ἔργον ἀτελὲς μέχρι Δαρείου τοῦ Ὑστάσπου, μόνου τοῦ θυσιαστηρίου συνεστῶτος. συνάγεται δὲ ὁ πᾶς χρόνος τῆς
5αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους ἔτη οʹ, ἀριθμούμενα κατὰ μὲν τινὰς ἀπὸ τοῦ τρίτου ἔτους Ἰωακεὶμ ἐπὶ κʹ ἔτος Κύρου τοῦ Περσῶν βασιλέως, κατὰ δὲ ἑτέρους ἀπὸ τῆς ἀρχῆς τῆς προφητείας Ἱερεμίου, ἣ γέγονε κατὰ τὸ ιγʹ ἔτος Ἰωσίου βασιλέως Ἰουδαίων. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου ἐπὶ τὸ αʹ ἔτος Κύρου ἔτη οʹ γίνονται. τῆς δὲ ἐρημίας τοῦ ἱεροῦ
10ἡ ἑβδομηκονταετὴς ἀποπεραιοῦται κατὰ τὸ βʹ ἔτος Δαρείου τοῦ Περσῶν βασιλέως. Ὅτι μὲν οὖν ἑαυτὸν παρελογίσατο καὶ τὴν ἀλήθειαν ἐν τοῖς ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου τὰ οʹ ἔτη ἐπιλο‐ γισάμενος φανερόν. ἀνθ’ ὧν γὰρ ἐχρῆν αὐτὸν τὰ λοιπὰ κʹ ἔτη τοῦ Ναβουχο‐
15δονόσωρ, τοῦ καὶ τὴν ἅλωσιν τοῦ ἔθνους ποιησαμένου, λογίσασθαι καὶ τῶν ἐφεξῆς ὑπ’ αὐτοῦ, λέγω δὴ τοῦ τε υἱοῦ αὐτοῦ Εὐειλὰδ Μαροδὰχ καὶ Νιριγλησάρου τοῦ γαμβροῦ αὐτοῦ, ὡς προδεδήλωται, εἶθ’ ἑξῆς ἐπὶ τὸν Ναβόννηδον τὸν καὶ Δαρεῖον Ἀστυάγην τὸν Ἀσσουήρου ἐλθεῖν (ὃς γέγονεν ἔσχατος βασιλεὺς Μήδων ἀπὸ Ἀρβάκου τοῦ καθελόντος σὺν τῷ
20Βελεσὺ τὴν Ἀσσυρίων ἀρχὴν καὶ τὸν ταύτης ὕστατον βασιλέα Σαρδανάπα‐ λον), ἀφεὶς τὴν πρόσφορον τῇ χρονικῇ ὑποθέσει ἀκολουθίαν ἐπὶ τὰς ὀλυμπιάδας κατέφυγεν, ἐπιλαθόμενος ὥσπερ ἑαυτοῦ καὶ τῶν ἡλωκότων τὸ ἔθνος, καὶ μετὰ τὴν ἅλωσιν ἔτη που κρατησάντων τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τῆς αἰχμαλωσίας λʹ, ὅπερ πάντη τῆς ἀκριβοῦς ἀποδείξεως
25ἀλλότριον ἦν. Ὁ γὰρ ἱερὸς Κλήμης πρὸς Ἕλληνας παραταττόμενος ἐν τοῖς ἱεροῖς αὐτοῦ στρωματεῦσι λόγοις εὐλόγως ταῖς ὀλυμπιάσι κέχρηται. ἐνταῦθα δὲ γραφικῆς ἀπὸ κτίσεως κόσμου προκειμένης σπουδῆς ἀποδεῖξαι τοὺς χρόνους οὐχ οἷόν τε ἐξ ὀλυμπιάδων μόνων τὰ ἀπορούμενα τῆς γραφῆς
30ἐπιλύσασθαι, καὶ μάλιστα τῆς τῶν ὀλυμπιάδων ἀρχῆς οὐκ ἐχούσης μίαν καὶ τὴν αὐτὴν θέσιν, ὡς ἐν τῷ περὶ αὐτῶν εἴρηται ἡμῖν λόγῳ. Τὸ δὲ κατὰ διαφόρους τρόπους τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖσθαι
ἀληθές, ἐπεὶ καὶ κατὰ διαφόρους καιροὺς γέγονεν ἡ αὐτὴ αἰχμαλωσία τοῦ271

272

Ἰουδαίων γένους, καὶ πᾶσα ἀνάγκη τὰ κατ’ ἄλλους καὶ ἄλλους καιροὺς πραχθέντα μὴ τὴν αὐτὴν καὶ μίαν ἀρχὴν ἔχειν. ἀλλὰ καὶ ἐπάνοδος κατὰ διαφόρους γέγονε χρόνους. καὶ χρὴ κἀκεῖνα συλλογίζεσθαι τοὺς ἀκριβῶς ἐπιβάλλοντας καὶ μὴ βιάζεσθαι μήτε τὰς γραφικὰς ἀποφάσεις μήτε τὰς
5ἐθνικὰς χρονοκρατορίας πρὸς τὸν ἴδιον σκοπόν. ἐντεῦθεν γὰρ ἡ πολλὴ διαφωνία γίνεται καὶ γέγονε τοῖς πολλοῖς τῶν ἱστορικῶν, ὥστε σχεδὸν δύο μὴ εὑρίσκειν ἡμᾶς τοὺς ἐν πᾶσιν ὁμοφωνοῦντας. Ὅθεν καὶ σπουδὴ γέγονεν ἡμῖν κατὰ δύναμιν ταῖς θείαις πρότερον ἐξακολουθοῦσι γραφαῖς, ἔπειτα δὲ καὶ τοῖς ἀκριβῶς τι γράψασι τὸν
10περὶ τούτων λόγον ὑποσημήνασθαι, εἰ καὶ ἐν ἄλλοις τι διήμαρτον. Ἐπειδὴ δὲ τὰ καθολικὰ τῶν μερικωτέρων προλαμβανόμενα σαφεστέραν ἔχει τὴν ἀπόδειξιν, ἡ δὲ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας τοῦ Ἰούδα μερική τις οὖσα πρὸς τὴν τῶν ιβʹ φυλῶν ἀνάκλησις ποτὲ μὲν τῷ αʹ ἔτει Κύρου λέγεται γενέσθαι, ποτὲ δὲ τῷ βʹ ἔτει Δαρείου τοῦ Ὑστάσπου, ὡς ἐφεξῆς
15τὰς δι’ Ἱερεμίου τοῦ προφήτου θείας ἐξενεχθείσας ἀποφάσεις δείξομεν μαρτυρούσας, ἀπὸ ποίου χρόνου ἀρξάμεναί πως ἐπὶ τὸ αʹ ἔτος Κύρου τὸν ἑβδομηκονταετῆ συνάγουσι χρόνον, τὸν δὲ καθ’ ὅλου περί τε τῶν ἐν Σαμαρείᾳ δέκα τοῦ Ἰσραὴλ λεγομένων φυλῶν λόγον καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ βʹ τοῦ Ἰούδα καὶ αὐτῶν ἐπιλεγομένων τῆς αἰχμαλωσίας καὶ
20τῆς ποσότητος τοῦ χρόνου τῆς κακώσεως, κοινὴν καὶ μίαν ἐκ θεοῦ ἀπόφασιν παρ’ ἑνὶ τῶν προφητῶν μόνῳ, παρ’ ἄλλῳ δὲ οὐδενὶ γεγραμμέ‐ νην παρειλήφαμεν. Ἴδωμεν τί φησιν ὁ περὶ ταύτης διαλεγόμενος καὶ ὑπὲρ ταύτης κακούμενος μέγας προφήτης Ἰεζεκιὴλ ὡς ἐκ τοῦ χρηματίζοντος πρὸς αὐτὸν πνεύμα‐
25τος κατὰ τὸ εʹ ἔτος τῆς αἰχμαλωσίας Ἰωακείμ, ὅπερ ἓν καὶ τὸ αὐτὸ ὑπῆρχε τῷ εʹ ἔτει τῆς βασιλείας Σεδεκίου. φησὶν οὖν· καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ’ αὐτὸ κατὰ ἀριθμὸν τῶν ἡμερῶν νʹ καὶ ρʹ, ἃς κοιμηθήσῃ ἐπ’ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτοῦ. καὶ ἐγὼ δέδωκά σοι τὰς βʹ ἀδικίας αὐτῶν
30εἰς ἀριθμὸν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰσραὴλ καὶ συντελέσῃ ταῦτα. καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰούδα μʹ ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν
τέθεικά σοι. καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν272

273

σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ’ αὐτήν. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. Ἐκ τούτων παρίσταται τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ὁ πᾶς τῆς
5αἰχμαλωσίας χρόνος τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἔτεσιν ρϙʹ περιγρά‐ φεται, ἀρξάμενος μὲν ἀπὸ τῆς ὑπὸ Θεγλαφαλασὰρ καὶ Φακεὲ πρώτης αἰχμαλωσίας, ἥτις τῷ κοσμικῷ ͵δψξβʹ ἔτει γέγονε κατὰ τὸ ιβʹ ἔτος Ἄχαζ, λήξας δὲ ἐπὶ τὸ αʹ ἔτος Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Βαβυλωνίων βασιλέως, ὅπερ καὶ αὐτὸ συντρέχει τῷ
10͵δϡνβʹ ἔτει τοῦ κόσμου. ἐὰν ἄρα ἐκ τῶν ͵δϡνβʹ τοῦ κόσμου ἐτῶν ἀφέλωμεν τὰ αὐτὰ ρϙʹ ἔτη, ὑπολείπεται ἡμῖν, ὡς προείρηται, ͵δψξβʹ, καὶ ἐὰν τοῖς ͵δψξβʹ κοσμικοῖς ἔτεσι προσθῶμεν ἔτη ρκʹ ἀπὸ τοῦ αʹ ἔτους Ὠσηὲ ἕως τοῦ δʹ ἔτους Σεδεκίου, ὑπολειφθήσεται ἡμῖν τὰ τῆς αἰχμαλωσίας τοῦ Ἰούδα οʹ ἔτη ἕως τοῦ βʹ ἔτους Κύρου. ἀλλὰ καὶ τὰ ρνʹ
15ἔτη τῶν θʹ τοῦ Ἰσραὴλ φυλῶν ἀπὸ τοῦ αὐτοῦ ͵δψξβʹ ἔτους τοῦ κόσμου ψηφιζόμενα εἰς τὸ κϛʹ ἔτος λήγει τοῦ Ναβουχοδονόσωρ, ὅπερ ἦν ηʹ ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου καὶ τελείας ἐρημώσεως Ἱερουσαλήμ. ἀπὸ δὲ τοῦ κζʹ ἔτους Ναβουχοδονόσωρ ἤτοι θʹ τῆς ἁλώσεως ἐπὶ τὴν ἀρχὴν Κύρου τὰ λοιπὰ μʹ κατὰ τὸν Ἰεζεκιήλ.
20 Ἴσως δ’ ἄν τις εὐλόγως ἀπορήσοι πῶς Ἱερεμίας μὲν καὶ Ζαχαρίας οἱ προφῆται σὺν τῇ γραφῇ τοῦ Ἔσδρα οʹ ἔτη φασὶ τῆς αἰχμαλωσίας Ἰούδα, ὁ δὲ Ἰεζεκιὴλ μόνα μʹ. πρὸς ὅ φαμεν ὅτι δυνατὸν κἀκείνους τῷ Ἰεζεκιὴλ συμφωνεῖν ἀριθμουμένων τῶν αὐτῶν μʹ ἐτῶν ἀπὸ τῆς ὑστάτης ἐν Αἰγύπτῳ γενομένης αἰχμαλωσίας τοῦ Ἰούδα.
25 Καὶ μεθ’ ἕτερα κατὰ τὴν θείαν διὰ Ἱερεμίου πρόρρησιν· ἡνίκα τοὺς λίθους κατέκρυψεν ἐν προθύροις οἴκου Φαραῶ τοῦ καὶ Οὐαφρεὶ ἐν Τάφναις, ὁ προφήτης Ἱερεμίας ἀπειλήσας Αἰγύπτῳ καὶ τοῖς ἐν αὐτῇ τὴν ἔλευσιν Ναβουχοδονόσωρ καὶ τοῖς προσφυγοῦσιν εἰς Αἴγυπτον καταλοί‐
ποις Ἰούδα πρὸς Οὐαφρεὶ κατὰ θείαν πρόσταξιν, ᾗ φησί· καὶ εἰσελεύσεται273

274

καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν. Καὶ μεθ’ ἕτερα· καὶ ἐκλείψουσι πᾶς Ἰούδας κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ. ταῦτα δὲ μετὰ ιʹ ἔτη που ἢ θʹ τῆς ἐπὶ
5Σεδεκίου γέγονεν αἰχμαλωσίας, ἀφ’ οὗ ἐπὶ Κύρου ἔτη μʹ γίνεται οὕτως· Ναβουχοδονόσωρ λοιπὰ ιεʹ. Μαροδὰχ εʹ. Βαλτάσαρ γʹ. Δαρείου Ἀστυάγους ιζʹ. ὁμοῦ μʹ. Κύρου λαʹ. Ἐν Βαβυλῶνι προεφήτευον Δανιήλ, Ἰεζεκιήλ. οἱ τρεῖς παῖδες ἐγνωρί‐ ζοντο.
10 Ἐν Αἰγύπτῳ Ἱερεμίας ἐλιθάσθη. Ἐν τῇ Ἰουδαίᾳ Ἀμβακοὺμ προεφήτευεν. Ἐν Βαβυλῶνι ψευδοπροφῆται Ἀχίας, Σεδεκίας, Σαμαίας. Τὸν προφήτην Δανιὴλ ὁ ἅγιος Ἱππόλυτος ἐκ τῆς αἰχμαλωσίας Ἰούδα καὶ τοὺς τρεῖς παῖδας λέγει τῆς ἐπὶ Ἰωακείμ. ἄλλοι δὲ ἐκ τῆς ἐν Σαμα‐
15ρείᾳ. Δανιὴλ τῷ Ναβουχοδονόσωρ τῷ κʹ ἔτει αὐτοῦ, κόσμου δὲ ͵δϡδʹ, διεσάφησε τὰ ἐνύπνια, καὶ ὡς θεὸς ὑπ’ αὐτοῦ προσκυνηθεὶς καὶ θυμιαθείς, ἄρχων πρώτιστος Βαβυλῶνος κατεστάθη. τὸ γὰρ κʹ ἔτος τῆς ὅλης αὐτοῦ βασιλείας βʹ λέγει ὁ Δανιὴλ ἀπὸ τῆς τελείας ἐρημώσεως τοῦ ναοῦ,
20τὸ λϛʹ ὀκτωκαιδέκατον, ὅτε καὶ τὰ κατὰ τὴν κάμινον καὶ τοὺς τρεῖς παῖδας ἐπράχθη. Χαλδαίων ιηʹ ἐβασίλευσεν Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡλαʹ. Τινὲς τοῦτον ιβʹ ἔτη λέγουσι βασιλεῦσαι, ἴσως τὰ ζʹ ἔτη τῆς ἀποκτηνώ‐
25σεως τοῦ Ναβουχοδονόσωρ συναριθμοῦντες τοῖς εʹ αὐτοῦ. οὗτος τὸν
Ἰωακεὶμ ἐξαγαγὼν τῆς φρουρᾶς σύσσιτον καὶ σύνθρονον κατέστησε.274

275

Χαλδαίων ιθʹ ἐβασίλευσε Νιριγλήσαρος ὁ καὶ Βαλτάσαρ ἐν τῷ Δανιὴλ λεγόμενος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡλϛʹ. Τοῦτον τὸν Νιριγλήσαρον τὸν καὶ Βαλτάσαρ ἐν τῷ προφήτῃ Δανιὴλ λεγόμενον οἱ μὲν υἱόν φασι τοῦ Ναβουχοδονόσωρ καὶ ἀδελφὸν τοῦ πρὸ
5αὐτοῦ βασιλεύσαντος Εὐειλὰδ Μαροδὰχ καὶ ὑπ’ αὐτοῦ ἀναιρεθέντος, οἱ δὲ γαμβρὸν ἐπ’ ἀδελφῇ. ἴσως δὲ καὶ ἄμφω ἀληθῆ. Ἐπὶ τούτου Δανιὴλ καὶ Ἰεζεκιὴλ οἱ μεγάλοι προεφήτευον. Οὗτος ἁμαρτήσας περὶ τὰ ἱερὰ οἴκου κυρίου ἀναιρεῖται ὑπὸ Ἀστυάγους κατὰ τὴν πρόρρησιν τοῦ Δανιήλ. ἐπὶ τούτου ἡ ἐν τῷ τοίχῳ ὤφθη γραφή,
10ἣν ὁ προφήτης Δανιὴλ ἡρμήνευσε δηλοῦσαν τῆς Χαλδαίων ἀρχῆς εἰς Μήδους καὶ Πέρσας μετάθεσιν. Οὗτος τὸν υἱὸν Ἰωακεὶμ Ἰεχονίαν ἐκβαλὼν τῆς φρουρᾶς τῷ λζʹ ἔτει τῆς εἰς Βαβυλῶνα αὐτοῦ καθείρξεως ἐτίμησε καὶ συνεστιάτορα ἔσχε. Βαλτάσαρ ὁ καὶ Νιριγλήσαρος πίνων ἐν τοῖς ἱεροῖς σκεύεσιν οἴκου
15κυρίου σὺν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ παλλακαῖς ἐν δείπνῳ εἶδεν ὡς ἀνθρώπου δακτύλους ἐκλάμποντας ἐν τῷ τοίχῳ, ὧν τὴν γραφὴν μόνος Δανιὴλ ἡρμήνευσεν οὕτως ἔχουσαν· μανή, ὅ ἐστιν ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν, θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα, φαρές, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ
20Πέρσαις. ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη καὶ Βαλτάσαρ.
21tΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ
22Μήδων ηʹ ἐβασίλευσεν Ἀστυάγης Δαρεῖος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵δϡκαʹ.275

276

Ἀπὸ Ναβονασάρου ἐπὶ τὸ αʹ ἔτος Δαρείου τοῦ καὶ Ἀστυάγους ἔτη εἰσὶ κατὰ μὲν τὸν μαθηματικὸν κανόνα ροϛʹ, κατὰ δὲ τὸν παρόντα ἐκκλησιαστι‐ κὸν ροζʹ, καὶ οὐδὲν διενήνοχε. χρὴ γὰρ εἰδέναι ὅτι ὁ Χαλδαϊκὸς καὶ ἀστρονομικὸς κανὼν τὸν μὲν Ἀστυάγην ἔτη λδʹ λογίζεται Χαλδαίων
5βασιλεῦσαι, ὁ δὲ ἐκκλησιαστικὸς ιζʹ τὸ πλεῖστον, ἐπεὶ καὶ ιαʹ μόνα τινές φασι. τῷ δὲ Κύρῳ ὁ αὐτὸς ἀστρονομικὸς κανὼν θʹ μόνα λογίζεται, ὁ δὲ ἐκκλησιαστικὸς λαʹ. ἡμεῖς οὖν ἐπὶ τὴν ἀρχὴν Ἀστυάγους παρ’ ἐνιαυτὸν ἕνα συμφωνοῦντας ἠγάγομεν τοὺς δύο τούτους κανόνας. Ναβόννηδος ὁ τελευταῖος βασιλεὺς Μήδων, Ἀστυάγης παρ’ αὐτοῖς
10λεγόμενος, ὁ αὐτὸς δὲ καὶ Δαρεῖος Ἀσουήρου καʹ ἔτει τῆς βασιλείας αὐτοῦ καταστρεψάμενος σὺν ἄλλοις ἄρχουσι τῶν Χαλδαίων Νιριγλήσαρον, τὸν καὶ Βαλτάσαρ, γαμβρὸν τοῦ Εὐειλὰδ Μαροδὰχ υἱοῦ Ναβουχοδονόσωρ, ὃς ἀνεῖλεν αὐτὸν καὶ κατέσχε τὴν βασιλείαν Χαλδαίων καὶ Μήδων ἄλλα ἔτη ιζʹ, κατὰ δέ τινας ἔτη ιαʹ, ἀπὸ τοῦ κζʹ ἔτους τῆς βασιλείας αὐτοῦ,
15ὡς γέγραπται, καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ξʹ. Οὗτος τὸν Δανιὴλ πρῶτον ἐν μεγιστᾶσι κατέστησε καὶ αὖθις ἐν τῷ λάκκῳ τῶν λεόντων ἐνέβαλεν συσκευασθέντα διὰ φθόνον ὑπὸ τῶν συμ‐ μεγιστάνων αὐτοῦ. Τούτῳ ἡ Ἐσθὴρ ἐζεύχθη διὰ κάλλος ἐκλεχθεῖσα ἐπὶ αὐτοῦ.
20 Τὰ κατὰ τὸν Μαρδοχαῖον καὶ Ἀμὰν καὶ ἡ διὰ τῆς Ἐσθὴρ ἀπολύτρωσις τῶν Ἑβραίων. Ὁ αὐτὸς καὶ Ἀρταξέρξης ἐλέγετο καὶ Ἀστυάγης καὶ Δαρεῖος Ἀσουήρου καὶ Ναβόννηδος. Ἐπὶ αὐτοῦ Δανιὴλ τὰς διὰ τοῦ Γαβριὴλ ὀπτασίας εἶδεν καὶ τὸν χρόνον
25τῆς παρουσίας τοῦ κυρίου ἔμαθεν.276

277

Ὁ αὐτὸς πάππος ἦν Κύρου, Δαρεῖος, Ἀσούηρος ὁ καὶ Ἀστυάγης. Κατ’ Ἰνδῶν καὶ ἄλλων ἐθνῶν ἑορτάζων ἐπινίκια Οὐασθὴν τὴν ἰδίαν γυναῖκα ὡς ὡραιοτάτην ὀφθῆναι τοῖς συνισταμένοις αὐτῷ μεγιστᾶσιν ἠξίου· τὴν δὲ μὴ βουληθεῖσαν ἠτίμωσε, προστάξας ἐπιλεγῆναι παρθένους
5ἐκ πάσης αὐτοῦ τῆς ἐξουσίας, ὧν εὑρέθη πασῶν εὐμορφοτάτη Ἔδεσα ἡ καὶ Ἐσθήρ, ἀνεψιὰ Μαρδοχαίου Ἑβραία ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Σεδεκίου. ταύτῃ συνήφθη Δαρεῖος ὁ καὶ Ἀρταξέρξης. Μαρδοχαῖος δὲ εἷς τῶν σωματοφυλάκων ταχθεὶς τοῦ βασιλέως, ὁράμασι θορυβηθείς, ἐπακροασάμενός τε τῶν βʹ εὐνούχων τῶν φυλασσόντων τὸν βασιλέα
10βουλομένων ἀνελεῖν αὐτόν, μηνύει τῷ βασιλεῖ. ὧν ἀναιρεθέντων Ἀμὰν ὁ ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως μυρία τάλαντα ὑπέσχετο εἰσοίσειν τῷ βασιλεῖ, εἰ ἀπολέσοι τὸ γένος τῶν Ἑβραίων. Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθὴρ τὸν βασιλέα ἔπεισεν ἀναιρεθῆναι τὸν Ἀμάν. Τινὲς μὲν οὖν τὰς οʹ ἑβδομάδας ἀπὸ τοῦδε τοῦ χρόνου βούλονται
15ἀριθμεῖσθαι, ἕτεροι δέ, ὡς καὶ Ἀφρικανός, ἀπὸ Νεεμίου καὶ τελείας ἀνοικοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ἥτις γέγονε κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ καὶ Μακρόχειρος, ὅπερ ἦν κόσμου ͵εξηʹ. ἕτεροι ἀπὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ τῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ, τῷ βʹ ἔτει Δαρείου, ἀριθμοῦσι τὰς αὐτὰς οʹ ἑβδομάδας.
20 Τὰ πάντα τῆς βασιλείας Δαρείου τοῦ Ἀστυάγους ἔτη ληʹ, Μήδων μὲν καʹ, κατὰ δὲ ἄλλους κζʹ, Μήδων δὲ καὶ Χαλδαίων ἔτη ιζʹ, κατὰ δέ τινας ιαʹ. πλὴν εἴτε οὕτως εἴτε οὕτως οὐδὲν τῇ ἀληθείᾳ ἀντίκειται. οἱ γὰρ σπουδάζοντες δεῖξαι τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀπὸ τοῦ ιθʹ ἔτους τοῦ Ναβουχοδονόσωρ καὶ τῆς τελείας ἐρημώσεως οἴκου κυρίου καὶ αἰχμαλω‐
25σίας τοῦ ἔθνους ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου, ταῦτα τὰ ἔτη277

278

τοῦ Ἀστυάγους ὑπεξαιροῦσιν, ἵνα τὸν ἑβδομηκονταετῆ χρόνον στήσωσιν· ἀλλ’ ἡ τῶν κοσμικῶν ἐτῶν παραύξησις ἀντίκειται τοῖς οὕτω δρῶσι συναριθμουμένη τούτοις, ἣν οὐκ ἔστιν ἀφελεῖν. ὁ μέντοι Ἰώσηππος συνηρίθμησεν αὐτά, ὡς καὶ ἀνωτέρω δεδήλωται, νʹ ἔτη, εἰπὼν ἀφανῆ τὸν
5ναὸν μεῖναι ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ βʹ ἔτους Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Χαλδαίων Συρίας τε καὶ Λυδῶν βασιλείας κρατήσαντος.
8tΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ
9Κῦρος Περσῶν καὶ Μήδων Χαλδαίων τε καὶ Ἀσσυρίων, Συρίας καὶ
10Λυδῶν. Κύρου πρώτου βασιλέως Περσῶν ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡνβʹ. Κῦρος οὗτος ἅπασαν μικροῦ τὴν Ἀσίαν ὑπέταξε τῇ Περσῶν βασιλείᾳ, ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος οὕτω διαρκέσασαν ἔτεσιν ἀπ’ αὐτοῦ τοῖς
15ὅλοις. Κῦρος οὗτος πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν Ἰουδαίοις προσεφώνησεν· ἤδη γὰρ τὸ οʹ ἔτος πεπλήρωτο, καθὼς γέγραπται ἐν τῇ βʹ τῶν Παραλειπομένων.
19tἜτους αʹ Κύρου βασιλέως Περσῶν
20 Μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ἱερεμίου ἐξήγειρε κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρύξαι ἐπὶ πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων· τάδε λέγει Κῦρος βασιλεὺς
Περσῶν. πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι κύριος ὁ θεὸς τοῦ278

279

οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήτω. Ταῦτα κατὰ παντὸς γράψας δηλονότι κοινῇ τὴν ἐπάνοδον πᾶσιν
5Ἰουδαίοις ἐθέσπισε τοῖς βουλομένοις. πρόδηλον ἄρα ὅτι πληρωθέντος ῥήματος κυρίου τοῦ λαληθέντος ἐν στόματι Ἱερεμίου τῷ αʹ ἔτει Κύρου κατὰ τὴν θείαν γραφὴν τὸ οʹ ἔτος τῆς αἰχμαλωσίας πεπλήρωται. ἀνατρέ‐ χουσι δὲ ἡμῖν ἀπὸ τοῦ αʹ ἔτους Κύρου καὶ αὐτοῦ ἐπὶ τὸ δʹ ἔτος Ἰωακεὶμ τὸ οʹ ἔτος εὑρίσκομεν ἀρχόμενον οὕτως·
10 Κύρου ἔτος αʹ. Δαρείου Ἀστυάγους ἔτη ιζʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. Εὐειλὰδ ἔτη εʹ. Ναβουχοδονόσωρ ἔτη κδʹ. Σεδεκίου ἔτη ιαʹ. τῶν βʹ Ἰεχονίων ἔτος αʹ. Ἰωακεὶμ ἔτη ηʹ. ὁμοῦ γίνονται ἔτη οʹ ἀπὸ τοῦ γʹ ἔτους Ἰωακεὶμ ἕως τοῦ αʹ ἔτους Κύρου. Πληρουμένου γὰρ τοῦ γʹ ἔτους Ἰωακεὶμ καὶ ἀρχομένου τοῦ δʹ ἡ ἀρχὴ
15τῆς βασιλείας Ναβουχοδονόσωρ ἐγένετο καὶ ἡ πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα πρόρρησις καὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἀναμιμνήσ‐ κουσα αὐτούς, ὅπως ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου ἕως τοῦδε ἔτους κγʹ παρήκουον τοῦ θεοῦ φειδομένου αὐτῶν καὶ ἐξαποστέλλοντος τοὺς προφήτας εἰς διόρθωσιν τῆς εἰδωλομανίας αὐτῶν, καὶ οὐ προσεῖχον
20αὐτοῖς. ἡνίκα καὶ ἡ τῆς ἐρημώσεως ἀπόφασις δέδοται καὶ ὁ ἑβδομηκον‐ ταετὴς χρόνος διὰ στόματος Ἱερεμίου ὡρίσθη, καὶ ἡ τῶν Χαλδαίων ἐρήμωσις γέγονε τῷ αὐτῷ τῆς ἀνακλήσεως ἔτει τῶν Ἰουδαίων, ἀρχο‐ μένης τῆς Κύρου βασιλείας τοῦ πρώτου Περσῶν βασιλεύσαντος. Ἔχει δὲ ἡ τῆς προφητείας λέξις ταῦτα· ὁ λόγος ὁ γενόμενος πρὸς
25Ἱερεμίαν ἐν ἔτει δʹ τῆς βασιλείας Ἰωακείμ. διὰ τοῦτο τάδε λέγει κύριος. ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, ἰδοὺ ἐγὼ ἀποστελῶ καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς. καὶ ἐξερη‐ μώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν αἰώνιον,
30καὶ ἀπολῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν279

280

νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν οʹ ἔτη. καὶ ἐν τῷ συμπληρωθῆναι τὰ οʹ ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶ κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον.
5 Πρόδηλον δὴ τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ἡ τῶν οʹ ἐτῶν ἀπόφασις θεία κατὰ τοῦ οἴκου Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ ἀπὸ δʹ ἔτους Ἰωακεὶμ ἐξηνέχθη καὶ ἀπὸ τούτου τοῦ χρόνου ἐδούλευσαν τοῖς ἔθνεσι. Τῷ γὰρ αὐτῷ ἔτει Ναβουχοδονόσωρ ἀνελὼν τὸν Φαραῶ Νεχαῶ, ὃς ἦν καθεστακὼς τὸν Ἰωακεὶμ βασιλεύειν τῆς Ἱερουσαλήμ, ἀποστήσας τὸν
10Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ μεταστήσας εἰς Αἴγυπτον, ἀνέβη ἐπὶ τὸν Ἰωακείμ, καὶ ἐγεννήθη αὐτῷ δοῦλος ἔτη γʹ. καὶ ἀποστάντα ᾐχμαλώτευσε σὺν τοῖς ἄρχουσι τοῦ λαοῦ καὶ τῶν πολεμιστῶν τοῖς ἀλκιμωτέροις, τέκτοσί τε καὶ τοῖς λοιποῖς ἐκλεκτοῖς ἅπασιν ἱεροῖς καὶ ὡς ἐκεῖ γέγραπται, ὡς εἶναι ταύτην κυρίως αἰχμαλωσίαν χωρὶς τοῦ ἐμπρησμοῦ οἴκου κυρίου
15καὶ τῆς πόλεως. ἀφ’ οὗ οὖν χρόνου ἐδούλευσαν τοῖς ἔθνεσιν ἤγουν τοῖς Χαλδαίοις καὶ ἡ θεία κατ’ αὐτῶν ἐξηνέχθη ἀπόφασις τῷ δʹ ἔτει Ἰωακείμ, ἕως τοῦ αʹ ἔτους Κύρου ἀριθμούμενα ἔτη συνάγεται ἀκριβῶς οʹ ἄνευ πάσης βίας καὶ ὑφαιρέσεως τῆς οἱασοῦν ἢ προσθήκης ἐτῶν. οἱ δὲ λοιποὶ πάντες τρόποι τῆς συναριθμήσεως τῶν αὐτῶν οʹ ἐτῶν ἠναγκασμένοι
20πεφύκασι. καὶ μηδεὶς ὑπολάβοι τοῦτο τῆς ἀληθείας ἐκτὸς πρὸ τῆς τελείας αἰχμαλωσίας ἔτεσιν κʹ λογιζομένους ἡμᾶς τὸ αʹ ἔτος τῆς αἰχμα‐ λωσίας. τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἐπαγγελιῶν τοῦ Ἀβραὰμ ὁ θεῖος δείκνυσι χρησμὸς γεγονώς· υʹ γὰρ ἔτη δουλεύειν ἔφη τὸ σπέρμα αὐτοῦ ἐν γῇ ἀλλοτρίᾳ πρὸ τοῦ τεχθῆναι τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς πατριάρ‐
25χας. ἀλλὰ πάντες τῶν αὐτῶν υʹ ἐτῶν τὸν ἀριθμὸν ἀπὸ τῆς θείας ἀποφά‐ σεως ἀριθμοῦσιν. οὐκ ἄτοπον οὖν ἄρα κἀνταῦθα ἀπὸ τῆς διὰ τοῦ προφήτου λεχθείσης Ἱερεμίου θείας ἀποφάσεως, ἥτις, ὡς πολλάκις εἴρηται, τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενήνεκται, τὸν τῶν οʹ ἐτῶν ἀριθμεῖν χρόνον τῆς ἐν Βαβυλῶνι παροικίας καὶ τῆς ἐν τῇ Ἰουδαίᾳ δουλείας. τὸ δ’ αὐτὸ τέταρτον ἔτος
30Ἰωακεὶμ πρῶτον ἔτος ἐστὶ τῆς βασιλείας Ναβουχοδονόσωρ, ἀφ’ οὗ ἐπὶ280

281

τὸ πρῶτον ἔτος Κύρου πληρούμενον καὶ ἀρχόμενον τὸ βʹ ἔτη οʹ συνάγεται. τῷ γὰρ δευτέρῳ ἔτει Κύρου τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ, Ζοροβάβελ υἱὸς Σαλαθιὴλ τοῦ υἱοῦ Ἰεχονία ἡγουμένου ὡς ἐκ βασιλικοῦ τοῦ Ἰούδα σκήπτρου, καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδὲκ ἀρχιερατεύσαντος,
5μετὰ μϛʹ ἔτη τὸ ἔργον ἐτελειώθη ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, ὡς ἐκεῖσε πάλιν δηλώσομεν. τοῦ γὰρ Κύρου φιλοτιμησαμένου τὰ πρὸς οἰκοδομὴν καὶ κελεύσαντος εἴρχθησαν ἀρξάμενοι τῆς οἰκοδομῆς, ἀντιταξαμένων καὶ διαβεβηκότων αὐτοὺς τῶν περιοίκων ἐθνῶν, μάλιστα τῶν ἐν Σαμαρείᾳ. Κῦρος οὗτος Ἀστυάγην τὸν προδεδηλωμένον ἑαυτοῦ πάππον βασιλεύοντα
10Μήδων καθελών, τὴν Περσικὴν εἰσῆξε βασιλείαν, Μήδων βασιλευσάντων ἔτη που μετὰ Σαρδανάπαλον ἀπὸ Ἀρβάκου Μήδου τοῦ καθελόντος αὐτὸν καὶ τὴν Ἀσσυρίων ἀρχήν. Κῦρος οὗτος πολέμῳ τὸν Κροῖσον ἔλαβε καὶ τὴν Λυδῶν βασιλείαν εἰς Σάρδεις ἐλθών, τῷ παιδί τε Καμβύσῃ παιδαγωγὸν αὐτὸν κατέστησεν.
15 Ὁ αὐτὸς Δανιὴλ τὸν προφήτην αὖθις ἐπιφανέστερον πάντων ἀνέδειξε. συντρίψαντα δὲ καὶ τὸν Βῆλον εἰς τὸ μὴ προσκυνεῖσθαι καὶ τὸν δράκοντα ἀνελόντα ἐν τῷ τῶν λεόντων λάκκῳ ἐνέβαλε τὸ δεύτερον. Ἡμῖν μὲν οὖν ἑπομένοις τῇ θείᾳ γραφῇ τῶν Παραλειπομένων, ἧς ἀνωτέρω τὴν χρῆσιν παρεθέμεθα σὺν τῇ ἐπιστολῇ Κύρου, οὕτω δοκεῖ
20πεπληρῶσθαι τὸ οʹ ἔτος εἰς τὸ παρὸν πρῶτον ἔτος Κύρου ἀπὸ τοῦ
δʹ Ἰωακείμ, ὅπερ ἦν ἔτος αʹ τοῦ Ναβουχοδονόσωρ, κʹ δὲ καὶ γʹ ἀπὸ τῆς281

282

ἀρχῆς τῆς προφητείας Ἱερεμίου καὶ ιγʹ τῆς Ἰωσίου βασιλείας, ἀφ’ οὗ καί τισιν ἔδοξε τὸν αὐτὸν ἑβδομηκονταετῆ χρόνον ἀριθμεῖν ἐπὶ τὸ αʹ ἔτος Κύρου, ὅπερ ἀσύμφωνον καὶ τῇ θείᾳ ἀποφάσει τῇ διὰ στόματος Ἱερεμίου μετὰ κγʹ ἔτος ἐξενεχθείσῃ κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὡς
5ἔξεστι τοῖς βουλομένοις ἐκ τῆς Ἱερεμίου γραφῆς πείθεσθαι, ἧς καὶ τὴν χρῆσιν προὐθήκαμεν διὰ τὸ εὐσύνοπτον, καὶ τῇ χρονικῇ συναριθμήσει ϙγʹ συλλογιζομένῃ ἀντὶ τῶν οʹ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου. Ἄξιον δὲ καὶ τὸν θεόφρονα Ἔσδραν τὰ αὐτὰ τῇ βʹ τῶν Παραλει‐ πομένων τρανότερον ἡμῖν διδάσκοντα, ὅτι τῷ αʹ ἔτει Κύρου ὁ ἑβδομη‐
10κονταετὴς χρόνος πεπλήρωται, προάγειν, ἐν οἷς οὕτω γράφει· Κῦρος Ἑλληνιστὶ ἐκαλεῖτο, Ἀρταξέρξης δὲ Περσιστί. τῷ γʹ ἔτει αὐτοῦ κατέγραψε πρὸς αὐτὸν Βάλσαμος καὶ Μιθριδάτης καὶ Ῥωμέλιος περὶ τῶν οἰκοδομούντων τὸν ναόν, καὶ ἔπαυσεν αὐτοὺς μετὰ τὸ θεμελιῶσαι ὁ αὐτὸς Κῦρος.
15 Τοῦτον ὁ Ἔσδρας καλεῖ Ἀρταξέρξην ἐν τῇ γραφῇ αὐτοῦ καὶ Ἀρτασασθάς. ὁ δὲ τὸν Ἔσδραν ἀπολύσας μετὰ τιμῆς εἰς Ἱερουσαλὴμ ἄλλος Ἀρταξέρξης ἐστίν, ὁ λεγόμενος Μακρόχειρ, ἔγγονος Δαρείου τοῦ Ὑστάσπου. Κῦρος στρατεύσας ἐπὶ Μασσαγέτας ὑπὸ Τομύριδος γυναικὸς βασιλίδος αὐτῶν διεφθάρη. μεθ’ ὃν Καμβύσης παῖς κρατεῖ Περσῶν ἔτη ηʹ. τοῦτον
20οἴονταί τινες εἶναι Ναβουχοδονόσωρ βʹ τὸν κατὰ Ὁλοφέρνην καὶ τὴν Ἰουδήθ, ὡς καὶ Ἀφρικανός, ὅπερ ἀδύνατον, πρῶτον μὲν ὅτι ὀκτωκαιδε‐ κάτῳ ἔτει αὐτοῦ γέγραπται ἐν τῇ Ἰουδὴθ ἐξαπεστάλθαι Ὁλοφέρνης κατὰ Συρίας καὶ Παλαιστίνης καὶ Αἰγύπτου, οὗτος δὲ ηʹ μόνα ἔτη ἐβασίλευσε καὶ πῶς τῷ ὀκτωκαιδεκάτῳ ἔτει αὐτοῦ ἐξέπεμψεν Ὁλοφέρνην; ἔπειτα ὅτι
25ἐπὶ Ἰωακεὶμ τοῦ μεγάλου ἀρχιερέως, ὃς ἦν υἱὸς Ἰησοῦ τοῦ Ἰωσεδέκ,282

283

γέγραπται πεπρᾶχθαι τὰ κατὰ Ἰουδὴθ καὶ Ὁλοφέρνην· ὁ δὲ Ἰωακεὶμ μετὰ τὴν Καμβύσου τελευτὴν ἀρχιεράτευσεν εἰς ἔτη κʹ. Λείπεται ἄρα τὰ κατὰ τὴν Ἰουδὴθ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Μακρόχει‐ ρος Ἀρταξέρξου καὶ τοῦ Καμβύσου γεγονέναι. ἀλλ’ ἐν μὲν τοῖς χρόνοις
5Δαρείου τοῦ μετὰ Καμβύσην οὐ δυνατὸν τοῦτο φάναι. τὸν γὰρ ἅπαντα χρόνον αὐτοῦ σχεδὸν ὁ Ζοροβάβελ ἡγεῖτο τῶν Ἰουδαίων, φίλτατος ὢν τῷ αὐτῷ Δαρείῳ Ὑστάσπου σὺν Ἰησοῦ τῷ τοῦ Ἰωσεδέκ. ἀλλ’ οὐδὲ ἐπὶ τοῦ Μακρόχειρος Ἀρταξέρξου ἀπὸ τοῦ κʹ ἔτους αὐτοῦ ἕως τοῦ λβʹ, ἐν ᾧ χρόνῳ ὁ Νεεμίας τὰ τείχη Ἱερουσαλὴμ ἀνήγειρεν. Ἐλιάσιβος γὰρ
10ἱεράτευεν, ὁ μετὰ τὸν Ἰωακείμ, υἱὸς αὐτοῦ, ἐπὶ Νεεμίου, ὡς γέγρα‐ πται. Λείπεται ἄρα ἐπὶ Ξέρξου τοῦ υἱοῦ Δαρείου τοῦ Ὑστάσπου τόν τε Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδὲκ προσεχῶς μετὰ τὸν πατέρα Ἰησοῦν διαδεξάμενον τὴν ἀρχιερωσύνην περὶ τὸ κʹ ἔτος αὐτοῦ πεπρᾶχθαι τὰ κατὰ
15Ἰουδήθ, ὡς ἐντεῦθεν καὶ ἕτερόν τι ζήτημα ἀναφαίνεσθαι περὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ὅτι ξʹ που ἔτος ἀρχιεράτευσεν. ἀπὸ γὰρ Κύρου πρώτου ἔτους ἕως τοῦ ϛʹ ἔτους Δαρείου, ἐν ᾧ ὁ ναὸς ᾠκοδομήθη, τεσσαράκοντα ἓξ ἔτη καταριθμοῦνται. οἰκειοτέρως οὖν καταλογισθείη ἐπὶ τούτου τοῦ Ξέρξου τὰ κατὰ Ἰουδὴθ διὰ τὸ κατὰ τούτους τοὺς χρόνους τὸν Ἰωακείμ,
20ὡς γέγραπται, ἐκεῖσε ἀρχιερατεῦσαι. Ὁ γὰρ αὐτὸς Ξέρξης καὶ Αἴγυπτον ἀποστᾶσαν ἐπὶ Δαρείου τοῦ πατρὸς αὐτοῦ καθυπέταξεν. αὐτὸς ἄρα ἐστὶ Ναβουχοδονόσωρ ὁ ἐν τῇ Ἰουδὴθ βίβλῳ φερόμενος, καθ’ ὃν Ὁλοφέρνης ὑπ’ αὐτῆς ἀναιρεῖται θεοῦ συμ‐ μαχήσαντος.
25tΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ
26 Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἄγκος Μάρκιος ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δωνγʹ. Ῥωμαίων κʹ ἐβασίλευσε Ταρκύινος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δωοϛʹ.283

284

Ῥωμαίων καʹ ἐβασίλευσε Σερούιος ὁ καὶ Σίλβιος Τοῦλλος ὁ ἐκ δούλης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡιγʹ. Ῥωμαίων κβʹ ἐβασίλευσε Ταρκύινος Σούπερβος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡνζʹ.
5 Οὗτος τὸν πρὸ αὐτοῦ βασιλεύοντα Σίλβιον Τοῦλλον κηδεστὴν οἰκεῖον ὄντα ἀνελὼν ἐβασίλευσεν ἀντ’ αὐτοῦ. ἀνῃρέθη δὲ καὶ αὐτὸς διὰ Ταρκύινον τὸν ἴδιον παῖδα μοιχεύσαντα Λουκρουτίαν τὴν Κολατίνου γυναῖκα ἀνδρὸς ἐπισήμου, ὃς ἅμα Βρούττῳ μετὰ τὴν Ταρκυίνου ἀναίρεσιν πρῶτος τὴν ὑπάτων ἀρχὴν ἀναδείκνυσι, μὴ δεχομένων Ῥωμαίων βασιλεύεσθαι
10ἕως τῆς Ἰουλίου Καίσαρος ἀρχῆς. Τινὲς βούλονται Κρόνον πρῶτον Ἀλβανὸν κρατῆσαι τῶν κατὰ τὴν ἑσπέραν τόπων. μεθ’ ὅν φασι Πεῖκον υἱὸν αὐτοῦ, τὸν καὶ Δία, βασιλεῦσαι· εἶτα Φαῦνον Διὸς υἱόν, τὸν καὶ Ἑρμῆν· ἐφ’ οἷς Ἡρακλῆς ἐπανελθὼν ἀπὸ Ἱσπανίας, καὶ μετ’ αὐτὸν Λατῖνος, ἐφ’ οὗ Αἰνείας μετὰ τὴν ἅλωσιν
15Τροίας ἐλθὼν ὅπλοις καὶ πλούτῳ βασιλικῷ παρεσκευασμένος ζεύγνυται Λαβηνίᾳ θυγατρὶ αὐτοῦ καὶ βασιλεύει Λατίνων καὶ οἱ ἐξ αὐτοῦ μετ’ αὐ‐ τόν. οἱ πάντες ἕως Ῥωμύλου βασιλεῖς ιϛʹ τοῦ κτιστοῦ Ῥώμης· ἀφ’ οὗ οἱ πρότερον Ἀλβανοί, εἶτα Ἰταλοί, ἔπειτα Λατῖνοι, Ῥωμαῖοι μετεκλήθησαν. Ἀπὸ δὲ Ῥωμύλου ἐπὶ τὸ παρὸν κδʹ ἔτος Ταρκυίνου Σουπέρβου ἔτη μὲν
20γίνονται σκεʹ, ἤτοι ἀπὸ τοῦ ιγʹ ἔτους αὐτοῦ, καθ’ ὃ ἔκτισε Ῥώμην, βασιλεῖς δὲ Ῥωμαίων ζʹ, μεθ’ οὓς λοιπὸν ὕπατοι, ἀρξάμενοι ἀπὸ Κολατί‐ νου καὶ Βρούττου. εἶτα δήμαρχοι καὶ δικάτωρες· μεθ’ οὓς πάλιν ὕπατοι πάντες διεγένοντο ἔτεσι υογʹ, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ͵δϡπαʹ κοσμικοῦ
ἔτους ἕως τοῦ ͵ευνδʹ, καθ’ ὃ Γάιος Ἰούλιος Καῖσαρ ἐμονάρχησε πρῶτος.284

285

(1t)

ΣΠΟΡΑΔΗΝ
2 Πρῶτοι ὕπατοι Ῥωμαίων Κολατῖνος καὶ Βροῦττος. Σάμου τύραννοι Πολυκράτης καὶ Συλοσῶν καὶ Παντόγνωστος ἀδελ‐ φοὶ γεγόνασι.
5Θαλῆς θνήσκει. Κῦρος Σάρδεις εἷλεν. Ἅρπαγος εὐδοκιμῶν παρὰ Κύρῳ κατὰ τῆς Ἰωνίας ἐστράτευσε. Θεόγνιος ποιητὴς ἐγνωρίζετο. Πεισίστρατος Ἀθηναίων τὸ βʹ ἐβασίλευσε.
10Φερεκύδης ἱστορικὸς ἐγνωρίζετο Πυθαγόρου διδάσκαλος. Σιμωνίδης μελοποιὸς ἐγνωρίζετο. Φωκυλίδης καὶ Ξενοφάνης φυσικὸς τραγῳδοποιὸς ἐγνωρίζετο. Πολυκράτης Σαμίων τυραννῶν ἀνεσταυρώθη. Ἁρμόδιος καὶ Ἀριστογείτων ἀνεῖλον Ἵππαρχον τύραννον, καθ’ οὓς
15Λέαινα ἡ ἑταίρα ὑπ’ αὐτῶν ἐταζομένη κατειπεῖν τοὺς συνωμότας τὴν ἑαυτῆς ἀπέτρισε γλῶτταν. Λέαιναν μόνην ἑταίραν εἰκόνι Ἀθηναῖοι ἐτίμησαν ἐν ἀκροπόλει. ἄγλωττον δὲ Λέαιναν ταύτην παρεζωγράφησαν ἀντὶ ἐπιγραφῆς τὸ πάθος δηλοῦντες.
20 Τιμήσεως ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες ιβʹ τοῦ πλήθους. Λακεδαιμόνιοι ιδʹ ἐθαλασσοκράτησαν ἔτη {ιβʹ τοῦ πλήθους} 〈βʹ〉. Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος καὶ Ἡράκλειτος ὁ σκοτεινὸς λεγόμενος καὶ Ἀναξαγόρας φυσικοὶ ἤκμαζον· Ἑλλάνικος ἱστορικὸς ἐγνωρίζετο.
25tΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
26Μακεδόνων ϛʹ ἐβασίλευσε Φίλιππος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵δωπϛʹ.285

286

Μακεδόνων ζʹ ἐβασίλευσεν Ἀερόπας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡκαʹ. Μακεδόνων ηʹ ἐβασίλευσεν Ἀλκέτας ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡμδʹ.
5tΣΠΟΡΑΔΗΝ
6 Τῆς Αἰγύπτου σειομένης παρ’ ἔθος οἱ Χαλδαῖοι δεδιότες ἀνέζευξαν πολιορκοῦντες αὐτήν. Καμαρίνα πόλις ἐκτίσθη. Πέρινθος ἐκτίσθη.
10 Ἡ τῶν Κορινθίων κατελύθη μοναρχία κατὰ τούτους τοὺς χρόνους. Τοῖς ἀγωνιζομένοις παρ’ Ἕλλησι τράγος ἐδίδοτο, ἀφ’ οὗ καὶ τραγικοὶ ἐκλήθησαν. Θαλῆς Μιλήσιος ἔκλειψιν ἡλίου σύμπασαν προεῖπεν. Ἴσθμια καὶ Πύθια πρώτως ἤχθη μετὰ Μελικέρτην.
15Οἱ ζʹ σοφοὶ ὠνομάσθησαν. Ἀστυάγης Λυδοὺς κατεπολέμει. Ἀναξίμανδρος Μιλήσιος φυσικὸς φιλόσοφος ἐγνωρίζετο. Ἄβαρις ἦλθεν ἐκ τῆς Σκυθίας εἰς Ἑλλάδα. Κατὰ τούτους τοὺς χρόνους τοὺς παρ’ Ἕλλησιν ζʹ φιλοσόφους ἀκμάσαι
20λόγος, ὧν τὰ ὀνόματα Σόλων Ἀθηναῖος, Θαλῆς Μιλήσιος, Πιττακὸς Λέσβιος, Χείλων Λακεδαιμόνιος, Βίας Πριηνεύς, Ἀνάχαρσις ὁ Σκύθης ἀγράμματος, Κλεόβουλος Λίνδιος. Ιβʹ Φωκαεῖς ἐθαλασσοκράτησαν ἔτη μδʹ. Νέμεα πρῶτον ἤχθη ἀγὼν ὑπ’ Ἀργείων μετὰ τὸν ἐπ’ Ἀρχεμόρῳ.
25Αἴσωπος μυθοποιὸς ἐγνωρίζετο, ὃς ὑπὸ Δελφῶν ἀπώλετο. Ὁ τῶν Παναθηναίων γυμνικὸς ἀγὼν ἤχθη.
Εὐγάμων Κυρηναῖος ὁ τὴν Τηλεγονίαν ποιήσας ἐγνωρίζετο.286

287

Πυθαγόρας ὁ Σάμιος Ὀλυμπίασιν ἐκκριθεὶς παίδων πυγμὴν ὡς ἁπαλὸς προσβὰς τοὺς ἄνδρας ἐνίκα. κατὰ τὴν νδʹ ὀλυμπιάδα Ἀρριχίων Φιγαλεὺς τὸ τρίτον νικῶν παγκράτιον ψιλισθεὶς ἀπέθανε, νεκρός τε ἐστέφθη, φθάσαντος ἀπείπασθαι τοῦ ἀνταγωνιστοῦ κλωμένου τοῦ
5ποδὸς ὑπ’ αὐτοῦ. Πεισίστρατος Ἀθηναίων ἐτυράννησε καὶ εἰς Ἰταλίαν παρῆλθεν. Ἀναξιμενίδης φυσικὸς ἐγνωρίζετο. Στησίχορος τέθνηκε. Σιμωνίδης ἤκμαζε.
10Χείλων εἷς τῶν ζʹ φιλοσόφων Λακεδαιμονίων ἔφορος γέγονε.
11tΛΥΔΩΝ ΒΑΣΙΛΕΙΣ
12αʹ Ἄρδυσος Ἀλυάτου ἔτη λϛʹ. βʹ Ἀλυάτης ἔτη ιδʹ. γʹ Μίλης ἔτη ιβʹ.
15δʹ Κανδαύλης ἔτη ιζʹ. εʹ Γύγης ἔτη λϛʹ. ϛʹ Ἄρδυσος ἔτη ληʹ. ζʹ Σαδυάτης ἔτη ιεʹ. ηʹ Ἀλυάτης ἔτη μθʹ.
20 θʹ Κροῖσος ἔτη ιεʹ. Κροῖσος κατὰ Κύρου στρατεύσας ἥλω σὺν τῇ Λυδῶν βασιλείᾳ διαρκε‐ σάσῃ ἔτη σλβʹ. οὗτος θʹ βασιλεὺς Λυδῶν γεγονὼς ἔτη ιεʹ ἐβασίλευσεν ἕως τοῦ ιδʹ ἔτους Κύρου. Ἡ Λυδῶν βασιλεία ἀρξαμένη τῷ ͵δψλεʹ ἔτει τοῦ κόσμου κατελύθη τῷ
25͵δϡξϛʹ, ἤτοι Κύρου τοῦ Περσῶν ἔτει ιδʹ, διαρκέσασα ἔτεσι σλβʹ ἐν
βασιλεῦσι θʹ.287

288

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ
2tἈρχιερέων τῶν ἀπὸ Κύρου
3 Ὧν πρῶτος Ἰησοῦς υἱὸς Ἰωσεδὲκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡνβʹ.
5 Ἐν Βαβυλῶνι προεφήτευσε Δανιὴλ καὶ Ἰεζεκιήλ, ἐν δὲ τῇ Ἰουδαίᾳ Ἀμβακούμ, ἐν δὲ τῇ ἀνακλήσει τῆς αἰχμαλωσίας Ἀγγαῖος καὶ Ζαχαρίας προεφήτευον. Ζοροβάβελ υἱὸς Σαλαθιὴλ υἱοῦ Ἰεχονίου τοῦ βασιλέως καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἡγοῦντο. Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἱεράτευε· προεφήτευον δὲ
10ὕστατοι προφητῶν Ἀγγαῖος, Ζαχαρίας ὁ τοῦ Ἀδδώ, καὶ Μαλαχίας. ἡγεῖτο τῶν Ἑβραίων Ζοροβάβελ υἱὸς Σαλαθιήλ. Ζαχαρίου καὶ Ἀγγαίου καὶ Μαλαχίου προφητευόντων καὶ Ζοροβάβελ καὶ Ἰησοῦ ἐξαρχόντων τοῦ λαοῦ καὶ τῆς οἰκοδομῆς ἐπληρώθη τῷ ϛʹ ἔτει τῆς βασιλείας Δαρείου τοῦ Ὑστάσπου τὸ ἔργον τοῦ ναοῦ. τοῦ δὲ
15κόσμου ἦν ἔτος ͵ε. Ἰησοῦν υἱὸν Ἰωσεδὲκ τὸν ἀρχιερέα λʹ καὶ αʹ ἔτος ἐστοιχείωσαν ἀπὸ τοῦ λαʹ ἔτους Κύρου ἀρχιερατεύσαντα ἅπαντες. ἡ δὲ γραφὴ τοῦ Ἔσδρα ἀπὸ τοῦ αʹ ἔτους Κύρου, ἐν ᾧ μετὰ τοῦ Ζοροβάβελ ἡγήσατο τῆς αἰχμαλωσίας εἰς τὴν Ἱερουσαλήμ, ἀρχιερέα αὐτὸν ὁμολογεῖ. καλῶς ἄρα ἡμῖν ἐστοιχείω‐
20ται ξʹ ἔτη ἱερατεύσας. ἀπὸ γὰρ τοῦ αʹ ἔτους Κύρου ἕως τοῦ κʹ ἔτους Δαρείου ἔτη ξʹ συνάγεται. Ἰωακεὶμ υἱὸς Ἰησοῦ ἱεράτευσεν ἔτη λϛʹ.
23tΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ
24Περσῶν βʹ ἐβασίλευσε Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν
25ἔτος ͵δϡπγʹ.288

289

Καμβύσης ἐπιστρατεύων κατὰ τῶν βʹ ἀδελφῶν Μάγων ἔφιππος τρωθεὶς τελευτᾷ. Καμβύσης κατὰ Ἰώσηππον ϛʹ ἔτη βασιλεύσας ἐπανιὼν ἐξ Αἰγύπτου θνήσκει ἐν Δαμασκῷ.
5 Τὸν Καμβύσην τινὲς Ναβουχοδονόσωρ νομίζουσι τὸν κατὰ τὴν Ἰουδήθ· οὐκ ἔστι δέ, ὡς προδέδεικται καὶ ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. Περσῶν γʹ ἐβασίλευσαν Μάγοι ἀδελφοὶ δύο μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡϙαʹ. Περσῶν δʹ ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵δϡϙβʹ. Δαρεῖος Ὑστάσπου καὶ Παρυσάτιδος παῖς ἔτι ἰδιοτεύων ηὔξατο τῷ θεῷ, εἰ βασιλεύσοι Περσῶν, ἀνεγεῖραι τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. τούτων τῶν εὐχῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἀκουστὴς καὶ
15σύμβουλος αὐτῷ γεγόνει. διὸ καὶ ἀνέμνησε συνήθης ὢν καὶ πρὸ τῆς βασιλείας. Κῦρος μὲν τὴν πρώτην Ἰουδαίοις ἀνάκλησιν ἐπὶ τὰ σφέτερα προσεφώνη‐ σεν ἐκ τῆς ὑπὸ Ναβουχοδονόσωρ αἰχμαλωσίας πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, φιλοτιμησάμενος ἅμα καὶ τὰ πρὸς οἰκοδομήν, καὶ τὸν Ζοροβάβελ
20υἱὸν τοῦ Σαλαθιὴλ υἱοῦ Ἰεχονίου υἱοῦ τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα ὡς ἐκ βασιλικοῦ γένους τοῦ Ἰούδα ἡγεῖσθαι τῆς ἀνόδου συνεχώρησε, συνεξάρχοντος αὐτῷ καὶ ἀρχιερατεύοντος Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ· καθ’ ὃν χρόνον τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ καὶ τοῦ θυσιαστη‐ ρίου εἴρχθη ἡ οἰκοδομὴ τοῦ ἱεροῦ ἐν Ἱερουσαλὴμ ἕως τοῦ βʹ ἔτους τῆς
25βασιλείας Δαρείου, ὡς ἐν τῷ Ἔσδρᾳ γέγραπται. Ὅτι ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως κατέγραψεν κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ Βάλσαμος καὶ Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος καὶ Ῥαμέλιος οἱ
γραμματεῖς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν289

290

Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν· βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδες σοῦ Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Ῥαμέ‐ λιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι
5Ἰουδαῖοι οἱ ἀναβάντες παρ’ ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλὴμ τὴν ἀποστά‐ τιν καὶ πονηρὰν οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν
10ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο· καὶ τὰ ἑξῆς τῆς ἐπιστολῆς. Ἰσοδύναμα τούτοις πρὸς Ἀρταξέρξην, ὥς φησι, γεγραμμένα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον πρὸ τῆς Δαρείου τοῦ Ὑστάσπου βασιλείας, ὡς τὰ ἑπόμενα δείκνυσι τῆς γραφῆς μετὰ τὴν ἀντίγραφον ἐπιστολὴν Ἀρταξέρξου, ἧς ἀναγνωσθείσης Ῥάθυμος καὶ Ῥαμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτου
15συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἱερουσαλὴμ μεθ’ ἵππου καὶ ὄχλου τάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως, καθ’ ὃν χρόνον Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, φίλτατος προϋπάρχων Δαρείῳ τῷ Ὑστάσπου καὶ διὰ πολλὴν οἰκειότητα τιμηθείς,
20εἶναι εἷς τῶν τριῶν σωματοφυλάκων εὐδοκιμήσας ὑπὲρ τοὺς ἄλλους δύο σωματοφύλακας ἐν τῇ περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας προτάσει προετράπη παρ’ αὐτοῦ αἰτήσασθαι ὃ θέλει. ὁ δὲ ἀναμνήσας αὐτὸν τῶν εὐχῶν αὐτοῦ, ἃς ηὔξατο ἀνοικοδομῆσαι τὴν Ἱερουσαλὴμ ἐν ᾗ ἡμέρᾳ παρελάμβανε Δαρεῖος τὸ βασίλειον αὐτοῦ, καὶ πάντα τὰ σκεύη ἃ ἐχώρισε
25Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα ὁ αὐτὸς Κῦρος, ἠξίωσε Ζοροβάβελ τὸν αὐτὸν Δαρεῖον βασιλέα Περσῶν πληρῶσαι τὰς εὐχάς, ἃς ἐκ στόματος ηὔξατο τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Καὶ τότε ἀναστὰς Δαρεῖος κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς
30καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ Ἰουδαίους οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ. καὶ πᾶσι τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ
Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα290

291

κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἱερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσι μετ’ αὐτοῦ τὴν πόλιν. καὶ ἔγραψε πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς
5θύρας αὐτῶν, καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσωσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα Ἰδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσι τῶν Ἰουδαίων, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα κʹ μέχρι τοῦ οἰκοδομηθῆναι, καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαρπώματα καρποῦσθαι καθ’ ἡμέραν, καθὰ ἔχουσιν ἐντολήν, ἑπτὰ καὶ δέκα προσ‐
10φέρειν ἄλλα τάλαντα, ιʹ κατ’ ἐνιαυτόν, καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐγγόνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. ἔγραψε δὲ δοθῆναι καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν ᾗ λατρεύουσι, καὶ τοῖς Λευίταις δοῦναι τὴν χορηγίαν, ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ
15οἶκος, καὶ Ἱερουσαλὴμ οἰκοδομηθῆναι. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος. καὶ ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτοῖς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἱερουσαλήμ. Ταῦτα μὲν ἐν Ἔσδρα πρώτῳ βιβλίῳ γέγραπται, ἅτινα παραθέσθαι
20ἀναγκαῖον ἐνταῦθα ἡγησάμεθα μετὰ τῶν ἑξῆς παρατεθησομένων ἐκ τοῦ βʹ βιβλίου τοῦ αὐτοῦ Ἔσδρα, ἐπεὶ καὶ μόνος τὰ κατὰ τὴν ἀνάκλησιν ἀπεδείχθη τῆς αἰχμαλωσίας γράψας ὀρθῶς καὶ ὑπὸ τῶν οʹ σοφῶν ἱερέων ἑρμηνευθεὶς ἐπὶ Πτολεμαίου Φιλαδέλφου σὺν ταῖς λοιπαῖς θεοπνεύστοις γραφαῖς ἐδοκιμάσθη ἀναγινώσκεσθαι.
25 Τέως δ’ οὖν ἐκ τῶν εἰρημένων ὀρθῶς ἐστι κατανοῆσαι ὅτι Κῦρον τὸν παρ’ αὐτῷ καλούμενον Ἀρταξέρξην δηλοῖ, πρὸς ὃν κατέγραψε Βάλσαμος καὶ Μιθριδάτης καὶ οἱ σὺν αὐτοῖς κατὰ τῶν οἰκοδομούντων τὴν Ἱερουσα‐ λὴμ τοῦ παυθῆναι τὴν οἰκοδομήν, πρῶτον μὲν ὅτι φασὶν ἐν τῇ πρὸς αὐτὸν ἐπιστολῇ· γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι Ἰουδαῖοι οἱ
30ἀναβάντες παρ’ ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλήμ. παρὰ τίνος δὲ ἄλλου ἀναβεβήκασιν, εἰ μὴ παρὰ Κύρου; ἔπειτα δὲ ὅτι Ἀρταξέρξης ἀπὸ Κύρου ἕως Δαρείου τοῦ Ὑστάσπου οὐδεὶς ἐβασίλευσεν, ὡς ἐκ τοῦ κανόνος τῶν βασιλέων δηλοῦται, καὶ αὖθις ὅτι Μιθριδάτην λέγει σὺν Βαλσάμῳ καὶ
τοῖς λοιποῖς καταγεγραφέναι τῶν οἰκοδομούντων, ὃν καὶ παρειληφότα τὰ291

292

ἱερὰ καὶ πάντα τὰ σκεύη οἴκου κυρίου κατὰ πρόσταξιν Κύρου ὡς γαζοφύ‐ λακα προείρηκεν. ἔτι μὴν πρὸς τούτοις, εἰ μὴ ἐπὶ Κύρου γέγονε ταῦτα, ἀλλ’ ἐνεργεῖτο τὰ κατὰ τὴν οἰκοδομήν, πῶς οὐκ ἂν ἐτελειώθη λʹ ἔτεσι τὰ συντελεσθέντα μετὰ ταῦτα ἐν τέσσαρσιν ἀπὸ τοῦ βʹ ἔτους Δαρείου
5Ὑστάσπου ἕως τοῦ ϛʹ ἔτους αὐτοῦ; τῷ γὰρ βʹ ἔτει Κύρου ἀναβάντες σὺν τῷ Ζοροβάβελ καὶ Ἰησοῦ ἀρχιερεῖ Νεεμίᾳ τε καὶ Σαρετᾷ καὶ Μαρδοχαίῳ ἐν μυριάσιν ἀνδρῶν τέσσαρσι καὶ δισχιλίοις τριακοσίοις ἑξήκοντα χωρὶς δούλων αὐτῶν καὶ παιδίσκων καὶ αὐτῶν ἑπτακισχιλίων τλʹ καὶ ζʹ ᾀδόντων καὶ ᾀδουσῶν.
10 Τῷ μηνί, φησί, τῷ ζʹ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβά‐ βελ υἱὸς Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ Ἰσραὴλ τοῦ ἀνενέγκαι ὁλοκαυτώσεις ἐπ’ αὐτῷ κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ. καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ
15τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ’ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν. καὶ ἀνέβη ἐπ’ αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ {ὁλοκαυτώσεις} τὸ πρωὶ καὶ εἰς ἑσπέραν, καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμ‐ μένον, καὶ ὁλοκαυτώσεις τὴν ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ. καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ
20καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς κυρίου τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκουσίως τῷ κυρίῳ. ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ζʹ ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις κυρίῳ. καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη. καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ Τυρίοις, ἐνέγκαι ξύλα
25κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης κατ’ ἐπιχορήγησιν Κύρου βασιλέως Περσῶν ἐπ’ αὐτούς. καὶ ἐν τῷ ἔτει τῷ βʹ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ἱερουσαλήμ, ἐν μηνὶ τῷ βʹ ἤρξατο Ζορο‐ βάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν
ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς292

293

αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ υἱοῦ εἰκοσαετοῦς καὶ ἐπάνω τοῦ νικοποιεῖν ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου. καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ υἱοὶ Ἰούδα ὁμοῦ τοῦ νικοποιεῖν ἐπὶ τοὺς
5ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ, οἱ υἱοὶ Ἰωναδὰδ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται. καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, δηλαδὴ τῷ ἔτει τῷ γʹ Κύρου ἐθεμελίωσαν τὸν οἶκον κυρίου, δευτέρῳ δὲ τῆς ἀναβάσεως αὐτῶν, ἡνίκα καὶ ἔστησαν, ὥς φησι τὰ ἀκόλουθα τούτοις ἡ δευτέρα τοῦ Ἔσδρα βίβλος, οἱ ἱερεῖς ἐστολισμένοι ἐν
10σάλπιγξι καὶ οἱ υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις, καὶ πολλοὶ σὺν αὐτοῖς ἐκ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἄρχοντες πατριῶν πρεσβύτεροι, οἵ, φησίν, εἶδον τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον ἐν φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ’ εὐ‐ φροσύνης τοῦ ὑψῶσαι φωνήν. καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν
15σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ. καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν. Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδαν καὶ Βενιαμίν· καὶ τὰ λοιπὰ περὶ τῶν γεγραμμένων τῷ Μιθριδάτῃ πρὸς Ἀρθασασθὰ καὶ τοῖς σὺν αὐτῷ Συριστί, κατὰ τὸ αὐτὸ δηλονότι ἔτος γʹ Κύρου, τοῦ παύσασθαι τοὺς οἰκοδομοῦντας
20τὸν ναόν. Ἀρθασασθὰ δὲ καὶ Ἀρταξέρξην ἕνα τὸν αὐτὸν ὑποληπτέον Περσικῶς καλούμενον, Κῦρον δὲ Ἑλληνιστὶ λεγόμενον, τὸν καὶ τὴν ἄφεσιν αὐτοῖς πρώτῳ ἔτει αὐτοῦ προσφωνήσαντα καὶ τὴν ἀνοικοδομὴν προστάξαντα τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τὴν τῶν ἱερῶν σκευῶν ͵ευʹ χρυσῶν τε καὶ ἀργυρῶν, διὰ Σαλμανασὰρ μετὰ τὴν τῆς ἀποικίας ἀνάβασιν
25ἀριθμηθέντων αὐτῶν ἀπὸ Μιθριδάτου Γασβαρηνοῦ γαζοφύλακος Κύρου, ὡς γέγραπται, καὶ αὖθις ἐκ διαβολῆς τῶν γραψάντων αὐτῷ παύσαντα τοὺς Ἰουδαίους οἰκοδομεῖν ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου· ὡς ἐκ τούτων σαφῶς παρίστασθαι ὅτι ἐπὶ ἔτη μʹ καὶ αʹ ἔμεινε τὰ θεμέλια ὑποβεβλημένα, ἀπὸ δὲ τοῦ βʹ ἔτους Δαρείου ἕως ϛʹ ἀνεπληρώθη διὰ
30χειρῶν τοῦ αὐτοῦ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐν μϛʹ ἔτεσιν ὅλοις ἀπὸ τοῦ αʹ ἔτους Κύρου. διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων ὅτι ‘μϛʹ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν γʹ ἡμέραις ἐγείρεις αὐ‐
τόν;‘ πρὸς τὸν κύριον ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ.293

294

Τούτῳ τῷ βʹ ἔτει Δαρείου τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ ιαʹ μηνὸς σαββάτου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων· ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ’ ἵππον πυρρόν· καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν βʹ ὀρέων τῶν κατασκίων, καὶ
5ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα· τί οὗτοι, κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν βʹ ὀρέων καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε κύριος τοῦ περιοδεῦ‐ σαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον
10τῶν ὀρέων καὶ εἶπαν· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπε· κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο τὸ οʹ ἔτος; Ταῦτα ἐν τῷ προφήτῃ Ζαχαρίᾳ φέρεται κατὰ τὸ βʹ ἔτος Δαρείου ὡς
15ἐκ τοῦ λαλοῦντος πρὸς αὐτὸν ἀγγέλου πρὸς κύριον λεγόμενα, εἴτε τρόπῳ εὐχῆς εἴτε ἄλλης τινὸς προσωποποιίας χάριν οἰκονομήσαντος τοῦ ἀνεξ‐ ερευνήτου θεοῦ τοῖς κρίμασιν, ὅσον δέ γε ἡμᾶς κατανοῆσαι, δηλοῦντος τοῦ λόγου τὸν οʹ χρόνον ἤδη πεπληρῶσθαι κατὰ τὸν λόγον κυρίου διὰ Ἱερεμίου ἐν τῷ αʹ ἔτει Κύρου, ὡς ἐκεῖσε ἀποδέδεικται κατὰ τὴν
20τῶν Παραλειπομένων καὶ τοῦ Ἔσδρα γραφήν, τὸν δὲ λοιπὸν ἀπ’ ἐκεί‐ νου χρόνον ἕως ἔτους Δαρείου δευτέρου ἀμφιβαλλόμενον εἶναι καὶ μήτε τῆς τελείας ἐρημώσεως καταλογίζεσθαι μήτε τῆς τελείας ἀνοικοδομῆς· διὸ καί φησιν ‘ἕως τίνος οὐκ ἐλεήσεις τὴν Ἱερουσαλὴμ τοῦτο τὸ ἔτος οʹ‘ ἀντὶ τοῦ εἰπεῖν ‘ἕως πότε τὸ οʹ τοῦτο ἔτος παρεκτανθήσεται τὸ
25ἤδη παρελθόν‘, καὶ οὐχ, ὥς τινες ὑπειλήφασι κατά τινα προσδιορισ‐ μὸν συμπληρώσεως ἀριθμοῦ τῶν οʹ ἐτῶν ἀπὸ τῆς καθαιρέσεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ ἕως τοῦ βʹ ἔτους Δαρείου λελέχθαι παρὰ τοῦ ἀγγέλου. Ἄνευ γὰρ πάσης ὑφαιρετικῆς ἢ προσθετικῆς ἐπινοίας πγʹ ἔτη εἰσὶν
30ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, ἐν ᾧ Σεδεκίας ᾐχμαλώτευται σὺν τῷ λαῷ καὶ ἡ πόλις Ἱερουσαλὴμ σὺν τῷ λαῷ ἐμπέπρησται· ἀπὸ δὲ τῆς θείας ἀποφάσεως τῆς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενεχθείσῃς κατὰ τῶν
κατοικούντων Ἱερουσαλήμ, ὁπόθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος294

295

ἀναγκαίως ἀριθμεῖται, ἔτη εἰσὶν ργʹ ἕως τοῦ αὐτοῦ δευτέρου ἔτους Δαρείου. ὅτι δὲ οὐ κατὰ προσδιορισμὸν ἀκριβοῦς χρόνου, ἀλλὰ κατὰ παρέκτασιν εἴρηται τοῦτο πρὸς τοῦ ἀγγέλου, προφανὲς καὶ ἐκ τῶν μετὰ γʹ ἔτη ἐν τῷ δʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Δαρείου πρὸς Ζαχαρίαν ἐκ
5θεοῦ λεγομένων τῇ δʹ τοῦ θʹ μηνὸς Χασελεῦ πρὸς λέξιν οὕτως· Ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων· εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ οʹ ἔτη μὴ νηστείαν ἐνηστεύ‐ σατέ μοι;
10 Ὁρᾷς πῶς οὐ κατὰ τὸν ἀκριβῆ προσδιορισμὸν οὐδὲ ἐνταῦθα ὁ τῶν οʹ ἐτῶν ἀριθμὸς οὐδὲ ἐν τῷ βʹ ἔτει Δαρείου παρείληπται, ἀλλὰ τὸν ἐπὶ πρώτου ἔτους Κύρου πληρωθέντα κατὰ τὴν Ἱερεμίου πρόρρησιν δηλοῖ. πῶς γὰρ δυνατὸν καὶ τῷ βʹ ἔτει Δαρείου καὶ τῷ δʹ τὰ αὐτὰ οʹ ἔτη καταριθ‐ μεῖσθαι, ὥς τισι νενόμισται, ἀπταίστως;
15 Δαρεῖος Ὑστάσπου Περσῶν δʹ ἐβασίλευσεν ἔτη λϛʹ. Οὗτος τὰς μυθευομένας κατὰ τῆς Ἑλλάδος μυριάδας μετὰ Δάτιδος Δατίου καὶ Σαφέρνους τῶν στρατηγῶν ἐξέπεμψε πεισθεὶς τοῖς τυράννοις Ἱππίᾳ τῷ Ἀθηναίῳ καὶ Δημαράτῳ τῷ Λακεδαιμονίῳ διωχθεῖσιν οἴκοθεν, λοιπὸν δὲ καὶ διὰ τὴν Σάρδεων ἅλωσιν ὑπὸ τῶν Ἀθηναίων μὴ καὶ φερόντων
20τῶν κατὰ τὴν Ἀσίαν τὴν Περσῶν ἀνάγκην. τότε δὴ κακῶς πράττουσιν ἐν Μαραθῶνι Πέρσαι, Μιλτιάδου καὶ Ἀριστείδου καὶ Καλλιμάχου καλῶς ἐστρατηγηκότων, ἐν οἷς καὶ ὁ τύραννος Ἱππίας πίπτει μετὰ τῶν βαρβά‐ ρων Ἀθηναίοις μαχόμενος. αὐτὸς δὲ Δαρεῖος οὐκ ἐνεγκὼν τὸ πάθος ἐξ ἀθυμίας ἀπόλλυται.
25 Ἐπὶ αὐτοῦ τινες νομίζουσι τὰ κατὰ τὸν Γὼγ καὶ Μαγὼγ τετελέσθαι παρὰ τοῦ μεγάλου προαγορευθέντα Ἰεζεκιήλ. ἐπιστρατεύσας γὰρ σὺν διαφόροις ἔθνεσιν, ὥς φασι, Συρίαν μὲν καὶ Φοινίκην καὶ τὰς παραθαλασ‐ σίους ἐσκύλευσε, τῇ δὲ Ἱερουσαλὴμ ἐπελθὼν κατεβλήθη θεήλατος, σκηπτοῖς καὶ πληγαῖς τοῦ θεοῦ πατάξαντος αὐτὸν σὺν τῷ πλήθει καὶ
30νίκην δεδωκότος χωρὶς ὅπλων τοῖς ἐν Ἱερουσαλὴμ καὶ πλοῦτον ἄπειρον λαφύρων, στρατηγοῦντος ἐπὶ τῆς Ἰουδαίας τοῦ Ζοροβάβελ, μεθ’ ὃν
οὐκ ἦρξεν ἄλλος ἐξ Ἰούδα, ἀλλ’ οἱ ἀρχιερεῖς ἡγεμόνευον.295

296

(1t)

ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
2 Μακεδόνων θʹ ἐβασίλευσεν Ἀμύντας ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δϡοβʹ. Οἱ λέγοντες Κῦρον τῶν Περσῶν αʹ βασιλέα θʹ ἔτη μόνα βεβασιλευκέναι
5ἐπὶ τούτου τοῦ Ἀμύντου φασὶν ἦρχθαι τοῦτον βασιλεύειν· ἡμεῖς δὲ ἐπὶ Ἀλκέτα τοῦ ηʹ βασιλέως Μακεδόνων φαμὲν κατὰ τὴν ἀκόλουθον τῇ θείᾳ γραφῇ τάξιν. Μακεδόνων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ειδʹ.
10 Κατὰ τοῦτον ἡ Ξέρξου διάβασις· οὗτος δέδωκε τοῖς Πέρσαις ὕδωρ καὶ γῆν. Μακεδόνων ιαʹ ἐβασίλευσε Περδίκκας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ενηʹ.
14tΣΠΟΡΑΔΗΝ
15 Νάξιοι ἐθαλασσοκράτησαν ιεʹ ἔτη ιʹ, καὶ μετ’ αὐτοὺς Ἐρετριεῖς ιϛʹ ἔτη ζʹ. Γέλων Συρακούσιος ἐκράτησεν {ἔτη ιζʹ}. Ἐθαλασσοκράτησαν Αἰγινῆται 〈ιζʹ〉 ἔτη ιʹ. Πυθαγόρας ὁ φιλόσοφος τέθνηκεν ἐτῶν ϙεʹ, οἱ δὲ οεʹ.
20Αἰσχύλος τραγῳδοποιὸς ἐγνωρίζετο. Ὁ Πειραιεὺς ἐτειχίσθη ὑπὸ Θεμιστοκλέους. Λατῖνοι Ῥωμαίων ἀπέστησαν. ἐν Ῥώμῃ ὁ δῆμος ἀπέστη τῆς συγκλήτου. Ἀριστείδης ἐξωστρακίσθη. Ἀθηναῖοι τὸν Πειραιᾶ ἐτείχισαν.
25Ζεῦξις ζωγράφος ἐγνωρίζετο. Κίμων ἐπ’ Εὐρυμέδοντι Πέρσας ἐνίκα ναυμαχίᾳ καὶ πεζομαχίᾳ, καὶ ὁ
Μηδικὸς πόλεμος ἐπαύσατο διὰ φιβάλεις ἰσχάδας συστὰς Πέρσαις καὶ296

297

Ἀθηναίοις καὶ πᾶσιν Ἕλλησιν ἀπ’ αὐτοῦ. Φιβάλεις δὲ δῆμος τῆς Ἀττι‐ κῆς. Κρατῖνος καὶ Πλάτων οἱ κωμικοὶ ἤκμαζον. Ἐν Ῥώμῃ Κλαρίων ἀγὼν ἑκατονταετὴς ἤχθη αʹ.
5 Κράτης ὁ κωμικὸς καὶ Τελέσιλλα καὶ Πραξίλλα καὶ Κλεοβουλίνα ἐγνωρίζοντο. Βακχυλίδης ὁ μελοποιὸς ἤκμαζεν. Ὁ τῆς Ἥρας ναὸς ἐνεπρήσθη. Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι σπονδὰς ἐποιήσαντο πρὸς ἀλλήλους
10τριακοντούτεις. Ἡρόδοτος ἱστορικὸς ἐτιμήθη παρὰ τῆς Ἀθηναίων βουλῆς ἐπαναγνοὺς αὐτοῖς τὰς βίβλους. Εὐριπίδης τραγῳδοποιὸς ἐγνωρίζετο. Πρωταγόρας ὁ σοφιστὴς ἤκμαζε. τούτου Ἀθηναῖοι τὰς βίβλους
15ἐψηλάφησαν τοῦ καῦσαι. Ἐν Ῥώμῃ πάλιν ὕπατοι. Ἄβαρις Ὑπερβόριος χρησμολόγος ἐγνωρίζετο. Μέλισσος φυσικὸς ἐγνωρίζετο. Φειδίας πλάστης καὶ ἀγαλματοποιὸς ἐγνωρίζετο, ὃς τὴν ἐλεφαντίνην
20Ἀθηνᾶν ἐποίησε. Θεαίτητος μαθηματικὸς ἤνθει. Ἐν Ἰταλίᾳ Καμπανῶν ἔθνος συνέστη. Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτῳ μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτῳ παρὰ τῶν
25τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτῳ ἱερῶν, ἐν τῷ ἱερῷ τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς· ὁμοίως δὲ καὶ Μαρία. ἀλλ’ οὗτοι μὲν Δημόκρι‐
τος καὶ Μαρία ἐπῃνέθησαν παρ’ Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγ‐297

298

μασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γρά‐ ψαντος. Ἱπποκράτης Κῶος ἰητρῶν ἄριστος ἐγνωρίζετο Ἀσκληπιάδης τὸ γένος. Δικάτωρ ἐν Ῥώμῃ πρῶτος κατεστάθη Ῥοῦφος Λάρκιος.
5 Πανύασις ποιητὴς ἐγνωρίζετο. Ἀριστείδης ὁ λεγόμενος δίκαιος ἐξωστρακίσθη μετὰ πολλοὺς πόνους ὑπὸ Ἀθηναίων.
8tΚΟΣΜΟΥ ΕΤΗ
9Ἰωακεὶμ υἱὸς Ἰησοῦ βʹ ἱεράτευσεν ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵ειβʹ. Ἐλιάσιβος γʹ ἱεράτευσεν ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εμηʹ. Ἀφρικανοῦ περὶ τοῦ Ἔσδρα ἑπτακαιδεκάτου ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἱερέως Συγχωρήσαντος Ἀρταξέρξου τοὺς ὑπολοίπους τῆς Ἰουδαίων αἰχμαλω‐
15σίας ἤθροισεν Ἔσδρας τά τε λείψανα τῶν σκευῶν τοῦ ναοῦ ἦλθεν ἔχων εἰς Ἱερουσαλὴμ καὶ τὸν νόμον ἐδίδασκεν. ὡς δὲ ἐπύθετο κατ’ ἐπιγαμίας αὐτοὺς ἀναμεμίχθαι τοῖς ἔθνεσιν, ἠνάγκαζε τοὺς οὐχ ὁμοεθνεῖς ἔχοντας ἐξεῶσαι ἕκαστον τὴν γυναῖκα τὴν ἑαυτοῦ. οἱ δ’ ὑπήκουον καὶ τοῦ χειμῶνος ἐπειγομένου τὸ ἔργον ἐπετελεῖτο.
20tΕὐσεβίου περὶ τοῦ Ἔσδρα
21 Ἔσδρας ἱερεὺς παρὰ Ἰουδαίοις ἐγνωρίζετο, καθ’ ὃν ἀρχιερεὺς ἦν Ἐλιασὶβ υἱὸς Ἰωακεὶμ τοῦ υἱοῦ Ἰησοῦ τοῦ Ἰωσεδέκ. ἦν δὲ ὁ Ἔσδρας γραμματεὺς νόμων ἱερῶν διδάσκαλος ἐπιφανὴς τῶν ἀπὸ Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν ἐπανελθόντων. τὰ κατὰ τὴν Ἐσθὴρ καὶ Μαρδοχαῖόν φασί
25τινες. ἐγὼ δὲ οὐ πείθομαι· οὐκ ἂν γὰρ ἐσιώπησε τὰς κατ’ αὐτὴν πράξεις ἡ
τοῦ Ἔσδρα γραφή.298

299

Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν γέγραπται ὅτι Νεεμίας ἐπεσύναξε τὰς προφητικὰς βίβλους καὶ τῶν βασιλέων καὶ ἄλλων θείων γραφῶν βιβλιοθήκην τε κατεβάλλετο.
4tΤὰ κατὰ Νεεμίαν
5 Νεεμίας νομομαθὴς ἐκ φυλῆς Ἰούδα, οἰνοχόος Ἀρταξέρξου, εἰκοστῷ ἔτει τοῦ αὐτοῦ Ἀρταξέρξου αἰτήσας τὸν βασιλέα ἄνεισιν εἰς Ἱερουσαλὴμ ἐκ Βαβυλῶνος, ἔτι περιόντος Ἔσδρα, τὴν πόλιν τε σὺν τοῖς τείχεσιν ἤγειρεν ἐνόπλοις τοῖς οἰκοδόμοις, ἐπιβουλεύειν αὐτῷ διὰ φθόνον πειρω‐ μένων τῶν πλησιοχώρων ἀλλογενῶν. οὗτος χρεῶν ὀφειλὰς ἀπέκοψε τοῖς
10Ἰουδαίοις, ἀφορίσας τοὺς ἐθνικοὺς τῶν συναγωγῶν, τοὺς δὲ ὁμογενεῖς ἐκπαιδεύσας σὺν τῷ Ἔσδρᾳ τῷ νόμῳ Μωυσέως ἀκριβῶς καὶ πᾶσι τοῖς πατρῴοις ἔθεσιν. ἐπέκτισε δὲ τὴν πόλιν κατὰ φυλάς. Ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος κατὰ τὴν πρόρρησιν Δανιὴλ τοῦ προφήτου, εἰκοστῷ ἔτει Ἀρταξέρξου τοῦ Μακρόχειρος ἀρξαμένου τοῦ
15ἔργου καὶ τελειωθέντος κατὰ τὸ λβʹ ἔτος αὐτοῦ, ὡς ἱστορεῖ ἡ τοῦ Ἔσδρα γραφή, ἐπὶ ἀρχιερέως Ἰωδαὲ υἱοῦ Ἰασίβ· μετὰ δὲ τὸν Ἰωδαὲ Ἰωάννης ὁ υἱὸς αὐτοῦ ἀρχιεράτευσεν ἔτη 〈***〉, μετὰ δὲ τὸν Ἰωάννην ὁ κατὰ Ἀλέξανδρον γενόμενος ὕστερον τὸν Μακεδόνα Ἰασδούς. Ἕως μὲν οὖν Ἔσδρα καὶ Νεεμίου αἱ ἐνδιάθετοι Ἑβραϊκαὶ γραφαὶ ἐκ‐
20κλησιάζεσθαι παρεδόθησαν ὑπὸ τῶν μακαρίων ἀποστόλων καὶ μαθητῶν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἁγίων πατέρων καὶ διδασκάλων ἡμῶν, τὰ δὲ μετὰ ταῦτα συμβάντα ἢ πραχθέντα ἕως τῆς θείας σαρκώσεως τοῖς Ἰουδαίοις Ἰώσηππος ἐν τοῖς Μακκαβαϊκοῖς ἱστορεῖ καὶ Ἀφρικανὸς μετ’ αὐτὸν ἐν ἐπιτόμῳ.
25 Τὰς μέντοι οʹ ἑβδομάδας παρὰ τῷ Δανιὴλ ἕως Χριστοῦ ἡγουμένου ἐντεῦθεν ἀριθμεῖσθαι δεῖ κατὰ τὸν Ἀφρικανὸν ἔτη υϙʹ. Εὐσέβιος δὲ ὁ Καισαρεύς φησιν ὅτι εἴ τις ἐντεῦθεν ἀριθμήσειε τὰ παρὰ τῷ Δανιὴλ οʹ ἑβδομάδας, 〈αἳ〉 γίνονται ἔτη υϙʹ, εὕροι ἂν αὐτὰς ἐπὶ Νέρωνα Ῥωμαίων αὐτοκράτορα περαιουμένας, καθ’ ὃν πολιορκεῖσθαι ἀρξαμένη ἡ πόλις
30μετὰ Νέρωνα ἔτους βʹ Οὐεσπασιανοῦ τὴν ἐσχάτην ἅλωσιν ὑπέμεινεν.299

300

Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῇ τοῖς κατ’ Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, μέλλων ἀναφέρειν τὴν θυσίαν ἔπεμψε τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πατέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς
5αἰχμαλωσίας, λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς καὶ Ἱερεμίας φησί, τοῦ ἀγαγεῖν πῦρ ἐξ αὐτοῦ. οἱ δὲ ἀπελθόντες οὐχ εὗρον πῦρ, ἀλλ’ ὕδωρ παχύ. ἐκέλευσε δὲ Νεεμίας ἐκ τοῦ ὕδατος τούτου ἀποβάψαντας φέρειν καὶ ἐπιρρᾶναι τοῖς ξύλοις καὶ ὑποκειμένοις θύμασι. τοῦ δὲ ἡλίου ἐπινεφοῦς λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν
10αὐτάς, ὥστε θαυμάσαι πάντας καὶ δοξάσαι τὸν θεὸν μετ’ εὐχῆς. Ἡ τοῦ Ἔσδρα γραφὴ τελευταία οὖσα τῶν ἐνδιαθέτων βιβλίων τῆς παλαιᾶς θεοπνεύστου γραφῆς ἤρξατο τῆς ἱστορίας ἀπὸ τοῦ ιηʹ ἔτους τῆς βασιλείας Ἰωσίου βασιλέως Ἰούδα καὶ τοῦ κατ’ αὐτὸν γεγονότος θαυμαστοῦ πάσχα ὑπ’ αὐτοῦ. ἱστορεῖ δὲ καὶ περὶ τῶν μετὰ ταῦτα βασιλέων
15Ἰούδα καὶ περὶ τῆς ὑπὸ Ναβουχοδονόσωρ γεναμένης αἰχμαλωσίας τοῦ Ἰούδα καὶ ἐμπρησμοῦ τῆς Ἱερουσαλήμ, καὶ ἔτι περὶ τῆς ἐπὶ Κύρου γενομένης ἀφέσεως τοῦ ἔθνους τῷ οʹ ἔτει ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ κατὰ τὴν προφητείαν Ἱερεμίου, καὶ τοῦ ἀριθμοῦ τῶν ἐπανελθόντων ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, τῶν τε ἱερῶν σκευῶν, καὶ ὅπως ὑπὸ
20τῶν ἐν Σαμαρείᾳ φθονηθέντες ἐκωλύθησαν ἀναστῆσαι τὸν ναὸν καὶ τὴν πόλιν, γραψάντων πρὸς Κῦρον κατ’ αὐτῶν, καὶ προσέτι περὶ τῆς μβʹ ἔτη ἐπὶ Δαρείου τοῦ Ὑστάσπου γεγονυίας δευτέρας ἀφέσεως τοῦ λαοῦ καὶ αὐτῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἀρχιερέως καὶ ἀνακαινίσεως τοῦ οἴκου τοῦ θεοῦ, καὶ αὖθις τῆς ἐπὶ Ἀρταξέρξου τρίτης γεγονυίας διὰ
25Νεεμίου καὶ Ἔσδρα ἀνανεώσεως τῆς πόλεως καὶ τῶν τειχέων Ἱερουσα‐ λήμ.
27tΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ
28Περσῶν εʹ ἐβασίλευσε Ξέρξης υἱὸς Δαρείου ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵εκηʹ.300

301

Ξέρξης Αἴγυπτον παρέλαβε· Ξέρξης εἰς Ἀθήνας ἐλθὼν ἐνέπρησεν αὐτὰς ἐπὶ Καλλιάδου Ἀθηναίων ἄρχοντος. Τινὲς δέ φασιν ὅτι Ἔσδρας τούτῳ τῷ Ξέρξῃ υἱῷ Δαρείου φίλος ὢν ἐπὶ αὐτοῦ ἀνῆλθεν εἰς Ἱερουσαλὴμ διδάξαι τὸν θεῖον νόμον, ὡς πάντων τῶν
5κατὰ τούσδε τοὺς χρόνους ἐμπειρότερος γραμματεὺς καὶ ἱερεύς· ἡμῖν δὲ τοῦτο οὐ δοκεῖ σύμφωνον τῇ τοῦ Ἔσδρα γραφῇ. Μᾶλλον δὲ τὰ κατὰ τὴν Ἰουδὴθ ἄν τις ἀξίως ὑπολάβοι πεπρᾶχθαι ἐπὶ τούτου καὶ τὸν Ὁλοφέρνην, ἐπεὶ καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὡς ἐν τῇ Ἰουδὴθ γέγραπται, ἦν ἀρχιερατεύων κατὰ τοὺς χρόνους αὐτῆς, ὁ δ’ αὐτὸς
10καὶ ἐπὶ τοῦδε τοῦ Ξέρξου. εὐλόγως ἄρα καὶ Ναβουχοδονόσωρ ἄν τις τὸν αὐτὸν ὑπολάβοι Ξέρξην, οὗ κατὰ τὸ ιηʹ ἔτος ὁ Ὁλοφέρνης ἐξαπεστάλη κατὰ πάσης Συρίας καὶ Αἰγύπτου, ὡς ἐκεῖσε γέγραπται. Οὗτος καὶ τὴν Αἴγυπτον τυραννήσασαν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Δαρείου καθυπέταξε καὶ τὰς Ἀθήνας ἐνέπρησε σὺν πολλαῖς μυριάσι καὶ ναυτικῷ
15μεγίστῳ παραγενόμενος εἰς Ἑλλάδα· ὃς εἰσελθὼν τὰς Θερμοπύλας καὶ κατελθὼν εἰς Πειραιᾶ τῇ στρατηγίᾳ Θεμιστοκλέους ἐν Ἀρτεμισίῳ καὶ Σαλαμῖνι νίκῃ δεινῶς πράξας μόλις ἐπάνεισιν εἰς τὰ οἰκεῖα, Μαρδόνιον καὶ Μασίστιον στρατηγοὺς καταλείψας σὺν λʹ μυριάσιν ἐν Πλατείαις καὶ Μυκάλῃ πολέμῳ κρατηθέντας κἀκεῖσε διαφθαρέντας πολλά τε βουληθέν‐
20τας Ἀθηναίοις σπείσασθαι καὶ μὴ δυνηθέντας. Τότε καὶ Φειδίας ὁ πλάστης καὶ Ἡρόδοτος ἱστορικὸς ἤκμαζον. Κατὰ τοῦτόν φασι πρῶτον γενέσθαι δικάτωρα Ῥωμαίοις Τιβέριον Μάρκιον. Καὶ Μιλτιάδην τὸν στρατηγὸν μετὰ τὴν ἐν Μαραθῶνι κατὰ Περσῶν
25νίκην ἐκείνην ἀδίκως ὑπ’ Ἀθηναίων μέχρι θανάτου δεθῆναι καὶ μηδὲ ταφῆς ἀξιωθῆναι, ἕως Κίμων ἑαυτὸν εἰς τὸν δεσμὸν ὑπὲρ τοῦ πατρὸς ἔδωκε, μόλις ἔπειτα λυθεὶς δι’ Ἐλπινίκης ἰδίας ἀδελφῆς ἀνδρὶ πλουσίῳ
συναφθείσης διὰ τὴν ὥραν, δι’ οὗ καὶ τὸν ἀδελφὸν ἔλυσε Κίμωνα.301

302

Περσῶν ϛʹ ἐβασίλευσεν Ἀρτάβανος υἱὸς Ξέρξου μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εμηʹ. Περσῶν ζʹ ἐβασίλευσεν Ἀρταξέρξης Ξέρξου ὁ λεγόμενος Μακρόχειρ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εμθʹ.
5 Ἐν ἔτει ζʹ βασιλεύοντος τοῦ Ἀρταξέρξου ἐν τῷ εʹ μηνὶ ἀνέβη Ἔσδρας ὁ ἱερεὺς καὶ νομοδιδάσκαλος μετὰ πολλῶν αἰχμαλώτων ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, χρυσοῦ ταλάντων ρʹ καὶ ἀργυρίου ταλάντων χνʹ καὶ λοιπῶν σκευῶν χρυσῶν καὶ ἀργυρῶν καὶ χαλκῶν ἐκλεκτῶν, ὡς γέγραπται ἐν αʹ καὶ βʹ βίβλῳ αὐτοῦ, ὅτι ὁ θεὸς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξά‐
10σαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλήμ, καὶ ἔδωκεν αὐτῷ χάριν ἐνώπιον Ἀρταξέρξου καὶ τῶν ἑπτὰ συμβούλων καὶ πάντων ἀρχόντων τῶν αὐτοῦ. καὶ ἔγραψε πᾶσι τοῖς ἄρχουσι καὶ γαζοφύλαξι Συρίας καὶ Φοινίκης διδόναι πᾶν ὃ ἂν γένηται εἰς χρείαν τοῦ ἱεροῦ καὶ προστάξῃ Ἔσδρας ἕως ταλάντων ρʹ ἀργυρίου καὶ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἁλὸς ἐκ τοῦ
15βασιλικοῦ γαζοφυλακίου πρὸς τὸ τελεῖσθαι, φησί, τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ, καὶ μηδένα ἄλλον ἄρχειν τοῦ Ἰουδαίων ἔθνους πλὴν Ἔσδρα τοῦ ἀρχιερέως, καὶ καθηγεῖσθαι αὐτὸν ἐν τοῖς νομίμοις, καὶ ὅσα ἐκεῖσε γέγραπται λοιπὰ περί τε τοῦ κολάζειν αὐτὸν τοὺς παραβαίνοντας τὸν
20νόμον κυρίου, θανατοῦν τε καὶ ἀτιμάζειν καὶ ζημίας ἐπάγειν τοῖς ἀξίοις τούτων, καὶ διδάσκειν ἐπιμελῶς τοὺς ἀγνοοῦντας. καὶ εὐλογητός, φησί, μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως. Ταῦτα καὶ ἕτερα παραπλήσια τούτοις ἔγραψεν Ἀρταξέρξης ἐνισχύων τὸν Ἔσδραν καὶ τοὺς σὺν αὐτῷ· ὁ δ’ αὐτὸς θεοφιλέστατος ὢν καὶ ἐπιστή‐
25μων τοῦ θείου νόμου παραγενόμενος εἰς Ἱερουσαλὴμ τοσαύτην ἀκρίβειαν περὶ τὴν φυλακὴν τῶν θείων ἐντολῶν ἐπεδείξατο ὥστε πάντα τὸν λαὸν συμμιχθέντα γυναιξὶν ἀλλοφύλοις καὶ αὐτοὺς τοὺς ἱερεῖς καὶ Λευίτας παρὰ τὸν Μωυσέως νόμον ἀποζεῦξαι τῆς αὐτῶν συζυγίας, ὅπερ οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ φαίνεται δράσας.
30Οὗτος παρ’ ὅλην τὴν συγγραφὴν αὐτοῦ ἀρχιερέως ἄλλου οὐ μέμνηται
ἢ ἑαυτοῦ. ἑαυτὸν δὲ ἱερέα γενεαλογεῖ υἱὸν Ἀζαρέου τοῦ Ἐζερίου τοῦ302

303

Χελκίου τοῦ Σαλήμου τοῦ Σαδδοῦ τοῦ Βοκοκὰ τοῦ Ἀβασαὶ τοῦ Φινεὲς τοῦ Ἐλεάζαρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως. Ταῦτα ἐν τῷ αʹ βιβλίῳ διὰ ιʹ γενεῶν ἑαυτὸν καταγαγών, ἐν δὲ τῷ βʹ διὰ ιϛʹ γενεῶν οὕτως ἑαυτὸν γενεαλογεῖ· Ἔσδρας υἱὸς Σαρείου υἱοῦ Ἀζαρίου
5υἱοῦ Ἐλκία υἱοῦ Σελοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχιτὼβ υἱοῦ Σαμαρεία υἱοῦ Ἐσδρία υἱοῦ Μαρεὼθ υἱοῦ Ζαρέα υἱοῦ Ὀζεὶ υἱοῦ Βοκκεὶ υἱοῦ Ἀβισουὲ υἱοῦ Φινεὲς υἱοῦ Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου. Καὶ ἀρχιερεὺς δὲ ἐν τέλει τοῦ αʹ βιβλίου αὐτοῦ φέρεται, ἐν οἷς γέγραπται ὅτι ‘καὶ εἶπεν Ἀταράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς
10Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας· ἡ ἡμέρα αὕτη ἐστὶν ἁγιωτάτη τῷ κυρίῳ.‘ Ὡς ἐκ τούτων τεκμαίρεσθαι ἡμᾶς, μᾶλλον δὲ εἰπεῖν πληροφορεῖσθαι ὅτι αὐτὸς Ἔσδρας ἱεράτευσε μετὰ τὸν Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδέκ, τὸν ἐπὶ τῆς Ἰουδὴθ καὶ Ὁλοφέρνου ἐν τοῖς χρόνοις Ξέρξου ἀρχιερατεύ‐
15σαντα, ὡς τῆς Νεεμίου τοῦ οἰνοχόου Ἀρταξέρξου τούτου ἀναβάσεως μετὰ ιγʹ ἔτη τῆς Ἔσδρα τούτου ἀνόδου κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ βασιλέως. ὁ γὰρ αὐτὸς Ἀρταξέρξης Μακρόχειρ καὶ τὸν ἀρχιερέα Ἔσδραν τῷ ζʹ ἔτει αὐτοῦ θεόθεν κινηθεὶς ἐξέπεμψε πρὸς διδασκαλίαν τῶν ἐν Ἱερουσαλὴμ Ἰουδαίων, καὶ αὖθις τὸν Νεεμίαν μετὰ ιγʹ ἔτη πρὸς ἀνοι‐
20κοδομὴν τῶν τειχῶν τελείαν καὶ τῆς πόλεως τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ διὰ πολλὴν οἰκείωσιν δοθεῖσαν καὶ αὐτῷ ὡς θεοφιλεῖ πρὸς Ἀρ‐ ταξέρξην καὶ αἰτησαμένῳ ἀναστῆσαι τὴν πόλιν τῶν πατέρων. Ἐπὶ τούτου δὲ Ἐλιασοὺβ ἦν ἀρχιερεὺς υἱὸς Ἰωακείμ, ὡς γέγραπται ἐν λόγοις Νεεμίου, ἐν τέλει βʹ Ἔσδρα βιβλίου, ὅτι ‘καὶ ἀνέστη Ἐλιασοὺβ ὁ
25ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς.‘ ὥσπερ οὖν ἐν τοῖς κατὰ Νεεμίαν λόγοις ἐμνήσθη αὐτοῦ ἡ τοῦ Ἔσδρα γραφή, οὕτως ἂν καὶ ἐν τοῖς κατὰ τὸν αὐτὸν Ἔσδραν, εἴπερ ἱεράτευεν, οὐκ ἂν
ἀπεσιώπησεν αὐτόν. πλὴν ἐπειδὴ πάντες οἱ προγενέστεροι τὸν Ἐλιασούβ,303

304

ὃν καὶ Ἐλιάσιβον καλοῦσι, μετὰ Ἰωακεὶμ τὸν πατέρα αὐτοῦ ἐστοιχείωσαν, ἀναγκαζόμεθα καὶ ἡμεῖς. Ἐπὶ Ἀρταξέρξου τούτου τοῦ Μακρόχειρος ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους τὸν ἱερὸν λεγόμενον πόλεμον.
5 Τότε καὶ Κάμιλλος παρὰ Ῥωμαίοις ὑπάτευσεν ἄριστος στρατηγὸς ἀλόγως διωχθεὶς ἐκ συκοφαντίας, ὃς οὐ καρτερήσας ὁρᾶν πολιορκουμένην ὑπὸ Γάλλων τὴν Ῥώμην, δύναμιν συλλέξας ἠλευθέρωσε τῆς πολιορκίας τὴν πόλιν ἐπελθὼν ἔξωθεν καὶ διαφθείρας τοὺς πολεμίους. Τότε καὶ Θουκυδίδης ὁ συγγραφεὺς παρ’ Ἀθηναίοις ἤκμαζε.
10 Τότε καὶ ὁ Πελοποννησιακὸς συνέστη πόλεμος διὰ τὸ γεγονὸς ὑπὸ Περικλέους ψήφισμα μὴ κοινωνεῖν Μεγαρεῦσι τοὺς Ἀθηναίους, ὡς ὑβρίσασιν Ἀσπασίαν τὴν γαμετὴν αὐτοῦ, καὶ διὰ τὴν τοιαύτην αἰτίαν προσθεμένων τῶν Μεγαρέων τοῖς Λακεδαιμονίοις. Τότε καὶ Κίμων στρατηγὸς ἀκμάσας, ἀχαριστηθεὶς μετ’ οὐ πολὺν
15ἐξωρίσθη χρόνον ὑπ’ Ἀθηναίων τῶν καὶ Ἀριστείδην ἐξορισάντων καὶ τοὺς Θεμιστοκλέους πόνους ἀγνωμονησάντων οὕτως ὡς φάρμακον αὐτὸν ἑλέσθαι καὶ καταλῦσαι τὸν βίον. Τότε καὶ Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἐγνωρίζετο καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Ζήνων τε καὶ Παρμενίδης οἱ φιλόσοφοι καὶ
20Ἱπποκράτης Κῶος ἰητρός· ῥήτορες δὲ Λυσίας τε καὶ Ἰσαῖος καὶ Ἀντισθέ‐ νης ὠνομάζοντο, Ἀριστοφάνης τε ὁ κωμικὸς καὶ Εὐριπίδης ποιητὴς καὶ Ἡράκλειτος φυσικὸς φιλόσοφος, καθ’ οὕς φασι καὶ Σωκράτην φιλόσοφον τεχθῆναι.
24tΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
25 Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵επαʹ. Μακεδόνων ιγʹ ἐβασίλευσεν Ὀρέστης ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
͵εϙεʹ.304

305

(1t)

ΣΠΟΡΑΔΗΝ
2Ἐν Ῥώμῃ Σουνία παρθένος φθαρεῖσα κατωρύγη ζῶσα. Λίθος ἐκ τοῦ οὐρανοῦ ἔπεσεν ἐν Ποταμοῖς Αἰγός. Σωκράτης ἐγεννήθη.
5 Πίνδαρος καὶ Σιμωνίδης μελοποιοὶ ἐγνωρίζοντο. Ἡ ἐν Θερμοπύλαις μάχη καὶ ἡ ἐν Σαλαμῖνι ναυμαχία. Ἐν Ῥώμῃ Πόρπιλά τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατωρύγη. Χοίριλος καὶ Προύνικος ἐγνωρίζοντο.
10 Οἱ περὶ Διαγόραν φυσικοὶ φιλόσοφοι ἤκμαζον. Ἱέρων Συρακουσίων ἐτυράννει καὶ ὅλης Σικελίας. Σοφοκλῆς τραγῳδοποιὸς πρῶτος ἐπεδείξατο. Θεμιστοκλῆς εἰς Πέρσας φεύγει διὰ τὴν Ἀθηναίων ἄνοιαν, ὃς αἷμα ταύρου πιὼν τελευτᾷ.
15Σικελίας δημοκρατία. Ἡλίου ἔκλειψις. Ἀναξαγόρας θνήσκει. Κίμων ἐπ’ Εὐρυμέδοντι ναυμαχίᾳ Πέρσας νικᾷ καὶ πεζομαχίᾳ. Εὐήνιος ἐλεγείας ποιητὴς ἐγνωρίζετο.
20 Ἐμπεδοκλῆς καὶ Παρμενίδης φυσικοὶ φιλόσοφοι ἐγνωρίζοντο. Ζήνων καὶ Ἡράκλειτος ὁ σκοτεινὸς ἤκμαζον. Δήμαρχοι ἐν Ῥώμῃ καὶ ἀγορανόμοι ᾑρέθησαν μηκέτι ὄντων ὑπά‐ των. Νόμους ἐκ τῆς Ἑλλάδος Ῥωμαῖοι μετεστείλαντο, ἀφ’ ὧν τὰς δώδεκα
25δέλτους συνέθηκαν.305

306

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ
2Ἀρχιερεὺς δʹ Ἰωδαὲ ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵επβʹ. Ἀρχιερεὺς εʹ Ἰωάννης ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εριηʹ. Ἀρχιερεὺς ϛʹ Ἰαδδοῦς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερνʹ.
5 Μανασσῆς ἀδελφὸς Ἰαδδοῦς ἀρχιερέως ᾠκοδόμησε τὸ ἐν Γαριζεὶν ἱερὸν Σαμαρείας.
7tΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ
8Περσῶν ηʹ ἐβασίλευσε Ξέρξης υἱὸς Ἀρταξέρξου μῆνας βʹ. Περσῶν θʹ ἐβασίλευσε Σογδιανὸς μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
10͵εϙʹ. Περσῶν ιʹ ἐβασίλευσε Δαρεῖος ὁ Νόθος ἀνελὼν Σογδιανὸν ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εϙαʹ. Κατὰ τοῦτον τὸν ἐπικληθέντα Δαρεῖον Νόθον ἡ Ἀθηναίων συμφορὰ γέγονεν ἐν Σικελίᾳ, καὶ Αἴγυπτος ἀπέστη Περσῶν.
15 Τότε δὴ καὶ Πολυδάμας Σκοτουσαῖος παγκράτιον νικήσας παρ’ Ὤχῳ τῷ Περσῶν βασιλεῖ γέγονε μετὰ χρόνους, λέοντας διαχρώμενος καὶ ὡπλισμένοις γυμνὸς πολεμῶν, παμμεγέθης ὑπάρχων καὶ ἀλκιμώτατος. Περσῶν ιαʹ ἐβασίλευσεν Ἀρταξέρξης, υἱὸς Δαρείου Νόθου, ὁ καὶ Μνήμων, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εριʹ.
20 Εὐσέβιός φησι· κατὰ τοῦτόν μοι δοκεῖ ἡ κατὰ τὴν Ἐσθὴρ ἱστορία, εἰ δὴ αὐτός ἐστιν ὁ παρὰ μὲν Ἑβραίοις Ἀσούηρος, παρὰ δὲ τοῖς οʹ ἑρμηνευταῖς Ἀρταξέρξης. Τῷ λβʹ ἔτει Ἀρταξέρξου υἱοῦ Δαρείου Νόθου Ἀλέξανδρος ὁ Φιλίππου Μακεδόνων βασιλεὺς ἐξ Ὀλυμπιάδος ἐγεννήθη.
25Ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μνήμονος Κῦρος ἀδελφὸς αὐτοῦ, Δαρείου τοῦ
Νόθου παῖς καὶ Παρυσάτιδος, οἰκῶν ἐν τῇ Ἀσίᾳ, ἐπιστρατεύει κατὰ τοῦ306

307

ἀδελφοῦ περὶ τῆς βασιλείας μετὰ πλήθους Ἑλληνικοῦ στρατοπέδου, συνόντος αὐτῷ Ξενοφῶντος ἱστορικοῦ τοῦ γράψαντος τὴν ἀνάβασιν αὐτοῦ. πολέμου δὲ συστάντος ὑπὲρ τὸν Τίγριν ποταμὸν σταδίοις τξʹ κατὰ τὸν Ξενοφῶντα, πίπτει μὲν τρωθεὶς ὁ Κῦρος, κρατοῦσι δὲ τῶν Περσῶν
5Ἕλληνες. Ἀρταξέρξης δὲ μηδ’ ὅπλοις κρατεῖν Ἑλλήνων ἰσχύων μηδ’ ἀταράχως ἐπανελθεῖν πείθων, παρασπονδήσας δόλῳ τοὺς στρατηγοὺς διὰ Τησαφέρνους ἀνεῖλε. Ξενοφῶν δὲ τοὺς Ἕλληνας παραλαβών, ἀπαχθεὶς εἰς Ἑλλάδα διέσωσε διὰ μαχίμων ἐθνῶν ἐπὶ τὸν Εὔξεινον πόντον ἐπανελθὼν εἰς Βυζάντιον, κἀκεῖθεν ἐλθὼν εἰς Θρᾴκην, Σεύθῃ τῷ Θρᾳκῶν βασιλεῖ
10παραδοὺς Λακεδαιμονίους συμμαχήσοντας Θίβρωνι παρέπεμψε διαβιβά‐ σας εἰς Πέργαμον ναυαρχοῦντι τῶν Λακεδαιμονίων. Περσῶν ιβʹ ἐβασίλευσεν Ὦχος ὁ καὶ Ἀρταξέρξου παῖς ἔτη εʹ, κατὰ δὲ τινὰς κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερνʹ. Ὦχος Ἀρταξέρξου παῖς εἰς Αἴγυπτον στρατεύων μερικὴν αἰχμαλωσίαν
15εἷλεν Ἰουδαίων, ὧν τοὺς μὲν ἐν Ὑρκανίᾳ κατῴκισε πρὸς τῇ Κασπίᾳ θαλάσσῃ, τοὺς δὲ ἐν Βαβυλῶνι, οἳ καὶ μέχρι νῦν εἰσιν αὐτόθι, ὡς πολλοὶ τῶν Ἑλλήνων ἱστοροῦσιν. Οὗτος ὁ Ὦχος κρατήσας Αἰγύπτου βʹ ἔτη ἀναιρεῖται ὑπὸ Βαγώου τινὸς Πέρσου τῶν ἐν τέλει.
20 Ὁ αὐτὸς καὶ Σιδῶνα κατέσκαψεν. Ἕως Ὤχου καὶ Νεκτανεβὼ ὁ Μανεθῶ τὰς λαʹ δυναστείας Αἰγύπτου περιέγραψε τρίτου τόμου ἔτη ͵ανʹ, τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν συγγραφέων. Μακεδόνων βασιλεῖς ιεʹ. Οὗτος ὁ Ὦχος εἰς Αἴγυπτον ἐπιστρατεύσας ἔτι ζῶντος τοῦ πατρὸς
25Ἀρταξέρξου, ὡς καὶ ἄλλοι, μετὰ ταῦτα ἐκράτησεν Αἰγύπτου, φυγόντος Νεκτανεβώ, ὡς τινές, εἰς Αἰθιοπίαν, ὡς δὲ ἕτεροι, εἰς Μακεδονίαν· ἡνίκα καὶ Ὀλυμπιάδι μιχθεὶς διὰ γοητείας υἱὸν ἔσχεν Ἀλέξανδρον Ἄμμωνος
εἶναι θεοῦ υἱὸν νομιζόμενον.307

308

Περσῶν ιγʹ ἐβασίλευσεν Ἀρσῆς Ὤχου ἀδελφὸς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερνεʹ. Περσῶν ιδʹ ἐβασίλευσε Δαρεῖος Ἀρμουσάμου ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερνθʹ.
5 Οὗτος ὁ Δαρεῖος ὁ Ἀρμουσάμου συμβαλὼν Ἀλεξάνδρῳ ἐν Ἰσσῷ ποταμῷ τῆς Κιλικίας ἡττᾶται.
7tἸωσήππου
8 Δαρεῖος Ἀρσάμου, ὃν Ἀλέξανδρος καθεῖλε, Σαναβαλλέτην τινὰ Χουσαῖον σατράπην ἔπεμψεν ἐν τῇ Ἰουδαίᾳ. τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονε
10Νικᾶς ὁ τοῦ τηνικαῦτα ἀρχιερέως Ἰαδδοῦς ἀδελφός, ὁ καὶ Μανασσῆς, ὃν μὴ δυνηθεὶς Σαναβαλλέτης εἰς Ἱερουσαλὴμ καταστῆσαι ἀρχιερέα, κτίζει ναὸν ἐν τῷ ὄρει Γαριζείν, δεηθεὶς πρῶτον μὲν Δαρείου, ἔπειτα δὲ καὶ Ἀλεξάνδρου τοῦ μεγάλου, καὶ καθιστᾷ αὐτὸν ἀρχιερέα ἐν τῷ αὐτῷ ναῷ τῷ ὑπὸ Σαμαρειτῶν νῦν προσκυνουμένῳ.
15tΑΙΓΥΠΤΙΩΝ ΔΥΝΑΣΤΕΙΑΙ
16 Αἴγυπτος ἀπέστη Περσῶν δευτέρῳ ἔτει Νόθου Δαρείου. Αἰγυπτίων κηʹ δυναστεία Ἀμυρταῖος Σαΐτης ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εϙβʹ. Αἰγυπτίων κθʹ δυναστεία Μενδησίων βασιλέων δʹ. ὧν αʹ Νεφερίτης
20ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εϙηʹ. Αἰγυπτίων κθʹ δυναστεία, βʹ Ἄχωρις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερδʹ. Αἰγυπτίων κθʹ δυναστεία, 〈γʹ〉 Ψάμμουθις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εριζʹ.
25Αἰγυπτίων κθʹ δυναστεία, δʹ 〈Νεφερίτησ〉 μῆνας δʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος ͵εριθʹ.308

309

Αἰγυπτίων λʹ δυναστεία Σεβεννυτῶν, αʹ Νεκτανέβης ἐβασίλευσεν ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερκʹ. Αἰγυπτίων λαʹ δυναστεία Σεβεννυτῶν, Νεκτάνεβος βʹ, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερκηʹ.
5 Αἰγυπτίων λβʹ δυναστεία, βʹ Τεὼς ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερμϛʹ.
7tΣΠΟΡΑΔΗΝ
8 Πλάτων πρὸς Σωκράτην ἐφοίτα· Σιμίας καὶ Κέβης καὶ οἱ λοιποὶ Σωκρατικοί. Ἀφρικανοῦ· ὀλυμπιὰς πζʹ· ὁ Πελοποννησίων καὶ Ἀθηναίων
10πόλεμος ζʹ καὶ εἰκοσαετής, ὃν Θουκυδίδης συνέγραψε, δι’ Ἀσπασίας πόρνας βʹ καὶ στήλας κατὰ Μεγαρέων ἀστυγειτόνων Ἀθηναίοις συνέστη. ὀλυμπιὰς πηʹ· Βακχυλίδης μελοποιὸς ἐγνωρίζετο. Ἀθηναίους ἔπεισεν ὁ λιμός. Σωκράτης φιλόσοφος καθαρτικὸς ἤνθει.
15 Εὔπολις καὶ Ἀριστοφάνης κωμικοί, Σοφοκλῆς τε ὁ τραγῳδοποιὸς ἐγνωρίζετο. Γοργίας καὶ Ἱππίας καὶ Πρόδικος, ὡς δὲ τινές, καὶ Ζήνων καὶ Παρμενί‐ δης κατὰ τούτους ἤκμαζον. Πῦρ ἐκ τῆς Αἴτνης ἐν τοῖς κατὰ Σικελίαν τόποις ἐρράγη. σεισμῶν
20γεγονότων ἡ πρὸς Λοκροῖς Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐσπείσαντο. Εὔδοξος ὁ Κνίδιος ἐγνωρίζετο. Λακεδαιμόνιοι ἀπῴκισαν Ἡρακλεῖδα.
Ἀθηναίων συμφορὰ ἐν Σικελίᾳ.309

310

Ἀθηναῖοι ἐτυραννήθησαν. Ἀλκιβιάδην ἀνεῖλε Φαρνάβαζος. Κύρου Πέρσου ἀνάβασις, ἣν ἱστορεῖ Ξενοφῶν ὁ Γρύλλου. Σωκράτης ῥήτωρ, Κτησίας, Διόδωρος ἐγνωρίζοντο.
5 Ἀθηναῖοι τὰ κδʹ Ἑλληνικὰ γράμματα κατὰ τούτους τοὺς χρόνους ἐχρήσαντο, ιϛʹ μόνα ὄντα πρότερον. Οἱ ἐν Ἀθήναις τύραννοι κατελύθησαν. Ἀθηναῖοι ἡττηθέντες ὑπὸ Λυσάνδρου ἐν Αἰγὸς Ποταμοῖς παρέδοσαν ἑαυτοὺς Λακεδαιμονίοις ἔτη ρνζʹ.
10 Ῥόδιοι ἐκ τῆς Τριπόλεως εἰς μίαν συνῆλθον πόλιν. Καὶ Κῦρος ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην ἀπὸ τῆς Ἑλλάδος ἀνελθὼν ἀναιρεῖται, ὡς ἱστορεῖ Ξενοφῶν τὴν ἀνάβασιν, ὃς ἡγήσατο τῶν μυρίων ἐν τῇ καθόδῳ. Οἱ λʹ ἐν Ἀθήναις κατελύθησαν τύραννοι.
15 Σαλπιγκτῶν 〈καὶ〉 κηρύκων ἀγὼν προσετέθη ἐν Ὀλυμπίᾳ. Ἑλίκη καὶ Βοῦρα πόλεις ἐν Ἀχαΐᾳ ἤτοι Πελοποννήσῳ κατεπτώθησαν μεγάλῳ σεισμῷ, ὧν ἔτι κατὰ θάλασσαν ἴχνη φαίνεται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον εἰς δεξιά. Εὐδόξιος ἀστρολόγος ἐγνωρίζετο.
20 Καρχηδονίων ὁ ἱερὸς πόλεμος. Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικάτωρ πορθήσας Καρχηδόνα Ἀφρικὴν τὴν χώραν μετωνόμασε. Σωκράτης ἐξ ἀνοίας Ἀθηναίων ἀποθνήσκει, κατακριθεὶς πιεῖν τὸ
κώνειον.310

311

Ὁ ἐν Ἐφέσῳ ναὸς αὖθις ἐνεπρήσθη. Διογένης κυνικὸς φιλόσοφος ἐγνωρίζετο. Διονύσιος Σικελίας ἐτυράννει. Πλάτων καὶ ἄλλοι Σωκρατικοὶ φιλόσοφοι ἤνθουν.
5Γαλάται καὶ Κέλται Ῥώμης ἐκράτησαν πλὴν τοῦ Καπετωλίου. Εὐαγόρας βασιλεύων τῆς Κύπρου ἐξέστη. Πρεσεντίνους ἐνίκησαν Ῥωμαῖοι. Ἰσοκράτης σοφιστὴς ἤκμαζε. Διονύσιος τύραννος Σικελίας ἀπέθανε κρατήσας ἔτη ιηʹ. μεθ’ ὃν ὁ βʹ
10υἱὸς αὐτοῦ Διονύσιος ὁ νεώτερος, καθ’ ὃν ὁ Πλάτων ἐν Σικελίᾳ γέγονε τὸ βʹ. Ἀριστοτέλης Πλάτωνι ἐμαθήτευσεν ἀπὸ ιζʹ ἔτους τῆς ζωῆς αὐτοῦ. Τότε, φασί, καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτέλεσε τὸν βίον.
15 Ἐπ’ αὐτοῦ Διονύσιος ἐτυράννει τῆς Σικελίας, καθ’ ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων τοῦ πυρὸς κρατήρων, ὥς φασιν οἱ κατ’ αὐτὸν φιλόσοφοι, ὡς δὲ Ἀριστείδης ὁ ῥήτωρ κατὰ Πλάτωνος γράψας, Σικελικῆς χάριν τραπέζης, τῷ τυράννῳ γινώσκεται διά τινος Δίωνος γυναικαδέλφου τοῦ Διονυσίου ἀνδρὸς προσκειμένου
20φιλοσοφίᾳ. ὡς δὲ ἐπηρώτησε Διονύσιος Πλάτωνα, τίς εὐδαίμων ἐν ἀνθρώποις, ἐλπίζων ἀκοῦσαι παρὰ τοῦ φιλοσόφου ὅτι σύ, ὁ δ’ οὐ κολακεύ‐ σας τὸν τύραννον, ἀλλ’ εἰπὼν ὅτι Σωκράτης, ἀπαντᾶν τοὺς κατ’ ἐκεῖνον ζῶντας φιλοσόφως. αὖθις ἠρωτήθη, τί ἔργον πολιτικοῦ, καὶ ἀπεκρίνατο τῷ αὐτῷ τυράννῳ τὸ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας, ἀκούσειν
25ποθοῦντι παρὰ Πλάτωνος ὅτι τὸ ὀρθῶς δικάζειν· ηὔχει γὰρ ἐπὶ τούτῳ Διονύσιος. εἶτά φησι· τὸ ὀρθῶς δικάζειν τίνος ἔργον σοὶ δοκεῖ; πρὸς ὃν ὁ Πλάτων· μόριόν τι μικρὸν πολιτικοῦ τὸ δικάζειν ὀρθῶς. ἀκεσταῖς γὰρ ἐοίκασι τοῖς τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσι. τρίτον αὐτὸν ἐπανήρετο
τὸ τύραννον εἶναι, φάς, ποταπόν σοι φαίνεται; πρὸς ὃν ἀντέφη Πλάτων·311

312

σφόδρα δεινόν, ὅπου γε καὶ τὰ κουρευτικὰ μαχαίρια φοβεῖται μὴ ὑπ’ αὐτῶν ἀναιρεθῇ. Πρὸς ταῦτα, φασὶν οἱ Πλατωνικοὶ Πλάτωνος ὑπεραπολογούμενοι τοῦ διδασκάλου ἐν τοῖς κατὰ τοῦ Ἀριστείδου, Διονύσιος ὁ Σικελίας τύραννος
5χαλεπήνας ἐπὶ τῷ φιλοσόφῳ μηδ’ ὅλως αὐτὸν κολακεύσαντι ἀπεφήνατο Πλάτωνα Συρακουσῶν αἴρεσθαι ἡλίου ὑπὲρ γῆν ὄντος, καὶ ἐπρίατο αὐτὸν Ἀννίκηρίς τις ἐξ Αἰγίνης, οὗ χάριν ὁ λόγος παρὰ τοῖς Πλατωνικοῖς μέχρι νῦν ἐπεκράτησε· καὶ οὐδεὶς Ἀννίκηριν ἐγίνωσκεν, εἰ μὴ Πλάτωνα ἐπρίατο. ἕτεροι δὲ ἱστοροῦσιν ὅτι Πόλλιδι τινὶ πρὸς πρᾶσιν παραπλέοντι
10τὴν Σικελίαν παραδοὺς ὁ τύραννος ἐκβάλλει τῆς νήσου, ὃς τὸν φιλόσοφον παραλαβὼν Αἰγινήταις πρὸς Ἀθηναίους οὐκ εἰρηνεύουσι προσορμίσας ἀποδέδωκε τὸν Πλάτωνα, τοῦτο κελεύσαντος αὐτῷ λάθρα τοῦ Διονυσίου. αὐτὸς δὲ Πλάτων τοῦ πριαμένου μεταθέντος αὐτὸν εἰς Ἀθήνας διαπλεῖ. Διονυσίου δὲ τελευτήσαντος ιηʹ ἔτει τῆς τυραννίδος κρατεῖ Διονύσιος
15παῖς αὐτοῦ μετ’ αὐτόν· τῆς 〈δὲ〉 Σικελίας τυραννεῖ, Πλάτωνά τε μετακα‐ λεῖται τῷ Δίωνι χαριζόμενος καὶ σφόδρα τιμᾷ παραγενάμενον διὰ τὴν Δίωνος προτροπὴν ἐλπίδι τοῦ μεταβάλλειν εἰς ἀριστοκρατίαν τὴν τυραννίδα. Δίωνος δὲ συκοφαντίᾳ προδοσίας ἐκδιωχθέντος ὑπὸ τοῦ τυράννου τῆς νήσου καὶ πλεύσαντος εἰς Ἀθήνας ἐκπέμπεται καὶ Πλάτων,
20ἐν ᾗ μεταμεληθεὶς ὁ τύραννος μετακαλεῖται Πλάτωνα, ὑποσχόμενος ἐπαναγαγεῖν καὶ Δίωνα δι’ αὐτόν. καὶ παραγίνεται Πλάτων, Διονυσίου δὲ ψευσαμένου μετ’ ὀλίγον ἀπαίρει. Ὁ δὲ Δίων ἐπαναστὰς μεθ’ Ἑλληνικῆς δυνάμεως ἐκβάλλει Διονύσιον τῆς ἀρχῆς, αὐτός τε μετ’ ὀλίγον ἀναιρεῖται παρά τινων οἰκείων· καὶ
25Διονύσιος πάλιν κρατεῖ, ὃς ὑπὸ Κορινθίων καὶ Τιμολέοντος στρατηγοῦ ἀχθεὶς ἐν Κορίνθῳ ἀσχήμως ἐκεῖ τελευτᾷ ἐν πενίᾳ καταγηράσας. Πλάτων τελευτῶν κατὰ τὴν ρζʹ ὀλυμπιάδα Σπεύσιππον ἀδελφιδοῦν διάδοχον τῆς Πλατωνικῆς διατριβῆς προεστήσατο.
Ἀριστοτέλης ὁ Νικομάχου Σταγειρίτης μαθητὴς Πλάτωνος ἤνθει.312

313

τούτου μαθητὴς γνησιώτατος Ἀλέξανδρος ὁ Φιλίππου πᾶσαν λογικὴν καὶ σωματικὴν παίδευσιν ἀσκηθεὶς ὑπ’ αὐτοῦ ἐπὶ σοφίᾳ καὶ λόγοις δογματικοῖς. Ἤνθουν Ξενοκράτης διάδοχος Σπευσίππου Πλάτωνος, Κράτης καὶ
5Διογένης κυνικοί, καὶ Ἱππαρχία Κράτητος γυνὴ φιλόσοφος. Δημοσθένης ὁ ῥήτωρ. Ἠρίνα ποιήτρια. Διονύσιος ὁ τύραννος ἐξέπεσε Σικελίας.
9tΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
10 Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εϙηʹ. Μακεδόνων ιεʹ ἐβασίλευσεν Ἀμύντας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερβʹ. Μακεδόνων ιϛʹ ἐβασίλευσε Παυσανίας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
15͵εργʹ. Μακεδόνων ιζʹ ἐβασίλευσεν Ἀμύντας ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερδʹ. Μακεδόνων ιηʹ ἐβασίλευσεν Ἀργαῖος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερθʹ.
20 Μακεδόνων ιθʹ ἐβασίλευσεν Ἀμύντας ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εριαʹ. Μακεδόνων κʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερκγʹ. Μακεδόνων καʹ ἐβασίλευσε Πτολεμαῖος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν
25ἔτος ͵ερκδʹ. Μακεδόνων κβʹ ἐβασίλευσε Περδίκκας ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερκζʹ. Μακεδόνων κγʹ ἐβασίλευσε Φίλιππος ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερλγʹ.
30Οὗτος δοθεὶς πρὸς ὁμηρείαν εἰς Θήβας Ἐπαμυνοδότῳ κατὰ τὰς Θήβας
ἀκμάζοντι στρατηγικῷ ἀνδρί, τότε ζηλωτὴς γέγονε τῆς αὐτοῦ ἀρετῆς,313

314

βασιλεύσας δὲ ὄντως μετιὼν τοῖς πράγμασιν· ὅθεν καὶ τὴν Μακεδόνων ἀρχὴν μεγάλως ηὔξησε. τούτου δὲ ἀναιρεθέντος ὑπὸ Παυσανίου Ἀλέξαν‐ δρος παῖς αὐτοῦ ἐβασίλευσεν ὁ Πέρσας καταπολεμήσας. Μακεδόνων κδʹ ἐβασίλευσεν ἔτη ιβʹ ὁ Φιλίππου καὶ Ὀλυμπιάδος παῖς.
5τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερνϛʹ. Ἀλέξανδρος Ἰλλυριοὺς καὶ Θρᾷκας εἷλε, Θήβας κατέσκαψε, τοὺς Δαρείου στρατηγοὺς ἐπὶ τῷ Γρανικῷ ποταμῷ Λυδῶν ἐνίκησε, Σάρδεις εἷλε, Τύρον ἐπολιόρκησεν, Ἰουδαίαν προσελάβετο, καὶ τὸν ἀρχιερέα Ἰαδδοὺς ἐτίμησε θύσας τῷ θεῷ, ὡς παρ’ αὐτοῦ τὴν οἰκουμένην ὁμολογῶν
10προσειληφέναι· ἧς καὶ ἐπιμελητὴν μετὰ τῶν λοιπῶν τόπων Ἀνδρόμαχον κατέστησεν· ὃν ἀνελόντες οἱ τὴν Σαμαρέων οἰκοῦντες δίκας ἔτισαν ἐπανελθόντος Ἀλεξάνδρου ἐξ Αἰγύπτου. τὴν Σαμάρειαν πόλιν ἑλὼν Ἀλέξανδρος Μακεδόνας ἐν αὐτῇ κατῴκισεν. Ἑλλήνων βασιλείας ἔτος αʹ ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἀριθμοῦσιν·
15Ἕλληνες γὰρ καὶ Μακεδόνες οἱ αὐτοί. Ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἕως κβʹ Κλεοπάτρας ἔτη τʹ. Ἀλεξάνδρεια ἡ κατ’ Αἴγυπτον ζʹ ἔτει Ἀλεξάνδρου ἐκτίσθη. Τῷ αὐτῷ ἔτει τοὺς ἐν Σαμαρείᾳ διὰ τὸν Ἀνδρομάχου φόνον ἐπανιὼν Ἀλέξανδρος ἐξ Αἰγύπτου ἐτιμωρήσατο, Μακεδόνας ἐγκατοικίσας τῇ
20πόλει αὐτῶν. Τῷ αὐτῷ ἔτει ἡ ἐν Ἀρβήλοις τῆς Μηδικῆς ἤχθη μάχη, καθ’ ἣν Δαρεῖος μὲν ὑπὸ τῶν περὶ Βῆσσον ἀνῃρέθη τῶν Βακτριανῶν, Ἀλέξανδρος δὲ τὴν Περσικὴν βασιλείαν σὺν τῇ Βαβυλῶνι καὶ Σουσᾶν προσηγάγετο, διαρκέσα‐ σαν ἀπὸ Κύρου ἕως Δαρείου ἔτη σλʹ. ὁ αὐτὸς Ὑρκανοὺς καὶ Μάρδους
25ἐχειρώσατο, Βῆσσος συνελήφθη, Ἀλέξανδρος Σογδιανὴν κατεστρέψατο. ὁ αὐτὸς τὴν Ἀορνὴν πέτραν ἐχειρώσατο καὶ Βερναβοᾶν ποταμὸν Ἰνδῶν
πρὸς Δάνδαμιν διέβη Βραχμανόν.314

315

Σπουδὴν θέμενος τὸ ͵εροʹ ἔτος τοῦ κόσμου κατὰ τὸ τέλος Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀποδεῖξαι συντρέχον, ὡς ἂν καὶ τὰ ἀπὸ Φιλίππου μετὰ Ἀλέξανδρον ἔτη λαμβανόμενα κατὰ τοὺς Πτολεμαίου προχείρους τῆς ἀστρονομίας κανόνας ὁμοφωνεῖν ἐν τοῖς ἐφεξῆς ἡμῖν ἔτεσιν, εὗρον Κῦρον
5τὸν αʹ βασιλέα Περσῶν ἐν τοῖς ἀπὸ Ναβονασάρου καταγομένοις ἐπὶ Ἀλέξανδρον ἔτεσιν θʹ μόνον ἔτη βασιλεύσαντα Περσῶν ἐν πᾶσι τοῖς ἀκριβέσι κανονίοις. μὴ δυνάμενος δὲ Κῦρον οὕτω στοιχειῶσαι διὰ τὸ ταῖς θείαις γραφαῖς ἀντιπίπτειν (ἁπανταχοῦ γὰρ λαʹ ἔτη κεῖται βασιλεύσας παρὰ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς) ἐξ ἀνάγκης ἐκ τῶν Ὤχου χρόνων
10ἀμφιβαλλομένων παρ’ ἐνίοις ὑφελὼν ἔτη τὰ δοκοῦντα εἶναι περιττὰ ἀντὶ τῶν καʹ εʹ μόνα ἐπ’ αὐτοῦ ἐστοιχείωσα, καὶ ἔστιν ὁ κανὼν σύμφωνος. Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι καὶ περὶ ταῦτα σπουδά‐ ζουσιν ἀναγκαῖος πέφυκε. προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν
15σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν πʹ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ
20τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως.
Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος ἑνὸς τῶν ἀφ’ Ἡρακλέους315

316

καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας βασιλεύοντος σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ’ οἷς τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώ‐
5ραν κατὰ τῶν πλησιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ’ αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ιαʹ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ζʹ. γενεαλογοῦσι
10δ’ αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεοστίου τοῦ Κισσίου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεαδάτους τοῦ Ὕλλου τοῦ Ἡρακλέους. ἔνιοι δὲ ἄλλως, φησί, γενεαλογοῦσι, φά‐ σκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυ‐
15βιάδα τοῦ Δεβάλλου τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λʹ ἔτη ἐβασίλευσε· μεθ’ ὃν Κοῖνος παῖς ἔτη κηʹ. μετὰ δὲ τοῦτον ὁ υἱὸς {Κάρανος ἔτη λʹ} Τυριμμᾶς ἔτη μεʹ, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν καὶ καθ’ ὅλου τὴν βασιλείαν ηὔξησεν.
20εἶτα Ἀργεῖος παῖς Τυριμμᾶ ἔτη λδʹ, μεθ’ ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λεʹ. πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη 〈***〉, εἶτ’ Ἀμύντας υἱὸς Ἀλ‐ κέτου ἔτη 〈***〉, ἑξῆς Ἀλέξανδρος Ἀμύντου. Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν. οὗτος ἔσχε βʹ υἱούς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν
25ἔτη 〈***〉, Ἀμύντας δὲ πάντα τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν
Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ316

317

ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιδʹ, πρὸς ὃν καὶ Εὐριπίδης τρα‐ γῳδοποιὸς παραγενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ’ αὐτῷ. Ἀρχελάου δ’ ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ
5ἔτη δʹ. ὃν ἀνεῖλεν Ἀερόπας ἐπίτροπος καὶ ἐβασίλευσε μετ’ αὐτὸν ἔτη δʹ. μεθ’ ὃν Ἀμύντας ἔτος αʹ βασιλεύσας ὑπὸ Μακεδόνων ἐξεβλήθη. καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη, υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντου τοῦ Ἀλεξάνδρου, καθ’ ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβʹ διεδέξατο
10τὴν ἀρχὴν Ἀλέξανδρος υἱὸς αὐτοῦ πρῶτος ἔτος αʹ. μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη 〈***〉. τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου, ἔτη κγʹ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν, μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν
15Μακεδόνων ἀρχήν, οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πο‐ λεμίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα ποιήσασθαι, μεγάλην κτησάμενος δύναμιν καὶ Τριβάλλους ὑποτάξας. ἐπ’ αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγηράσας, Ἀριστοτέλης δ’ ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου τούτου παῖς ἐξ
20Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φασιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειν τὸ γένος. Φίλιππος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρ‐ κησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνησον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε.
25τότε καὶ Ἀθηναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγʹ, καὶ
ἀναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ριʹ ὀλυμπιάδα ἀρχομένην, καθ’ ἣν317

318

Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. μετὰ γὰρ τὸν πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ αʹ ἔτος Δαρείου Ἀρσάμου Περσῶν βασιλέως μετὰ Κῦρον γεγονότος. Μέχρι τοῦ νῦν τῆς ἀρχῆς Ἀλεξάνδρου γίνεται χρόνος ἀπὸ μὲν αʹ
5ὀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ’ ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκʹ, ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ωʹ. Ἀλέξανδρος οὖν εἰκοστὸν ἄγων ἔτος κατὰ Δέξιππον πᾶσαν ἄσκησιν ἠσκημένος σωματικήν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαιμονιῶντος φοιτητής, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασιλείαν. καὶ πρῶτον
10μὲν Θρᾴκης καὶ Ἑλλάδος ἁπάσης πλὴν Λακεδαίμονος μόνης κρατήσας, εἰς τὴν μεγάλην Ἀσίαν διὰ τὸν Περσικὸν περαιοῦται πόλεμον, ἐν Γρανικῷ τε ποταμῷ πρότερον καταγωνισάμενος τῶν Περσικῶν στρατευμάτων, ἔπειτα καὶ ἐν Ἰσσῷ τῆς Κιλικίας αὐτῷ πολεμεῖ Δαρείῳ, καὶ τελευταῖον εἴσω χωρεῖ τῆς Ἀσσυρίας. καταλαβὼν δὲ Δαρεῖον ὑπὸ Βησσᾶ τινος τῶν
15ἀρχόντων ἀναιρεθέντα θάπτει μεγαλοπρεπῶς, ἔχων ἤδη τὴν αὐτοῦ γαμετὴν ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης σὺν τῇ μητρί τε καὶ τοῖς τέκνοις. βασιλεύει δὲ βασιλείαν Περσικὴν ἅμα τῇ βαρβάρῳ διαίτῃ. γενόμενος δὲ καὶ ἐν Καυκάσῳ κρατεῖ τῶν αὐτόθι βαρβάρων Μαιώτιδος λίμνης ἐλθών. κἀκεῖθεν μεταχωρήσας ἐπὶ τοὺς Ἰνδοὺς παντός τε κρατήσας ἔθνους
20Ἰνδικοῦ μέχρι ποταμοῦ Γάγγου πάλιν ἀναζεύγνυσι διὰ τοῦ Ἰνδοῦ ποταμοῦ μέχρι τῆς Ἰνδικῆς θαλάσσης, καὶ οὕτως εἰς τὴν Ἀσσυρίαν ἐπάνεισι Βαβυλῶνα, πᾶσαν ἔχων Εὐρώπην ὑπὸ χεῖρα καὶ τὴν Ἀσίαν. τελευτᾷ δὲ τὸν βίον ἐκεῖ νόσῳ καμών. θάπτεται δὲ μετὰ βραχὺ τὸ σῶμα εἰς τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἣν μετὰ τὴν ἐν Ἰσσῷ μάχην αὐτὸς ᾠκοδο‐
25μήσατο, Τύρον καὶ Γάζαν καὶ τὰς λοιπὰς πόλεις παραστησάμενος πλὴν Ἱεροσολύμων διὰ τὴν ἑξῆς παρατεθησομένην αἰτίαν, ἐκ Παλαιστίνης εἰς
Αἴγυπτον ἐλθών· θάπτεται οὖν τὸ σῶμα σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ318

319

Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρός, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακε‐ δόνων, μετονομασθεὶς ὑπ’ αὐτῶν Φίλιππος, σὺν Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς Δαρείου παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζʹ. ἀπὸ τῆς ἀρχῆς οὖν τούτου οἱ χρόνοι τῶν προχείρων κανόνων κατὰ Πτολεμαῖον
5ληφθέντες καὶ τὰ κατὰ ἀποκατάστασιν Αἰγυπτιακοῦ ἔτους ψηφίζονται. Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. λοιπὸν δὲ καὶ τοὺς μετ’ αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ.
10 Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μέν, ὡς ἤδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς ὁ ἐπικληθεὶς Φίλιππος πόθῳ τῶν Μακεδόνων τῷ πρὸς τὸν πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου· εἶτα καὶ οἱ λοιποὶ καθ’ ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες
15ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμαχος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ Παμφυλίας καὶ
20Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδρου διοικεῖ βασιλείαν ἐν Μακεδόσι καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριεʹ ὀλυμπιάδα, καθ’ ἣν ἀρχομένην,
ἢ πρὶν ἄρξασθαι, τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ319

320

παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται. τοῦτον μὲν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου·
5βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύο παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷ προρρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρτου Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελών, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας, ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ
10βασιλέως γαμετὴν Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθʹ, φθινάδι τε νόσῳ διαλυθείς, ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπάτρῳ· ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων ἐν Ἐλατείᾳ θανών, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν τὴν ἰδίαν μητέρα συμπράττουσαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας εἰς Πόντον
15φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ’ αὐτοῦ, καίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάνδραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ Δημητρίου δὲ ἀναιρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ ἄρχει Μακεδόνων Δημήτριος.
20 Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς ἀνωτέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διαφόρων ἐπιτεθέντων δυναστῶν, ἔτη ιηʹ τῆς βασιλείας κρατήσας· Πολιορκητὴς δὲ ἐπικληθεὶς διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι
25φυγάς, ἡνίκα τῆς ὅλης Ἀσίας ἀποσφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα. Οὗτος τῆς μὲν Ἀσίας τῆς μικρᾶς ἔτη ιζʹ, Μακεδόνων δὲ ϛʹ ἐβασίλευσεν ἔτη μόνα μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου, καὶ ἐκβάλλεται
τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώ‐320

321

του δυνάστου διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ’ αὐτοῦ, εἰκοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίᾳ στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν Δημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ
5Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεοπτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακεδόνων μῆνας ζʹ. Λυσίμαχος δὲ ὁ Θετταλὸς Ἀγαθοκλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου
10χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδραμὼν ὡς γείτονι, Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη εʹ καὶ μῆνας ϛʹ. οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικάτορα μάχῃ βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν Δημή‐ τριον, ἐκπίπτει τῆς ἀρχῆς.
15 Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ’ ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς Δημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ Λυσίμαχος Πύρρον ἐκβαλὼν
20Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέπτωκε τῆς ἀρχῆς, ὑπολείπεται δεῖξαι καὶ Σέλευκον ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύ‐ σας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ
25Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ’ ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβʹ. διὸ καὶ Νικάνωρ ἐπεκλήθη. τῷ γοῦν λβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, οεʹ τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακεδονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ καὶ αὐτὸς ἀναιρεῖται πρὸς
30Πτολεμαίου τοῦ Λάγου τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος. Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου Σέλευκον ἀνελὼν
εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον ἔτος ἓν καὶ μῆνας321

322

εʹ ἀναιρεῖται καὶ αὐτός, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ τῆς δυνά‐ μεως καὶ τῶν ἐλεφάντων. Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ
5πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών, ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας μεʹ· μεθ’ οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης. οἳ πάντες ἔτη γʹ κατὰ Διόδωρον.
10 Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν Γόνοις τῆς Θετταλίας τραφῆναι υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ βασιλεύει Μακεδόνων ἔτη μδʹ, προβασιλεύσας ἔτη ιβʹ τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα τῆς Μακε‐ δονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησάμενος ἓν κράτος. μετὰ τοῦτον ὁ υἱὸς Δημήτριος ἔτη ιʹ βασιλεύσας τελευτᾷ καταλιπὼν Φίλιππον υἱὸν
15νήπιον. τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη ιβʹ, κατὰ δὲ τὸν Διόδωρον ἔτη θʹ. μεθ’ ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχήν, καὶ ἦρξεν ἔτη μβʹ. τούτου τελευ‐ τήσαντος διεδέξατο τὴν ἀρχὴν Περσεὺς ἔτη ιʹ ἢ θʹ, κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον
20οἰκτρῶς καταστρέψας κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων. Τῆς μὲν οὖν πρὸς Ῥωμαίους δυστυχοῦς μάχης Φίλιππος προκατῆρξεν ὁ Περσέως πατήρ, τοῦ δὲ αἰσχίστου τέλους Περσεὺς ἀπήλαυσε σὺν τοῖς ὑπ’ αὐτὸν Μακεδόσι καὶ τοῖς συμμαχήσασιν Ἰλλυριοῖς καὶ Ἠπειρώταις καὶ Μολοσσοῖς.
25 Αἰμίλιος γὰρ Μάρκος Ῥωμαίων ὕπατος καὶ ἄριστος στρατηγὸς Περσέα λαβὼν αἰχμάλωτον, τοῦτον μὲν ἄδικον πρὸς Ῥωμαίους ἐξαγαγόντα παρὰ τὰς συνθήκας πόλεμον εἰς ἐλευθέραν ἀπέθετο φυλακήν, τὰς δὲ πόλεις Μακεδόνων καὶ Ἰλλυριῶν ἁλούσας παρ’ ἐλπίδα πάσας ἐλευθέρας ἀφῆκε, καίτοι μεγάλων μεγάλους κινδύνους ὑπομεινάντων Ῥωμαίων πολλάκις ἐν
30τοῖς πρὸς Περσέα πολέμοις, καὶ πρό γε τούτου κρατήσαντες πολέμῳ322

323

Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ Ἀντιόχου τοῦ μεγάλου, καὶ τοσοῦτον ἐπ’ αὐτοῖς φιλανθρωπευθέντων, ὡς μὴ μόνον τὰς βασιλείας αὐτῶν ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς εἶναι συγχωρησάντων· ἐφ’ οἷς ἑαυτοὺς Μακε‐ δόνες ἀγνωμονήσαντες ἀναξίους ἐδόκουν ἔσεσθαι παντὸς ἐλέους χειρω‐
5θέντες Ῥωμαίοις σὺν τῷ Περσεῖ. ἀλλ’ ἡ σύγκλητος ἀμνησικάκως καὶ μεγαλοψύχως αὐτοῖς προσηνέχθη, τὴν ἐλευθερίαν ἀντὶ δουλείας χαρι‐ σαμένη, ὁμοίως δὲ καὶ τοῖς Ἰλλυριοῖς. καὶ τούτων γὰρ τὸν βασιλέα Γετίωνα αἰχμάλωτον ἔλαβον σὺν τῷ Περσεῖ. Εὐγενῶς οὖν δυνατοῖς Ῥωμαῖοι τὴν ἐλευθερίαν χαρισάμενοι τὰ ἡμίση
10δίδειν τῶν τελῶν προσέταξαν ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν· ἐξέπεμψάν τε ιʹ μὲν πρεσβευτὰς ἐκ τοῦ συνεδρίου εἰς Μακεδονίαν, εʹ δὲ εἰς Ἰλλυριούς, οἳ καὶ πρὸς Αἰμίλιον Μάρκον ἐλθόντες συνεῖδον τὰ τείχη Δημητριάδος πόλεως Μακεδόνων πρώτης καθελεῖν, Ἀμφιλόχους δὲ τῶν Αἰτωλῶν ἀποζεῦξαι καὶ τοὺς ἐπιφανεῖς ἄνδρας τῶν Μακεδόνων εἰς ἓν
15συναγαγεῖν, ἔνθα ἐλευθέρους καὶ ἀφρουρήτους αὐτοὺς ἀφῆκαν. κατέλυσαν δὲ καὶ τὰς ἐκ τῶν μετάλλων ἀργύρου καὶ χρυσοῦ προσόδους διά τε τὸ τῶν ἐνοικούντων ἀνεπηρέαστον καὶ ὅπως μή τινες μετὰ ταῦτα νεωτερίζοιεν διὰ τῶν χρημάτων ἀνακτώμενοι τὴν Μακεδόνων ἀρχήν. Τὴν δὲ χώραν ὅλην διεῖλον εἰς δʹ μέρη, ὧν πρῶτον τὸ μεταξὺ Νέστου
20ποταμοῦ καὶ Στρυμόνος καὶ τὰ πρὸς ἀνατολὴν τοῦ Νέστου ἐρύμην καὶ τὰ πρὸς Ἄβδηρα καὶ Μαρώνειαν καὶ Αἶνον πόλεις, πρὸς δυσμὰς δὲ τοῦ Στρυμόνος Βισαλτία πᾶσα μετὰ τῆς ἐν τῇ Σικτικῇ Ἡρακλείας. Δεύτερον μέρος, ὅπερ ἀπὸ μὲν ἀνατολῆς ὁρίζει ὁ Στρυμὼν ποταμός, ἀπὸ δὲ δυσμῶν ὁ καλούμενος Ἄξιος ποταμὸς καὶ οἱ παρακείμενοι αὐτῷ
25τόποι. Τρίτον ὃ περιέχει κατὰ δυσμὰς μὲν ὁ Πηνειὸς ποταμός, κατὰ δὲ ἄρκτον τὸ λεγόμενον Βέρνον ὄρος, προστεθέντων καί τινων τόπων τῆς Παιονίας, ἐν οἷς καὶ πόλεις ἀξιόλογοι Ἔδεσσα καὶ Βέροια. Τέταρτον καὶ τελευταῖον, ὅπερ ὑπὲρ τὸ Βέρνον ὄρος συνάπτει τῇ
30Ἠπείρῳ καὶ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις. Ἡγοῦντο δὲ καὶ πόλεις δʹ τῶν αὐτῶν δʹ μερῶν· τοῦ μὲν πρώτου
Ἀμφίπολις, τοῦ βʹ Θεσσαλονίκη, τοῦ γʹ Πέλλα καὶ τοῦ δʹ Πελαγωνία.323

324

ἐν ταύταις ἀρχηγοὶ δʹ κατεστάθησαν καὶ οἱ φόροι ἠθροίζοντο, ἐν δὲ τοῖς ἐσχάτοις τῆς Μακεδονίας τόποις διὰ τὰς τῶν παρακειμένων ἐθνῶν ἐπιβουλὰς κατέστησαν στρατιώτας. Ἐπὶ τούτοις ὁ Αἰμίλιος ἀγῶνας καὶ πότους μεγαλοπρεπεῖς τῷ πλήθει
5συντάξας τὰ εὑρεθέντα χρήματα εἰς τὴν Ῥώμην ἀπέστειλε. καταλαβὼν δὲ καὶ αὐτὸς θρίαμβον καταγαγεῖν ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς κελεύεται παρὰ τῆς συγκλήτου· καὶ πρῶτος μὲν Ἀνίκιος καὶ Ὀκταούιος ὁ τῆς ναυτικῆς δυνάμεως ἡγησάμενος, ἀνὰ μίαν ἡμέραν ἑκάτερος ἐθριάμβευσεν, ὁ δὲ σοφώτατος Αἰμίλιος ἐπὶ τρεῖς.
10 Καὶ τῇ μὲν πρώτῃ ἅμαξαι χίλιαι διακόσιαι προῆλθον φέρουσαι λευκὰς καὶ τραχείας ἀσπίδας, καὶ ἄλλαι ͵αςʹ ἅμαξαι πλήρεις ἀσπίδων χαλκῶν, καὶ ἕτεραι τριακόσιαι λόγχας καὶ σαρίσσας καὶ τόξα καὶ ἀκόντια γέμουσαι. προηγοῦντο δὲ αὐτῶν ὡς ἐν πολέμῳ σαλπιγκταί. ἦσαν δὲ καὶ ἄλλαι πολλαὶ ποικίλα εἴδη φέρουσαι ὅπλων, κάμακες ὀκτακόσιαι καθωπλισμέναι.
15τῇ δὲ δευτέρᾳ προεκομίσθη νομισμάτων τάλαντα χίλια, ἀργύρου τάλαντα δισχίλια διακόσια, ἐκπωμάτων πλῆθος, ἀγαλμάτων καὶ ἀνδριάντων ποικίλων ἅμαξαι πεντακόσιαι, ἀσπίδες τε χρυσαῖ καὶ πίνακες ἀναθεματι‐ κοὶ πάμπολλοι. τῇ τρίτῃ προηγοῦντο λευκαὶ βόες εὐπρεπεῖς ρκʹ, χρυσοῦ τάλαντα ἐν φορήμασι διακοσίοις εἴκοσι, φιάλη δέκα ταλάντων χρυσοῦ
20διάλιθος, χρυσωμάτων παντοῖαι κατασκευαὶ ταλάντων δέκα, ἐλεφάντων ὀδόντες δισχίλιαι τριπήχεις, ἅρμα ἐλεφάντινον ἐκ χρυσοῦ καὶ λίθων, ἵππος φαλάροις διάλιθος καὶ τῇ λοιπῇ κατασκευῇ διαχρύσῳ πολεμικῶς κεκοσμημένος, κλίνη χρυσῆ στρωμναῖς πολυανθέσι κατεστρωμένη, φορεῖον χρυσοῦν περιπεπετασμένον πορφύραν, ἐφ’ οἷς Περσεὺς ὁ δυστυχὴς
25βασιλεὺς Μακεδόνων ἅμα δυσὶν υἱοῖς καὶ θυγατρὶ μιᾷ καὶ τοῖς ἡγεμόσι διακοσίοις πεντήκοντα, στέφανοι τετρακόσιοι δοθέντες ἐκ τῶν πόλεων καὶ τῶν βασιλέων, καὶ ἐπὶ πᾶσιν Αἰμίλιος ἐφ’ ἅρματος ἐλεφαντίνου καταπλήκτου.
29tΚΟΣΜΟΥ ΕΤΗ
30Ἰουδαίων ἀρχιεράτευσεν ζʹ Ὀνείας υἱὸς Ἰαδδοῦς ἔτη καʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος ͵εροʹ.324

325

Ἰουδαίων Ὀνείας ἀρχιερεὺς ἐγνωρίζετο υἱὸς Ἰαδδοῦς ἀρχιερέως. Ἀρχιεράτευσεν ηʹ Σίμων υἱὸς Ὀνείου 〈ἔτη ιθʹ〉. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερϙαʹ. Σίμων Ἰουδαίων ἀρχιερεὺς υἱὸς Ὀνείου ἐγνωρίζετο, ὃς δι’ εὐσέβειαν
5πρὸς θεὸν δίκαιος ἐκλήθη καὶ τὴν πρὸς τοὺς ὁμοφύλους εὔνοιαν. Ἰουδαίων ἀρχιεράτευσεν θʹ Ἐλεάζαρ Σίμωνος ἀδελφὸς ἀντ’ Ὀνείου παιδὸς Σίμωνος νηπίου καταλειφθέντος, ἐφ’ οὗ αἱ γραφαὶ ἑρμηνεύονται, ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσιʹ. Ἰουδαίων ἀρχιεράτευσε ιʹ μετὰ Ἐλεάζαρον Μανασσῆς ὁ θεῖος τοῦ
10Ὀνείου ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσμβʹ. Ἰουδαίων ἀρχιεράτευσεν ιαʹ Ὀνείας ὁ προρρηθεὶς νήπιος υἱὸς Σίμωνος τοῦ δικαίου κληθέντος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσξηʹ. Οὗτος Πτολεμαίου παρελογίσατο τὸν συνήθη φόρον μὴ τελῶν. Ἰώσηπ‐ πος δέ τις ἀφανὴς Ἰουδαῖος πρὸς Πτολεμαῖον στειλάμενος καὶ δῆθεν
15τὴν ὀργὴν θεραπεύσας στρατηγὸς ὑπ’ αὐτοῦ τῆς ὅλης Ἰουδαίας καθίστα‐ ται.
17t〈ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ〉
18 Μακεδόνων αʹ ἐβασίλευσε μετὰ Ἀλέξανδρον Φιλίππου ὁ Ἀριδαῖος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εροαʹ.
20 Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Μακεδόνων βʹ ἐβασίλευσε Κάσανδρος ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εροηʹ. Μακεδόνων τρεῖς ἐβασίλευσαν παῖδες Κασάνδρου Φίλιππος καὶ Ἀλέξανδρος καὶ Ἀντίπατρος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ερϙζʹ.
25 Μακεδόνων δʹ ἐβασίλευσε Δημήτριος ὁ Ἀντιγόνου Πολιορκητὴς ὁ καὶ τῆς Ἀσίας ἔτη ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εςʹ. Μακεδόνων εʹ ἐβασίλευσε Πύρρος μῆνας ζʹ. Μακεδόνων ϛʹ ἐβασίλευσε Λυσίμαχος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εςϛʹ. Μακεδόνων ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Λάγου ἔτος αʹ. τοῦ δὲ κόσμου
30ἦν ἔτος ͵εσιʹ.325

326

Μακεδόνων ηʹ ἐβασίλευσε Πτολεμαῖος Μελέαγρος ἀδελφὸς Πτο‐ λεμαίου τοῦ Λάγου μῆνας βʹ. Τὴν Μακεδονίας ἀρχὴν Μελέαγρος παραλαμβάνει μετὰ τὴν ἀναίρεσιν Πτολεμαίου τοῦ Λάγου ἀδελφοῦ αὐτοῦ, ὃν εὐθὺς ἐκβάλλουσι Μακεδόνες
5μετὰ μῆνας βʹ ὡς ἀνάξιον φανέντα, καὶ ἀντ’ αὐτοῦ βασιλεύουσιν Ἀντίπα‐ τρον, ἀδελφιδοῦν μὲν Κασάνδρου, υἱὸν δὲ Φιλίππου, δι’ ἀπορίαν γένους βασιλικοῦ. ὃν μετὰ εʹ ἡμέρας Σωσθένης δημοτικὸς ἐξήλασεν ὡς ἀδυνα‐ τοῦντα στρατηγεῖν, Βέρνου τοῦ Γαλάτου ἐπιόντος αὐτοῖς, ὃν Σωσθένης ἐκδιώξας κρατεῖ καὶ αὐτὸς ἔτη βʹ τῶν Μακεδόνων. τούτου θανόντος
10ἀναρχία γέγονε. τῶν δὲ πραγμάτων προΐσταντο οἱ ἐξ Ἀντιπάτρου καὶ Πτολεμαίου καὶ Ἀριδαίου. τοῦ δὲ Ἀντιπάτρου ζῶντος καὶ τοῖς πράγ‐ μασιν ἐπιβουλεύοντος Ἀντίγονος υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ Κεφίλλας τῆς θυγατρὸς Ἀντιπάτρου μεταποιεῖται τῆς Μακεδόνων ἀρχῆς ἔτη μδʹ, ὃς ἐν Γόνασι τραφεὶς τῆς Θετταλίας Γονατᾶς ἐπεκλήθη.
15ἦν δὲ καὶ πρὸ τοῦ βασιλεῦσαι Μακεδόνων ἔτη ιβʹ βασιλεύσας. οὗτος τῆς πάσης Ἑλλάδος ἐγκρατῶς ἐκυρίευσε ζήσας ἔτη πγʹ. Μακεδόνων θʹ ἐβασίλευσεν Ἀντίπατρος ἡμέρας μεʹ. Μακεδόνων ιʹ ἐβασίλευσε Σωσθένης ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσιαʹ.
20 Μακεδόνων ιαʹ ἀναρχίας ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσιγʹ. Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Γονατᾶς ἔτη μδʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵εσιεʹ. Μήλων παρέδωκε Ῥωμαίοις Τάραντον. Κατὰ τούτους τοὺς χρόνους Πύρρος ὁ Ἠπειρώτης, ὁ καὶ Μακεδόνων
25βασιλεύσας, πολεμεῖ Ῥωμαίοις προτραπεὶς ὑπὸ Ταραντίνων, καὶ κρατεῖ κατ’ ἀρχὰς μὲν τοῦ πολέμου, πρὸς αὐτῇ σχεδὸν γεγονὼς τῇ Ῥώμῃ. τρα‐ πεὶς δὲ ὕστερον φεύγει στρατηγοῦντος Κορνηλίου Λεντέλου τοῦ καὶ τὴν ὑπάτων ἔχοντος ἀρχήν. τὸ δὲ πλεῖστον ἀποβαλὼν τῆς δυνάμεως, οὕς τε εἶχεν ἐλέφαντας, οὐκ ἄλλοτε Ῥωμαίοις ὀφθέντας πρὸ τούτου, διαδιδρά‐
30σκει διὰ τῆς θαλάσσης εἰς Ἤπειρον ἐλθών.
Πύρρος ὁ Ἠπειρώτης μετὰ τὴν πρὸς Ῥωμαίους μάχην καὶ τὴν ἐκεῖθεν326

327

φυγὴν κατὰ Πελοποννησίων ἐπιστρατεύσας ἀναιρεῖται κεράμῳ πληγεὶς τὴν κεφαλὴν ὑπὸ γυναικὸς Ἀργολίδος ἀπὸ στέγους διὰ πυλίδος, εἰσβαλὼν τῇ πόλει καὶ βίᾳ τὸ Ἄργος ἑλεῖν. Μακεδόνων ιγʹ ἐβασίλευσε Δημήτριος υἱὸς Ἀντιγόνου· οὗτος Λιβύης
5πάσης καὶ Κυρήνης ἐκράτησε ἔτη ιʹ, τὴν πατρῴαν τε ἀρχὴν ἀνεκτήσατο. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσνθʹ.
7tΑΛΕΞΑΝΔΡΕΩΝ ΒΑΣΙΛΕΙΣ
8 Ἀλεξανδρείας καὶ Αἰγύπτου αʹ μετὰ τὸν Ἀλέξανδρον ἐβασίλευσε Πτο‐ λεμαῖος ὁ Λάγου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εροαʹ.
10 Πτολεμαῖος ὁ Λάγου δόλῳ παραλαβὼν τὴν Ἱερουσαλὴμ καὶ ἀπάτῃ πολ‐ λοὺς ἐκ τῆς Ἰουδαίας μετῴκισεν εἰς Αἴγυπτον, οὓς μετ’ αὐτὸν ὁ Φιλ‐ άδελφος Πτολεμαῖος ἠλευθέρωσεν. Ἀλεξανδρείας καὶ Αἰγύπτου βʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσιαʹ.
15 Πτολεμαίου τοῦ Λάγου κεραυνῷ τεθνεῶτος, ὡς προλέλεκται, ἐν τῇ κατὰ τῶν Γαλατῶν μάχῃ, τὴν μὲν Αἰγύπτου ἀρχὴν κληροῦται μετ’ αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος παῖς αὐτοῦ, ἀνὴρ τὰ πάντα σοφὸς καὶ φιλοπο‐ νώτατος, ὃς πάντων Ἑλλήνων τε καὶ Χαλδαίων, Αἰγυπτίων τε καὶ Ῥω‐ μαίων τὰς βίβλους συλλεξάμενος καὶ μεταφράσας τὰς ἀλλογλώσσους εἰς
20τὴν Ἑλλάδα γλῶσσαν, μυριάδας βίβλων ιʹ ἀπέθετο κατὰ τὴν Ἀλεξάν‐ δρειαν ἐν ταῖς ὑπ’ αὐτοῦ συστάσαις βιβλιοθήκαις. Οὗτος τὴν Φάρον Ἀλεξανδρείας μεγαλοπρεπῶς ἀνέστησε διὰ Σωστράτου Δεξιφάνους Κνιδίου, οὗ καὶ τὸ ὄνομα ἐπιγέγραπται ἐν τῷ ὑψηλοτάτῳ πύργῳ τῆς Φάρου οὕτως· Σώστρατος Δεξιφάνους Κνίδιος σωτῆρσι θεοῖς
25ὑπὲρ τῶν πλωϊζομένων. Ὁ αὐτὸς τοὺς κατ’ Αἴγυπτον αἰχμαλώτους Ἰουδαίους μυριάδας ιβʹ ἐξωνησάμενος ταλάντοις υξʹ ἐκ τοῦ στρατεύματος ἐλευθέρους ἀνῆκε πόθῳ
τῆς μεταφράσεως τῶν παρ’ αὐτοῖς θείων εἰς τὴν Ἑλλάδα γλῶσσαν, ὑπὲρ327

328

ὧν ἀναθήματα πολυτελῆ χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐμμελῶς κατ‐ εσκευασμένα τῷ θεῷ ἐν Ἱεροσολύμοις ἐξέπεμψεν, Ἐλεαζάρῳ τε τῷ τη‐ νικαῦτα ἀρχιερεῖ δῶρα πλεῖστα, καθὼς ἐν τοῖς Πτολεμαϊκοῖς γέγραπται, πρεσβευσάμενος σταλῆναι τὰς ἱερὰς δέλτους εἰς Ἀλεξάνδρειαν καὶ ἄνδρας
5ἱεροὺς ἀκριβῶς ἐπιστήμονάς τε αὐτῶν καὶ τῆς Ἑλλήνων ἐμπείρους παι‐ δεύσεως, ὡς ἂν ἀσφαλῶς ἐκ τῆς Ἑβραίων φωνῆς ἑρμηνευθεῖεν αὐτῷ. τοῦτο δ’ ἦν, οἶμαι, θείας ἔργον ῥοπῆς πόρρωθεν φιλούσης τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις προκαταλαβέσθαι καὶ τοῖς ἔθνεσι πρὸ τῆς θείας σαρκώσεως ὁδοποιούσης τὴν θεόφραστον παίδευσιν. οʹ γὰρ ἄνδρας
10ἱεροὺς καὶ σοφοὺς κατ’ ἄμφω τὰς γλώσσας ὁ αὐτὸς σοφώτατος βασιλεὺς ἐξ Ἱερουσαλὴμ σὺν ταῖς ἱεραῖς βίβλοις ἐχρυσογραφημέναις ἀποδεξάμενος καὶ τὴν αὐτῶν ἑτοιμότητα πρὸς πᾶσαν φυσικὴν καὶ μαθηματικὴν πεῦσιν ἐκπλαγείς, δώροις πρέπουσι φιλοθέῳ βασιλεῖ καὶ λόγοις ἠπίοις ἐξελιπά‐ ρησε πάσῃ σπουδῇ ταύτας ἀφθόνως ἑρμηνευθῆναι, χωρίον εὐκραέστατον
15αὐτοῖς ἀφορίσας τὴν Φάρον. Οἱ δὲ θεοφιλεῖς ὄντες καὶ ταῖς ψυχαῖς ἡνωμένοι κατὰ συζυγίας διαιρε‐ θέντες ἐν οβʹ ταῖς ὅλαις ἡμέραις ὁμοφώνως ἐπιπνοίᾳ θεοῦ τὴν ὅλην Ἑβραί‐ ων φωνὴν μετέφρασαν. ἧς ἐπαναγνωσθείσης Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τοῖς περὶ αὐτὸν σοφοῖς Δημητρίῳ τῷ Φαληρεῖ παρ’ Ἕλλησιν ἀνδρὶ
20σπουδαίῳ καὶ πολυμαθεῖ, Μενεδήμῳ τε φιλοσόφῳ καὶ ἑτέροις ἀνθοῦσι τῷ τηνικαῦτα, ὡμολογήθη μόνη θεόπνευστος εἶναι παρὰ πᾶσαν γραφὴν ἐγνωσμένην αὐτοῖς. ἐπὶ τούτοις ἑορτάσας ὁ βασιλεὺς πλείστοις τε δώροις ἄλλοις φιλοτιμησάμενος αὐτοὺς καὶ τῷ ἀρχιερεῖ καὶ τῷ ἱερῷ ἐξέπεμψεν, εὐχαριστῶν τῷ τῶν ὅλων θεῷ.
25 Τὰ κατὰ τὴν διάλιθον τράπεζαν τὴν σταλεῖσαν εἰς Ἱερουσαλὴμ καὶ τὸ φιλότιμον ἅμα καὶ φιλόσοφον Πτολεμαίου Ἰώσηππος ἱστορεῖ καταπλήκτῳ ἤχῳ, ὅπως τε Θεόπομπος φιλόσοφος παρεφρόνησε τολμήσας ἱστορῆσαι περὶ αὐτῶν καὶ Θεόδεκτος στρατηγικὸς ἐτυφλώθη δρᾶμα ποιήσας, ἄμφω τε μεταγνόντες ἰάθησαν. Ἀρισταίου ἑνὸς τῶν φίλων αἰτήσαντος Πτολε‐
30μαίου ιβʹ μυριάδες Ἰουδαίων ἐξωνήσεσι βασιλικοῖς χρήμασι παρὰ τοῦ στρατεύματος εἰς τὴν Ἰουδαίαν ἐξαπεστάλησαν, ρκʹ δραχμῶν ὑπὲρ ἑκά‐ στου δοθεισῶν, ὡς εἶναι τὰ ὑπὲρ αὐτῶν λύτρα τάλαντα υξʹ. Ἀρισταῖον καὶ Ἀνδρέαν δύο πρωτίστους ἀρχόντων ὁ Φιλάδελφος ἐξέπεμψε Πτολεμαῖος εἰς Ἱερουσαλὴμ πρὸς Ἐλεάζαρον μετὰ σκευῶν χρυσῶν καὶ διαλίθων πολ‐
35λῶν καὶ ἀργυρῶν ταλάντων ρʹ καὶ ἄλλων δώρων, αἰτῶν σταλῆναι αὐτῷ328

329

τὰς θείας γραφὰς καὶ ἄνδρας σοφοὺς ἑρμηνεύσοντας αὐτήν, ὡς Ἰώσηπ‐ πος. Πτολεμαῖος οὗτος ὁ Φιλάδελφος πᾶσαν πανταχόθεν, ὡς εἰπεῖν, συμ‐ φορήσας βίβλον τῆς οἰκουμένης σπουδῇ τοῦ Φαληρέως Δημητρίου τρίτου
5νομοθέτου Ἀθηναίων, ἀνδρὸς παρ’ Ἕλλησι σπουδαίου, ἐν οἷς καὶ τὴν Ἑβραίων γραφήν, ὡς προτέτακται, τὴν ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκην καθ‐ ίστησιν ρλβʹ ὀλυμπιάδι, ἧς πληρουμένης τελευτᾷ. δέκα μυριάδες βίβλων ἦσαν, ὥς τινές φασιν. Ἀλεξανδρείας καὶ Αἰγύπτου γʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης
10ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσμθʹ.
11tΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ
12 Ἀσίας αʹ μετὰ Ἀλέξανδρον Ἀντίγονος ἐβασίλευσεν ἔτη ιηʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵εροαʹ. Ἡ τῶν Μακκαβαίων ἱστορικὴ γραφὴ τοὺς Ἑλλήνων βασιλεῖς ἀπὸ Ἀντι‐
15γόνου ἀριθμεῖ, ἣν Ἰώσηππος ἔγραψεν, ἥτις τῶν μὲν θεοπνεύστων οὐκ ἔστι, χρησίμη δὲ πάνυ πέφυκεν. Ἀντίγονος Ἀντιγονίαν τὴν πρὸς τῷ Ὀρέντῃ ποταμῷ ἔκτισεν, ἣν Σέλευ‐ κος ἐπικτίσας Ἀντιόχειαν ὠνόμασεν. Ἀσίας μόνης βʹ Δημήτριος ὁ Πολιορκητής, Ἀντιγόνου παῖς, ἔτη ιʹ. τοῦ
20δὲ κόσμου ἦν ἔτος ͵ερπθʹ. Δημήτριον τὸν Πολιορκητὴν ὁ Σέλευκος λαβὼν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν ἕως θανάτου, ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν κτη‐ σάμενος. ἐκβαλὼν δὲ καὶ Λυσίμαχον τῆς Μακεδόνων ἀρχῆς, ἀναιρεῖται τάχιστα ὑπὸ τοῦ Λάγου Πτολεμαίου τοῦ καὶ Κεραυνοῦ. καὶ κρατεῖ Μα‐
25κεδόνων ὁ αὐτὸς Πτολεμαῖος ἔτος αʹ μῆνας εʹ, καὶ ἀναιρεῖται κατὰ τὸν Γαλατικὸν πόλεμον. Δημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησεν.
Ἡ τῆς Ἀσίας βασιλεία κηʹ ἔτη διαρκέσασα ὑπὸ Σέλευκον γέγονε.329

330

(1t)

ΣΥΡΙΑΣ ΚΑΙ ΒΑΒΥΛΩΝΙΑΣ ΒΑΣΙΛΕΙΣ
2 Συρίας καὶ Βαβυλωνίας καὶ τῶν ἄνω τόπων πρῶτος Σέλευκος Νικά‐ νωρ ἐβασίλευσεν ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εροαʹ. Ἐδεσσηνοὶ τοὺς χρόνους ἔνθεν ἀριθμοῦσι.
5 Σέλευκος Ἀντιόχειαν τὴν πρὶν Ἀντιγονίαν ἐπέκτισεν ιβʹ ἔτει τῆς βασι‐ λείας αὐτοῦ. ὁ αὐτὸς Λαοδίκειαν, Σελεύκειαν, Ἀπάμειαν, Ἔδεσσαν, Βέ‐ ροιαν, Πέλλαν. Σέλευκος Βαβυλῶνα παρεστήσατο. Σέλευκος ἐν ταῖς νέαις πόλεσιν Ἰουδαίους συνῴκισεν Ἕλλησι. Ῥωξάνην σὺν Ἀλεξάνδρῳ παιδὶ πεμφθεῖσαν εἰς Ἀμφίπολιν Σέλευκος
10Νικάνωρ ἀφανίζει, Κασάνδρου κελεύσαντος, ὥς φασι. Τότε Κάλλιππος Κυζικηνὸς ἀστρολόγος ἐγνωρίζετο καὶ Διονύσιος ὁ τὰς πόλεις γράψας. Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα δι’ ἔρωτα τὸν πρὸς τὴν
15Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα Δημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τῆς γαμετῆς. Ἀσίας, Συρίας, Βαβυλωνίας βʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσδʹ.
20 Οὗτος ὁ Ἀντίοχος ὁ Σωτὴρ λεγόμενος ἔσχεν ἐκ τῆς θυγατρὸς Δημητρίου, γαμετῆς δὲ Σελεύκου τοῦ πατρὸς αὐτοῦ Στρατονίκης, ἄρρενα υἱὸν Ἀντί‐ οχον τὸν ἐπικληθέντα Θεόν, ὃς καὶ ἐβασίλευσε μετ’ αὐτὸν Συρίας καὶ
Ἀσίας ἔτη ιεʹ. καὶ ἐτελεύτησεν ἐν Ἐφέσῳ.330

331

Συρίας καὶ Ἀσίας γʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπικληθεὶς Θεὸς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσκγʹ.
3tΣΠΟΡΑΔΗΝ
4Ἀστυάναξ Μιλήσιος παγκράτιον νικᾷ τὸ τρίτον. οὗτος δὲ καὶ ϛʹ ἀνδρῶν
5σιτία κατήσθιε. Δημήτριος ὁ Φαληρεὺς ἐγνωρίζετο γʹ νομοθέτης Ἀθήνησιν. οὗτος Ἀθη‐ ναίοις ἀποδοὺς τὴν δημοκρατίαν ἦλθεν εἰς Αἴγυπτον. Μενέδημος καὶ Σπεύσιππος φιλόσοφοι ἐγνωρίζοντο. Ῥωμαῖοι Κελτοὺς καὶ Τυρρηνοὺς ἐνίκησαν καὶ τὴν Σαβίνων γῆν ἐκληρώ‐
10σαντο. Οἱ Μακεδόνων ἡγεμόνες ἐστασίασαν. Περδίκκας εἰς Αἴγυπτον ἐστράτευσε. Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Λυσιμαχία ἐν Θρᾴκῃ ἐκτίσθη.
15Ἀγαθοκλῆς ἐν Συρακούσαις ἐτυράννησε. Ῥωμαῖοι Μάρσους καὶ Ἴμβρους καὶ Παλλινοὺς παρεστήσαντο. Ῥωμαῖοι ἀποικίας ἔπεμψαν. Κύπρου Πτολεμαῖος ἐκράτησεν. Ὁ Λαμιακὸς πόλεμος ἐκινήθη.
20Ἀναξιμένης καὶ Ἐπίκουρος ἐγνωρίζετο. Ἐν Ῥώμῃ παρθένος τις φθαρεῖσα ἀνῃρέθη. Θεόδωρος ἄθεος ἐγνωρίζετο. Ῥωμαῖοι Σαυνιτῶν Ἀράβων τελείως ἐκράτησαν. Μένανδρος ὁ κωμικὸς ποιητὴς πρῶτον δρᾶμα διδάξας Ὀργὴν ἐνίκα.
25Θεόφραστος φιλόσοφος ἐγνωρίζετο. Δημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησε. Μένανδρος ὁ κωμικὸς ἐτελεύτησεν. Ὁ Σάραπις ἢ ὁ Σόραπις ἢ ὁ Σείραπις κατά τινας ἐν Ἀλεξανδρείᾳ ἱδρύνθη. Μία τῶν ἐν Ῥώμῃ παρθένων ἀνῃρέθη φθαρεῖσα.
30Ῥωμαῖοι Κρότον ἔλαβον.331

332

Ἐν Ῥώμῃ πρῶτον ἀργυροῦν ἐκόπη νόμισμα. Ῥωμαῖοι Καλαβρίαν ἔλαβον καὶ ὑπέταξαν καὶ Μεσσήνην. Ἄρατος ποιητὴς ἐγνωρίζετο, ὃς ἔγραψε τὰ Φαινόμενα. Οἱ βασιλεῖς Ποντίων ιʹ κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες
5ἔτη σιηʹ. περὶ ὧν Ἀπολλόδωρος καὶ Διονύσιος ἱστοροῦσι. Καππαδοκῶν βασιλεῖ ζʹ χρόνους ρξʹ διαρκέσαντες κατὰ τούτους ἤρξαν‐ το τοὺς χρόνους, ὡς Διόδωρος γράφει. Καρχηδόνιοι Ῥωμαίων ϙʹ ναῦς ἔλαβον ἐν Σικελίᾳ, τρέψαντες καὶ τὸν ὕπατον Μέτελλον.
10 Ῥωμαῖοι ἀποικίας ἐστείλαντο. Ἐν Ῥώμῃ παρθένος καταγνωσθεῖσα τοῦ ἱεροῦ τῆς Ἑστίας ἑαυτὴν ἀνεῖλε. Νικομήδειαν ἐπ’ ὀνόματι αὐτοῦ ἔκτισε Νικομήδης βασιλεὺς Βιθυνῶν. Ῥωμαῖοι Καρχηδονίους ναυμαχίᾳ νικήσαντες ρʹ πόλεις τῆς Λιβύης ἔλαβον.
15 Κατὰ τούτους τοὺς χρόνους Ἱέρων τύραννος Σικελίας κρατεῖ Συρα‐ κουσῶν καὶ κατὰ Ῥωμαίων Καρχηδονίοις συμμαχεῖ, ἡνίκα πρῶτος πόλε‐ μος Ῥωμαίοις πρὸς Καρχηδονίους κινηθεὶς ἔτη κρατεῖ κγʹ. δεύτερος μετὰ Ἀπίωνα Οὐαλέριος ὑπατεύων πάσης ἐξελάσας Σικελίας Καρχηδονίους, τάς τε ἐν αὐτῇ πόλεις ὑπὸ Ῥωμαίους ποιεῖται πλὴν Συρακουσῶν πόλεως,
20ἣν εἶχεν Ἱέρων σὺν τοῖς Ἄφροις βʹ ἡττηθείς. τότε καὶ Λιβύης ρʹ πόλεις εἷλον Ῥωμαῖοι. Ῥωμαῖοι Καρχηδονίους ἐνίκησαν, ἡνίκα καὶ Τοῦλλος ὕπατος μετὰ πό‐ λεμον κγʹ ἐνιαυτῶν κρατεῖ Καρχηδονίων καὶ ὑπὸ Ῥωμαίους αὐτοὺς καὶ τὴν χώραν ποιεῖ, λαβὼν καὶ Συρακούσας καὶ Ἱέρωνα τύραννον ἐκδόντα
25ἑαυτὸν κατὰ τὴν ρκηʹ ὀλυμπιάδα ἐπὶ Φιλαδέλφου τοῦ Πτολεμαίου, ἐφ’ ὃν στρατηγὸς Ἄππιος Κλαύδιος ὑπατεύων πεμφθεὶς πολλὴν Σικελοῖς καὶ
Καρχηδονίοις εἰργάσατο φθοράν.332

333

Ἀθηναίοις Ἀντίγονος τὴν ἐλευθερίαν ἀπέδωκεν. Ἐν Ῥώμῃ ἱερὸν ἐνεπρήσθη τῆς Ἑστίας. Ἐν Ῥώμῃ ὑπὸ δούλου διακορευθεῖσα παρθένος ἑαυτὴν διεχειρίσατο. Ῥωμαῖοι Γάλλων μυριάδας δʹ πρὸς τοῖς τʹ ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους
5αὐτῶν κατεδουλώσαντο, Γαλιαρίους καλοῦντες αὐτούς. Ἐν Ῥώμῃ παρθένοι ἁλοῦσαι φθορᾷ ζῶσαι κατωρύγησαν. Σκηπίων Ἀφρικανὸς Κελτιβηρίας πολέμῳ πόλεις πολλὰς Ῥωμαίοις ὑπηγάγετο. 〈***〉ούτου υἱοὶ βʹ ὁ Φιλοπάτωρ καὶ ὁ Εὐεργέτης.
10 Ζήνωνα Στωϊκὸν θανόντα Κλεάνθης μαθητὴς διεδέξατο. Ἐπίκουρος αὐτοματίτης θνήσκει. Πολέμων θνήσκει ὁ φιλόσοφος, μεθ’ ὃν Ἀλκέτας καὶ Κράτης γνωρίζον‐ ται. Τιμήσεως ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες κϛʹ.
15 Καρία καὶ Ῥόδος ἐσείσθησαν, ὡς καὶ τὸν μέγαν κολοσσὸν καταπεσεῖν. Ῥωμαῖοι διαφόρους παροικίας ἐξέπεμψαν. Οἱ Βιθυνῶν βασιλεῖς ηʹ κατὰ Διονύσιον ἔνθεν ἤρξαντο, διαρκέσαντες ἔτη σιγʹ.
19tΚΟΣΜΟΥ ΕΤΗ
20 Ἰουδαίων ιβʹ ἀρχιεράτευσε Σίμων υἱὸς Ὀνείου ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσπβʹ. Ἰουδαίων ιγʹ ἀρχιεράτευσεν Ἰησοῦς ὁ τοῦ Σιράχ, ὁ τὴν σοφίαν γράψας τὴν καλουμένην Πανάρετον, ἐν ᾗ μέμνηται καὶ Ὀνείου τοῦ πρὸ αὐτοῦ, ἔτη
ϛʹ. 〈τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετβʹ.333

334

Ἰουδαίων ιδʹ ἀρχιεράτευσεν Ὀνείας υἱὸς Σίμωνος ἔτη ζʹ.〉 τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵ετηʹ. Κατὰ Ἀφρικανὸν ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ κτιστοῦ χρόνων ὑποδύντες Ἰουδαῖοι τῇ Μακεδόνων ἀρχῇ ποτὲ μὲν Πτολεμαίοις, ποτὲ δὲ τοῖς Ἀντι‐
5όχοις ἐτέλουν ὑπόφοροι, ἕως Ὀνείου τοῦ ἀρχιερέως ἀντὶ βασιλέων ὑπὸ τῶν ἀρχιερέων διεπόμενοι τὰ πολλὰ μετ’ εἰρήνης. ἐπὶ δὲ τοῦ ιδʹ Ὀνείου τοῦδε Σίμων τις προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ προσφεύγει Ἀπολ‐ λωνίῳ στρατηγῷ Φοινίκης, τὴν ἀρχιερωσύνην ἑαυτῷ περιποιούμενος καὶ τὰ τοῦ ἱεροῦ χρήματα προδίδειν ὑπισχνούμενος· ἅτινα μαθὼν ὁ Σέλευκος
10διὰ τοῦ Ἀπολλωνίου πέμπει Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων, ὃς θείαις μάστιξι παιδευθεὶς κενὸς ἐπανῆλθεν· Ὀνείας δὲ ὁ ἀρχιερεὺς διαπράττεται φυγαδευθῆναι τὸν Σίμωνα. καὶ ἐν τούτοις θνήσκει Σέλευκος ὁ καὶ Φιλο‐ πάτωρ βασιλεύσας ἔτη ιβʹ, μεθ’ ὃν Ἀντίοχος ὁ Ἐπιφανὴς ἀδελφὸς τοῦ αὐτοῦ Σελεύκου, υἱὸς δὲ Ἀντιόχου τοῦ μεγάλου, ὃς καὶ ἦν ὁμηρεύων ἐν
15Ῥώμῃ. βασιλεύει δὲ Συρίας ἔτη ιαʹ. Τούτῳ Ἰάσων ἀδελφὸς Ὀνείου τξʹ τάλαντα ὑπέσχετο εἰ τὴν ἀρχιερωσύ‐ νην λάβοι, καὶ ξʹ ἄλλα προσόδου, καὶ ἕτερα ρʹ, εἰ τοὺς Ἰουδαίους πρὸς ἑλληνισμὸν μεταγάγοι. ἐφ’ οἷς τὸν μὲν Ὀνείαν ἐξέωσε τῆς ἱερωσύνης ὁ Ἀντίοχος, Ἰάσωνι δὲ ταύτην παρέσχεν. ὡς γυμνάσιον ἐφήβων κατα‐
20στήσας, ἀγῶνος ἐν Τύρῳ πενταετηρικοῦ ἀχθέντος θεωροὺς ἔπεμψεν Ἰάσων καὶ δραχμὰς ͵γ εἰς θυσίαν τοῦ Ἡρακλέους. καὶ τὸν βασιλέα Ἀντίοχον εἰς Ἱερουσαλὴμ ἐλθόντα μεγαλοπρεπῶς ὑπεδέξατο, χρήματά τε ἄλλα διὰ Με‐ νελάου τοῦ ἀδελφοῦ Σίμωνος ἔπεμψεν. ὁ δὲ Μενέλαος τʹ ταλάντοις ὑπερ‐ βαλλόμενος τὸν Ἰάσωνα τῆς ἱερωσύνης ἐπέβη. ἀλλ’ Ἰάσων μὲν διὰ ταῦτα
25εἰς τὴν Ἀμανῖτιν ἔφυγε, Μενέλαος δὲ μὴ ὑπαντῶν διὰ πλήθους τὰ ὑπο‐ σχεθέντα δοῦναι τῷ Ἀντιόχῳ ἐξώσθη τῆς ἀρχιερωσύνης, Λυσίμαχός τε
καὶ ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται αὐτόν· Ὀνείας δὲ ὁ πρὸ τούτων ἀρχιερεὺς334

335

ἔννομος καὶ ἄριστος ἐν ἀνθρώποις κατὰ τὴν Δάφνην ἀποχωρήσας κατηγο‐ ρῶν Μενελάου ἀναιρεῖται ὑπὸ Ἀνδρονίκου δώροις πεισθέντος καὶ ἱεροσυ‐ λίαις τοῦ Μενελάου, ὃν Ἀντίοχος ἐπανελθὼν ἐκ Κιλικίας καὶ σφόδρα λυ‐ πηθεὶς ἐπὶ τῷ φόνῳ Ὀνείου καθεῖλε τῆς τιμῆς.
5 Ἑβραίων ἀρχιεράτευσε ιεʹ Ἰάσων ἀδελφὸς Ὀνείου ἀρχιερέως. ἀνιέρως διὰ χρημάτων ἐκράτησε τῆς ἀρχιερωσύνης, ἐκβαλὼν τὸν ἴδιον ἀδελφὸν Ὀνείαν, καὶ αὐτὸς ἐκβληθεὶς ὑπὸ Μενελάου μετὰ γʹ ἔτη διὰ χρημάτων ὁμοίως. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετιεʹ. Μετὰ τὴν ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν Περσῶν τῷ ζʹ τῆς αὐτοῦ βασι‐
10λείας ἤτοι πρώτῳ τῆς Ἑλλήνων βασιλείας ἔτει (Ἕλληνας γὰρ καὶ Μα‐ κεδόνας κατὰ τὴν τῶν Μακκαβαίων γραφὴν τοὺς αὐτοὺς μεμαθήκαμεν), ἐξ ὧν ἥ τε κατὰ τὴν Μακεδονίαν μετὰ θάνατον Ἀλεξάνδρου διαιρεθεῖσα ἀρχὴ εἰς ἀρχάς, τήν τε κατ’ Αἴγυπτον τῶν Πτολεμαίων καὶ Ἀντιόχειαν τῶν Ἀντιόχων καὶ τὰς λοιπάς, ὡς ἐκεῖ δεδήλωται, καὶ αὐτὴν τὴν Μακεδο‐
15νίαν, ὑποχείριον ἔσχε τὸ τῶν Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ τοὺς Πτολε‐ μαίους, ποτὲ δὲ ὑπὸ τοὺς Ἀντιόχους, μέσον ἐχόντων τῶν δύο τούτων ἀρχῶν τὴν κατοίκησιν τῆς ὑπὸ θεοῦ κεκληροδοτημένης χώρας, εἰρήνης τε ἀπ‐ ήλαυον ὡς τὰ πολλὰ ἐπὶ ἔτη ρλζʹ ἕως Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ διεπ‐ ομένων ὑπὸ τῶν ἀρχιερέων ἀντὶ βασιλέων.
20 Πρὸ βραχέως γοῦν τῆς τοῦ Ἐπιφανοῦς Ἀντιόχου βασιλείας, Σελεύκου τοῦ ἀδελφοῦ αὐτοῦ βασιλεύοντος, Ὀνείου δὲ ἀρχιερατεύοντος τῶν Ἰου‐ δαίων ἀνδρὸς ἀρίστου καὶ θεοφιλοῦς, Σίμων τις Ἰουδαῖος προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ παρανομώτατος, τὸν Ὀνείαν ἐκβάλλειν σπουδάσας πολλαχοῦ καὶ μὴ δυνηθείς, φυγὰς ἧκε πρὸς Ἀπολλώνιον Συρίας καὶ Φοινί‐
25κης καὶ Κιλικίας στρατηγόν, μηνύων θησαυροὺς πλείστων χρημάτων ἰδιω‐ τικῶν εἶναι παρὰ τῷ ἀρχιερεῖ Ὀνείᾳ ἐν τῷ ἱερῷ τεθησαυρισμένους, προσ‐ ήκοντας τῷ βασιλεῖ Σελεύκῳ. ὁ δ’ Ἀπολλώνιος μηνύσας τῷ Σελεύκῳ ταῦτα καὶ τὸν τῆς πατρίδος προδότην ἀποδεξάμενος ἔρχεται σὺν αὐτῷ κελευσθεὶς ὑπὸ τοῦ Σελεύκου εἰς Ἱερουσαλὴμ μετὰ στρατευμάτων, τὰ
30αὐτὰ ληψόμενος χρήματα. τῶν δὲ Ἰουδαίων ἀδύνατον εἶναι λεγόντων τὰς τῷ ἱερῷ θησαυρῷ πιστευθείσας παρακαταθήκας προδίδοσθαι καὶ τὸν θεὸν λιπαρούντων σὺν δάκρυσι προστῆναι τοῦ ἱεροῦ, τοῦ τε Ἀπολλωνίου
μετὰ τῆς ἐνόπλου στρατείας ἐλθόντος εἰς τὸν ναὸν ἁρπάξαι τὰ χρήματα,335

336

ἄγγελοι φοβεροὶ φανέντες ἔφιπποι πάντας ἐντρόμους κατέστησαν, ὅ τε Ἀπολλώνιος ἡμιθανὴς καταπεσὼν ἐπὶ τὸν πάμφυλον περίβολον τοῦ ἱεροῦ παρεκάλει δεηθῆναι τοὺς Ἑβραίους ὑπὲρ αὐτοῦ. θεραπευθεὶς δὲ ταῖς Ὀνείου λιταῖς ἧκε πρὸς Σέλευκον κενός, ἀγγέλλων τὰ συμβάντα αὐτῷ· καὶ ἐν τού‐
5τοις ὁ Σέλευκος τελευτᾷ, ὡς ἐν τῇ δʹ τῶν Μακκαβαϊκῶν βίβλῳ φέρεται. Ἐν δὲ τῇ βʹ τῶν αὐτῶν Μακκαβαϊκῶν βίβλῳ ἄλλως πως ἱστορεῖται τὰ κατὰ τὸν παρὰ Σελεύκου σταλέντα πρὸς ἁρπαγὴν τῶν χρημάτων Ἡλιόδω‐ ρον τὸν ἐπὶ τῶν χρημάτων, ὡς καὶ αὐτὸς μὲν βιαίως ἁρπάζων ἀνῆλθε τὰς χηρῶν τε καὶ ὀρφανῶν παρακαταθήκας ἐν τῷ ἱερῷ γαζοφυλακίῳ, ταλάν‐
10των οὔσας χρυσίου ςʹ καὶ ἀργυρίου υʹ μόνων, ἐν οἷς καί τινα ἦν τῶν αὐτῶν χρημάτων Ὑρκανοῦ τοῦ Τωβίου ἀνδρὸς ἐπισήμου, ὡς Ὀνείας ὁ ἱερὸς ἀρχιε‐ ρεὺς ἀπέδειξε, καὶ οὐχ ὡς Σίμων ὁ κατάρατος διεψεύσατο. Τοῦτον οὖν Ἡλιόδωρον, φησί, καὶ τοὺς σὺν αὐτῷ δορυφόρους ἵππος τις φοβερὸς καλλίστῃ σάγῃ διακεκοσμημένος, φοβερώτερον ἔχων τὸν ἐπιβά‐
15την, καὶ ῥύδην φερόμενος ἐξεδειμάτωσε τὰς ἐμπροσθίους ἐνσείσας ὁπ‐ λὰς αὐτῷ καὶ τῇ ἐνόπλῳ χρυσαυγείᾳ τοῦ ἐπιβάτου. οἵ τε ἄλλοι φανέντες ἐκπρεπεῖς καὶ καταπληκτικοὶ βʹ νεανίαι μαστίζοντες αὐτὸν κατὰ νώτου καὶ στέρνων ἀφῆκαν ἡμιθανῆ· ὑπὲρ οὗ τὸν θεὸν ἐξιλεουμένου τοῦ Ὀνείου οἱ αὐτοὶ νεανίαι φανέντες τῷ Ἡλιοδώρῳ εἶπον ἔχειν Ὀνείᾳ τῷ ἀρχιερεῖ τὴν
20χάριν, δι’ οὗ τὸ ζῆν ἔχει, καὶ πᾶσι διαγγέλλειν τὸ θεῖον κράτος· ὃς θύσας τῷ θεῷ καὶ ἀναζεύξας πρὸς Σέλευκον ἅπαντα τῷ βασιλεῖ τὰ παράδοξα διηγεῖτο. Ταῦτα δὴ κατὰ τὴν δευτέραν τῶν Μακκαβαϊκῶν ὁ συγγραφεύς, ἀφεὶς τὰ κατὰ τὸν Σέλευκον, ἀπὸ τῶν κατὰ τὸν Ἀλέξανδρον τὸν Μακεδόνα καὶ
25τοὺς μετ’ αὐτὸν ἐπιτεταμένως ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἤρξατο, λέγων ὅτι τῷ ρλζʹ ἔτει βασιλείας Ἑλλήνων ἐβασίλευσε, καὶ ὅτι παρανόμως οἱ υἱοὶ ἐξ Ἰσραὴλ πορευθέντες πρὸς αὐτὸν ἑλληνίζειν ᾐτήσαντο, αὐτός τε
Ἀντίοχος τούτοις προσετέθη καὶ τὸν κατὰ Πτολεμαίου καὶ τῆς Αἰγύπτου336

337

πόλεμον ἐκίνησεν ἐν ἅρμασι καὶ ἐλέφασι καὶ ἱππεῦσι καὶ στόλῳ μεγάλῳ, σκευάσας τε τὴν Αἴγυπτον ἐπανῆλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ τῷ ρμγʹ ἔτει βασιλείας Ἑλλήνων· ὅπως τε εἰς τὸ ἁγίασμα μεθ’ ὑπερηφανίας εἰσελθὼν ἔλαβε τὸ θυσιαστήριον καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ
5σκεύη οἴκου κυρίου καὶ τὸν κόσμον καὶ τοὺς θησαυρούς, ποιήσας φονοκτο‐ νίαν πολλήν· ἡνίκα καὶ τὰ κατὰ Ἐλεάζαρον καὶ τοὺς ζʹ παῖδας καὶ τὴν μητέρα αὐτῶν μαρτυρικῶς πέπρακται, ὡς ἐν δʹ βίβλῳ τῶν Μακκαβαϊ‐ κῶν. Καὶ μετὰ βʹ ἔτη ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὴν Ἰουδαίαν· οὗτος
10δὲ ἦν Ἀπολλώνιος μυσάρχης ὑπὸ Μενελάου τοῦ καταράτου αἰτηθεὶς στα‐ λῆναι παρὰ Ἀντιόχου πρὸς τελείαν καταφθορὰν τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐν αὐτῇ. ἐλθὼν οὖν εἰρηνικῶς ἐφ’ ἡμέρας γʹ διῆγεν ὡς φίλος. τῇ δὲ ἡμέρᾳ τοῦ σαββάτου πάντων ἀργούντων κατέσφαξε τοὺς ἐν ἡλικίᾳ καὶ τὴν πόλιν ἐνέπρησε, τὸ δεύτερον τὰ τείχη καθελὼν καὶ τοὺς οἴκους, αἰχμαλωτίσας
15τε γυναῖκας καὶ τὰ τέκνα σὺν τοῖς ὑπάρχουσι· τὰ δὲ σκῦλα ἀπέθετο ἐν τῇ ἄκρᾳ τῇ λεγομένῃ πόλει Δαβίδ, ἥτις ἦν ὀχύρωμα τῇ Ἱερουσαλήμ, ἐποι‐ κοδομήσας αὐτὴν τείχει μεγάλῳ καὶ πύργοις ὀχυροῖς καὶ ἐγκατοικίσας στράτευμα καὶ ὅπλα καὶ τροφὰς ἀποθέμενος. καὶ μετὰ ταῦτα ἀπέστειλεν Ἀντίοχος γέροντα Ἀθηναῖον, καταναγκάζοντα τὸ ἔθνος ἑλληνίζειν καὶ
20πᾶσαν τὴν κατὰ νόμον ἀποπαῦσαι λατρείαν· καὶ ἐν τῷ ναῷ Διὸς Ὀλυμ‐ πίου στησάμενος ἄγαλμα τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς Χασελεῦ, ἔτει κατὰ τὸν Ἰώσηππον ρμεʹ, ἐν δὲ Σαμαρείᾳ Διὸς ξενίου, τά τε βιβλία τοῦ νόμου κατα‐ σχίζειν προσέταξε καὶ ἐμπιπρᾶν, τοὺς δὲ περιτεμνομένους θανατοῦν, καὶ τὰ νεκρὰ τῶν βρεφῶν κρεμᾶν ἐκ τῶν τραχήλων τῶν μητέρων, καὶ πολλοὶ
25ἐξ Ἱερουσαλὴμ ἀπέθανον ὑπὲρ τῶν πατρίων νομίμων.337

338

Τότε Ματθίας τις ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, υἱὸς Ἰωάννου τοῦ Συμεών, ἐξελθὼν ἀπὸ Ἱερουσαλὴμ ἐκάθισεν ἐν Μωδεείν, καὶ αὐτῷ υἱοὶ εʹ, Ἰωάννης ὁ ἐπιλεγόμενος Γάδδης, Σίμων ὁ καλούμενος Θάσος, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρος ὁ καλούμενος Ἀβαράν, Ἰωνάθας ὁ καὶ Σαπφοῦς.
5οὗτος ἐθρήνει τὴν πόλιν καὶ τὸ σύντριμμα τοῦ γένους σὺν τοῖς υἱοῖς, περι‐ θέμενος σάκκους, ἐλθόντα δὲ τὸν παρὰ τοῦ βασιλέως καταναγκάζοντα θύειν τοῖς εἰδώλοις, ὡς εἶδε τινὰ προσελθόντα Ἰουδαῖον ἐπὶ τὸν βωμὸν ἐν Μωδεεὶν τῇ πόλει, δραμὼν ἔσφαξεν αὐτὸν καὶ τὸν ἄνδρα τὸν παρὰ τοῦ Ἀντιόχου ἀναγκάζοντα θύειν, ὡς Φινεὲς τὸν Ζαμβρὶ υἱὸν Σαλὼμ καὶ τὴν
10Μαδιανῖτιν. καὶ ἐξῆλθε φεύγων σὺν τοῖς υἱοῖς καὶ ἄλλοις ὁμογνώμοσι πλείστοις εἰς τὴν ἔρημον. οἷς ἐπιπέμψας ὁ βασιλεὺς στράτευμα ἐν ἡμέρᾳ σαββάτου ἀνεῖλεν αὐτῶν ἀμφὶ τοὺς ͵α. Ματθίας δὲ βουλευσάμενος σὺν τοῖς φίλοις ἔγνω καλὸν εἶναι πολεμεῖν ὑπὲρ τῶν νομίμων ἐν σάββασι. καὶ ἐκράτησε πολλῶν καὶ πόλεις ἠλευθέρωσε καὶ βωμοὺς κατεστρέψατο.
15 Οὗτος ἀποθνήσκων περὶ εὐσεβείας τοῖς σὺν αὐτῷ διελέχθη, καὶ τοὺς υἱοὺς ἀντ’ αὐτοῦ κατέστησεν ἄρχοντας τοῦ λαοῦ, ὧν Ἰούδας ἡγεῖτο ὁ Μακ‐ καβαῖος. πρὸς τοῦτον Ἀπολλώνιος Ἀντιόχου στρατηγὸς παραταξάμενος μετὰ δυνάμεων Σύρων καὶ Σαμαρέων ἀναιρεῖται σὺν πολλοῖς. Ἔπειτα Σήρων ἄρχων δυνάμεως Συρίας ἐπελθὼν Ἰουδαίοις μετὰ δυνά‐
20μεως μεγάλης ἀναιρεῖται σὺν πολλοῖς. πρὸς ταῦτα ἀγανακτήσας Ἀντίοχος, μέλλων ἐπὶ τὴν Περσίδα πορεύεσθαι διὰ φόρων συναγωγήν, ἐκέλευσε Λυ‐ σίαν τὸν ἐπὶ τῶν πραγμάτων Ἰουδαίοις πολεμεῖν· ὃς Πτολεμαῖον καὶ Γορ‐ γίαν καὶ Νικάνορα στρατηγοὺς ἐκπέμπει, οἰόμενος τὸν Ῥωμαϊκὸν φόρον τὰ ͵α τάλαντα ἐκ τῶν Ἰουδαϊκῶν λαφύρων παριστᾶν. συμβαλόντες δὲ περὶ
25Ἐμμαοῦντα τοῖς Ἰουδαίοις ἡττῶνται δεινῶς, καὶ τῷ ἐφεξῆς ἔτει ὁμοίως πάσχουσιν Ἕλληνες. τότε Ἰούδας ἐλθὼν εἰς Ἱερουσαλὴμ τὸν ναὸν ἐκά‐
θηρε τῶν βδελυγμάτων, πολιορκῶν τοὺς ἐν τῇ ἄκρᾳ φρουροῦντας καὶ338

339

τειχίζων τὴν πόλιν, τοῖς τε ἐν τῇ Ἀκραβεττήνῃ Ἰουδαίοις ἐπολέμει καὶ Ἀμμανίταις καὶ Τιμοθέῳ ἐπικειμένῳ τῇ Γαλααδίτιδι. Τυρίοις δὲ καὶ Σι‐ δωνίοις καὶ Πτολεμαΐδοις πορθοῦσι τὴν Γαλιλαίαν τὸν ἀδελφὸν ἔπεμψε Σίμωνα καὶ πάντας ἀπέστησεν. ἐν οἷς κατὰ Ἰώσηππον ἐπίτροπον τῆς πό‐
5λεως ὑπὸ Ἰούδα κατασταθέντα καὶ ἡ κατὰ Ἰαβανίαν πόλιν ἀποτυχία αὐ‐ τοῦ· εἶτα Ἰούδα τιμωρία εἰς Ἰόππην καὶ τοὺς ἐν αὐτῇ διὰ τοὺς ὑπ’ αὐτῶν καταποντωθέντας Ἰουδαίους καὶ ἡ κατὰ Ἰαβινίας καὶ Τιμοθέου εὐδοκί‐ μησις Ἰούδα. Ἀντίοχος δὲ ὁ βασιλεὺς Ἐλυμαΐδι πόλει Περσικῇ διὰ πλοῦτον πολὺν
10ἀποκείμενον ἐν αὐτῇ προσβαλὼν εἰς πόλεμον ἀποτυγχάνει. ἀπαγγελθέν‐ των δὲ αὐτῷ καὶ τῶν Ἰούδα ἀριστευμάτων νόσῳ περιελθὼν ἀθυμίας καὶ ἀυπνίας δεινῶς θνήσκει. Λυσίας δὲ τὸν αὐτοῦ παῖδα Ἀντίοχον ἀνατρέφων Εὐπάτορα προσαγορεύσας ἐπὶ τῆς ἀρχῆς καθιστᾷ, μετὰ δυνάμεώς τε πολ‐ λῆς καὶ ἐλεφάντων κατὰ Ἰουδαίων ἐπιστρατεύει. κρατερᾶς δὲ μάχης συστά‐
15σης καὶ τοῦ βασιλικοῦ θηρίου ὑπὸ Ἐλεαζάρου τοῦ Σαυαρὰν ἀναιρεθέν‐ τος ὁ βασιλεὺς Ἰουδαίοις ἐσπείσατο. καὶ εἰσελθὼν εἰς τὴν πόλιν καθεῖλε τὸ τεῖχος μετὰ τοὺς ὅρκους, Ἰούδαν καταλιπὼν ἄρχειν μέχρι Πτολεμαΐδος. Καὶ ἀναζεύξας εἰς Ἀντιόχειαν ὀξέως κατὰ Φιλίππου ἐκ Περσίδος ἐπαν‐ ελθόντος σὺν ταῖς δυνάμεσι καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν περιστήσαντος,
20ὃν πολιορκήσας κατελάβετο τὴν Ἀντιόχειαν. αὐτός τε παραυτὰ ἐκβληθεὶς ὑπὸ Δημητρίου υἱοῦ Σελεύκου ὁμηρεύοντος ἐν Ῥώμῃ καὶ κατελθόντος εἰς Τρίπολιν τῆς Φοινίκης πλῷ, ἐν ἡμέραις ἀναιρεῖται συλληφθεὶς ἅμα τῷ Λυσίᾳ παρὰ τοῦ πλήθους προστάξει Δημητρίου ἀδελφιδοῦ μὴ ἀνασχο‐ μένου θεάσασθαι αὐτόν, βασιλεύσας ἔτος αʹ ἥμισυ· μεθ’ ὃν ὁ αὐτὸς Δη‐
25μήτριος βασιλεύει ἔτη ιβʹ. Τούτῳ προσφεύγουσιν ἀσεβεῖς τινες Ἰουδαῖοι, ὧν ἡγεῖτο Ἄλκιμός τις ἐκ τοῦ ἱερατικοῦ γένους. οὗτος τοῦ Ἰούδα κατηγορεῖ τὴν ἱερωσύνην τε πρὸς τοῦ Δημητρίου ἐγχειρίζεται. διὰ τοῦτο καὶ εἰς τὴν πατρίδα Βακχίδην στρατηγὸν ἔχων μετὰ δυνάμεως ἔρχεται κατὰ τοῦ Ἰούδα καὶ τῶν ὁμο‐
30φύλων. λόγοις δὲ πείθειν τὸν Ἰούδαν οὐ δυνηθεὶς ὁ Βακχίδης δολεροῖς339

340

σὺν τῷ ἀνιέρῳ Ἀλκίμῳ τῶν Ἰουδαίων ἐπισήμους ἄνδρας ξʹ λόγοις εἰρήνης ἀπατήσαντες ἀνεῖλον ἐν ἡμέρᾳ μιᾷ· τήν τε ἱερωσύνην κατορθώσας τῷ Ἀλκίμῳ Βακχίδης ἀνέζευξε πρὸς Δημήτριον. μετὰ δὲ ταῦτα πολλοὺς τῶν ἀσεβῶν τιμωρουμένου τοῦ Ἰούδα Δημήτριος Νικάνορα μετὰ δυνάμεως
5πέμπει καταλῦσαι τὸν πόλεμον τῷ Ἰούδα, γῆμαί τε καὶ παιδοποιήσασθαι. τούτοις δ’ οὐκ ἀρεσθεὶς Ἄλκιμος διέβαλε τὸν Νικάνορα αἰτῶν ζῶντα συλ‐ λαβεῖν τὸν Ἰούδαν. πολέμου δὲ συστάντος νικῶσιν οἱ περὶ τὸν Ἰούδαν, πίπτει δὲ Νικάνωρ, ἀποτμηθείς τε τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ εἰς Ἱερουσα‐ λὴμ ἀνεσταυρώθη. Ἰούδας Ῥωμαίοις καὶ Λακεδαιμονίοις φιλοῦται. Δη‐
10μήτριος μανεὶς πέμπει Βακχίδην σὺν Ἀλκίμῳ κατὰ τοῦ Ἰούδα. οἱ δὲ ἐπελθόντες τῷ Ἰούδα περὶ τὴν Βασὰν οὐκ ἔχοντι πλὴν ωʹ ἀνδρῶν συμβάλ‐ λουσι. καὶ πεσόντων ἐξ ἀμφοτέρων πολλῶν Ἰούδας ἀριστεύων θνήσκει. Τούτοις ἀκόλουθα περιέχει ἡ αὐτὴ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος τὰ κατὰ Ἰωνάθην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἡ δὲ τρίτη τὰ πρὸ τούτων πρα‐
15χθέντα δεινὰ ὑπὸ Πτολεμαίου τοῦ Εὐπάτορος εἰς Ἰουδαίοις. Εἰσὶ δὲ τὰ τῶν ἀνιέρως διὰ χρημάτων κρατησάντων Σίμωνος, Ἰάσωνος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Σελεύκου καὶ Ἀντιόχου ἔτη ιθʹ, καθὼς τοὺς ὄπισθεν καὶ τοὺς μετέπειτα ἀρχιερεῖς ὁ τὴν βίβλον συν‐ ταξάμενος ἐστοιχείωσε.
20tΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ
21 Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Φοῦσκος ἔτη ιβʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵εσξθʹ. Μακεδόνων ιεʹ ἐβασίλευσε Φίλιππος υἱὸς Δημητρίου ἔτη καθ’ ἑαυτὸν μβʹ, ἐκ Χρυσηΐδος τῆς αἰχμαλώτου. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσπαʹ.
25 Ἐπὶ τούτου τοῦ Φιλίππου Τίτος Ῥωμαίων στρατηγὸς εἰς Μακεδονίαν ἐλθὼν κρατεῖ μὲν χειρὶ Μακεδόνων καὶ ὑπὸ Ῥωμαίους τίθησι, συμμαχεῖν Ἀννίβᾳ καὶ Καρχηδονίους κατὰ Ῥωμαίων συνθεμένους, ὅμηρον δὲ λαμβά‐ νει Δημήτριον τὸν αὐτοῦ παῖδα, ὑπαγόμενος καὶ Λακεδαιμονίους καὶ τοὺς λοιποὺς Ἕλληνας φιλανθρωπίᾳ καὶ πραότητι καὶ συνέσει, τὴν ἐλευθερίαν
30παρέσχε.340

341

Τότε Ἐρατοσθένης ἐγνωρίζετο. Μακεδόνων ιϛʹ ἐβασίλευσε Περσεὺς ἔτη ιʹ καὶ μῆνας θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετκγʹ. Ἐπὶ τούτου τοῦ Περσέως τὰ Μακεδόνων καταλέλυται περὶ τὴν Πύδναν
5κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἡγεῖτο δὲ τῶν στρατευμάτων Αἰμίλιος Μάρκος τῆς Ῥωμαίων βουλῆς εἷς ὤν, ἄριστος ὑπατικός. οὗτος Περσέα λαβὼν ζῶντα ἅμα δυσὶν υἱοῖς καὶ μιᾷ θυγατρὶ πᾶσάν τε τὴν Μα‐ κεδόνων βασιλείαν εἰς Ῥώμην ἀπήγαγε. Μακεδόνων ιζʹ ἐβασίλευσε Ψευδοφίλιππος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν
10ἔτος ͵ετλδʹ.
11tΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ
12 Αἰγύπτου καὶ Ἀλεξανδρείας δʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσογʹ. Ἀντίοχος ὁ μέγας Πτολεμαίου τὴν Ἰουδαίαν κρατοῦντος τοῦ Φιλοπά‐
15τορος πολέμῳ νικήσας αὐτὸν τὴν χώραν ἀφείλατο. Ἡ τρίτη τῶν Μακκαβαίων βίβλος περὶ τοῦ Φιλοπάτορος τούτου Πτολε‐ μαίου ἱστορεῖ οὐκ οἶδ’ ὅπως ἀντιστρόφῳ τάξει. Αἰγύπτου καὶ Ἀλεξανδρείας εʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εςϙʹ.
20 Ἀντίοχος ὁ μέγας Πτολεμαίῳ τῷ Ἐπιφανεῖ φιλωθεὶς Κλεοπάτραν ἔγη‐ με θυγατέρα αὐτοῦ καὶ λόγῳ φερνῆς αὐτῆς Συρίαν, Φοινίκην Σαμάρειάν τε καὶ Ἰουδαίαν ἔλαβε παρ’ αὐτοῦ, ἣν πρὸ μικροῦ λαβὼν ἦν διὰ Σκοπᾶ στρατηγοῦ ὁ Πτολεμαῖος. Πτολεμαῖος ὁ Ἐπιφανὴς τὴν Ἰουδαίαν καὶ ἄλλας πόλεις τῆς Συρίας πέμ‐
25ψας ἐχειρώσατο διὰ Σκοπᾶ στρατηγοῦ. πρὸς ὃν Ἀντίοχος ὁ μέγας αὖθις πολεμήσας ταύτας ἐχειρώσατο, συμμαχούντων αὐτῷ καὶ Ἰουδαίων, οἷς δι’ ἐπιστολῶν πολλὰ μαρτυρήσας δωρεαῖς μεγάλαις ἐτίμησεν.
Ὑρκανὸς Ἰωσήππου παῖς στρατηγοῦ τῶν Ἰουδαίων πρὸς Πτολεμαῖον341

342

ἐλθὼν καλῶς ὑπεδέχθη. οἱ δὲ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτὸν στασιάσαντες μεγάλης ταραχῆς αἴτιοι γεγόνασιν Ἰουδαίοις. Πτολεμαίου τοῦ Ἐπιφανοῦς ἀποθανόντος κδʹ ἔτει τῆς βασιλείας αὐτοῦ δύο παῖδες αὐτοῦ Πτολεμαῖοι τὴν ἀρχὴν μετ’ αὐτὸν διεδέξαντο, ὧν ὁ
5πρεσβύτερος Φιλομήτωρ ἐπεκέκλητο, ὁ δὲ νεώτερος Εὐεργέτης. πρὸς ἀλ‐ λήλους δὲ στασιάζοντες ἐναλλὰξ ἐβασίλευσαν. διὸ καὶ σύγχυσις γέγονε περὶ τοὺς χρόνους αὐτῶν. πρῶτος γὰρ ὁ Φιλομήτωρ μόνος ιαʹ ἔτη ἐβασί‐ λευσεν, εἶτα ὑπὸ Ἀντιόχου ἐξεβλήθη ἐπιστρατεύσαντος κατ’ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἀφελόντος αὐτοῦ τὸ διάδημα κρατεῖ τῶν πραγμάτων Πτο‐
10λεμαῖος ὁ Εὐεργέτης ὁ νεώτερος ἀδελφὸς τοῦ Φιλομήτορος γνώμῃ τῶν Ἀλεξανδρέων. διώκεται δὲ καὶ Ἀντίοχος, λυτρωθέντος καὶ τοῦ Φιλομή‐ τορος, καὶ βασιλεύουσιν οἱ δύο ἀπὸ τοῦ ιβʹ ἔτους ἕως τοῦ ιζʹ. ἐχρημάτισεν οὖν παρὰ Ἀλεξανδρεῦσι τῷ ιβʹ τοῦ Φιλομήτορος ἔτει πρῶτον ἔτος τοῦ Εὐεργέτου, καὶ ἐβασίλευσαν οἱ δύο ἐν ὁμονοίᾳ ἀπὸ τούτου τοῦ ιβʹ ἔτους
15τοῦ Φιλομήτορος ἕως τοῦ ιζʹ ἔτους αὐτοῦ, ϛʹ δὲ τοῦ Εὐεργέτου. καὶ πάλιν στασιάζουσι κατ’ ἀλλήλων, καὶ χρηματίζει ἀπὸ τοῦ ιηʹ ἔτους μόνου τοῦ Φιλομήτορος ἡ κατ’ Αἴγυπτον ἀρχή, παραχωρήσαντος τῷ ἀδελφῷ τὴν Λιβύης καὶ Κυρήνης ἀρχὴν μετὰ τὴν ἐν Κύπρῳ μάχην, καθ’ ἣν ἐλαττω‐ θεὶς ὁ νεώτερος Πτολεμαῖος ἀβλαβὴς ἔμεινε, φιλανθρώπως αὐτῷ χρησα‐
20μένου τοῦ πρεσβυτέρου καὶ μὴ μόνον τὴν εἰρημένην ἐγχωρήσαντος αὐτῷ χώραν, ἀλλὰ καὶ σίτου πλῆθος λαμβάνειν κατ’ ἐνιαυτόν, τοῦτο μὲν διὰ χρηστότητα καὶ συγγένειαν φυσικήν, τοῦτο δέ, ὥς φασι, καὶ διὰ τὸν ἀπὸ τῶν Ῥωμαίων φόβον ὑπερασπιζομένων αὐτοῦ. κρατεῖ γοῦν ὁ αὐτὸς Φιλο‐ μήτωρ μετὰ τὸ ιζʹ ἔτος ἄλλα ἔτη ιηʹ. οὗ κατὰ τὴν Συρίαν ἀποθανόντος
25(ἐγκρατὴς γὰρ καὶ τῶν ἐκεῖσε γέγονε τόπων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης λεγόμενος βʹ κρατεῖ τῆς Αἰγύπτου λοιπὰ ἔτη κθʹ μόνος μετὰ θάνατον τοῦ πρεσβυτέρου ἀδελφοῦ, ὡς γίνεσθαι τὸν ἅπαντα χρόνον τῶν ἑκατέρων ἀδελφῶν λεʹ καὶ κθʹ, ἤτοι ἔτη ξδʹ. Διόδωρος δέ φησιν ὅτι ιεʹ ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσε μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολ‐
30λάς τε παρανομίας διεπράξατο, τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς περιβαλὼν ψευδῶς ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς οὐσίας αὐτῶν ἀφαι‐
ρούμενος.342

343

(1t)

ΣΥΡΙΑΣ ΚΑΙ ΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ
2 Συρίας καὶ Ἀσίας δʹ ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Καλλίνικος, ὁ αὐτὸς καὶ Σέλευκος, ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσληʹ. Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς
5ἀπέστησαν, ὑπ’ αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτιστοῦ, διὰ τοιαύ‐ την αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρ‐ χου τῆς Περσικῆς. ὃς Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φη‐
10σιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι, δι‐ αμαρτήσας ἀνῃρέθη παρ’ αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασι‐ λεύει Περσῶν Ἀρσάκης, ἀφ’ οὗ οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι ἐχρημάτι‐ σαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ’ αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ. Συρίας εʹ ἐβασίλευσε Σέλευκος ὁ καὶ Ἀλέξανδρος, υἱὸς Σελεύκου τοῦ
15Καλλινίκου, ὁ Κεραυνὸς ἐπικληθείς, ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσνθʹ. Συρίας ϛʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς μέγας, ἔτη λϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εσξβʹ. Οὗτος ὁ κληθεὶς μέγας Ἀντίοχος κατὰ μὲν τινὰς ἀδελφός ἐστι Σελεύκου
20τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος Κεραυνοῦ, κατὰ δὲ ἑτέρους υἱὸς αὐτοῦ. ἀρχὴν δὲ ἔλαβεν ἡ αὐτοῦ βασιλεία κατὰ τὴν ρλζʹ ὀλυμπιάδα, καὶ οὐχ ὡς Εὐσεβίῳ δοκεῖ κατὰ τὴν ρλθʹ. Κατὰ τοὺς αὐτοὺς χρόνους Ἀντίοχος Ῥωμαίοις πολεμεῖν ὁ μέγας ἤρξατο Ἀννίβα κατὰ τὰς Σπανίας καὶ τὴν Καρχηδόνα στρατηγοῦντος καὶ ὑπὸ
25Ῥωμαίων καταπολεμουμένου καὶ πολεμοῦντος πρὸ τῆς εἰς Βιθυνίαν φυ‐ γῆς πρὸς Προυσίαν. καὶ πρῶτον μὲν ἐν Θερμοπύλαις τῆς Ἑλλάδος Ῥω‐ μαίοις συμβαλὼν ὁ αὐτὸς μέγας Ἀντίοχος ἡττᾶται, ἔπειτα δὲ συλλέξας στρατόπεδα καὶ Ἀννίβαν τὸν Καρχηδόνιον ἐκ Βιθυνίας προσλαβόμενος, πρὸς Θυατείροις πόλει τῆς Λυδίας αὖθις Ῥωμαίοις πολεμεῖ, Σκηπίωος
30Ἀφρικανοῦ σὺν ἀδελφῷ Σκηπίωνι στρατηγοῦντος. καὶ οὗτος ἡττᾶται,343

344

ὥστε αὐτὸν ὑπόσπονδον γενέσθαι Ῥωμαίοις τελοῦντα ͵α τάλαντα καὶ τριήρεις πολλὰς δόντα καὶ τὴν δαπάνην τοῦ πολέμου. Ἀννίβας δὲ πρὸς Προυσίαν φυγὼν αὖθις ἀπὸ Θυατείρων φαρμάκῳ τελευτᾷ τὸν βίον τῷ φόβῳ Ῥωμαίων.
5 Ἐπὶ τούτου ἐπράχθη τὰ κατὰ τὴν πρώτην τῶν Μακκαβαίων βίβλον παρὰ Ἰουδαίοις ἱστορούμενα. Ἔτι δὲ καὶ ὁ πρὸς Καρχηδονίους δεύτερος πόλεμος κινεῖται, κρατήσας καὶ αὐτὸς ἔτη ιθʹ Ῥωμαίοις. Ἀννίβας γὰρ Καρχηδονίων στρατηγὸς νέος τῷ φρονήματι καὶ τῇ ἡλικίᾳ Σπανίαν κατέσχεν οὖσαν ὑπὸ Ῥωμαίους, καὶ
10τῇ Ἰταλίᾳ αὐτῇ ἐπῆλθε συμμαχούντων αὐτῷ Γάλλων καὶ ἄλλων πολλῶν βαρβάρων. πρῶτοι οὖν αὐτῷ Κορνήλιος Σκηπίων καὶ Σεμπρώνιος Γράκ‐ χος ὕπατοι πολεμοῦσιν, οἳ καὶ φυγόντες μόλις διασῴζονται τοῦ κινδύνου. μεθ’ οὓς Λούκιος Φαλαμήνιος πολεμήσας αὐτῶ μετὰ τῆς δυνάμεως διε‐ φθάρη. τρίτος πρὸς αὐτὸν ἀγωνίζεται Φάβιος Μάξιμος ἀνὴρ στρατηγικὸς
15ὑπατεύων καὶ τρέπει τὸν Ἀννίβαν στρατηγίᾳ μᾶλλον, οὐ δυνάμει κρατήσας. Τότε καὶ Ἀρχιμήδης γεωμέτρης τοῖς μηχανήμασι Ῥωμαίους ἀπώσατο πολλάκις πολιορκοῦντας Συρακούσας, οἰκῶν ἐν αὐταῖς. ἔνθα καὶ ἀναιρεῖ‐ ται ὑπό τινος στρατιώτου, τῆς πόλεως ἄφνω ληφθείσης ἑορταζόντων Συρακουσίων, παρὰ γνώμην Μαρκέλλου στρατηγοῦ Ῥωμαίων, ὃς ὑπὸ
20Ῥωμαίους αὖθις τὴν Σικελίαν θεὶς ἐπινίκιον πομπὴν ἐθριάμβευσε. Πολλῶν δὲ ἄλλων Ῥωμαίων στρατηγῶν μετὰ ταῦτα πολεμησάντων Ἀννίβᾳ κρατοῦντι Καρχηδόνος καὶ Ἱσπανίας καὶ μὴ κατισχυσάντων αὐτοῦ τέλος Σκηπίων Ἀφρικανὸς τρέψας τὴν Ἀννίβα δύναμιν ἐν Ἱσπανίᾳ κατὰ τὴν ρμεʹ ὀλυμπιάδα ὑπατεύσας τε καὶ κατ’ ἐξουσίαν λαβὼν καὶ διοικῶν
25τὴν ὅλην Ἰταλίαν ἐπὶ Καρχηδόνα διέπλει στόλῳ μεγάλῳ καὶ τὴν ἅπασαν πορθεῖ πρὸς τῇ Λιβύῃ χώραν Καρχηδονίων, ὥστε τοὺς ἐν τέλει Καρχηδο‐ νίους μεταστείλασθαι τὸν Ἀννίβαν ἐξ Ἰταλίας· ᾧτινι Σκηπίων συγκρούσας ἐπανιόντι πρὸς τῇ Καρχηδόνι κρατεῖ τῆς μάχης τοσοῦτον ὥστε φυγεῖν τὸν Ἀννίβαν καὶ πρὸς τὸν Βιθυνίας ἐλθεῖν βασιλέα εἰς Προυσίαν αἰδούμενον
30Καρχηδονίους. τότε καὶ Καρχηδόνα Ῥωμαίοις ὁ αὐτὸς Ἀφρικανὸς Σκη‐344

345

πίων ἐπικληθεὶς ὑπὸ τῆς συγκλήτου βουλῆς διὰ τὸ τηλικοῦτον κατόρθωμα παρεστήσατο καὶ θρίαμβον ἐν Ῥώμῃ κατήγαγε. Συρίας ζʹ ἐβασίλευσε Σέλευκος γʹ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος καὶ Φιλο‐ πάτωρ ἐλέγετο. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εςϙηʹ.
5 Συρίας ηʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετιʹ. Ἀντίοχος ὁ Ἐπιφανὴς Συρίας βασιλεύων πρῶτον μὲν Πτολεμαίῳ τῷ Φιλομήτορι ἐπιτίθεται κατὰ τὴν Αἴγυπτον καὶ τῆς Αἰγύπτου βασιλείας ἐκβάλλει πρὸς βραχύ. κωλυθεὶς δὲ ὑπὸ Ῥωμαίων καὶ ὑπὸ τῶν Ἀλεξαν‐
10δρέων διωχθεὶς τὴν Ἱερουσαλὴμ ἐκπορθεῖ καὶ τὸν ναὸν βεβηλοῖ, Διὸς Ὀλυμπίου βδέλυγμα ἀναστηλώσας ἐν αὐτῷ κατὰ τὴν προφητείαν Δανιὴλ τοῦ μεγάλου, τά τε ἱερὰ σκεύη ἀφαιρεῖται καὶ ἑλληνίζειν ἀναγκάζει τοὺς Ἰουδαίους. ἐφ’ οἷς Ματθίας ὁ ἱερεὺς ζηλώσας σὺν τοῖς υἱοῖς Ἰούδᾳ καὶ Ἰωνάθῃ τοῖς Μακκαβαίοις Σίμωνί τε καὶ Ἰωάννῃ κατηγωνίσαντο τοῦ
15τυράννου, τοῖς αὐτοῦ στρατηγοῖς ἐπιθέμενος καὶ καταπολεμήσας αὐτοὺς τῇ τῶν οἰκείων παίδων ἀντιμαχίᾳ τῶν καὶ διὰ τοῦτο Μακκαβαίων κλη‐ θέντων ἅμα τοῖς τότε ζήλῳ θείῳ τῶν πατρίων νόμων ὑπεραθλησάντων· ἐν οἷς καὶ οἱ ζʹ νέοι σφόδρα γενναίως σὺν τῇ μητρὶ καὶ τῷ διδασκάλῳ Ἐλεαζάρῳ πολλῶν καὶ πικρῶν βασάνων ὑπερφρονήσαντες νομίμως τὸν
20βίον κατέλυσαν, θανάτῳ μαρτυρικῷ τελειωθέντες. Ἀσαμωναῖοι λέγονται οἱ ἐκ Ματαθίου, διότι ὁ πατὴρ αὐτῶν Ἀσαμωναῖος ἐλέγετο. ᾤκει δὲ ἐν κώμῃ Μωδεείμ. Ταρσεῖς καὶ Μαλῶται κατὰ Ἀντιόχου ἐστασίασαν ὡς δωρεᾷ διδόμενοι τῇ παλλακῇ αὐτοῦ Ἀντιοχίδι· πρὸς οὓς ἧκεν Ἀντίοχος, Ἀνδρόνικον κατα‐
25λείψας ἐν Δάφνῃ ἐπὶ τῶν πραγμάτων, ὃς ἀνελὼν Ὀνείαν τὸν ἱερέα δόλῳ τοῦ Μενελάου, καὶ αὐτὸς ἀναιρεῖται ὑπὸ τοῦ Ἀντιόχου ὡς φονεύς. Συρίας θʹ ἐβασίλευσεν Ἀντίοχος Εὐπάτωρ υἱὸς αὐτοῦ ἔτος αʹ, μῆνας ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετκαʹ.
Ἀντίοχος οὗτος πατάξας Αἴγυπτον καὶ πρὸς τὸν Φιλομήτορα Πτολε‐345

346

μαῖον πολεμήσας εἰς τὴν Ἰουδαίαν ἐπανῆλθε, τὴν ἀρχιερωσύνην τε Ἰησοῦ τῷ καὶ Ἰάσωνι ἐνεχείρισεν ἀδελφῷ Ὀνείου, καὶ πάλιν ἐκβαλὼν αὐτὸν ἀδελφῷ τε καὶ Μενελάῳ δέδωκεν. οἱ δὲ στασιάσαντες πρὸς ἀλλήλους κα‐ κῶν μεγάλων αἴτιοι γεγόνασιν Ἰουδαίοις.
5tΚΟΣΜΟΥ ΕΤΗ
6 Ἰουδαίων ιϛʹ ἀρχιεράτευσεν Ἰούδας υἱὸς Ματαθίου αʹ ἀρχιερέως ἔτη γʹ, οἱ δὲ ϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετλδʹ. Τινὲς ἱστοροῦσι Ματαθίου ἔτη γʹ τῆς ἀρχιερωσύνης καὶ Ἰούδα ἔτη ϛʹ. Ἰουδαίων ιζʹ ἀρχιεράτευσεν Ἰωνάθης ἀδελφὸς Ἰούδα τοῦ Μακκα‐
10βαίου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετμʹ. Οἱ φίλοι τοῦ Ἰούδα τὸν Ἰωνάθην ἀδελφὸν αὐτοῦ προεστήσαντο ἄρχειν αὐτῶν. οὗτος Βακχίδῃ συμβαλὼν εἰς πόλεμον διέφθειρε τρισχιλίους τῶν σὺν αὐτῷ. μετὰ δὲ ταῦτα προδιδόντας αὐτόν τινας τῶν Ἰουδαίων αἰσθόμε‐ νος τῷ Βακχίδῃ ἀνεῖλεν αὐτοὺς καὶ διῆγεν εἰς πόλιν ἐν τῇ ἐρήμῳ κειμένην
15Βηθφεσή. ταύτην ἐπολιόρκησε Βακχίδης. Ἰωνάθης δὲ ὑπεξελθὼν καὶ πολ‐ λοὺς διαφθείρας ἀπελαύνει αὐτόν. Ἄλκιμος ὁ ἀνίερος καθελὼν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων δίκας ἔδωκε πικρῶς θανών. Βακχίδης φοβηθεὶς Ἰωνάθην φιλοῦται αὐτῷ, κἀκ τούτου προΐσταται
20τοῦ λαοῦ Ἰωνάθης. Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ υἱὸς Ἀντιόχου τοῦ Ἐπιφανοῦς Δημήτριον τὸν Σελεύκου καθελὼν ἐβασίλευσεν ἔτη εʹ, οἱ δὲ θʹ. οὗτος ἐν Πτολεμαΐδι φιλωθεὶς Ἰωνάθῃ δώροις καὶ στεφάνοις ἐτίμησεν. Ἰουδαίων ιηʹ ἱεράτευσε Σίμων ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετνθʹ.
25 Σίμων καὶ Ἰουδαῖοι Δημητρίῳ προσφυγόντες εἰρήνευον. ἐξ οὗ δὴ Σίμων ἀρχιεράτευσε, Γάζαν τε πολέμῳ εἷλε τούς τε ἐν τῇ ἄκρᾳ τῆς Ἱερουσαλὴμ μετὰ Δημήτριον. Ἀντίοχος ὁ Σιδίτης Σίμωνι φιλοῦται.
Ἀντίοχος ὁ Σιδίτης Ἰώππην καὶ ἀργυρίου τάλαντα ͵α ἀπῄτει Ἰουδαίους.346

347

τῶν δὲ μὴ ὑπακουόντων Κενδέβαιον ἐπέταξε πολεμεῖν αὐτοῖς, ὃν Ἰωάν‐ νης υἱὸς Σίμωνος ἐτροπώσατο. Σίμων Ἰουδαίων ἀρχιερεὺς ἀδελφὸς Ἰούδα καὶ Ἰωνάθου τῶν Μακκα‐ βαίων ἀναιρεῖται ὑπὸ Πτολεμαίου τινὸς Ἰουδαίου στρατηγοῦ τῆς Ἱεριχὼ
5καὶ γαμβροῦ αὐτοῦ δόλῳ. Οὗτος ὁ Σίμων μετὰ ροʹ ἔτη τοὺς Ἰουδαίους ἠλευθέρωσε τῶν φόρων. ἐτέλουν γὰρ ἀπὸ τοῦ αʹ Σελεύκου. Ἡγήσατο τῶν Ἰουδαίων Ματθίας ὁ πατὴρ τῶν Μακκαβαίων ἔτη γʹ. Ἰούδας υἱὸς αὐτοῦ ἔτη ϛʹ. Ἰωνάθης ἔτη ιθʹ. Σίμων ἔτη ηʹ. ὁμοῦ ἔτη λδʹ.
10Καὶ σπένδεται Ῥωμαίοις Ἰούδας.
11tΠερὶ τῶν Μακκαβαίων
12 Ὁ ἀπὸ Ματαθίου τοῦ πατρὸς τῶν Μακκαβαίων, Ἰούδα καὶ Ἰωνάθου καὶ Σίμωνος, χρόνος κατὰ μὲν τὸν ἀκριβῆ λόγον ἐτῶν ἐστι λδʹ, ὡς ὑπο‐ τέτακται, κατὰ δὲ Εὐσέβιον ἐτῶν λʹ. ἀφ’ οὗ γὰρ χρόνου Πτολεμαῖος ὁ
15Φιλοπάτωρ ἤρξατο πολεμεῖν πρὸς Ἀντίοχον τὸν μέγαν ἡ τῶν Μακκαβαίων γραφὴ ἱστορεῖ· ὁ δὲ χρόνος αὐτῶν ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἀριθμεῖ‐ ται ἕως τοῦ θανάτου Σίμωνος. ὁ γὰρ Φιλοπάτωρ πολεμήσας Ἀντιόχῳ τῷ μεγάλῳ τοὺς Ἰουδαίους ἀφῆκεν ἀπολύσας ἐλευθέρους, Ἰουδαῖοι δὲ τῷ Ἐπιφανεῖ Ἀντιόχῳ υἱῷ τοῦ μεγάλου Ἀντιόχου συνέθεντο. ὁ δ’ αὐτὸς
20Ἐπιφανὴς τὸν ναὸν ἐσύλησε καὶ Ἰουδαίους ἑλληνίζειν ἠνάγκασε. Τότε Ματαθίας ἀνέστη σὺν τοῖς παισὶ ζήλῳ θεοῦ πολεμῶν αὐτῷ. οὗ τελευτήσαντος Ἰούδας τοῦ ἔθνους ἡγήσατο. ἐπὶ τούτοις Ἀντίοχος μὲν οἰκτρῶς θνήσκει, ὁ δὲ υἱὸς αὐτοῦ Εὐπάτωρ Ἀντίοχος Λυσίᾳ γράφει περὶ εἰρήνης Ἰουδαίων. εἶτα Ἰούδας οἰκοδομεῖ καὶ ἐγκαινίζει τὸ θυσιαστήριον,
25Ῥωμαίοις τε σπένδεται φιλωθεὶς καὶ πρὸς γεωργίαν Ἰουδαίους προτρέπει. ἐν τούτοις οὖν Δημήτριος ὁ Σελεύκου καταπλεύσας ἐκ Ῥώμης τόν τε
Εὐπάτορα Ἀντίοχον ἀναιρεῖ καὶ Λυσίαν, πρὸς ὃν Ἰούδας εἰς τὴν Ἰουδαίαν347

348

ἐλθόντα παραγενηθεὶς ἀπεδείχθη. ἔπειτα δὲ Ἀλκίμου τοῦ ἱερέως παρεν‐ οχλήσεσιν ὑπ’ αὐτοῦ Δημητρίου ἀνῃρέθη ἀνδρείως πολεμῶν. Ἰωνάθης μετὰ Ἰούδαν ἡγεῖται Ἰουδαίων. Ἄλκιμος δὲ ὁ προρ‐ ρηθεὶς καθεῖλε τὸ τεῖχος τῆς ἐνδοτέρας αὐλῆς τοῦ ἱεροῦ, ἡνίκα καὶ
5Ἀλέξανδρος υἱὸς Ἀντιόχου τοῦ Εὐπάτορος Δημήτριον τὸν λεγόμενον Σω‐ τῆρα ἀνελών, Ἰωνάθην πορφύραν ἐνέδυσε, βασιλέα τοῦ ἔθνους Ἰουδαίων ἀνειπών. τότε Δημήτριος Δημητρίου ἀπὸ Κρήτης ἐπανῆλθε καὶ Ἀλεξάν‐ δρῳ συμβαλὼν εἰς μάχην ἐλαύνει τῆς ἀρχῆς, Πτολεμαῖος δὲ ὁ Φιλομήτωρ πίπτει συμμαχῶν, καὶ Ἀλεξάνδρου τὴν κεφαλὴν προσφυγόντος αὐτῷ
10Ζάβηλος δυνάστης Ἀράβων Πτολεμαίῳ ψυχορραγοῦντι πέμψας παρεμυ‐ θήσατο. Ἰωνάθης δὲ κατὰ Δημητρίου ἐπὶ τὴν ἄκραν ἐστράτευσεν. ἀλλὰ Τρύφων ὁ καὶ Διόδοτος ἀναιρεῖ τὸν Ἰωνάθην ἐν Πτολεμαΐδι δόλῳ, ἑαυτῷ τὴν βασιλείαν Ἀντιόχου τοῦ υἱοῦ Ἀλεξάνδρου περιποιούμενος. Σίμων ἀδελφὸς Ἰωνάθου μετ’ αὐτὸν ἡγήσατο κάλλιστα τοῦ ἔθνους, προ‐
15στησάμενος ἡγούμενον τῶν δυνάμεων Ἰωάννην υἱὸν αὐτοῦ καὶ Ῥωμαίοις σπεισάμενος. τοῦτον ἀναιρεῖ Πτολεμαῖος ὁ Ἀβούβου γαμβρὸς οἰκεῖος καὶ στρατηγὸς Ἱεριχώ. ἕως τούτου τὰ Μακκαβαίων. Ἰουδαίων ἀρχιεράτευσε ιθʹ Ἰωάννης ὁ καὶ Ὑρκανὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετξζʹ.
20 Ἰωάννης ὁ τῶν Ἰουδαίων στρατηγὸς Ὑρκανοὺς νικήσας Ὑρκανὸς ὠνομάσθη. ὁ αὐτὸς πρὸς Ῥωμαίους δόγματι συγκλήτου φιλίαν σπένδε‐ ται. Ἰωάννης ὁ καὶ Ὑρκανὸς Ἰουδαίων ἀρχιερεὺς Σεβαστὴν πόλιν Σαμαρείας πολιορκήσας ἠδάφισε. ταύτην Ἡρώδης ἀνοικοδομήσας Σεβαστὴν εἰς
25ὄνομα τοῦ Καίσαρος ἐκάλεσεν. Ἔπειτα Ἰωάννης Ὑρκανὸς διαπρεπῶς ἡγήσατο πάνυ τοῦ γένους Ἰου‐ δαίων. ἡ δὲ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος ἕως αὐτοῦ λήγει. τοῦτον Ἰώσηππος ἐπὶ θεοφιλίᾳ πολλὰ μαρτυρεῖ. Ἰωάννης υἱὸς Σίμωνος σφόδρα διαπρέπων, ἡγησάμενος τοῦ ἔθνους
30Ἰουδαίων ἐν ἱερωσύνῃ, καὶ πολέμοις καὶ πλούτῳ, τρισμυρίων ταλάντων
ἐκ τῶν πατρῴων Δαβὶδ καὶ Σολομῶνος τάφων ἀνελόμενος, ἄλλοις τε πολ‐348

349

λοῖς κατορθώμασι καὶ τροπαίοις κατὰ τῶν πλησιοχώρων καὶ Σαμαρείας εὐδοκιμήσας, ἐν τῷ θορύβῳ τῶν βʹ βασιλέων Ἀντιόχων πρὸς ἀλλήλους τοῦ Γρυποῦ καὶ τοῦ Κυζικηνοῦ ἀναιρεθεὶς τελευτᾷ ἀρχιερατεύσας ἔτη λʹ, κατὰ δὲ Ἀφρικανὸν κζʹ. πολλὰς μυριάδας ταλάντων χρυσίου καὶ ἀργυρίου
5συνέθαψε τῷ Δαβὶδ Σαλομών, ὥς φησιν Ἰώσηππος, ἐξ ὧν Ἰωάννης οὗτος ὁ καὶ Ὑρκανὸς ἕνα τοῦ τάφου Δαβὶδ οἶκον ἀνοίξας ὑπὸ Ἀντιόχου πολιορ‐ κούμενος ὡς τρισχίλια τάλαντα χρυσοῦ ἀνείλατο. ἔπειτα δὲ καὶ Ἡρώδης ἄλλον οἶκον ἀνοίξας πολλὰ τάλαντα ἐξήγαγε. ταῖς δὲ θήκαις τῶν αὐτῶν βασιλέων διὰ βάθους μεμηχανευμέναις οὐδεὶς προσεπέλασεν.
10tΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ
11 Αἰγύπτου καὶ Ἀλεξανδρείας ϛʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετιδʹ. Ἀφρικανὸς ἔτη ιαʹ μόνα λέγει τοῦ Φιλομήτορος. Πτολεμαῖος ὁ Φιλομήτωρ πρῶτον Ἀλεξάνδρῳ τὴν θυγατέρα Κλεοπά‐
15τραν δοὺς πρὸς γάμον, ἔπειτα διὰ τὴν Ἀμμωνίου τοῦ στρατηγοῦ αὐτοῦ ἐπιβουλὴν συμμαχεῖ Δημητρίῳ κατ’ αὐτοῦ. καὶ ὁ μὲν κατὰ τὴν μάχην ἐκπεσὼν τοῦ ἵππου τιτρώσκεται, Ἀλεξάνδρου δὲ τὴν κεφαλὴν ἐκκοπεῖσαν ψυχορραγῶν δέχεται. Αἰγύπτου καὶ Ἀλεξανδρείας ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης
20δεύτερος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετμθʹ. Αἰγύπτου καὶ Ἀλεξανδρείας ηʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φούσκων ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετοζʹ. Οὗτος καὶ Σωτὴρ ἐκαλεῖτο, υἱὸς δὲ ἦν τοῦ Εὐεργέτου Πτολεμαίου καὶ Κλεοπάτρας πρεσβύτερος. τοῦτον ἡ μήτηρ τῷ ιʹ ἔτει τῆς βασιλείας ἀπ‐
25ήλασε, καὶ ἦν βασιλεύων ἐν Κύπρῳ· τὸν δὲ νεώτερον υἱὸν αὐτῆς καὶ ἀδελ‐ φὸν τούτου Ἀλέξανδρον ἀνέδειξε βασιλέα σὺν αὐτῇ· ὃς καὶ ἐβασίλευσεν
Ἀλεξανδρείας ἔτη ιεʹ, καὶ διωχθεὶς ὑπὸ τῶν στρατευμάτων εἰς Λυκίας349

350

πόλιν Μύρα φεύγει μετὰ γυναικὸς καὶ θυγατρὸς κἀκεῖθεν εἰς Κύπρον μετὰ παῖδα, καὶ ἀναιρεῖται ὑπὸ ναυάρχου Χαιρέου πολεμούμενος. μεθ’ ὃν πάλιν τῷ ἀδελφῷ παραδόντες Πτολεμαίῳ Σωτῆρι καὶ Φούσκωνι δι’ ὄγκον τοῦ σώματος κληθέντι τὴν βασιλείαν ἀνεδέξαντο βʹ βασιλέα οἱ Ἀλεξαν‐
5δρεῖς ἐπὶ ἄλλα ἔτη ηʹ. ὁμοῦ ἔτη λγʹ. ἅτινα μετὰ τὴν ἀναίρεσιν ὄντα Ἀλε‐ ξάνδρου τοῦ ἀδελφοῦ αὐτοῦ ὧδε συντάττονται.
7tΣΥΡΙΑΣ ΒΑΣΙΛΕΙΣ
8 Συρίας ιʹ ἐβασίλευσε Δημήτριος υἱὸς Σελεύκου ἔτη ιβʹ ὁ ἐπικληθεὶς Σωτήρ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετκγʹ.
10 Οὗτος ὁ Δημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγὼν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις παρεγένετο, καὶ ἐπελθὼν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναιρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλος
15ὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ Δημήτριος τελευτᾷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη εʹ, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολε‐ μαίῳ κατὰ τὴν Ἀντιόχειαν κατάγοντι Δημήτριον τὸν Δημητρίου ἐπὶ τὴν βασιλείαν Συρίας. συμπίπτει δὲ καὶ ὁ Πτολεμαῖος καὶ μετ’ οὐ πολὺν χρό‐
20νον θνήσκει. Συρίας καὶ Ἀσίας ιαʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη θʹ. οὗτος υἱὸς ἦν Ἀντιόχου τοῦ Ἐπιφανοῦς. τινὲς δὲ ἔτη ιʹ φασὶν αὐτὸν βασιλεῦσαι, ἐν οἷς καὶ Εὐσέβιος. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετλεʹ. Οὗτος Πτολεμαίῳ φιλωθεὶς Κλεοπάτραν ἔγημε θυγατέρα αὐτοῦ, καὶ ἐν
25Πτολεμαΐδι ὑπάρχουσιν αὐτοῖς Ἰωνάθης ἐλθὼν ἐφιλώθη. Τρύφων ὁ καὶ Διόδοτος παρὰ Ἀλεξάνδρου τοῦ Βαλλᾶ τὴν τῶν πραγμά‐ των ἐγχειρισθεὶς διοίκησιν Ἀντίοχον τὸν Ἀλεξάνδρου παρὰ Ἰμαλκούη
τὸν Ἄραβα τρεφόμενον ἀπολαβὼν ἐπολέμει τῷ Δημητρίῳ, φιλωθεὶς Ἰωνά‐350

351

θῃ, ἡνίκα πολλῶν Ἰωνάθης κρατήσας τὴν πρὸς Ῥωμαίους φιλίαν τοῦ ἀδελφοῦ ἀνεκτήσατο. ὁ δὲ Τρύφων Ἰωνάθην δεδοικὼς ἀποκτεῖναι τὸν παῖδα Ἀντίοχον καὶ ἑαυτὸν ἀνειπεῖν βασιλέα, μετὰ δυνάμεως πρὸς αὐτὸν ἐλθόντα πείθει πάντας ἀπολῦσαι πλὴν χιλίων καὶ συμπορευθῆναι ἕως
5Πτολεμαΐδος τὰς ἐκεῖ παραληψόμενον δυνάμεις. Ἰωνάθης δὲ συναπῆλθεν ἅμα χιλίοις μόνοις ἀπατηθεὶς ἐν Πτολεμαΐδι. δήσας δὲ τοῦτον ὁ Τρύφων ἐπιστρατεύει Ἰουδαίοις, ὧν ἡγεῖτο Σίμων ἀδελφὸς Ἰωνάθου, τάλαντά τε ρʹ ἐπεζήτει καὶ δύο τῶν παίδων Ἰωνάθου αὐτοῦ ἀντ’ αὐτοῦ. ὁ δὲ Σίμων εἰδὼς ὅτι πάντα ψεύδεται, πλὴν δέδωκε πάντα καὶ οὐδ’ οὕτως τοῦ φόνου
10τὸν ἀδελφὸν ἐξείλατο. Συρίας καὶ Ἀσίας ιβʹ ἐβασίλευσε Δημήτριος Δημητρίου τὸ αʹ ἔτη γʹ ὁ καὶ Σιριππίδης. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετμδʹ. Συρίας καὶ Ἀσίας ιγʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σιδίτης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετμζʹ.
15 Οὗτος ἀδελφὸς ἦν τοῦδε τοῦ Δημητρίου. Οὗτος Τρύφωνα τὸν ἀνελόντα Ἰωνάθην καὶ Ἀντίοχον τὸν υἱὸν Ἀλεξάν‐ δρου καὶ ἑαυτὸν βασιλέα Συρίας ἀνειπόντα ἐκ Σίδης ἐλθὼν πολιορκεῖ εἰς Δαρὰ καταφυγόντα κἀκεῖθεν εἰς Ὀρθωσίαν. ἐξ ἧς διωχθεὶς εἰς πῦρ ἐναλ‐ λόμενος θνήσκει.
20 Συρίας καὶ Ἀσίας ιδʹ ἐβασίλευσε Δημήτριος τὸ βʹ ἔτη δʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵ετνϛʹ. Συρίας καὶ Ἀσίας ιεʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Γρυπὸς ἔτη κϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετξʹ. Χρὴ γινώσκειν ὅτι τὰ κϛʹ ἔτη οὐκ εἰσὶ μόνου τοῦ Γρυποῦ Ἀντιόχου, ἀλλὰ
25καὶ τοῦ Κυζικίου. πρῶτον γὰρ ὁ Γρυπὸς βασιλεύσας ἔτη δʹ ἐξεβλήθη ὑπὸ τοῦ Κυζικίου, καὶ ἐβασίλευσεν ὁ Κυζίκιος ἔτη ιηʹ. καὶ πάλιν ὁ Γρυπὸς ἐκβαλὼν τὸν Κυζίκιον ἐβασίλευσε τὰ λοιπὰ ἔτη δʹ, καὶ οὕτως ἐκ διαδο‐ χῆς ἐπολέμουν ἀλλήλους. Ἀντίοχος ἅμα Ὑρκανῷ ὁ Γρυπὸς Σίνδαν τινὰ στρατηγὸν τῶν Πάρθων
30νικήσας τρόπαιον ἔστησε παρὰ τῷ Λύκῳ ποταμῷ.351

352

Κατὰ Σικελίαν ὁ δουλικὸς πόλεμος. οἱ ἐν Σικελίᾳ δοῦλοι πολιορκούμε‐ νοι εἰς ἀλληλοφαγίαν ἐτράπησαν. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετξʹ. Σέλευκος υἱὸς Ἀντιόχου τοῦ Γρυποῦ τὸν Κυζίκιον ἐκβαλὼν ἐκράτησε βραχύ.
5 Σέλευκον ζῶντα κατέκαυσεν ὁ Κυζίκιος Ἀντίοχος. Ἀντίοχος ὁ Κυζίκιος φυγὼν εἰς Πάρθους Πομπηίῳ προὔδωκεν ἑαυτόν. Ἰστέον ὅτι καὶ οὗτος ὁ ἐξωσθεὶς λέγεται ὑπὸ τῆς μητρὸς καὶ ὁ μετ’ αὐ‐ τὸν ὑπὸ τῶν στρατευμάτων διωχθεὶς Ἀλέξανδρος ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐξ‐ ωσθεὶς ὀνομάζεται.
10 Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφα‐ νοῦς πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε Δημήτριον τὸν τοῦ Δημητρίου υἱὸν ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάνδρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον. ἀλλὰ τοῦτον ὁ Δημητρίου Δημήτριος τάχιστα νικήσας χειροῦται τὴν
15ἀρχὴν ἔτη γʹ. ὅθεν καὶ Νικάνωρ ἐκλήθη. στρατεύσας δὲ ἐπ’ Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀν‐ αχθεὶς ἐφρουρεῖτο σιδηρωθείς. ὅθεν καὶ Σιδηρίτης ἐλέγετο ὕστερον. Οὗτος πρὸ τῆς εἰς Παρθικὴν φρουρᾶς ἐκ Κρήτης ἐπανελθὼν καὶ Συρίας κρατήσας Ἀπολλώνιον ἔταξεν Ἰουδαίοις πολεμεῖν· Ἰωνάθης δὲ ἅμα μυ‐
20ρίοις ἐπιλέκτοις Ἰώππην κατέσχε κτείνας ͵η τῶν σὺν τῷ Ἀπολλωνίῳ. ὁ αὐτὸς Ἄζωτον ἐμπρήσας τὸ παρ’ αὐτοῖς εἴδωλον τοῦ Δαγὼν ἀφαιρεῖται. Τῷ αὐτῷ Δημητρίῳ Δημητρίου Σωτῆρι ἐπιλεγομένῳ καὶ Νικάνορι Πτολεμαῖος δίδωσιν ἀφελόμενος Ἀλεξάνδρου τὴν θυγατέρα Κλεοπάτραν ὁμοῦ καὶ τῆς Συρίας ἀρχήν. ἀπέστησαν δὲ αἱ δυνάμεις τοῦ Δημητρίου καὶ
25ἐδεήθη Ἰωνάθου πέμψαι στράτευμα πρὸς συμμαχίαν αὐτῷ εἰς Ἀντιόχειαν, ὑποσχόμενος καθαρίσαι τὰς πόλεις Ἰούδα τῶν ἐθνικῶν στρατευμάτων, εἰ νικήσει. Ἰωνάθης δὲ ἀπέστειλεν αὐτῷ τρισχιλίους, οἳ καὶ διέφθειραν εἰς Ἀντιόχειαν Ἑλλήνων μυριάδας ιʹ τῶν ἐπαναστάντων κατὰ Δημητρίου πολιτῶν καὶ τὴν πόλιν ἐνέπρησαν. Δημήτριος δὲ νικήσας πάντα διεψεύσατο
30τὰ πρὸς Ἰωνάθην. Ἐν τούτοις οὖν ἀναιρεῖται Ἰωνάθης ὑπὸ Τρύφωνος δόλῳ καὶ κρατεῖ
μετ’ αὐτὸν Σίμων υἱὸς αὐτοῦ ἔτη ηʹ.352

353

(1t)

ΣΠΟΡΑΔΗΝ
2 Ὄππιος Κελτοὺς ἐχειρώσατο. κατὰ τούτους τοὺς χρόνους ἑάλω Καρ‐ χηδὼν τὸ ἔσχατον ὑπὸ Σκηπίωνος Ἀφρικανοῦ τοῦ νέου, ἔχουσα ἔτη χμʹ ἀπὸ κτίσεως, κατὰ δὲ ἄλλους ψμηʹ.
5 Ἀντίοχον τὸν Σιδίτην Ἀρσάκης Πάρθος ἀνεῖλε. Πτολεμαῖος ὁ Ἀβούβου μετὰ τὸ ἀνελεῖν Σίμωνα τὸν οἰκεῖον πενθερὸν δόλῳ παρὰ πότον τῷ Ἀντιόχῳ ἐδήλωσεν ἀποστεῖλαι δύναμιν αὐτῷ πρὸς τὸ παραδοῦναι αὐτῷ τὴν Ἰουδαίαν. Ἰωάννης δὲ ὁ Σίμωνος υἱὸς μαθὼν τὰ συμβάντα τῷ πατρὶ καὶ τοῖς
10ἀδελφοῖς ὑπὸ Πτολεμαίου τοὺς μὲν ἐλθόντας πρὸς αὐτὸν ἐν Γαζαρηνοῖς ἀναιρεῖ, τῷ δὲ Ἀντιόχῳ φιλωθεὶς καὶ παρὰ τοῦ πλήθους τὴν ἀρχὴν λαβὼν τὸν αὐτὸν ἀναιρεῖ Πτολεμαῖον, καὶ Ἀντιόχῳ συμμαχεῖ κατὰ Ὑρκανῶν· ἔνθα μεγάλως εὐδοκήσας Ἰωάννης Ὑρκανὸς ἐπωνομάσθη, ἀριστεύσας πλεῖστα.
15 Καὶ ἀναιρεῖται ὑπὸ Πτολεμαίου τοῦ Ἀβούβου Σίμων παρὰ πότον τοῦ ἰδίου γαμβροῦ δόλῳ σὺν τοῖς υἱοῖς πλὴν Ἰωάννου, ὃς Ἰωάννης ὁ Ὑρκανὸς μετονομασθεὶς ἐκράτησεν Ἰουδαίων ἔτη κϛʹ στρατηγῶν καὶ ἀρχιερατεύων. Ἕως τούτου περιέχει ἡ πρώτη τῶν Μακκαβαίων, ἡ δὲ δευτέρα τὰ κατὰ Σέλευκον καὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ Ἀντίοχον· τὸν Εὐπάτορα καὶ
20Δημήτριον τὸν Σωτῆρα καὶ Ἰούδαν τὸν Μακκαβαῖον. ἡ δὲ τρίτη τὰ κατὰ τὸν Φιλοπάτορα Πτολεμαῖον ἱστορεῖ, ὅπως τὸ ἔθνος τῶν Ἰουδαίων ἐβου‐ λεύσατο ἀφανίσαι πρὸ τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλείας ἔτεσι λʹ· ταύτῃ δὲ καὶ πρώτη τῷ χρόνῳ ἐστίν. ἡ δὲ δʹ ἐξαίρετος περὶ τοῦ αὐτο‐ δέσποτον εἶναι τῶν παθῶν τὸν εὐσεβῆ λογισμὸν καὶ περὶ τῆς τῶν ζʹ σὺν
25τῇ μητρὶ ἀθλήσεως κατὰ τοὺς Ἰωνάθου τοῦ Μακκαβαίου χρόνους καὶ Σί‐ μωνος τοῦ ἀδελφοῦ αὐτοῦ. Αἰγύπτου μὲν Πτολεμαῖος ὁ Εὐεργέτης, Συρίας δὲ καὶ τῆς μικρᾶς Ἀσίας Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ λεγόμενος, υἱὸς Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Ῥωμαίων δὲ ἄριστοι ἐκράτουν· καὶ ἄλλοι μὲν στρατηγοί, πάντων δὲ μᾶλ‐
30λον Σκηπίων ὁ νέος ἔκγονος τοῦ Ἀφρικανοῦ Σκηπίωνος, ὃς καὶ Καρχηδο‐
νίοις τοῖς κατὰ Λιβύην τὸν τρίτον ἐπιστήσας καὶ τελευταῖον πόλεμον γεν‐353

354

ναίως τοῖς ὅπλοις ἐκράτησε, μετὰ χμʹ ἔτη, καθ’ ἑτέρους δὲ ψμηʹ τῆς οἰκο‐ δομῆς τὴν Καρχηδόνα καταστρεψάμενος. τότε δύο στρατηγοὶ Ῥωμαίων ἡττηθέντες εἷς μὲν ἀνῃρέθη, θάτερος δὲ ζωγρηθεὶς εἰς Ῥώμην ἐστάλη σὺν αἰχμαλώτοις πολλοῖς, αὐτός τε ἀναζεύξας Σκηπίων 〈***〉 τῶν ἐξ αὐ‐
5τῶν καταγόντων τὸ γένος ἔτι κρατούντων ἀπὸ τῶν Ἀλεξάνδρου χρόνων Αἰγύπτου καὶ Συρίας καὶ Ἀσίας, ἐν μέρει δὲ ἔστιν ὅτε καὶ Βαβυλωνίας, τῆς Μακεδόνων δυναστείας ὑποφόρου Ῥωμαίοις ταχθείσης, ὡς πρὸ βρα‐ χέος δεδήλωται. Μικίψας Νουμηδείας βασιλεὺς καὶ Ῥωμαίων σύμμαχος τέθνηκεν, οὗ
10νόθος παῖς Ἰουγόρθας λεγόμενος δόλῳ τοὺς ἐκείνου γνησίους ἀνελὼν παῖδας χειροῦται τὴν ἀρχήν. ἐφ’ ᾧ Ῥωμαῖοι δεινοπαθήσαντες διὰ Μαρί‐ ου πρῶτον ὑπάτου στρατεύουσιν ἰσχυρῶς τῇ μάχῃ κρατήσαντος, τοῦ Ἰουγόρθα φεύγοντος, ἔπειτα διὰ Μετέλλου, καὶ τούτου ὑπατικοῦ γενναίως εὐδοκιμήσαντος, τελευταῖον δὲ διὰ Σύλλα, τοῦ καὶ αὐτὸν Ἰουγόρθαν ζῶντα
15χειρωσαμένου καὶ θριαμβεύσαντος ἐπ’ αὐτῷ πρὸ τοῦ ἅρματος ἐν Ῥώμῃ κατὰ τὴν αὐτοῦ ὑπατείαν ἀγομένῳ δεσμίῳ, ἥτις ἦν ὀλυμπιάδι ρξεʹ. Συρίας καὶ Ἀσίας ιϛʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Κυζίκιος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετπϛʹ.
19tΚΟΣΜΟΥ ΕΤΗ
20 Ἰουδαίων κʹ ἀρχιεράτευσεν Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ετϙζʹ. Ἰανναῖος τοὺς λοιποὺς ἀδελφοὺς καὶ συγγενεῖς ἀνεῖλε, μηδένα τοῦ γέ‐ νους ὑπολειψάμενος. διὰ τοῦτο καὶ πᾶσαι αἱ πόλεις Ἰουδαίων ἀπέστησαν ἀπ’ αὐτοῦ, ἃς διὰ Κλεοπάτρας μητρὸς Ἀλεξάνδρου ἐπέστρεψε, συμμαχούν‐
25των Αἰγυπτίων αὐτῷ. Ἰανναῖος ὀξὺς καὶ ὑβριστὴς καὶ ἀγριώτατος ἦν σφόδρα. τοῦτον οἱ κο‐ λακεύοντες Ἀλέξανδρον ἔλεγον διὰ τὸ τῆς γνώμης ὀξὺ καὶ ἀνεμπόδιστον,
οἱ δὲ μισοῦντες Θρᾳκιδᾶν ὡς ἀδικώτατον.354

355

Κατὰ τούτους τοὺς χρόνους Κλεοπάτρα Σαλήνη τοὺς παῖδας ἀποβαλοῦ‐ σα καθ’ ἑαυτὴν ἔδοξε βασιλεύειν, ἐπιτρόπους ἔχουσα δύο τῶν Ἰουδαίων Ἀνανίαν καὶ Χελκίαν, πάντα τὰ κατ’ αὐτὴν διοικοῦντας, δι’ ὧν Ἰανναῖος φιλωθεὶς αὐτῇ συμμάχους Αἰγυπτίους ἔσχε κατὰ Παλαιστίνης, καὶ τῶν
5ἀποστατησάντων Ἰουδαίων τὰς πόλεις ἀφανίζων καὶ τοὺς ὁμογενεῖς ἀφει‐ δῶς ἀποσφάττων μέχρι γυναικῶν καὶ παίδων, ἀρξάμενος ἀπὸ τῶν πέραν Ἰορδάνου πόλεων καὶ Ἐσεβοῦντα καταλαβόμενος, Ἀμμανῖτιν τε καὶ Μωαβῖτιν ἐπελθών, Δῶραν, τὴν πρὸς τοῖς Ἄραψι Πέλλαν, Γάδαρα τὴν πρὸς θερμοῖς ὕδασιν, Ἄβιλαν, Ἵππον, Λίαν, Φιλοτερίαν, Μακεδόνων
10ἀποικίας, καὶ Βασὰν τὴν νῦν Σκυθόπολιν, Μαλλέαν Σαμαρείας, Θαβὼρ ὄρος, Γαβαάν. Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος πόλεμον ἐξάγων πρὸς Ἀντίοχον τὸν παῖδα τοῦ Γρυποῦ τὸν καὶ Διόνυσον ἐνίκησεν. Οὗτος τὴν Τυρίων γῆν ἐπελθὼν ἐπολιόρκει τὴν νῆσον. ἐπαναστάσεως
15δὲ πειραθεὶς Ναβαταίων καὶ Ἰτουραίων Δίγαιον στρατηγὸν ἔπεμψε Γα‐ λιλαῖον κατὰ Ναβαταίων. αὐτὸς δὲ κατὰ τῶν Ἰτουραίων εἰς πόλεμον ἑτοι‐ μαζόμενος θνήσκει βασιλεύσας ἔτη λʹ, Σαλίνῃ γαμετῇ τὴν ἀρχὴν ἐγχει‐ ρίσας, ὄντων αὐτῇ δύο παίδων ἐξ αὐτοῦ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ἐντεῦθεν δὲ τὰ Ἰουδαίων συγκέχυνται.
20 Ἰουδαίων καʹ ἐβασίλευσε Σαλίνα ἡ καὶ Ἀλεξάνδρα ἔτη θʹ. τοῦ δὲ κό‐ σμου ἦν ἔτος ͵ευκζʹ. Ἀλεξάνδρα ἡ καὶ Σαλίνα πάντη τῆς ὠμότητος ἀποδέουσα τοῦ ἀνδρὸς Ἰανναίου τοῦ καὶ Ἀλεξάνδρου, τὸ Ἰουδαίων ἔθνος ταῖς χρησταῖς εὐνοίαις κερδήσασα διὰ δόξαν εὐσεβείας καὶ τὴν πρὸς τὸ θεῖον ὀρθὴν πίστιν καὶ
25περὶ τοὺς πατρίους νόμους ἀκρίβειαν, εὐσταθῶς βασιλεύσασα ἔτη θʹ. ταύ‐ την τὸ Φαρισαϊκὸν ἠγάπα σύστημα, ὡς τῶν ἄλλων δύο, Σαδδουκαίων καὶ Ἐσσηνῶν, εὐσεβέστερον εἶναι δοκοῦν, καὶ τούτοις τὴν τῶν πραγμάτων ἐγχειρεῖ διοίκησιν ὡς θεοφιλής. καὶ ἦν ἡ μὲν ἀπόλαυσις τῆς ἀρχῆς τῶν Φαρισαίων δεσμούντων καὶ λυόντων ὡς ἤθελον, αἱ δὲ δυσχέρειαι τῆς
30γυναικός, καίπερ οὔσης δεινοτέρας καὶ φοβερᾶς τοῖς ἔξω. πλὴν ἦρχε τῶν355

356

πολλῶν καὶ ἤρχετο ὑπ’ αὐτῶν. δύο δὲ παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ ταύτῃ προσόντων αὐτὴ τὴν βασιλείαν Ὑρκανῷ τῷ πρεσβυτέρῳ ἐπέτρεπε περὶ τὸν θάνατον, Ἀριστοβούλῳ δὲ τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην. ἀλλ’ οὗ‐ τος ἀσθενούσης τῆς μητρὸς ἁρπάσας τὸν καιρὸν μετὰ πολλῶν οἰκετῶν
5κρατεῖ τῶν ἐρυμάτων καὶ μισθοφόρους ἐκ τούτων ἀθροίσας τοῖς χρήμασιν ἀνεῖπεν ἑαυτὸν βασιλέα. Τὸν δὲ Ὑρκανὸν οἰκτείρουσα Σαλίνα πονούμενον τὴν Ἀριστοβούλου γαμετὴν σὺν τέκνοις καθεῖρξε πρὸς τῷ βορείῳ κλίματι τοῦ ναοῦ εἰς Βαρεῖς τὸ φρούριον· καὶ ἐν τούτοις τελευτᾷ πρὶν Ἀριστόβουλον τιμωρήσασθαι
10περὶ τῆς καθ’ Ὑρκανοῦ ἐπαναστάσεως, διοικήσασα, ὡς προείρηται, τὴν ἀρχὴν ἔτεσιν θʹ καὶ τὸν Ὑρκανὸν ταύτης κληρονόμον καταλιποῦσα. πρὸς ὃν Ἀριστόβουλος παραταξάμενος πολέμῳ νικᾷ πρὸς Ἱεριχοῦντα συμβα‐ λών, καὶ μεταβαίνουσι πρὸς αὐτὸν οἱ πλείους τῆς Ὑρκανοῦ μοίρας. ὁ δὲ μετ’ ὀλίγων φίλων τὸ λεχθὲν ἐν Ἱερουσαλὴμ πρὸς τῷ ναῷ τῆς Βάρεως
15φρούριον φυγὰς προκαταλαβών, κρατεῖ τὰ προσόντα τῷ Ἀριστοβούλῳ σὺν τέκνοις καὶ γυναικί· Ἀριστόβουλός τε σπεύσας φθάνει καὶ διαλύεται πρὸς Ὑρκανὸν ἐν τῷ ἱερῷ πρὸς τὸ βασιλεύειν μὲν αὐτόν, ἐπεὶ καὶ κρείττων ἐδό‐ κει τῇ ἐντρεχείᾳ, τὸν δ’ Ὑρκανόν, ὡς βασιλέως πρῶτον ἀδελφόν, τἄλλα νωθέστερον ὄντα, τῆς βασιλείας ἐκστῆναι, πάσης τιμῆς ἀπολαύοντα. κἀπὶ
20τούτοις περιεστῶτος τοῦ πλήθους ἀλλήλους περιπτυξάμενοι διήμειψαν τὰς οἰκίας, ὡς ὁ παρ’ Ὁμήρῳ ποτὲ Γλαῦκος καὶ Διομήδης, καὶ Ἀριστόβουλος μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δὲ εἰς τὴν Ἀριστοβούλου ἀνεχώρησεν οἴκησιν. Ἐντεῦθεν δέος καὶ λύπη τοῖς Ὑρκανοῦ φίλοις ἐπιπίπτει παρ’ ἐλπίδα κρατήσαντος Ἀριστοβούλου, καὶ μάλιστα Ἀντιπάτρῳ τινί, Ἡρώδου πα‐
25τρὶ τοῦ βασιλεύσαντος ἔπειτα Ἰουδαίων, ὃς ἦν ἀλλόφυλος Ἰδουμαῖος κατὰ Ἰώσηππον, κατὰ δὲ Ἀφρικανὸν Ἀσκαλωνίτης, υἱός τινος ἱεροδούλου κα‐ λουμένου Ἡρώδου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος τεταγμένων ἐν Ἀσκαλῶνι. τοῦτον Ἰδουμαῖοι λῃσταὶ τὸν Ἀντίπατρον εἶχον αἰχμαλωτίσαν‐ τες ἐν αὐτοῖς λῃστεύοντα, λαβεῖν ἐλπίζοντες ἐκ τοῦ πατρὸς αὐτοῦ Ἡρώδου
30λύτρα. διὰ δὲ τὸ πτωχὸν εἶναι τὸν αὐτοῦ πατέρα καὶ λύτρα δοῦναι ἀπορεῖν
ἐχρόνισε συλλῃστεύων καὶ τοῖς αὐτῶν ἐντρεφόμενος ἤθεσιν.356

357

Οὗτος ὕστερον Ὑρκανῷ φιλωθεὶς πλούτῳ καὶ δόξῃ τῶν πολλῶν προεῖχεν ἐντρεχείας χάριν καὶ τῆς περὶ τὰ κοινὰ πράγματα δεινότητος· ὃς ἀναπείθει τὸν Ὑρκανὸν Ἀρέτᾳ τῷ τῶν Ἀράβων προσφυγόντα βασιλεῖ τὴν Ἰουδαίων ἀρχὴν ἀνακτήσασθαι. καὶ δὴ σὺν αὐτῷ νυκτὸς ἀναλαβὼν τῆς πόλεως τὸν
5Ὑρκανὸν ἀποδιδράσκει πρὸς Ἀρέταν ὄντα κατὰ τὴν Πέτραν πόλιν Ἀράβων βασίλειον, καὶ πολλοῖς πείθει δώροις συμμαχήσοντα καταγαγεῖν ἐπὶ τὴν ἀδίκως ἀφαιρεθεῖσαν ἀρχήν. Τοῦ δὲ Ἀρέτα δύναμιν ἱππικὴν καὶ πεζικὴν πεντακισμυρίων ἀνδρῶν σὺν αὐτοῖς πέμψαντος, οὐκ ἐνεγκὼν Ἀριστόβουλος ἐκ πρώτης συμβολῆς εἰς
10Ἱεροσόλυμα φεύγει· καὶ ἦν πολιορκούμενος ὑπ’ αὐτῶν. κατὰ κράτος τε ἂν ἐλήφθη λειφθείς, εἰ μὴ Σκαῦρος ἐνδημήσας τηνικαῦτα τῇ Δαμασκῷ προσφάτως ὑπὸ Γεμέλλου καὶ Δολλίου Ῥωμαίων καὶ αὐτῶν ληφθείσῃ στρατηγῶν ἐπεκηρυκεύσατο πρὸς Ὑρκανὸν καὶ τοὺς Ἄραβας, ὀργὴν ἀπει‐ λῶν αὐτοῖς Πομπηίου καὶ τῆς ὅλης συγκλήτου μὴ λύουσι τὴν κατὰ Ἀριστο‐
15βούλου πολιορκίαν, τριακοσίοις ταλάντοις ὁ Σκαῦρος τοῖς παρὰ Ἀριστο‐ βούλου δοθεῖσι παραβλεψάμενος τὸ δίκαιον. Ἀρέτας καταπλαγεὶς ἐπὶ τὴν Ἀραβίαν ἀναχωρεῖ λύσας τὴν πολιορκίαν. Ἀριστόβουλος δὲ τοῖς περὶ τὸν Ὑρκανὸν καὶ Ἀντίπατρον συμβαλὼν περὶ τὸν Παπυρῶνα κτείνει Φαλλίωνα τὸν ἀδελφὸν Ἀντιπάτρου καὶ πλείους
20ἢ ἑξακισχιλίους. Ἐντεῦθεν λοιπὸν τῆς Ἰουδαίων συμμαχίας Ὑρκανὸς ἀφαιρεθεὶς ἅμα τῷ Ἀντιπάτρῳ τὴν Δαμασκὸν καταλαμβάνει πρὸς Μάγνον Πομπήιον τὸν τηνικαῦτα καταλαβόντα ἐξ Ἀρμενίας τὴν Συρίαν μετὰ τῆς πολυθρυλήτου ἀριστείας κατὰ Μηθριδάτου καὶ Τιγράνου Ἀλβανίας τε καὶ Ἰβηρίας καὶ
25Κολχίδος καὶ αὐτῶν Ἀσσυρίων, καὶ δώρων χωρὶς μόναις εὐλόγοις δικαιο‐ λογίαις πείθουσι τὸν Μάγνον ἀληθῶς καὶ φιλαλήθη Πομπήιον ἐπινεῦσαι τῇ Ὑρκανοῦ βοηθείᾳ. Ἀριστόβουλος δὲ καὶ αὐτὸς ἐλθὼν ταῖς εἰς Σκαῦρον ἐλπίσι διαμαρτάνει μὲν τῆς εὐμενείας Πομπηίου ἐρχομένου πρὸς τὰ Ἱερο‐ σόλυμα καὶ τὴν Παλαιστίνην, ἐκ Διοσπόλεως δὲ λάθρα χωρισθεὶς ἐπ‐
30αχθέστερον ἑαυτῷ καθίστησιν ἐξ ἀνοίας τὸν Πομπήιον. ἀγανακτήσας γὰρ357

358

τὴν Ῥωμαϊκὴν καὶ Συριακὴν ἐπαναλαμβάνει δύναμιν, ἀκούσας αὐτὸν καὶ τὴν Ἀλεξάνδρειαν προκατειληφότα τὸ ὀχύρωμα τὸ ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον φρούριον, ἐλθεῖν τε κελεύει καίπερ μὴ βουλόμενον. τὸ δ’ ἀνύπ‐ οιστον τοῦ κράτους φοβούμενον καὶ τὸ πλῆθος ὀρρωδοῦν ὁρῶντα τῇ συμ‐
5βουλῇ τε τῶν φίλων εἴκοντα κατελθεῖν καὶ περὶ τῆς ἀρχῆς δικαιολογηθέν‐ τα πάλιν ἐπανελθεῖν εἰς τὸ ἔρυμα κατηνάγκασε. καὶ δὴ τούτου πραχθέντος οὐχ ἅπαξ ἢ δὶς καὶ Ὑρκανοῦ διενεχθέντος πρὸς αὐτὸν ἐπὶ τοῦ Πομπηίου ὡς ἠδικηκότος αὐτὸν καὶ τὴν ἀρχὴν πλεονεκτήσαντος προστάττεται τῶν φρουρίων Ἀριστόβουλος ἐξίστασθαι. τῶν φρουράρχων δ’ αὐτὸν μὴ δεχομέ‐
10νων καταλαμβάνει τε τὰ Ἱεροσόλυμα καὶ πόλεμον ἐξάγειν πειρᾶται κατὰ Ῥωμαίων στρατοπεδευόντων εἰς Ἱεριχοῦντα, τὸ πιότατον Ἰουδαίας φοινι‐ κοφόρον καὶ βαλσαμοφόρον χωρίον· ὧν Ἀριστόβουλος ἐκπλαγεὶς τὴν ἔφοδον χρήμασιν ἱκετεύει ἐξιλεώσασθαι τὸν Πομπήιον ἐπειγόμενον εἰς Ἱεροσόλυμα.
15 Γαβινίου δὲ πρὸς τοῦ Ἀριστοβούλου πεμφθέντος εἰς κομιδὴν τῶν χρη‐ μάτων καὶ μηδὲ τῆς εἰσόδου τυχόντος τῆς πόλεως φρουρεῖ μὲν τὸν Ἀριστό‐ βουλον, πολιορκεῖ δὲ τὴν Ἱερουσαλὴμ ταῖς Ὑρκανοῦ καὶ Ἀντιπάτρου καὶ τῶν περὶ αὐτοὺς ἔνδον καὶ ἔξω τῆς πόλεως ὑπηρεσίαις καὶ ἐπινοίαις οὐ μικρὰ πρὸς τὸ δυσάλωτον αὐτοῖς βοηθούμενος ὁ Πομπηίου στρατηγὸς
20Πείσων τὴν ἅλωσιν ἐγχειρισθείς. μηνὶ δὲ τρίτῳ μόλις ἕνα τῶν πύργων καθελόντες Ῥωμαῖοι διὰ τοῦ τείχους εἰς τὸ ἱερὸν εἰσεπήδησαν, Φαύστου Κορνηλίου παιδὸς Σύλλα πρώτου τολμήσαντος, ἐπακολουθησάντων δὲ Φρουρίου καὶ Φαβίου τῶν ἑκατοντάρχων σὺν τοῖς οἰκείοις στίφεσιν, οἳ τοὺς Ἰουδαίους περιεῖχον κτείνοντες καθ’ ὅλης τῆς πόλεως, τὸ πλεῖστον
25δὲ ἐν τῷ ἱερῷ φεύγοντας· ἀλλὰ καὶ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασια‐ στῶν ἀπεσφάττοντο πολλοί. τότε μυρίους πρὸς δισχιλίοις Ἰουδαίους λέγεται πεφονεῦσθαι Ῥωμαίοις, ὀλίγων πάνυ κτανθέντων αὐτοῖς ἐξ εὐτάκτου καὶ ἀλληλοσυμμάχου ἀνδρείας· τὸ γὰρ ἄτακτον ἐν μάχαις θράσους, οὐκ ἀνδρείας ἔργον, ὡς ἥττης πρόξενον τοῖς ἀσυμφράκτως
30προπετοῦσι. Πομπήιος οὖν ἁλούσης τῆς πόλεως εἰς τὸ ἱερὸν ἅμα τοῖς φίλοις εἰσελθὼν μέχρι τοῦ ἁγιάσματος οὐδενὸς τῶν ἱερῶν ἥψατο σκευῶν ἢ χρημάτων ὄν‐
των προδήλων ταλάντων ͵β ἐκτὸς ἀρωμάτων λυχνίας τε καὶ λύχνου καὶ358

359

σπονδίων καὶ θυμιατηρίων ἁπάντων ὀλοχρύσων, ἀλλὰ καὶ καθαρθῆναι τῶν αἱμάτων τὸ ἱερὸν ἐπέταξε τοῖς νεωκόροις. τῇ ἐπαύριον ἀναδείξας Ὑρκανὸν ἀρχιερέα, τὸν δ’ Ἀριστόβουλον δεσμήσας εἶχε σὺν τῷ πενθερῷ, πάντας ἀνελὼν σιδήρῳ τοὺς τῆς μάχης αἰτίους καὶ λαμπροῖς ἀμειψάμενος
5τοῖς συμμαχήσασι δώροις, Φαύστῳ μάλιστα Σύλλου παιδὶ γενναίῳ καὶ τοῖς ἀμφ’ αὐτόν. Οὗτος Ἰουδαίους ὑποφόρους Ῥωμαίοις κατέστησεν, ἀφελόμενος αὐτῶν πάσας πόλεις Ἑλληνίδας Συρίας κοίλης, ἃς εἷλον ἐπὶ τῶν Μακκαβαίων, καὶ μόνοις περικλείσας τοῖς ἰδίοις ὅροις. πρὸς ταύταις καὶ τὰς ἐν τῷ μεσο‐
10γείῳ πόλεις ἠλευθέρωσε τῆς Ἰουδαίων ἀρχῆς, ὧν ἦσαν ἐπισημότεραι αὗ‐ ται· Σκυθόπολις ἤτοι Βασάν, Ἵππος, Πέλλα, Σαμάρεια, Μάρισα, Ἄζω‐ τος, Ἰάμνεια, Ἀρέθουσα, τάς τε παραλίους Γάζαν, Ἰώππην, Δῶρα, Στράτωνος πύργον ἤτοι Καισάρειαν. ταύτας ἀποδοὺς τοῖς γνησίοις πολίταις ὑπὸ τὴν Συριακὴν ἐπαρχίαν ἔταξε σὺν τῇ Ἰουδαίᾳ ἀπὸ τῶν ὁρίων Αἰγύ‐
15πτου μέχρις Εὐφράτου ποταμοῦ. Ὁ Πομπήιος παραδοὺς Σκαύρῳ διέπειν καὶ δύο Ῥωμαϊκὰ τάγματα πρὸς συμμαχίαν εἰς Ῥώμην ἠπείγετο διὰ Κιλικίας, αὐτὸς τὸν μέγιστον κατα‐ τάξων θρίαμβον, ἐπαγόμενος τοὺς ἡττηθέντας αὐτῷ βασιλεῖς Φαρνάκην Μηθριδάτου υἱόν, τὸν καὶ καρτερήσαντα τὸν ἴδιον ἀνελεῖν πατέρα Μηθρι‐
20δάτην τῇ πρὸς Πομπήιον χάριτι καὶ αὖθις κατὰ Ῥωμαίων στασιάσαντα, Κόλχων ἤτοι Λαζῶν βασιλέα, ἄρχοντας Ἰβήρων κʹ, Ἀριστόβουλον Ἰου‐ δαίων βασιλέα σὺν θυγατράσι δυσὶ καὶ υἱοῖς, Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ, ὧν ὁ νεώτερος ἐκ τῆς ὁδοῦ διαδρὰς Ἀλέξανδρος εἰς τὴν Ἰουδαίαν ἐπάνεισι
στασιάσων, ὡς δηλωθήσεται.359

360

(1t)

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΕΥΛΑΒΕΣΤΑΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ
2tΣΥΓΚΕΛΛΟΥ ΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
4tΣΥΝΤΑΞΙΣ ΗΤΟΙ ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΕΠΙΤΟΜΩΙ
5tΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΟΥΛΙΟΥ ΚΑΙΣΑΡΟΣ ΡΩΜΑΙΩΝ
6tΕΤΟΥΣ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΕΥΛΔ
7tΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΠΡΩΤΟΥ ΕΤΟΥΣ
8tΔΙΟΚΛΗΤΙΑΝΟΥ ΚΟΣΜΟΥ ΕΤΟΥΣ ΕΨΟΖ
9tΟΜΟΥ ΕΤΗ ΤΜΤ
10 Πομπήιος οὖν πολιορκίᾳ λαβὼν τὰ Ἱεροσόλυμα Ἀριστόβουλον μὲν δέ‐ σμιον σὺν τοῖς παισὶν Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ κατεῖχεν εἰς Ῥώμην ἀπιών, θριαμβεύσων καὶ ἄλλων ἐθνῶν βασιλεῖς καὶ ἡγεμόνας· Ὑρκανῷ δὲ τῷ τούτου ἀδελφῷ τὴν ἀρχιερωσύνην ἐγχειρίσας ὑποφόρους ἔταξε Ῥωμαίοις Ἰουδαίους.
15 Καὶ Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς παρὰ Ῥωμαίοις ἤκμαζεν. οὗτος καθεῖλε Κάτελλον καὶ Κέθηγον καὶ Λέντουλλον συνομοσαμένους κατὰ τῆς συγκλήτου. Πομπήιος ἐλθὼν εἰς Ῥώμην καὶ θριαμβεύσας ἐπὶ νίκαις πολλαῖς αὐτο‐ κράτωρ ἀνηγορεύθη καὶ ἑνοῦται φιλίᾳ Γαΐῳ Ἰουλίῳ Καίσαρι καὶ γαμβρὸς
20ἐπὶ θυγατρὶ Ἰουλίᾳ γίνεται. ὁ δὲ Γάιος χειροτονηθεὶς κατὰ Γάλλων καὶ Βρεττανῶν στρατηγὸς ἐκπέμπεται, μεγάλαις μάχαις ἐν ἔτεσι δέκα Γάλ‐ λους καὶ Βρεττανοὺς Ῥωμαίοις ὑποτελεῖς καταστήσας, φʹ πόλεις κατέχον‐ τας, ὡς ἱστορεῖ Πλούταρχος ὁ Χερρωνεὺς φιλόσοφος. Ἀλέξανδρος υἱὸς Ἀριστοβούλου πρεσβύτερος διαδρὰς τὸν Πομπήιον εἰς
25τὴν Ἰουδαίαν ἔρχεται καὶ πρὸς βραχὺ κρατήσας πολλῶν Ἰουδαίων καὶ360

361

αὐτῆς τῆς ἀρχῆς ὑπὸ Γαβινίου καὶ Ἀντωνίου πολεμηθεὶς ἐκβάλλεται. παραλαμβάνει τε Ὑρκανὸς αὖθις τὴν κηδεμονίαν τοῦ ἱεροῦ, τὴν δὲ ἄλλην πολιτείαν ταῖς Ἀντιπάτρου συμβουλίαις διαιροῦσιν εἰς πέντε, τὸ πρῶτον μέρος Ἱεροσολύμοις ἀπονείμαντες, τὸ βʹ Δώροις, τὸ γʹ Ἀμαθοῦντι, τὸ δʹ
5Ἱεριχοῦντι, τὸ εʹ Σεπφωρίδι πόλει Γαλιλαίας. κἀκ τούτου τὸ λοιπὸν ἐδό‐ κουν ἀριστοκρατικῶς ζῆν, εἰ μὴ φυγὼν ἐκ Ῥώμης ἦλθεν Ἀριστόβουλος σὺν Ἀντιγόνῳ νεωτέρῳ παιδί· καὶ πάλιν ἀρχὴ γέγονεν αὐτῷ θορύβων καὶ Ἰουδαίους πολλοὺς προσλαβόμενος καὶ τὸ φρούριον ἀνατειχίζειν τὴν Ἀλεξάνδρειαν ἐπειγόμενος. τάχιστα δὲ συλληφθεὶς ἐπὶ μάχῃ φεύγων σὺν
10τῷ υἱῷ, Γαβινίου στείλαντος ἐπ’ αὐτὸν Σισένναν καὶ Ἀντώνιον καὶ Σερουια‐ νὸν ἐν δυνάμει Ῥωμαϊκῇ, δεσμώτης αὖθις εἰς Ῥώμην ἀναπέμπεται. καὶ ἦν μόνος Ἀλέξανδρος ἐπὶ τῆς Ἰουδαίας, ποτὲ μὲν φεύγων Ῥωμαίους, ποτὲ δὲ παρενοχλῶν Ὑρκανῷ καὶ Ἀντιπάτρῳ τὴν ἐπιμέλειαν τῆς χώρας ὑπὸ Πομπηίου καὶ τῷ μετὰ ταῦτα πεπιστευμένῳ· ὃς ὑπὸ Γαβινίου πεμφθεὶς
15πολέμῳ τὸν Ἀλέξανδρον τρέπεται, μυρίους ἀνελὼν τῶν σὺν αὐτῷ καὶ τοὺς ἄλλους δισμυρίους φυγῇ σκεδάσας συμμαχούντων Ἰουδαίων περὶ τὸ Ἰτα‐ βύριον ὄρος. Τότε Κράσος διαδεξάμενος Γαβίνιον καὶ τὴν Συριακὴν παραλαβὼν ἀρ‐ χὴν ἐπὶ Πάρθους ἤτοι Πέρσας στρατευσάμενος αὐθαιρέτως τὸν ἄλλον
20τοῦ ναοῦ τῶν Ἰουδαίων ἅπαντα κόσμον ἐσύλησε καὶ τὰ δισχίλια τάλαντα ὧν ὁ Πομπήιος ἐφείσατο. διαβὰς δὲ τὸν ποταμὸν Εὐφράτην ὄλλυται σὺν τῷ πλήθει, Κασσίου ταμία τοῦ αὐτοῦ Κράσου τοὺς περισωθέντας ἀνακτη‐ σαμένου καὶ τοὺς αὐτοὺς Πέρσας φόνῳ πολλῷ τῆς ὅλης Συρίας ἐλάσαν‐ τος· ὃς Κάσσιος εἰς τὴν Ἰουδαίαν ἐπειγόμενος τρισμυρίους Ἰουδαίους
25αἰχμαλωτίζει Ταριχαίας ἑλὼν καὶ Πισίαλον κτείνει ὡς τοῖς Ἀριστοβού‐361

362

λου καὶ τῶν τέκνων στασιασταῖς κατὰ Ὑρκανοῦ καὶ Ἀντιπάτρου σύν‐ δρομον. Τοῦ δὲ φόνου σύνδρομος ἦν ὁ αὐτὸς Ἀντίπατρος, ἐξοικειούμενος τοὺς πανταχοῦ Ῥωμαίων δυνάστας δώροις καὶ ταῖς λοιπαῖς ἐπικουρίαις, ἐν
5οἷς καὶ τῷ τῶν Ἀράβων βασιλεῖ Ἀρέτᾳ σφόδρα φιλιωθεὶς δι’ ἐπιγαμίαν ἐπισήμου γυναικὸς Ἀραβίσσης Κύπριδος, ἐξ ἧς υἱοὺς ἔσχε δʹ, Φασάιλον καὶ τὸν κατόπιν Ἡρώδην βασιλεύσαντα Ἑβραίων μετὰ Ὑρκανὸν πρῶτον ἀλλογενῆ καὶ τρίτον Ἰώσηπον καὶ Φερωρὰν τέταρτον. ἐπειδὴ τὸν κατὰ Ἀριστοβούλου δῆθεν καὶ τῶν τέκνων ἀνείλετο πόλεμον, τῷ Ἀρέτᾳ τοὺς
10υἱεῖς σὺν θυγατρὶ Σαλώμῃ παρατίθεται. Ταῦτα δέ μοι προπαρεσκεύασται οὐχ ἁπλῶς, ἀλλὰ δεῖξαι βουλομένῳ πῶς ἐγγιζούσης τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείας σαρκώσεως ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγού‐ μενος ἐκ τῶν μηρῶν αὐτοῦ κατὰ τὴν πρόρρησιν τοῦ πατριάρχου Ἰακώβ.
15 Ἀλέξανδρος Ἀριστοβούλου υἱὸς πρεσβύτερος Πομπήιον ἀποδρὰς κρατεῖ πρὸς βραχὺ τῶν Ἰουδαίων καὶ αὐτοῦ μικρὸν δὴ καὶ Ὑρκανοῦ, εἰ μὴ Γαβί‐ νιος εἰς Συρίαν πεμφθεὶς Σκαύρου διάδοχος Μάρκον Ἀντώνιον μετὰ δυνά‐ μεώς τινος προπέμψας ἐπῆλθεν αὐτοῖς μετὰ πλείονος προσβολῆς. ἔνθα μὴ ἐνέγκας Ἀλέξανδρος τὴν Ἀντωνίου προσβολὴν Ἀντιπάτρου παρεπομέ‐
20νου καὶ τῶν λοιπῶν ὑπερμάχων Ὑρκανοῦ Ἰουδαίων φεύγει πρὸς τὰ Ἱερο‐ σόλυμα ἑξακισχιλίους ἀποβαλὼν τῇ Ἀντωνίου γενναιότητι. πανταχοῦ μέν, μάλιστα δὲ ἐνταῦθα Πομπήιος Ὑρκανῷ τὴν ἀρχιερωσύνην ἐκύρωσεν. ὁ αὐτὸς Ἰουδαίους Ῥωμαίοις ὑποφόρους ἔταξεν. ὁ αὐτὸς Ἀντίπατρον ἀλ‐ λόφυλον Ἡρώδου υἱὸν καὶ πατέρα τῆς Παλαιστίνης ἐπίτροπον κατέστησε.
25Γάιος Ἰούλιος Καῖσαρ Λυσιτανίαν, Γάλλους, Βρεττανοὺς καί τινας
περὶ τὸν Ὠκεανὸν νήσους κατεστρέψατο.362

363

Ὁ αὐτὸς τὸν Ῥῆνον ποταμὸν διαβὰς Γερμανοὺς καὶ Γάλλους ἐχειρώσατο. Τὸ ἐν Ὀλυμπίᾳ ἄγαλμα ἐκεραυνώθη. Γάιος Καῖσαρ πρὸς Πομπήιον ἐπολέμησε. Γάιος Ἰούλιος μεγίστοις ἀγῶσι Γάλλους καὶ Βρεττανοὺς καὶ Γερμανοὺς
5καταστρεψάμενος ὑποτελεῖς τε Ῥωμαίοις φʹ πόλεις οἰκοῦντας καταστη‐ σάμενος πολλοῖς ἱδρῶσιν, ἐπὶ ιʹ ἔτη τοῖς ἀπροσμάχοις βαρβάροις κατα‐ πολεμῶν πρὸς αὐτοῖς Ὠκεανοῦ ῥεύμασιν, ἐπὶ θριάμβῳ μείζονι ἐπανῆλθεν ἐν Ῥώμῃ καὶ τούτου 〈ἀπο〉τυχὼν ὀργίζεται Ῥωμαίοις ἀνταίροντος Πομ‐ πηίου καὶ ταῖς νίκαις ζηλοτυποῦντος μετὰ πολλῶν τῆς συγκλήτου. ἔνθεν
10τὸ δεύτερον ἐμφύλιος Ῥωμαίοις συνέστη πόλεμος ἐν Φαρσάλῳ τῆς Θεττα‐ λίας μετὰ τὴν ἐν Ῥώμῃ Γαΐου ἐπάνοδον, ὡς εἴρηται, τῆς Πομπηίου γα‐ μετῆς, θυγατρὸς δὲ τοῦ Καίσαρος Ἰουλίας μετηλλαχυίας περὶ τὸν τοκετόν. Οὗτος καὶ τὸν Ἀριστόβουλον λύσας τῶν δεσμῶν μετὰ δύο ταγμάτων εἰς Συρίαν ἐκπέμπει, δι’ αὐτοῦ ταύτην ἔχειν θαρρῶν μετὰ τῆς Ἰουδαίας· ὃς
15ἐλθὼν ἀναιρεῖται φαρμάκῳ παρὰ τῶν Πομπηίου φίλων, ταφῆς οὐκ ἀξιού‐ μενος ἐν τῇ πατρῴᾳ γῇ, μέλιτι δὲ συντηρούμενος, ἕως Ἀντώνιος αὐτὸν τοῖς βασιλικοῖς μνήμασι προσέταξε ταφῆναι. ἐν ταὐτῷ δὲ κατὰ τὴν Ἀντιόχειαν ὑπὸ Σκηπίωνος ἀναιρεῖται καὶ Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ, Πομπηίου γρά‐ ψαντος.
20 Ὁ δ’ αὐτὸς Πομπήιος ἔρχεται φυγὰς ὁλκάδι μιᾷ πρὸς Πτολεμαῖον καὶ Κλεοπάτραν εἰς Αἴγυπτον, καταλείψας τὴν Ῥώμην, καὶ ἀναιρεῖται λοιπὸν ὁ τηλικοῦτος ἀριστεὺς ὑπὸ τοῦ Πτολεμαίου τῇ πρὸς Γάιον Ἰούλιον Καίσα‐ ρα χάριτι. ὅπερ ἀκούσας Γάιος ἐλθὼν ἐν Αἰγύπτῳ κατὰ τοῦ Πομπηίου σὺν
τοῖς στρατεύμασιν ἀναιρεῖ μὲν τὸν Πτολεμαῖον διὰ τὸν Πομπηίου φόνον,363

364

βεβαιοῖ δὲ τῇ Κλεοπάτρᾳ μόνῃ τὴν ἀρχὴν Αἰγύπτου διὰ τὸν πρὸς αὐτήν, ὥς φασιν, ἔρωτα, καὶ πάλιν εἰς Ῥώμην διὰ τῆς Ἰουδαίας ἐπάνεισιν, ἐπ‐ αναστάντων αὐτῷ τῶν Πομπηίου παίδων. Τότε καὶ Ἀντίγονος ἐπὶ Γαΐου Καίσαρος πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρον
5πολλὰ περὶ τοῦ φόνου τοῦ πατρὸς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου τοῦ ἀδελ‐ φοῦ δικαιολογηθεὶς κατηγορεῖ σὺν τοῖς περὶ Πομπήιον καὶ Σκηπίωνα παρόντων καταβοῶν· οὐδὲν δὲ πλέον ἔδρασε τοῦ μείζονος γενέσθαι προ‐ κοπῆς αἴτιος Ἀντιπάτρῳ παραδόξως διὰ τὴν ἐν Αἰγύπτῳ συμμαχίαν αὐτοῦ πρὸ μικροῦ, ὡς καὶ Μιθριδάτης ὁ Περγαμηνὸς μάρτυς ἦν δι’ αὐτοῦ περι‐
10σωθεὶς αὐτός τε Ἀντίπατρος τὸ σῶμα πᾶν ἐπιδεικνὺς κατατετρωμένον ὑπὲρ εὐνοίας τοῦ Καίσαρος. Ἀλλὰ τούτων ὁ Καῖσαρ ἀκούσας Ὑρκανῷ τὴν ἀρχὴν ἐπιβεβαιοῖ τῆς ἱερωσύνης καὶ Ἀντιπάτρῳ δυναστείας αἵρεσιν δίδωσιν· ἧς ἐπιδραξάμενος στρατηγὸν εὐθὺς ἀναδείκνυσιν Ἱεροσολύμων καὶ πέριξ αὐτῆς τὸν πρῶτον
15παῖδα Φασάιλον, Ἡρώδην δὲ νέον κομιδῆ τῆς Γαλιλαίας καὶ τῶν περὶ ταύ‐ την πόλεων οὐκ ἀποδέουσαν τῆς Φασαΐλου ἀρχῆς. αὐτίκα δ’ οὗτος εὐδο‐ κιμεῖ τῷ δεινῷ τοῦ φρονήματος εὑρηκὼς ὕλην ἁρμόζουσαν Ἡρώδης, ὡς γενέσθαι Σέξτῳ Καίσαρι γνώριμος διὰ τὰς κατὰ λῃστῶν ἀριστείας. Ἐζεκίαν γὰρ ἀρχιλῃστὴν μετὰ πολλῶν τοῦ στίφους συλλαβόμενος κατα‐
20τρέχοντα Συρίας ἀνεῖλε, φήμη τε περὶ αὐτοῦ μεγάλη κατὰ χώρας καὶ πό‐ λεις ἐγένετο, ὡς εἴη καὶ πρὸς τὸ βασιλεύειν ἐπιτήδειος. ἐκ τούτου κινεῖται καὶ Ὑρκανὸς κατ’ αὐτοῦ ζηλοτυπίᾳ, καταδίκῃ φονικῇ συνεχεῖ πειραθείς. Ἡρώδης δὲ πρὸς Σέξτον εἰς Δαμασκὸν ἀνεχώρησε Καίσαρα καὶ τὴν ἀρχὴν παρ’ αὐτοῦ κοίλης Συρίας καὶ Σαμαρείας λαβὼν στρατηγὸς ἀνα‐
25δείκνυται, μετὰ στρατεύματός τε παρεγένετο καταλύσων τὸν Ὑρκανὸν ἐπὶ τὰ Ἱεροσόλυμα, εἰ μὴ ταῖς πατρικαῖς ἐκωλύθη παραινέσεσι. καὶ τὰ μὲν περὶ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, Ὑρκανοῦ μὲν ζηλοτυποῦντος Ἀντιπάτρῳ τῆς δυναστείας καὶ τοῖς παισὶ τῆς εὐπραγίας, Ἡρώδῃ μάλιστα, Ἀντιπά‐ τρου δὲ πρὸς Ὑρκανὸν τὰ τῆς εὐνοίας φυλάττοντος διὰ τὸ καὶ αὐτὸν ἡσυ‐
30χάζειν θορύβων.364

365

Ὁ δὲ Γάιος Ἰούλιος Καῖσαρ εἰς τὴν Ῥώμην ἐπανελθὼν πάσης ἐφείσατο τῆς μοίρας Πομπηίου, ἧς ἐτύγχανε καὶ Κικέρων καὶ Βροῦττος καὶ Κάσ‐ σιος. Κάτων γὰρ τῷ Γαΐου φόβῳ προδιέφθειρεν ἑαυτὸν φαρμάκῳ. τέλος δ’ οὖν μετὰ τὴν Πομπηίου τελευτὴν ἔτει δʹ κατὰ Κελτιβηρίαν πολλοῖς
5τοῖς ἀγῶσι τῶν Πομπηίου περιγίνεται παίδων, μόλις κρατήσας αὐτῶν, πολλὴν ἐχόντων δύναμιν, ὧν τὸν πρεσβύτερον ἀνελὼν τοὺς ἄλλους ζῶντας ἔλαβε. καὶ ἐλθὼν εἰς Ῥώμην τὴν τῶν ὑπάτων ἀρχὴν καταλύει σύνεγγυς ἔτι κατασχοῦσαν μετὰ Ταρκύινον Σούπερβον, πρῶτος μοναρχήσας Ῥω‐ μαίων, ἔτι φιλανθρωπότατος γενόμενος τῶν πώποτε βεβασιλευκότων.
10 Ἀλεξανδρείας καὶ Αἰγύπτου Κλεοπάτρα θυγάτηρ Πτολεμαίου τοῦ καὶ Διονύσου ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵ευμϛʹ. Ἀντώνιος Ἀραβίαν Κλεοπάτρᾳ προὔδωκε. Κλεοπάτρα ἡ τελευταία τῶν Λαγιδῶν ἀπόγονος ἐπὶ τῷ φόνῳ τοῦ ἀδελ‐ φοῦ, Ἀντωνίου μοιχευθεῖσα, τούτῳ καὶ αὐτὴ γέγονεν ἀπωλείας αἴτιος,
15ἀσπίδι καθ’ ἑαυτῆς ὅπλῳ θανάτου χρησαμένη, ἀπὸ Ἀλεξάνδρου ἔτη ςϙηʹ. Ὑρκανὸς τὰ Ἱεροσολύμων ἀνέστησε τείχη ὑπὸ Πομπηίου καθαιρεθέντα. Ἡρώδην Κάσσιος κοίλης Συρίας καὶ Ἰουδαίας στρατηγὸν ἐν Δαμασκῷ προεχειρίσατο. Ῥωμαίων μόναρχος Γάιος Ἰούλιος Καῖσαρ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν
20ἔτος ͵ευνδʹ. Γάιος Ἰούλιος Καῖσαρ ἐλθὼν εἰς τὴν Ἰουδαίαν μετὰ τὸν Πομπηίου θά‐ νατον ἀπ’ Αἰγύπτου βεβαιοῖ τὴν ἀρχὴν ἱερωσύνης Ὑρκανῷ καὶ Ἀντιπά‐ τρῳ δυναστείας αἵρεσιν δίδωσιν. Ὀλυμπιὰς ρπγʹ.
25Ἀπὸ κτίσεως Ῥώμης ἔτη 〈***〉.365

366

Ἀντώνιος τὸν ζʹ παρὰ Ῥωμαίοις μῆνα Κυντίλλιον καλούμενον Ἰούλιον μετονομασθῆναι ἐψηφίσατο διὰ τὸ γεννηθῆναι ἐν αὐτῷ. Γάιος Ἰούλιος ἔτη εʹ μοναρχήσας Ῥωμαίων, προκαθήμενος τῇ συγκλή‐ τῳ βουλῇ ἀθρόως ὑπὸ Βρούττου καὶ Κασσίου δολοφονεῖται, συλλαβομέ‐
5νων περὶ τοὺς ξʹ συγκλητικοὺς τῶν τηλικαύτης παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθέντων, ὡς καὶ ὑπατεῦσαι· πλήν, ὥς φασιν, οὐ φέροντες τὴν Πομ‐ πηίου ἀναίρεσιν μηδὲ τὴν τῶν ὑπάτων καθαίρεσιν, ἀναιροῦσι μὲν αὐτόν, πολεμοῦνται δὲ φυγάδες αὐτίκα γενόμενοι παρὰ Ἀντωνίου σφόδρα τῷ Καίσαρι κατῳκειωμένου καὶ τηνικαῦτα ὑπατεύοντος. οὗτος οἴκτῳ τοῦ
10φόνου τὸν δῆμον προσλαβόμενος τοὺς μὲν φυγαδεύει, τὸ δὲ Καίσαρος μεγαλοπρεπῶς σὺν τῷ δήμῳ κηδεύει σῶμα. Τούτου κληρονόμος υἱοθετηθεὶς ἦν αὐτῷ ζῶντι Ὀκταβιανὸς Καῖσαρ ὁ καὶ Αὔγουστος κληθείς, υἱὸς Ἀττίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Ὀκταβίου στρατηγικοῦ ἀνδρός, ὃς ἐν Ἀπολλωνίᾳ τῆς Ἠπείρου λόγων ἕνεκα παιδεύ‐
15σεως Ἑλληνικῆς διάγων, εἰς Ῥώμην σπουδαίως διὰ τὴν τοῦ θείου σφαγὴν ἀναχθεὶς φιλοτιμίαις τὸν δῆμον προσάγεται καὶ τοῖς ὑπάτων προὔχουσιν Ἀντωνίῳ καὶ Ἐλπιδίῳ συμπλακεὶς μικρὰ καὶ κρατήσας αὐτῶν πανταχοῦ, τέλος δὲ καὶ συνελθὼν αὐτοῖς εἰς φιλίαν, πολεμῆσαι Ῥωμαίων τούτους καὶ τὴν σύγκλητον πείθει καταψηφίσασθαι Βροῦττον καὶ Κάσσιον ἅμα
20τοῖς σὺν αὐτοῖς, στρατηγοὺς δὲ κατὰ ταὐτὸ Ἀντώνιον καὶ Ἐλπίδιον καὶ αὐ‐ τὸν Αὔγουστον τρίτον προχειρισθῆναι. καὶ ὁ μὲν Ἐλπίδιος πρὸς φυλακὴν ἔμεινε τῆς Ῥώμης, Αὔγουστος δὲ καὶ Ἀντώνιος τοῖς περὶ Βροῦττον καὶ Κάσσιον ἐν Ἑλλάδι πολεμήσαντες οὕτω κρατοῦσιν αὐτῶν, ὡς φυγάδας γε‐
νομένους φόβῳ τῶν ἐπικειμένων τέλος καὶ αὐτοὺς ἑκάτεροι διαχειρίσα‐366

367

σθαι. εἶτα μετὰ τὴν νίκην ἐλθόντες εἰς Ῥώμην Αὔγουστος καὶ Ἀντώνιος διαιροῦνται μετὰ Ἐλπιδίου τριχῆ τὴν ὅλην Ῥωμαίων ἀρχήν, σχεδὸν δὲ εἰ‐ πεῖν τῆς οἰκουμένης. καὶ ὁ μὲν Αὔγουστος τὴν πρὸς ἑσπέραν ἄχρις Ὠκεα‐ νοῦ κληροῦται Εὐρώπην, Ἐλπίδιος δὲ τὴν πρὸς Λιβύην πᾶσαν, Ἀντώνιος
5δὲ τὴν ὅλην Ἀσίαν. ὃς ἀκούσας Λαβίινόν τινα τῶν ἐν τέλει Ῥωμαίων, ἕνα τῶν ἐπὶ Βροῦττον καὶ Κάσσιον, πρὸς Ἡρώδην Περσῶν βασιλέα φυ‐ γόντα καὶ Ῥωμαίοις πολεμεῖν πείσαντα, στρατηγοὺς δὲ καὶ Πάκουρον τὸν υἱὸν ἐν πολλῇ δυνάμει πρὸς τοῦτο πέμψαντα, στέλλει πρότερον στρα‐ τηγοὺς τοὺς αὐτοῖς ἀντιταξομένους, ὧν εἷς ἦν καὶ Βένδιδος, ὁ καὶ τὴν νίκην
10Ῥωμαίοις διαπραξάμενος περί τε Λυδίαν καὶ ἐν τῇ Συριστὶ καλουμένῃ χώρᾳ τῆς Εὐφρατησίας. ἰσχυρῶς οὖν ἡττηθέντων Περσῶν ὑπὸ τῶν Ἀν‐ τωνίου καὶ τῆς Ῥωμαίων βουλῆς στρατηγῶν Ἡρώδης ἔτι πρὸς δεύτερον ἑτοιμάζεται πόλεμον, τοῦτο πράττοντος καὶ Ἀντωνίου. Τότε δὴ καὶ Ἀντίγονος προπέμψας Ἰουδαίων τοὺς εὔνους κατηγορεῖ
15Ἡρώδου καὶ τῶν ἀδελφῶν σὺν τῷ Ὑρκανῷ. ὁ γὰρ Ἡρώδου πατὴρ Ἀντί‐ πατρος ὑπὸ Μαλίχου φαρμάκῳ προδιεφθάρη· τοὺς κατηγοροῦντας Ἡρώ‐ δου τιμωρησάμενος Ἀντώνιος τὴν ἀρχὴν Ὑρκανῷ καὶ Ἡρώδῃ τέως ἐβε‐ βαίωσεν, εἰς Ἀντιόχειαν ὤν. ἔπειτα πλειόνων κατ’ αὐτῶν Ἰουδαίων ἐπι‐ βοώντων ἀνεῖλεν αὐτῶν τοὺς προὔχοντας.
20 Τότε καὶ Κασσίῳ μετὰ τὴν Καίσαρος ἀναίρεσιν ὀκτακόσια τῆς Ἰουδαίας ἀφελομένῳ τάλαντα σπουδαῖος ὤφθη θεραπευτής, ἡνίκα καὶ Μάλιχον τῷ Κασσίου βουλήματι φονεύσας τὸν Ἀντιπάτρου θάνατον Ἡρώδης ἐξεδίκησε τοῦ πατρὸς αὐτοῦ. διωχθεὶς δὲ πάλιν τῆς ἀρχῆς σὺν τῷ Ὑρκανῷ προσφεύ‐ γει Ἀντωνίῳ, καὶ μὴ δεχθεὶς παρὰ τῶν Ἰουδαίων καρτερῶς μάχεται,
25αὐτὸν δὲ ἐκδιώκει Ἀντίγονον. ὁ δὲ Ἀντίγονος ἀπογνοὺς τῆς Ῥωμαίων βοη‐
θείας Ἡρώδῃ προσφεύγει Περσῶν βασιλεῖ μαχομένῳ Ῥωμαίοις, καὶ κατ‐367

368

άγεται διὰ Πακόρου παιδὸς Ἡρώδου εἰς τὴν Ἰουδαίαν, ὑποσχόμενος χρυσοῦ χίλια τάλαντα Πέρσαις· Ὑρκανόν τε ζῶντα παραλαμβάνει, τοῖς ὀδοῦσιν ἐκκόψας αὐτοῦ τὰ ὦτα, ὡς μηκέτι ἱερατεύειν, καὶ τοῦτον προὔδωκεν αὖθις Πέρσαις ἄγειν μεθ’ ἑαυτῶν. Ἡρώδης δὲ φυγὰς ἧκε πρὸς Μάλιχον Ἀρά‐
5βων βασιλέα. τότε καὶ Φασάιλος ἀδελφὸς αὐτοῦ ἀναιρεῖται.
6tΧρονογραφία ἀπὸ κτίσεως κόσμου ͵ευνηʹ
7 Δεύτερος Ῥωμαίων μόναρχος Καῖσαρ Σεβαστὸς Ὀκταούιος, ὁ καὶ Αὔγουστος ἐπικληθείς, ἐβασίλευσεν ἔτη νϛʹ. Τῷ ͵ευξʹ ἔτει τοῦ κόσμου δεύτερον ἐχρημάτισεν Αὐγούστου Καίσαρος
10πλῆρες καὶ ἀρχὴ τοῦ τρίτου, ἐν ᾧ καὶ ἡ ἴνδικτος ὑπ’ αὐτοῦ ἤτοι ἐπινέμησις ἐθεσπίσθη, ὡς μαρτυρεῖ ὁ μακάριος Μάξιμος ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ. Ἰουδαίοις πρεσβευσαμένοις ἤγουν Ὑρκανῷ καὶ Ἡρώδῃ δόγμα συγκλή‐ του καὶ Ἀθηναίων ψήφισμα περὶ φιλίας ἐξεπέμφθη. Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς ἐν Γαΐταις ἀνῃρέθη τῆς Ἰταλίας,
15ὡς δὲ ἄλλοι φασίν, ὅτι φαρμάκῳ διέφθειρεν ἑαυτόν. Ἡ τῶν ἐν Περγάμῳ βασιλευσάντων ἐπαύσατο ζʹ βασιλέων ἀρχή, διαρ‐ κέσασα ἔτη ρνδʹ ἀπὸ τοῦ ͵ετιγʹ κοσμικοῦ ἔτους ἕως τοῦ ͵ευξζʹ, ὡς ἑξῆς δηλωθήσεται. Ἀπὸ Γαΐου Ἰουλίου Καίσαρος οἱ μετέπειτα Ῥωμαίων βασιλεῖς Καίσα‐
20ρες ὠνομάσθησαν, ἀπὸ δὲ Αὐγούστου Αὔγουστοι. ἐπὶ τούτου τὰ Ῥωμαϊκὰ ἤκμασεν. Ἐλπίδιον Ἀντωνίῳ συμμαχοῦντα λαβὼν Αὔγουστος ζῶντα ἀνεῖλεν ἐν
Ῥώμῃ.368

369

Οἱ Ἀντιοχεῖς ἔνθεν ἀριθμοῦσι τοὺς ἑαυτῶν χρόνους. Ἀντώνιον καὶ Ἐλπίδιον νικήσας Αὔγουστος εἰς φιλίαν προσδέχεται πρε‐ σβευσαμένης τῆς συγκλήτου. Αὔγουστος τὴν Εὐρώπην ἐκληρώσατο, Ἐλπίδιος τὴν Λιβύην καὶ Ἀντώ‐
5νιος τὴν μεγάλην Ἀσίαν. Οὗτος ἐλθὼν ἐν Κιλικίᾳ καὶ Κλεοπάτραν μεταστειλάμενος ἁλίσκεται τῷ ταύτης ἔρωτι. κατὰ Περσῶν δὲ στρατεύσας καὶ ἡττηθεὶς ἐπανέρχεται πολεμήσων Αὐγούστῳ, πρὸς ὃν ναυμαχήσας καὶ ἡττηθεὶς ἑαυτὸν διεχει‐ ρίσατο.
10 Αὔγουστος πεζὸν ἐθριάμβευσε θρίαμβον. Ἡ τῶν Ἠπειρωτῶν ἓξ βασιλέων ἀρχὴ ἐπαύσωτο, διαρκέσασα ἔτη ϙʹ. Ἔτη λδʹ τὸν Ὑρκανὸν στοιχειοῦντες κρατήσαντα Ἰουδαίων ἐπισημαινό‐ μεθα τοῖς ἀγνοοῦσι τὰ τρία τούτων Ἀντιγόνου λογίζεσθαι. Τῷ γὰρ λαʹ ἔτει Ὑρκανοῦ καταχθεὶς ὑπὸ Πάρθων εἰς τὴν ἀρχὴν τῶν
15Ἰουδαίων, κρατεῖ μὲν αὐτῆς ζῶντα τὸν Ὑρκανὸν χειρωσάμενος καὶ τοῖς ὀδοῦσιν ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς ἂν μὴ τὸ λοιπὸν ἱερατεύοι, καὶ Πάρ‐ θοις ἐκδίδωσιν ἄγειν εἰς τὴν Περσικήν. ἀναιρεῖ δὲ Φασάιλον ἀδελφὸν Ἡρώδου καὶ φυγαδεύει τοῦτο, πολλὰ καταδραμόντων αὐτοῦ Πάρθων ἐπὶ τὴν Ἰουδαίαν μετὰ μητρὸς καὶ τῆς συγγενείας. φεύγοντος Ἡρώδου καὶ
20τούτους πολλάκις πολέμῳ τρεπομένου, καὶ κατασφαττόμενος, ὃς πολλάκις πρὸς Μάλιχον Ἀράβων βασιλέα θαρρῶν καταφεύγει, ἤδη προευεργετη‐ μένον, οὐ προσδεχθεὶς δὲ φόβῳ τῶν Πάρθων εἰς Ἀλεξάνδρειαν ἔρχεται πρὸς Κλεοπάτραν. δεξιωθεὶς οὖν παρ’ αὐτῆς καὶ τὴν ἐπιμέλειαν τῆς ὑπ’ αὐτὴν ἔχειν ἀρχῆς ἀνεβάλλετο διὰ τὴν πρὸς Ἀντώνιον ἐπὶ Ῥώμην καὶ
25Αὔγουστον πορείαν, ὡς Ἰώσηππος, ὡς δὲ Ἀφρικανός, σὺν αὐτῇ πρὸς Ἀντώνιον ἦλθε, κἀκεῖνος παρὰ τὸν Σεβαστὸν Ὀκταούιον εἰς Ῥώμην
αὐτὸν ἔστειλεν. ὁ δὲ διὰ τὸ τὸν Ἀντίγονον ὑπὸ Πάρθων ἐχθρῶν ὄντων369

370

Ῥωμαίοις κρατῆσαι τῆς ἀρχῆς, διά τε τὸν αὐτοῦ πατέρα Ἀντίπατρον συμ‐ μαχήσαντα Ῥωμαίοις καὶ αὐτὸν Ἡρώδην, γράφει τοῖς κατὰ Συρίαν στρατηγοῖς κατάγειν Ἡρώδην ἐπὶ τὴν βασιλείαν Ἰουδαίων, Σωσίου τὸν πρὸς Ἀντίγονον πόλεμον ἐπιτραπέντος ὑπὸ τοῦ Καίσαρος, ὃς ἔτεσι τρι‐
5σὶν ἐπεκράτησεν.
6tἸωσήππου ἐκ τοῦ ιδʹ λόγου τῆς ἀρχαιολογίας
7tπερὶ τῆς Ἡρώδου ἀσημότητος
8tΚΟΣΜΟΥ ΕΤΗ ΕΥΞΘ
9Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ
10Μάρκου Ἀγρίππα καὶ Κανδίδου Γάλλου ἐπὶ τῆς ρπεʹ ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὡς ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς. καὶ γὰρ ὑπ’ ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη κζʹ. Σώσιος δὲ χρυσοῦν ἀναθέμενος τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱερο‐
15σολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. δείσας δ’ Ἡρώδης μὴ φυ‐ λαχθεὶς Ἀντίγονος ὑπὸ Ἀντωνίου {τοῦ υἱοῦ} καὶ κομισθεὶς εἰς Ῥώμην ὑπ’ αὐτοῦ δικαιολογήσηται, καὶ πρὸς τὴν σύγκλητον ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, ἢ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας, ἢ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, ταῦτα φοβούμενος πολλοῖς
20χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δὲ οὕτως ἡ τοῦ Ἀσαμοναίου ἀρχὴ μετὰ ἔτη ρκϛʹ. Οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατι‐ κῆς τιμῆς, ὧν ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο. ἀλλ’ οὗτοι
25μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσι. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσαμοναίων
γενεᾶς παρειλήφαμεν.370

371

(1t)

Ἀφρικανοῦ περὶ τῶν Ὑρκανῷ καὶ Ἀντιγόνῳ συμβάντων καὶ περὶ Ἡρώ‐
2tδου τοῦ τε Σεβαστοῦ καὶ Ἀντωνίου καὶ Κλεοπάτρας ἐν ἐπιτόμῳ
3 Ὀκταούιος ὁ Σεβαστός, ὃν Αὔγουστον καλοῦσι Ῥωμαῖοι, θετὸς ὢν υἱὸς αὐτοῦ, ἀπὸ Ἀπολλωνιάδος τῆς Ἠπείρου, ἔνθα ἐπαιδεύετο, εἰς Ῥώμην
5ἐπανελθὼν τῶν ἐν τέλει τῆς ἡγεμονίας εἴχετο. Ἀντώνιος δὲ ὕστερον τὴν τῆς Ἀσίας καὶ ἐπέκεινα ἀρχὴν ἔλαχεν. ἐπὶ τούτου Ἡρώδου κατηγόρουν Ἰουδαῖοι. ὁ δὲ τοὺς πρέσβεις ἀποκτείνας Ἡρώδην ἐπὶ τὴν αὐτοῦ κατῆξεν ἀρχήν. ὕστερον δὲ ἅμα Ὑρκανῷ καὶ Φασαΐλῳ τῷ ἀδελφῷ ἐξεώθη καὶ προσφυγὼν Ἀντωνίῳ κατῆλθε. μὴ δεχομένων δὲ αὐτὸν Ἰουδαίων μάχη
10γίνεται καρτερά. μετ’ οὐ πολὺ δὲ καὶ Ἀντίγονον κατιόντα ἐκδιώκει μάχῃ, Ἀντίγονος δὲ προσφυγὼν Ἡρώδῃ τῷ τῶν Πάρθων βασιλεῖ διὰ Πακόρου τοῦ υἱοῦ κατῆλθεν ἐπὶ χρυσοῦ ταλάντοις χιλίοις. καὶ ὁ μὲν Ἡρώδης φεύ‐ γει, Φασάιλος δὲ ἐν τῇ μάχῃ ἀναιρεῖται, Ὑρκανὸς δὲ Ἀντιγόνῳ παρεδόθη ζῶν· ὁ δὲ Πάρθοις αὐτὸν ἔδωκεν ἄγειν, ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς μηκ‐
15έτι ἱερῷτο· ᾐδέσθη γὰρ αὐτὸν ὡς οἰκεῖον ἀποκτεῖναι. Ἡρώδης δὲ ἐκ‐ πεσὼν τὸ μὲν πρῶτον Μαλίχῳ τῷ τῶν Ἀράβων βασιλεῖ προσφεύγει· ὡς δ’ οὐ προσήκατο αὐτὸν φόβῳ τῶν Πάρθων, εἰς Ἀλεξάνδρειαν παρὰ Κλεο‐ πάτραν ἀπῆλθεν. ἦν ὀλυμπιὰς ρπεʹ. Κλεοπάτρα τὸν συμβασιλεύσαντα αὐτῇ ἀδελφὸν ἀποκτείνασα πρὸς ἀπολογίαν ὑπ’ Ἀντωνίου εἰς Κιλικίαν
20μεταπεμφθεῖσα τὴν τῆς ἀρχῆς ἐπιμέλειαν ἐπέτρεψεν Ἡρώδῃ, καὶ ὡς οὐδὲν ἠξίου πιστεύεσθαι ἔστ’ ἂν καταχθῇ εἰς τὴν ἑαυτοῦ ἀρχήν, ἔχουσα αὐτὸν ᾔει παρὰ Ἀντώνιον. ὡς δὲ ἁλώκει τῆς γυναικὸς ἔρωτι, τὸν Ἡρώδην ἀπέ‐ στειλεν εἰς Ῥώμην κατὰ τὸν Σεβαστὸν Ὀκταούιον, ὃς διά τε Ἀντίπατρον τὸν Ἡρώδου πατέρα καὶ δι’ αὐτὸν Ἡρώδην διά τε τὸ ὑπὸ Πάρθων καθεστάσθαι
25τὸν Ἀντίγονον βασιλέα ἐπέστειλε τοῖς ἐν Παλαιστίνῃ καὶ Συρίᾳ στρατηγοῖς κατάγειν αὐτὸν ἐπὶ τὴν ἀρχήν. καὶ ἅμα Σωσίῳ διεπολέμει πρὸς τὸν Ἀντί‐ γονον χρόνῳ πολλῷ καὶ παντοίαις μάχαις. τότε καὶ Ἰώσηππος ἀδελφὸς Ἡρώδου ἀποθνήσκει στρατηγῶν. Ἡρώδου δὲ πρὸς Ἀντώνιον ἐλθόντος
τρία ἔτη τὸν Ἀντίγονον ἐξεπολιόρκησαν καὶ ζῶντα ἀπεκόμισαν Ἀντωνίῳ.371

372

Ἀντώνιος δὲ Ἡρώδην μὲν καὶ αὐτὸς ἀνηγόρευσε βασιλέα, προσέθηκε δὲ αὐτῷ πόλεις Ἵππον, Γάδαρα, Γάζαν, Ἰόππην, Ἀνθηδόνα καὶ τῆς Ἀρα‐ βίας τόν τε Τράχωνα καὶ τὴν Αὐρανῖτιν καὶ Σακίαν καὶ Γαυλάνην, πρὸς δὲ καὶ τῆς Συρίας ἐπιτροπήν.
5 Ἡρώδης ὑπὸ τῆς συγκλήτου καὶ Ὀκταουίου τοῦ Σεβαστοῦ βασιλεὺς Ἰουδαίων ἀνηγορεύθη καὶ ἐβασίλευσεν ἔτη λδʹ. Ἀντώνιος ἐπὶ Πάρθους στρατεύειν μέλλων Ἀντίγονον τὸν Ἰουδαίων ἀπ‐ έκτεινε βασιλέα καὶ Ἀραβίαν Κλεοπάτρᾳ παρέδωκε, διαβάς τε ἐπὶ Πάρθους ἔπταισε μεγάλως τὸ πλεῖστον ἀποβαλὼν τοῦ στρατοῦ. ἦν ὀλυμπιὰς ρπϛʹ.
10 Ὁ Σεβαστὸς Ὀκταούιος τὴν ἐξ Ἰταλίας καὶ πάσης ἑσπέρας δύναμιν ἐπ’ Ἀντώνιον ἦγεν, οὐ βουλόμενον εἰς Ῥώμην ἐπανελθεῖν δέει τῶν ἐν Πάρθοις ἐπταισμένων καὶ Κλεοπάτρας ἔρωτι. Ἀντώνιος δὲ αὖ τὴν ἐκ τῆς Ἀσίας ἔχων δύναμιν ὑπηντίαζεν. ὁ δὲ Ἡρώδης οἷα δεινὸς καὶ τῶν ἰσχυόν‐ των θεραπευτὴς διπλᾶς ἐξέπεμψεν ἐπιστολὰς καὶ νηὶ τὸν στρατόν, ἐντει‐
15λάμενος τοῖς ἡγουμένοις καραδοκεῖν τὸ ἀποβησόμενον. ὡς δ’ ἐκρίθη τε ἡ νίκη καὶ δυσὶ ναυμαχίαις ἡττηθεὶς ὁ Ἀντώνιος ἔφυγεν εἰς Αἴγυπτον ἅμα τῇ Κλεοπάτρᾳ, οἱ κομίζοντες ἀπέδοσαν τὰς πρὸς τὸν Σεβαστὸν ἐπιστολάς, ἃς πρὸς Ἀντώνιον εἶχον ἀποκρύψαντες. ἐπιπίπτει δὲ Ἡρώδης Κλεοπάτρᾳ· ἐν τῷ μεσαιολίῳ ἑαυτὴν διεχρήσατο ἀσπίδι τῷ θηρίῳ καθ’ ἑαυτῆς ὅπλῳ
20χρησαμένη. τότε Κλεοπάτρας υἱοὺς Ἥλιον καὶ Σελήνην ἐπὶ Θηβαΐδα φυγόντας συνέλαβεν ὁ Σεβαστός. Νικόπολις ἡ κατὰ Ἀκτίαν ἐκτίσθη καὶ Ἄκτια ὁ ἀγὼν ἐτέθη. Ἀλεξανδρείας εἰλημμένης πρῶτος ἡγεμὼν Αἰγύπτου πέμπεται Γάλλος Κορνήλιος, ὃς τῶν ἀποστάντων Αἰγυπτίων καθεῖλε τὰς πόλεις. μέχρι τοῦδε οἱ Λαγίδαι, καὶ σύμπας τῆς Μακεδονικῆς ἡγεμονίας
25μετὰ ἔτη τʹ τῆς Περσῶν καθαιρέσεως δυοῖν δέοντα. Συνάγονται τοίνυν οἱ χρόνοι ἀπὸ μὲν τῆς Μακεδόνων ἀρχῆς καὶ κατα‐ λύσεως κατὰ Πτολεμαίους καὶ τὴν τελευταίαν Κλεοπάτραν, ὃ γίνεται τῆς Ῥωμαίων μοναρχίας ἡγεμονίας ἔτος ιαʹ, ὀλυμπιάδος δὲ ρπζʹ ἔτος δʹ, τὰ
σύμπαντα ἔτη ἀπὸ Ἀδὰμ ͵ευοβʹ.372

373

Μετὰ Ἀλεξανδρείας ἅλωσιν ὀλυμπιὰς ἤχθη ρπηʹ. Ἡρώδης ἐπικτίσας τῶν Γαβινίων πόλιν τήν ποτε Σαμάρειαν, Σεβαστὴν αὐτὴν προσηγόρευσε· τὸ δὲ ἐπίνειον αὐτῆς τὸν Στράτωνος πύργον πολίσας ἀπὸ τοῦ αὐτοῦ Καισάρειαν ἐκάλεσεν, ἐφ’ ἑκάτερα ναὸν ἐγείρας Ὀκταουίῳ.
5ὕστερον δὲ καὶ Ἀντιπατρίδα κτίζει ἐν τῷ Λυδῷ πεδίῳ ἀπὸ τοῦ ἑαυτοῦ πατρός, καὶ τοὺς περὶ τὴν Σεβαστὴν οἰκοῦντας, ὧν ἀφείλατο τὴν γῆν, ἐγκατῴκισεν ἐν αὐτῇ. ἔκτισε δὲ καὶ ἑτέρας πόλεις, καὶ τοῖς μὲν Ἰουδαίοις βαρὺς ἦν, τοῖς δὲ ἄλλοις ἔθνεσι δεξιώτατος. Ἦν ὀλυμπιὰς ρπθʹ, ἥτις πρὸ ἓξ καλανδῶν Μαρτίων, κατὰ Ἀντιοχεῖς κδʹ,
10ἤχθη, δι’ ἧς ἐπὶ τῶν ἰδίων ὅρων ἔστη ὁ ἐνιαυτός. Ἀφρικανὸς ἐάσας εἰπεῖν πόσα ἔτη Ὑρκανὸς ἡγήσατο Ἰουδαίων διὰ τὸ ἀντιπίπτειν τῇ ἐκδόσει αὐτοῦ τὰ λδʹ ἔτη Ὑρκανοῦ, πρὸς τούτοις ἔτη γʹ τῆς Ἡρώδου βασιλείας ἐκολόβωσεν, ἀντὶ λζʹ ἐτῶν μόνα λδʹ στοιχειώσας· ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται θνήσκων Ἡρώδης κατὰ τὸ πρῶτον
15ἔτος τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἄτοπον κατὰ τὰς εὐαγγελικὰς παραδόσεις. Εὐσεβίου τοῦ Παμφίλου περὶ Ἀντιγόνου καὶ τέλους τῆς Ἰουδαίων βασι‐ λείας, προρρήσεώς τε τοῦ προφήτου Δανιὴλ περὶ τῶν οʹ ἑβδομάδων καὶ Ἡρώδου ἀλλοφύλου
20 Ἀντίγονος τῇ Ἰουδαίων βασιλείᾳ ἐπαναστὰς καὶ πολλὰ διαμαχησάμενος ἀναιρεῖται, καὶ ἐνταῦθα καταλήγει τὸ τῶν Ἰουδαίων βασίλειον. Ἡρώδης δὲ αὐτῶν μετὰ ταῦτα ἡγεῖται, οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν παρὰ Ῥωμαίων ὑποδεξάμενος. Ἐνταῦθα δὲ καὶ ὁ προφητευόμενος παρὰ τῷ Δανιὴλ Χριστὸς ἡγούμενος
25τέλος λαμβάνει. μέχρι γὰρ Ἡρώδου Χριστοὶ ἡγούμενοι· οὗτοι δὲ ἦσαν οἱ373

374

ἀρχιερεῖς, οἵτινες προεστήκεσαν τοῦ Ἰουδαίων ἔθνους, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ κατὰ τὴν ἑξηκοστὴν καὶ πέμ‐ πτην ὀλυμπιάδα, λήξαντες δὲ ἐπὶ Ὑρκανὸν ἐπὶ τῆς ρπϛʹ ὀλυμπιάδος. Τὰ δὲ μεταξὺ τούτων ἔτη γενέσθαι υπγʹ, ὁπόσα καὶ ἡ τοῦ Δανιὴλ προ‐
5φητεία θεσπίζει λέγουσα· καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. αὗται δὲ αἱ θʹ καὶ ξʹ ἑβδομάδες συμπλη‐ ροῦσι χρόνον ἐτῶν υπγʹ, ὁπόσα ἔτη τυγχάνει τὰ τῆς ἀρχῆς τῶν Χριστῶν ἡγουμένων. ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος
10Ἡρώδης ὁ Ἀντιπάτρου μηδὲν προσήκουσαν αὐτῷ τὴν τῶν Ἰουδαίων βασιλείαν ὑπὸ Αὐγούστου καὶ τῆς συγκλήτου Ῥωμαίων παραλαμβάνει, κἄπειτα οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας· οὐκέτι οἱ ἐκ διαδοχῆς τοῦ ἱερατικοῦ γένους ἱερῶντο τῷ θεῷ οὐδὲ διὰ βίου κατὰ τὸν Μωυσέως νόμον, ἄσημοι δέ τινες ἄλλοτε ἄλλοι, καὶ οἱ μὲν
15ἐνιαύσιοι, οἱ δὲ ἔτι ὀλίγῳ πλέον παρὰ τῶν Ῥωμαϊκῶν ἡγεμόνων τὴν ἀρχιερωσύνην ἐξωνοῦντο. Ἡρώδης Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου παῖς καὶ μητρὸς Κύπριδος Ἀρα‐ βίσσης οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρίζεται, καθ’ ὃν τῆς τοῦ Χριστοῦ γενέσεως πλησιαζούσης ἡ ἐκ προ‐
20γόνων διαδοχὴ ἀρχιερωσύνη τε καὶ ἀρχὴ τῶν Ἰουδαίων κατελύθη, συμ‐ πληρουμένης τῆς παρὰ Μωυσῇ λεγούσης προφητείας· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ἑξῆς δὲ ὁ Δανιὴλ προφητεύει λέγων· καὶ μετὰ τὰς ζʹ καὶ ξβʹ ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται
25ἐν αὐτῷ, καὶ τὸ ἱερὸν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου, καὶ κοπήσονται ἐν κατακλυσμῷ πολέμου. καὶ ἑξῆς φησί· καὶ ἐπὶ τῶν ἱερῶν βδέλυγμα τῶν ἐρημώσεων καὶ ἕως συντελείας καιροῦ συντέλεια δο‐
θήσεται ἐπὶ τὴν ἐρήμωσιν.374

375

(1t)

Ὡς ἔν τισι Ῥωμαϊκαῖς ἐκδόσεσιν ἐμφέρεται ἐν ἐπιτόμῳ περὶ τῶν ἀπὸ
2tἈλεξάνδρου ἕως Αὐγούστου χρόνων, καὶ ἔτι τῶν ἀπὸ κτίσεως Ῥώμης
3tκαὶ ἀπὸ Τροίας ἁλώσεως καὶ ἕως τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος
4Διαγεγόνασι δὲ ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου τελευτῆς, ἥτις γέ‐
5γονε κατὰ τὸ ροζʹ ἔτος τῆς τῶν ὑπάτων ἀρχῆς, μέχρι τῆς Αὐγούστου καὶ Ἀντωνίου βασιλείας ὀλυμπιάδες οεʹ, ἔτη δὲ σύνεγγυς τʹ, ἀπὸ δὲ κτίσεως Ῥώμης εἰς τὴν Αὐγούστου βασιλείαν ἔτη ψκʹ διὰ τὸ γʹ καὶ μʹ καὶ ςʹ ἐνιαυτοὺς ἀπὸ Ῥωμύλου μέχρι τῆς τῶν ὑπάτων ἀρχῆς διαγεγονέναι, κατασπώσης ἔτη υοζʹ, ἀπὸ δὲ ἁλώσεως Τροίας εἰς τὴν αὐτοῦ Αὐγούστου
10Καίσαρος ἀρχὴν ἔτη ͵αρνγʹ διὰ τὸ υλγʹ ἐνιαυτοὺς ἀπὸ ἁλώσεως Τροίας μέχρι τῆς Ῥωμύλου βασιλείας εἶναι. Τῆς οὖν ρπεʹ ὀλυμπιάδος περιελθούσης Ἀντώνιος ἐκστρατεύει μὲν ἐπὶ Πέρσας, Ἡρώδου τοῦ Περσῶν βασιλέως φονευθέντος ὑπὸ Φραάρτου τοῦ μετ’ αὐτὸν βασιλεύσαντος, συναντήσας δὲ τῇ Κλεοπάτρᾳ πρὸς τῇ Κιλίκων
15Ταρσῷ καὶ τῷ κάλλει ταύτης ἁλοὺς οὐδὲν ἀξιόλογον πράττει κατὰ Περ‐ σῶν. ὑπὸ γὰρ τοῦ πρὸς αὐτὴν πόθου πρῶτον εἰς Ἀρμενίαν, ἔπειτα δὲ καὶ εἰς Ἀλεξάνδρειαν ὀξέως δι’ αὐτὴν ἐπανέρχεται, κατολιγωρήσας Ὀκταβίας τῆς γνησίας αὐτοῦ γαμετῆς, ἀδελφῆς Αὐγούστου Καίσαρος. Τῇ δὲ ρπηʹ ὀλυμπιάδι ὁ Ἀντώνιος τὴν μὲν γαμετὴν ἀπολύει δι’ αἰσίων
20μετὰ τῶν τέκνων ἐξαγαγὼν καὶ Κλεοπάτραν εἰσοικίζεται. κἀκ τούτου πρὸς αὐτὸν ἀνίσταται πόλεμος Αὐγούστου, καθ’ ὃν μετὰ πολλὰς ναυμαχίας καὶ ἄλλους πλείστους πολέμους φεύγει Ἀντώνιος μετὰ Κλεοπάτρας εἰς Αἴγυ‐ πτον, παραχρῶνται δὲ ἑαυτούς, μαθόντες κἀκεῖ τὸν Αὔγουστον παραγίνε‐ σθαι ὅσον οὔπω· οὓς εὗρεν ἐλθὼν βιαιοθανατήσαντας. τοὺς δὲ Κλεοπά‐
25τρας παῖδας φεύγοντας λαβὼν Ἥλιον καὶ Σελήνην κατῆξεν εἰς Ῥώμην, θρίαμβον ἐπ’ αὐτοῖς ἥδιστον Ῥωμαίοις ἐνδειξάμενος.
Τότε καὶ Πέρσαι Ῥωμαίοις σπείσασθαι παρεκάλεσαν ὁμήρους Αὐγού‐375

376

στῳ πέμψαντες. τὸν γὰρ Αὐγούστου Καίσαρος ἔκγονον Κλαύδιον τοὔνομα μαθόντες εἰς Ἀσίαν ὑπ’ αὐτοῦ σταλέντα δόλῳ σφαγῆναι παρεσκεύασαν ὑπὸ στρατιώτου τινὸς Πέρσου δείξειν ἐπαγγειλαμένου χρημάτων θησαυ‐ ρούς. διὸ μάλιστα περὶ τῆς εἰρήνης πρεσβεύουσι τὴν εἰρημένην ἐπιβουλὴν
5ἀπομνύμενοι. Τότε καὶ Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπεκηρυκεύσατο φίλος Αὐγού‐ στου γενέσθαι καὶ σύμμαχος. Κατὰ τοίνυν τὴν ρπεʹ ὀλυμπιάδα Ἐλπιδίου κατασχεθέντος ὑπὸ Αὐγού‐ στου ἐν τῇ πρὸς Ἀντώνιον μάχῃ καὶ ἀναιρεθέντος, ἐν Ῥώμῃ μόνος Αὔγου‐
10στος Ῥωμαίων μοναρχεῖ, διάδημα πρῶτος καὶ κόσμον τά τε λοιπὰ περι‐ θέμενος βασιλικὰ σύμβολα καὶ πρὸς τὸ τῆς διαίτης ἁβρότερον προαχθείς. Γάιος γὰρ πρὸ αὐτοῦ μοναρχήσας οὐδενὶ τούτων ἐκέχρητο. Οἱ ἐν Ἀλεξανδρείᾳ ἀπὸ τοῦ ιδʹ ἔτους ἀριθμοῦσι τοὺς Αὐγούστου χρό‐ νους.
15 Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς φίλος Αὐγούστου καὶ σύμμαχος εἶναι πρεσβεύεται. Ὀκταούιος Αὔγουστος προσηγορεύθη, καὶ ὁ Σεξτίλιος μὴν ηʹ παρὰ Ῥωμαίοις ὁμοίως ὁ αὐτὸς Σεβαστὸς ἀνηγορεύθη. Ἰουδαίων αʹ ἀλλόφυλος βασιλεὺς Ἡρώδης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν
20ἔτος ͵ευξθʹ. Ἀνάνηλόν τινα τῶν ἐν Βαβυλῶνι Ἰουδαίων ἀρχιερέα μεταστειλάμενος Ἡρώδης εἰς Ἱερουσαλὴμ ἀρχιερέα κατέστησε, καὶ τοῦτον ἐκβαλὼν μετὰ βραχὺ καθίστησιν Ἀριστόβουλον ἀρχιερέα τὸν ἀδελφὸν τῆς αὐτοῦ γυναι‐ κός, υἱὸν ὄντα Ὑρκανοῦ τοῦ ἐν Παρθικῇ. καὶ τοῦτον ἀνελὼν πάλιν Ἀνάνη‐
25λον προσῆξε μετὰ ἐνιαυτόν. Εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν ἀρχομένοις τοῦδε τοῦ πόνου ὡς ἀναγ‐ καιότατον πάντων ἡμῖν ἐν αὐτῷ δεῖξαι πρόκειται τὸν χρόνον τῆς θείας σαρκώσεως τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, κυρίου δὲ καὶ σωτῆ‐
ρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ ͵εφʹ ἔτει τοῦ κόσμου προτρέχοντα πληρου‐376

377

μένῳ καὶ ἀρχομένῳ τῷ ͵εφαʹ μηνὶ κατὰ Ῥωμαίους Μαρτίῳ κεʹ, κατὰ τὴν θείαν διὰ Μωυσέως ἔκδοσιν πρώτῃ τοῦ παρ’ Ἑβραίοις πρωτοκτίστου μη‐ νὸς Νισάν, καθ’ ἣν ὁ ἀρχάγγελος Γαβριὴλ τῇ κυρίως καὶ ἀληθῶς θεο‐ τόκῳ τῆς παγκοσμίου χαρᾶς προσενήνοχεν εὐαγγέλια. οὕτω γὰρ καὶ ἡ
5τῆς ζωοποιοῦ ἀναστάσεως αὐτοῦ ἡμέρα κατὰ τὴν αὐτὴν πρωτόκτιστον ἡμέραν συναντήσει κατὰ τὰς ἀποστολικὰς παραδόσεις, ὡς δειχθήσεται. Ἐπειδὴ δὲ κατὰ τὸ ͵ευοβʹ ἔτος τοῦ κόσμου, ὅπερ κατὰ τόνδε τὸν ἀκρι‐ βῶς ἡμῖν κατὰ δύναμιν ἐφοδευθέντα κανόνα τῷ ιεʹ τῆς Αὐγούστου βασι‐ λείας ἔτει συντρέχει, ἀπὸ δὲ Ἀλεξανδρείας ἁλώσεως ϛʹ, τὸ λεγόμενον
10Βίσεξτον προσετέθη ὑπὸ Αὐγούστου Καίσαρος καὶ τῶν τηνικαῦτα σοφῶν, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι περὶ αὐτοῦ τοῦ ἡλιακοῦ ἐνιαυτοῦ τξεʹ αʹ ἡμερῶν ὄντος παρὰ δʹ μιᾶς ἡμέρας. τοῦτο τὸ δʹ κατὰ ἔτη κηʹ συναγόμενον ζʹ ἡμέρας ἀνακυκλουμένας ἀπὸ αʹ ἡμέρας τῆς ἑβδομάδος ἕως ζʹ ἐπάγει, αἵτινες λέγονται ἐπακταὶ ἡλίου ζʹ διὰ τῶν κηʹ ἐτῶν συμπληρούμεναι, καὶ
15πάλιν ἀπὸ τοῦ κθʹ ἀρχόμεναι. τετράκις γὰρ ζʹ κηʹ γίνονται. αἱ δ’ αὐταὶ καὶ τετραετηρίδες παρὰ τοῖς μαθηματικοῖς ἀστρονόμοις κέκληνται διὰ τὸ κατὰ τετραετίαν ἡμέραν μίαν τῷ ἐνιαυτῷ ἐπεισάγειν. Περὶ ἧς οἱ μὲν Ἰουδαῖοι σεληνιακοὺς παραλαμβάνοντες τοὺς χρόνους διὰ τὸ νομικὸν πάσχα καὶ τὴν ἐν τῷ αʹ μηνὶ Νισὰν πανσέληνον οὐδένα λό‐
20γον εὑρίσκονται συγγραψάμενοι. Ἕλληνες δὲ παρὰ Χαλδαίων εἰς Αἰγυ‐ πτίους διὰ τοῦ πατριάρχου Ἀβραάμ, ὡς ὁ λόγος, τὴν αὐτὴν ἐλθοῦσαν γνῶ‐ σιν παραλαβόντες κατ’ Αἰγυπτίους τξεʹ ἡμερῶν τὸν ἐνιαυτὸν ἐλογίσαντο, ἀρχόμενοι μὲν ἀπὸ τοῦ παρ’ αὐτοῖς Θὼθ μηνὸς τῆς αʹ ἡμέρας, ἥτις κατὰ τὴν κθʹ τοῦ Αὐγούστου μηνὸς συμπίπτει, καὶ κατὰ χρόνους δʹ ἀμείβοντες
25μίαν ἡμέραν ἕως ἀποκαταστάσεως ἡμερῶν Αἰγυπτιακοῦ ἔτους τξεʹ διὰ ͵αυξʹ ἐτῶν συμπληρουμένου, καὶ ὡς ἀπὸ σημείου τινὸς εἰς τὸ αὐτὸ ση‐ μεῖον, ἀπὸ τῆς κθʹ τοῦ Αὐγούστου μηνὸς ἀποκαθισταμένου, ὃς ἔτυχεν ἀποκαταστῆναι κατὰ τόδε τὸ ͵ευοαʹ ἔτος τοῦ κόσμου, Αὐγούστου δὲ ἔτει ιεʹ κατὰ τόδε τὸ κανόνιον. κατὰ δὲ Πανόδωρον κβʹ ἔτος ἦν Αὐγούστου διὰ
30τὸ τοὺς πολλοὺς κατὰ τὸ ιϛʹ ἔτος τῆς Αὐγούστου βασιλείας τὴν Ἀλεξαν‐377

378

δρείας ἅλωσιν ἱστορεῖν καὶ τοὺς τούτου χρόνους τῆς βασιλείας ἐντεῦθεν λογίζεσθαι, μεθ’ ἣν ἀρξαμένην ἔτει εʹ Αὐγούστου τεθῆναι τὴν τετραετη‐ ρικὴν ἡμέραν, καὶ μέχρι τοῦ νῦν οὕτω καθ’ Ἕλληνας ἤτοι Ἀλεξανδρεῖς ψηφίζεσθαι τοὺς ἀστρονομικοὺς κανόνας ἐν ταῖς ἐκλείψεσι τῶν δύο φω‐
5στήρων καὶ ταῖς καθ’ ἕκαστον μῆνα συνόδῳ πανσελήνοις τῶν τε πλανω‐ μένων εʹ ἀστέρων καὶ τῶν λοιπῶν ἀπλανῶν τὰς ἐποχὰς οὕτω λαμβάνε‐ σθαι. καὶ οὕτω μὲν ὁ Πανόδωρος συμφωνῆσαι σπουδάζων τοῖς ἔξω σο‐ φοῖς περὶ τὴν σφαιρικὴν κίνησιν ἔτεσιν ζʹ διήμαρτε τοῦ ͵εφʹ ἔτους, ͵ευϙγʹ ἀντὶ ͵εφʹ στοιχειώσας, καίπερ ἐν ἄλλοις εὐδοκιμήσας παρὰ πολ‐
10λούς. ἡμεῖς δὲ τῷ ποιητῇ τῶν χρόνων ἀχρόνῳ θεῷ τῇ παντουργῷ καὶ ὁμοουσίῳ τριάδι πειθόμενοι, ταῖς παρ’ αὐτῆς δοθείσαις ἡμῖν θεοπνεύ‐ στοις γραφαῖς διά τε παλαιᾶς καὶ νέας διαθήκης ἐξηκολουθήσαμεν, ἔν τισι συμφωνήσαντες καὶ τοῖς παρ’ ἐκείνων κανόσιν, ὡς ἐν τοῖς Ἀλεξάν‐ δρου τοῦ Μακεδόνων ἔτεσι κατὰ τὸ ͵εροʹ ἔτος τοῦ κόσμου, ἐνταῦθα δὲ
15ἀντιπίπτουσαν εὑρόντες ταῖς ἀποστολικαῖς παραδόσεσι τὴν ἐκείνοις ἄλλο‐ θεν εἰλημμένην ἀρχὴν καὶ οὐκ ἐκ τῆς κοινῆς τοῦ κόσμου γενέσεως, ἀναγ‐ καίως τῆς θείας καὶ ἀρρήτου σαρκώσεως τὸν ἀκριβῆ χρόνον προετιμήσα‐ μεν. Αὔγουστος Ῥωμαίοις ἐνομοθέτησε.
20Λόλλιος Μάρκος Ῥωμαίοις Γαλατίαν ἐπεκτήσατο. Αὔγουστος μοναρχίαν ἐγχειριζομένην ἀπώσατο. Αὔγουστος Γαλάταις φόρους ἔθετο. Τιβέριος Ἀρμενίαν Αὐγούστῳ παρεστήσατο. Αὔγουστος Κυζικηνῶν ἐλευθερίαν ἀφείλατο.
25 Αὔγουστος Σαμίοις ἐλευθερίαν παρέσχε. Κάνταβροι στασιάσαντες διεφθάρησαν. Σεισμὸς Κύπρου πολλὰ μέρη κατέπτωσε. Τιμήσεως γενομένης ἐν Ῥώμῃ ἀπεγράφησαν Ῥωμαίων μυριάδες υιϛʹ καὶ ͵δ.
30Τῷ ͵ευπʹ ἔτει τοῦ κόσμου ἡ τῶν Βιθυνῶν ηʹ βασιλέων ἀρχὴ ἐπαύσατο378

379

ὑπὸ Αὔγουστον χρηματίσασα, ἀπὸ τοῦ ͵εσξηʹ κοσμικοῦ ἔτους ἀρξαμένη, ὧν τὰ ὀνόματα δηλωθήσεται· ὁμοίως δὲ καὶ ἡ τῶν Ποντικῶν ιʹ βασιλέων. Τιβέριος Καῖσαρ ἀνηγορεύθη. Αὔγουστος Γάιον Ἀγρίππαν υἱοθετήσατο.
5 Αὔγουστος μοιχεύσασαν Ἰουλίαν θυγατέρα αὐτοῦ ἠφάντωσε. Τιβέριος Καῖσαρ Οὐινδικοὺς καὶ τοὺς λοιποὺς παρακειμένους τῇ Θράκῃ ὑπέταξεν· ἀποικίας εἰς Πάτρας καὶ Βήρυτον Ῥωμαίοις ἐξέπεμψεν. Τιβέριος Καῖσαρ καταπολεμήσας Γερμανοὺς αὐτοκράτωρ ἀνηγορεύθη. Τιβέριος ἐπὶ νίκῃ Παννονίων ἐθριάμβευσεν.
10 Ὁ αὐτὸς ἐπὶ νίκῃ Ῥαιτῶν καὶ Ἀρμενίων καὶ Οὐινδικίων καὶ Παννονίων ἐθριάμβευσεν. Αὔγουστος παρέσχε ναυμαχίαν καὶ μονομαχίαν. Γερμανοὺς κατεστρέψατο Λόλλιος Μάρκος νεωτερίσαντας. Ἀγρίππας Βόσπορον ἐχειρώσατο.
15Αὔγουστος μέγας ἀρχιερεὺς ἐψηφίσθη.
16tΤὰ ὑπόλοιπα τοῦ Ἡρώδου
17 Ὑρκανὸν ἐκ Παρθικῆς ἐπανελθόντα γηραιὸν φόβῳ τῆς εὐγενείας Ἡρώ‐ δης ἀνεῖλεν, ὁμοίως δὲ καὶ Ἀριστόβουλον υἱὸν αὐτοῦ ἀρχιερέα. Ὁ αὐτὸς καὶ Μαριάμνην ἰδίαν γαμετὴν θυγατέρα Ὑρκανοῦ σὺν δυσὶν
20παισὶν αὐτοῦ ἐξ αὐτῆς ἀνδρωθεῖσιν ἤδη φονεύει καὶ τὴν Μαριάμνης μη‐ τέρα, οἰκείαν δὲ πενθερὰν ὁ μιαιφόνος. Κατὰ τὴν Ἰουδαίαν μέγας ἐγένετο σεισμός. Ἡρώδης πολλὰ καὶ μεγάλα ἔκτισεν ἐν Ἱερουσαλήμ. Ἡρώδης τὴν πάλαι Σαμάρειαν ἔρημον οὖσαν ἐκ θεμελίων ἤγειρε,
25Σεβαστὴν εἰς τιμὴν τοῦ Καίσαρος ὀνομάσας. Ὁ αὐτὸς τὸ Πάνιον εἰδωλεῖον κατεσκεύασεν ἐν Παναιάδι τῷ Πανί.
Λιμὸς μέγας κατὰ τὴν Ἰουδαίαν καὶ ὅλην Συρίαν ἐγένετο.379

380

Ἡρώδης τὸν Ἱεροσολύμων ναὸν διπλοῦν ἀνῳκοδόμησεν. Ἡρώδης τὸν πάλαι Στράτωνος πύργον Καισάρειαν εἰς τιμὴν τοῦ Καί‐ σαρος ἐπικτίσας ὠνόμασεν. Ὁ αὐτὸς Ἀνθηδόνα ἐπέκτισεν Ἀγριππίναν μετονομάσας, ἔτι τε Παρσα‐
5νάβαν εἰς τιμὴν Ἀντιπάτρου τοῦ πατρὸς αὐτοῦ Ἀντιπατρίδα ὠνόμασε, καὶ ἄλλην εἰς οἰκεῖον ἐκάλεσεν ὄνομα πόλιν ἐγείρας Ἡρώδιον. Ὁ αὐτὸς τὴν ἐν τῇ Γαλιλαίᾳ Γαβὰλ καὶ κατὰ πάσας πόλεις Συρίας καὶ Παλαιστίνης ἐπέκτισεν. Ὁ αὐτὸς πρὸς ταῖς πολλαῖς μιαιφονίαις τὸν ἄνδρα Σαλώμης οἰκείας
10ἀδελφῆς ἀνεῖλε καὶ πάλιν ἕτερον αὐτῇ ἄνδρα δεύτερον ἔδωκεν. Ὁ αὐτὸς τοὺς Ἰουδαίων νομομαθεῖς καὶ τῶν πατρίων ζηλωτὰς ἀπέ‐ κτεινεν. Ὁ αὐτὸς τὰς ἀναγράπτους Ἰουδαίων γενεαλογίας ἐνέπρησεν, ἀμάρτυρον ὡς ἑαυτῷ κἀκείνοις πραγματευόμενος τὴν εὐγένειαν.
15 Δέον γινώσκειν ὅτι τὸ πρῶτον ἔτος Αὐγούστου Καίσαρος ͵ευνηʹ ἔτος ἐστὶ τοῦ κόσμου, τὸ δὲ τέλος τοῦ ͵ευϙθʹ ἔτους τοῦ κόσμου πλήρωμα τοῦ μαʹ ἔτους τοῦ αὐτοῦ Αὐγούστου ἐστὶ καὶ ἀρχὴ τοῦ μβʹ ἔτους, τοῦ δὲ Ἡρώδου ἐστὶν ἔτος λβʹ. Τῷ ͵εφʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Αὐγούστου Καίσαρος μβʹ, Ἡρώδου
20δὲ λβʹ, μηνὶ καθ’ Ἑβραίους ζʹ ιʹ, ἤτοι Σεπτεμβρίῳ κζʹ, Ζαχαρίας θυμιῶν εἰς τὸ ἁγίασμα κατὰ τὴν τάξιν τῆς ἐφημερίας αὐτοῦ, ὥς φησιν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς, εἶδεν ἄγγελον τὴν τοῦ μεγάλου Ἰωάννου τοῦ προ‐ δρόμου καὶ βαπτιστοῦ σύλληψιν εὐαγγελιζόμενον αὐτῷ, καὶ φοβηθεὶς
καὶ διστάσας ἔμεινεν ἄλαλος ἕως τοῦ τοκετοῦ αὐτοῦ κατὰ τὴν ἐπιτίμησιν.380

381

Σημειωτέον δὲ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ πῶς φησιν ὁ ἄγγελος περὶ τῆς τοῦ προδρόμου συλλήψεως πρὸς τὴν ἁγίαν παρθένον· καὶ ἰδοὺ Ἐλισά‐ βετ ἡ συγγενής σου, τῆς μὲν ἐκ τοῦ Δαβίδ, τῆς δὲ ἐκ τοῦ Λευὶ καταγομέ‐ νης, περὶ οὗ ἑξῆς παρεθέμεθα.
5 Τῷ αὐτῷ ͵εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου πληρουμένῳ, τῷ κηʹ τοῦ Φα‐ μενώθ, μηνὸς Μαρτίου κδʹ, καὶ ἀρχομένῳ τῷ Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἕκτῳ μηνὶ ἀπὸ τοῦ εὐαγγελισμοῦ Ζαχαρίου καὶ τῆς τοῦ προδρόμου συλλήψεως, ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν ἁγίαν καὶ ὑπερ‐ ένδοξον παρθένον τὰ τῆς παγκοσμίου σωτηρίας καὶ αἰωνίου ζωῆς εὐαγ‐
10γέλια κομίζων. ἔτος τῆς μὲν ιαʹ περιόδου τῶν φλβʹ ἐτῶν ρπαʹ ἀρχόμενον, μὴν παρ’ Ἑβραίοις Νισὰν πρωτόκτιστος αʹ ἄγων ἡμέραν, ἥτις κατὰ μὲν Ῥωμαίους τῇ κεʹ τοῦ Μαρτίου μηνὸς συμπίπτει ἀεί, κατὰ δὲ Αἰγυπτίους τῇ κθʹ τοῦ Φαμενώθ, πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, τοῦ δὲ δʹ κατ’ Αἰγυ‐ πτίους Χυὰκ μηνὸς ἤτοι κδʹ τοῦ Δεκεμβρίου μηνός, πρὸ θʹ καλανδῶν
15Ἰανουαρίων, εἰς συμπλήρωσιν τῆς λαʹ ἡμέρας τοῦ Χασελεῦ, θʹ μηνὸς κατὰ τοὺς αὐτοὺς Ἑβραίους καὶ Χριστιανούς, ἡμέραι σοεʹ, καθ’ ἣν τὸ κατὰ σάρ‐ κα ἐκ τῆς ἁγίας καὶ φύσει καὶ ἀληθείᾳ κυρίως θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τῇ ἐπιούσῃ κεʹ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χρι‐ στός, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, ἐν Βηθλεὲμ πόλει τῆς Ἰουδαίας, κατὰ
20τὸ μγʹ ἔτος τῆς Αὐγούστου Ῥωμαίων Καίσαρος βασιλείας, ἐν ὑπατείᾳ Γουλπικίου καὶ Μαρίνου καὶ Γαΐου Πομπηίου, ὡς ἐν ἀκριβέσι καὶ πα‐ λαιοῖς ἀντιγράφοις φέρεται. Ταῦτα οὐκ ἀφ’ ἑαυτῶν συντετάχαμεν, ἀλλ’ ἐκ τῶν παραδόσεων τοῦ
μακαρίου ἀποστόλου καὶ ἀρχιεπισκόπου Ῥώμης Ἱππολύτου καὶ ἱερο‐381

382

μάρτυρος, Ἀννιανοῦ τε τοῦ ὁσιωτάτου μοναχοῦ τοῦ συντάξαντος κύκλον ιαʹ πασχουάλια φλβʹ ἐτῶν ἅμα σχολίοις ἀκριβέσι, καὶ Μαξίμου τοῦ ἁγιωτά‐ του μοναχοῦ καὶ φιλοσόφου μάρτυρος καὶ ὁμολογητοῦ καὶ μεγάλου διδα‐ σκάλου τῆς ἐκκλησίας.
5 Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην, ὡς ἡ τῶν θείων εὐαγγελίων ἱερὰ βίβλος φησίν, ἡνίκα καὶ Ἰωσὴφ σὺν τῇ παρθένῳ τὴν Βηθλεὲμ πόλιν Δαβὶδ καταλαβών, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπεγράφη. τότε τῶν ἡμερῶν τῆς ἀπορρήτου συλλήψεως πλησθεισῶν τῇ θεομήτορι, ἔτεκεν ὑπερφυῶς τὸν
10υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσε καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ παρατυχούσῃ κατὰ τὸ θεοδόχον σπήλαιον {τῇ} φάτνῃ διὰ τὸ μὴ ἔχειν τόπον ἐν τῷ καταλύματι. Ταύτης τῆς κατὰ τὴν Ἰουδαίαν ἀπογραφῆς ὑπὸ τῆς συγκλήτου βουλῆς Κυρίνιος ἐπιμελητὴς ἐξεπέμφθη κατὰ τόδε τὸ κοσμικὸν ἔτος, οὐσιῶν καὶ
15οἰκητόρων ἀναγραφὰς ποιούμενος. αὕτη γάρ, φησὶν ὁ θεῖος Λουκᾶς, ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος Συρίας Κυρινίου.
17tΚΟΣΜΟΥ ΕΤΗ ΕΦ
18tΤῆς θείας σαρκώσεως ἔτος αʹ
19tπληρωθέντος τοῦ ͵εφʹ καὶ ἀρξαμένου τοῦ ͵εφαʹ
20 Ὁ ποιμὴν ὁ καλὸς ποιμένας πρώτους δι’ ἀγγέλων εἰς θέαν καὶ ἀκοὴν προσ‐ εκαλέσατο τῶν ἀπορρήτων. ὁ αὐτὸς δι’ ἀστέρος ὁδηγοῦ μάγους εἰς δο‐ ρυφορίαν καὶ προσκύνησιν ἐπεσπάσατο. τῇ ηʹ ἡμέρᾳ περιέτεμον τὸν κύριον καὶ τῇ μʹ ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα κατὰ τὸν νόμον Μωυσέως, ἡνίκα καὶ Συμεὼν παραστὰς ἐνηγκαλίσατο τὸν πλαστουργόν. Ἄννα προ‐
25φῆτις θυγάτηρ Φανουὴλ συμπαρῆν ἀνθομολογουμένη τῷ δι’ ἡμᾶς νηπιά‐
σαντι.382

383

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΑ
2 Σέξτος Πυθαγορικὸς φιλόσοφος ἤκμαζεν. Ἰούδας τις Γαλιλαῖος κατὰ Ῥωμαίων ἀποστατεῖν Ἰουδαίους προέτρεπε διὰ τὴν ἀπογραφήν, ὁ ἐκ Γαμαλᾶς, περὶ οὗ καὶ Γαμαλιὴλ ἐν ταῖς πράξεσι
5τῶν ἀποστόλων εἶπεν. Ἡρώδης τέθνηκεν οʹ ζήσας ἔτη, ἐξ ὧν ἐβασίλευσεν Ἰουδαίων λζʹ ἔτη παρανόμως. ἐπὶ αὐτοῦ γὰρ ἡ πρόρρησις τοῦ πατριάρχου Ἰακὼβ ἐπληρώθη λέγουσα· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐ‐ τοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ἤτοι ὁ Χριστός.
10 Ἕως αὐτοῦ ἡ ἐξ Ἰούδα ἀρχὴ διά τε βασιλέων καὶ ἀρχιερέων παρεστάθη, ὧν οἱ μὲν βασιλεῖς ὁμολογουμένως ἐξ Ἰούδα κατήγοντο, οἱ δὲ ἀρχιερεῖς καὶ αὐτοὶ κατὰ τὸ μητρῷον ἐξ Ἰούδα, ἐπείπερ Ἀαρὼν τὴν θυγατέρα τοῦ Ἀμιναδὰβ ἄρχοντος υἱῶν Ἰούδα ἔγημεν ἐν Αἰγύπτῳ, καθ’ ὃ καὶ συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευί. διὸ καὶ ὁ ἄγγελος τῇ θεοτόκῳ ἔφη· καὶ
15ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου. Οὗτος πρῶτος ἀλλόφυλος ἦρξεν Ἰουδαίων Ἄραψ Ἰδουμαῖος ὤν. Ὁ αὐτὸς πρῶτον ἀλλόφυλον Ἰουδαίοις ἀρχιερέα κατέστησε τὸν Ἀνάνη‐ λον, ὡς Ἰώσηππος. Ὁ αὐτὸς πρῶτος τὴν ἱερατικὴν στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα
20ἔθετο.383

384

(1t)

Τὰ ὑπόλοιπα Ἡρώδου τοῦ ἀλλοφύλου
2tτοῦ κόσμου ἔτη ͵εφαʹ
3 Ἡρώδης ὁ μιαιφονώτατος πρὸς ταῖς πολλαῖς τῶν συγγενῶν φονοκτο‐ νίαις κατὰ τὴν Βηθλεὲμ ἀναιρεῖ νήπια, τὴν τοῦ κυρίου καὶ θεοῦ καὶ σω‐
5τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τῶν μάγων πυθόμενος γέννησιν. Ἡρώδης θεηλάτως πληγεὶς καὶ τρίτον υἱὸν ἐπιβουλεύοντα νομίσας γνή‐ σιον ἀνεῖλεν. ὁ αὐτὸς ὕδρωπι συσχεθεὶς σκώληκας ἀπὸ τοῦ στόματος ἐξέβρασε καὶ οὕτως δεινῶς ὀδυρόμενος τέθνηκεν. ὁ αὐτὸς οʹ ἔτη ἔζησε καὶ λζʹ ἔτη ἐβασίλευσε τῶν Ἰουδαίων.
10tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΕ
11tΤῆς θείας σαρκώσεως ἔτη εʹ
12 Τελευτήσαντος Ἡρώδου κατὰ Ματθαῖον τὸν θεσπέσιον, ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παρά‐ λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. ἦν
15δ’ ἄρα εʹ ἔτος τῆς τοῦ σωτῆρος ἡμῶν ἡλικίας κατὰ σάρκα. Ἰουδαίων δεύτερος ἀλλόφυλος ἐβασίλευσεν Ἀρχέλαος υἱὸς Ἡρώδου ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εφϛʹ. Αὔγουστος Ἀρχέλαον μὲν υἱὸν Ἡρώδου Ἰουδαίων ἐθνάρχην κατέστησε, τοὺς δὲ ἄλλους ἀδελφοὺς αὐτοῦ τέσσαρας ὄντας, Ἡρώδην ὁμώνυμον τῷ
20πατρὶ καὶ Ἀντίπατρον τῷ πάππῳ Λυσανίαν τε καὶ Φίλιππον, τετράρχας ἀνέδειξεν. Ἰστέον ὅτι διάφορα εὐαγγέλια γέγραπται, ἐξ ὧν τέσσαρα μόνα κέκριται τοῖς μακαρίοις ἀποστόλοις ἐκκλησιάζεσθαι, καὶ ἄλλοις παιδικὰ τοῦ σω‐ τῆρος ἡμῶν συγγέγραπται, ἐν οἷς αἱ μέχρι δωδεκαετοῦς χρόνου τῆς κατὰ
25σάρκα ἡλικίας αὐτοῦ τοῦ τῶν αἰώνων ποιητοῦ ἐμπεριφέρονται θαυματουρ‐384

385

γίαι· τὰς γὰρ ὅλας ὑπ’ αὐτοῦ τελεσθείσας δυνάμεις ἀδύνατον ἦν γραφῆ‐ ναι διὰ τὸ μηδὲ τὸν κόσμον ὅλον δύνασθαι χωρεῖν καὶ αἰσθητῶς καὶ νοη‐ τῶς τὰ γραφόμενα βιβλία κατὰ τὴν θεολόγου μαρτυρίαν. Λουκᾶς δὲ ὁ σοφώτατος ἐν μέρει ταῦτα σημαίνων οὕτω φησί· τὸ δὲ
5παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτῷ. καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσα‐ λὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν ιβʹ, ἀναβαινόντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἐπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ. καὶ οὐκ
10ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. καὶ ἐγένετο μεθ’ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς.
15ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρί‐ σεσιν αὐτοῦ.
17tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΓ
18tΤῆς θείας σαρκώσεως ἔτη ιγʹ
19tΤὰ ὑπόλοιπα τῶν Ῥωμαίων Καίσαρος Σεβαστοῦ
20tὈκταουίου τοῦ καὶ Αὐγούστου
21 Ἐπὶ Καίσαρος Αὐγούστου φιλόσοφοι ἤκμαζον ἐπίσημοι οὗτοι· Βιργί‐ λιος, Σαλούστιος, Λίβιος, Ὁρτένσιος, Τερέντιος, Ὁράτιος, Ἀθηνόδωρος Ταρσεὺς καὶ Σιτίων Ἀλεξανδρεύς. Ἀθηναῖοι στασιάζειν ἀρξάμενοι κολασθέντες ἐπαύσαντο.
25 Αὔγουστος κρατήσας μετὰ Γάιον Ἰούλιον Καίσαρα τῆς Ῥωμαίων ἀρ‐ χῆς τὰ πάντα ἔτη νϛʹ, μονοκράτωρ δὲ ἔτη μγʹ, ὡς δὲ ἕτεροι μηʹ, τελευτᾷ
τὸν βίον ἐν Ῥώμῃ, καθ’ ὃν χρόνον ἔκλειψις ἡλιακὴ γέγονε, λιμός τε κατ‐385

386

έσχε τὴν Ῥωμαίων ἰσχυρά, ὡς πολλῶν δηναρίων τὸν μόδιον τοῦ σίτου πραθῆναι. Ὁ αὐτὸς τοὺς οἰκήτορας Ῥώμης κατὰ πρόσωπον ἀριθμήσας εὗρεν οἰκοῦντας αὐτὴν ἀνδρῶν μυριάδας ιγʹ καὶ χιλίους λζʹ.
5 Τιβέριον δὲ τὸν αὐτοῦ πρόγονον υἱοθετησάμενος, περιφανῆ τῆς ὅλης ἀρχῆς διάδοχον καὶ Ῥωμαίων τρίτον ἀνέδειξεν αὐτοκράτορα· ὃς καὶ ἐβασίλευσεν ἔτη κβʹ.
8tΤὰ ὑπόλοιπα τοῦ δευτέρου ἀλλοφύλου Ἀρχελάου υἱοῦ
9tἩρώδου
10 Οὗτος μετὰ θʹ τῆς ἀρχῆς ἔτη εἰς Βίενναν πόλιν Γαλλίας ὑπὸ Ῥωμαίων ἐξορίζεται. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης, υἱὸς Ἡρώδου, ἀδελφὸς Ἀρχελάου, ἔτη κδʹ. Οὗτος Ἰωάννην τὸν βαπτιστὴν ἀνεῖλε τῷ ἔτει τῆς αὐτοῦ ἀρχῆς, ἐφ’ οὗ
15καὶ ὁ κύριος ἡμῶν ἑκουσίως δι’ ἡμᾶς τὸ σωτήριον πάθος ὑπέστη.
16tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΕ
17tΤῆς θείας σαρκώσεως ἔτη ιεʹ
18Ῥωμαίων γʹ μόναρχος Τιβέριος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵εφιεʹ.
Τῆς μικρᾶς Ἀσίας σεισμῷ ιγʹ πόλεις κατεπτώθησαν, Ἔφεσος, Μαγνη‐386

387

σία, Σάρδις, Μοστινή, Αἰγαί, Ἱεροκαισάρεια, Φιλαδέλφεια, Τμῶλος, Τίμος, Μύρινα, Κύμη, Ἀπολλωνία Δία, Ὑρκανία.
3tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΚ
4tΤῆς θείας σαρκώσεως ἔτη κʹ
5 Τὴν μὲν κατὰ σάρκα γέννησιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μόνοι τῶν εὐαγγελιστῶν ἱστόρησαν, Ματθαῖος τὸ βασιλικὸν ἐκ τοῦ Δαβὶδ κατὰ Σολομῶνα καὶ Λουκᾶς τὸ ἱερατικὸν ἐκ τοῦ αὐτοῦ Δαβίδ, κατὰ Νάθαν υἱὸν αὐτοῦ. τὴν δὲ ἄχρονον γέννησιν ἐκ τοῦ πατρὸς Ἰωάννης μόνος ὁ υἱὸς τῆς βροντῆς ἐθεολόγησε. τὸν μέντοι περὶ
10τοῦ βαπτίσματος λόγον οἱ τέσσαρες ὁμοφρόνως συνέγραψαν εἰκότως, ἀλλ’ οἱ μὲν τρεῖς ἀπροσδιορίστως, Λουκᾶς δὲ ὁ θεσπέσιος καὶ τὸν χρόνον ἠκρίβωσεν εἰπὼν οὕτως· Ἐν ἔτει ιεʹ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρώδου, Φιλίπ‐
15που δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγέ‐ νετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
20 Ἄξιον μὲν οὖν θαυμάσαι τὴν θείαν τοῦ σοφωτάτου εὐαγγελιστοῦ συν‐ τομίαν, πῶς ἐν ὀλίγαις λέξεσι τὰ διὰ πολλῶν τοῖς πολλοῖς ἱστορούμενα διδάσκει, τὸν χρόνον τοῦ κρατοῦντος, ἐπεὶ καὶ πᾶσα χρονικὴ ψῆφος ἢ ἐκ τῶν πάλαι γενεαρχῶν ἢ ἐκ τῶν ἔπειτα βασιλέων ἐπισήμων λαμβάνεται, τὸν ἡγεμόνα τῆς Ἰουδαίας Πιλᾶτον, Ἡρώδην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
25μετὰ τῆς ἑκάστου τοπικῆς ἀρχῆς, τοὺς ἀρχιερατεύοντας Ἄνναν καὶ Καϊάφαν. Ἐπειδὴ δὲ πάντων ἔσχατον ἦν καὶ πρῶτον εἰπεῖν κατὰ ποῖον ἔτος τῆς δεσποτικῆς ἡλικίας ἦν, τὸ ιεʹ ἔτος Τιβερίου φράσας, πρότερον τὸν βαπτι‐ στὴν καὶ τὸ εἶδος τοῦ βαπτίσματος ὅσον ὑπόβαθρον τοῦ κατὰ Χριστὸν
30βαπτίσματος ὥσπερ τινὰ στέφανον εἰσάγει, τὸν αὐτὸν χρόνον προσθεὶς
καὶ τὴν κατὰ Νάθαν ἀπὸ Δαβὶδ γενεαλογίαν ἄλλῃ τάξει χρώμενος ἤ φησι.387

388

(1t)

Τὰ ὑπόλοιπα τοῦ μονάρχου Καίσαρος Τιβερίου,
2tτοῦ κόσμου ἔτη ͵εφκʹ
3 Τιβέριος Δροῦσον τῆς ἀρχῆς κοινωνὸν προσλαβόμενος μετὰ μικρὸν ὡς φαρμακὸν ἀνεῖλε.
5 Τὸ Πομπηίου θέατρον ἐνεπρήσθη. Τιβέριος Πόντιον Πιλᾶτον ἡγεμόνα τῆς Ἰουδαίας ἐξέπεμψε. Φίλιππος τετράρχης Παναιάδα ἀνακτίσας Καισάρειαν Φιλίππου προσ‐ ωνόμασεν. Ὁ αὐτὸς πόλιν Ἰουλιάδα ἔκτισεν.
10Ἡρώδης ἔκτισε Τιβεριάδα εἰς ὄνομα Τιβερίου Καίσαρος, ὁ αὐτὸς Λιβιάδα.
11tΤὰ ὑπόλοιπα Ἡρώδου υἱοῦ Ἡρώδου
12tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΒ
13tΤῆς θείας σαρκώσεως ἔτη λβʹ
14Ἰωάννην τὸν βαπτιστὴν καὶ πρόδρομον βαπτίζοντα ἐν ὕδατι εἰς μετά‐
15νοιαν καὶ τῷ ἐν πνεύματι βαπτίσματι προοδοποιοῦντα τὸ τοῦ κατὰ Χρι‐ στὸν εὐαγγελίου κήρυγμα παρὰ πάντων τε ὡς προφήτην τιμώμενον φο‐ βούμενος Ἡρώδης ἀνεῖλεν οὕτως, ὡς Ἰώσηππός φησιν, ὡς δὲ ὁ θεῖος εὐαγγελιστὴς ἀκριβέστερόν φησι, καὶ ὡς ἐλέγχοντα αὐτὸν ἐπὶ μοιχείᾳ τῆς γυναικὸς Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ Ἡρωδιάδος.
20tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΓ
21tΤῆς θείας σαρκώσεως ἔτη λγʹ
22 Ἐν τούτῳ τῷ ͵εφλγʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ὅπερ τῆς κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν ἡλικίας λγʹ ὑπῆρχε, τῆς δὲ ιαʹ περιόδου τῶν φλβʹ κυκλι‐
κῶν ἐτῶν σιγʹ, κατὰ τὸ ιθʹ ἔτος Τιβερίου Καίσαρος, ὁ κύριος ἡμῶν καὶ388

389

θεὸς Ἰησοῦς ὁ Χριστός, ὁ φύσει μονογενής, ὁ ὁμοούσιος τοῦ ἀγεννήτου πατρὸς υἱὸς προαιώνιος καὶ συναΐδιος τῷ ὁμοουσίῳ πνεύματι, ὁ εἷς τῆς ἀκτίστου καὶ παντουργοῦ τριάδος, μετὰ τὴν ἐκ παρθένου θεοπρεπῆ καὶ ἀπόρρητον γέννησιν καὶ τὸ ὑπὸ Ἰωάννου ἐν Ἰορδάνῃ βάπτισμα καὶ τὰς
5ἀπείρους θεοσημείας καὶ διδασκαλίας καὶ ἀποκαλύψεις τῶν μυστηρίων τῆς οὐρανίου βασιλείας αὐτοῦ πᾶσαν πληρώσας οἰκονομίαν ἐπὶ τὸ σω‐ τήριον πάθος προῄει ἑκουσίως κατὰ τὰς περὶ αὐτοῦ θείας προρρήσεις καὶ πάσχει δι’ ἡμᾶς ὅσα περὶ αὐτοῦ φρικτὰ καὶ ἀπορρήτου συγκαταβάσεως γέμοντα τοῖς ἱεροῖς εὐαγγελισταῖς ἐπιτόμως ἱστόρηται, καὶ σταυροῦται ὁ
10ἀναμάρτητος τῇ κζʹ τοῦ Φαμενὼθ μηνὸς ἡμέρᾳ παρασκευῇ ἤτοι ϛʹ σαβ‐ βάτου, Μαρτίου κγʹ, ὥρᾳ ἡμερινῇ ϛʹ, ἐν ὑπατείᾳ Νέρωνος τὸ τρίτον καὶ Βαλερίου Μενσάλα. καὶ ταφεὶς ἀνίσταται τῇ γʹ ἡμέρᾳ, Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἐπιφωσκούσης κυριακῆς μιᾶς σαββάτων, πρωὶ καλανδῶν Ἀπριλλίων, αʹ τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ’ Ἑβραίοις καὶ Χρι‐
15στιανοῖς, περὶ ἧς εἴρηται· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘, καὶ πάλιν· ‘αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίη‐ σεν ὁ θεόσ‘, περὶ ἧς καὶ ὁ θεοπάτωρ Δαβὶδ τὴν κοσμικὴν προανακρουό‐ μενος σωτηρίαν μεμελῴδηκεν· ‘αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.‘
20 Περὶ ταύτης καὶ ἡμῖν ὁ πᾶς τοῦδε τοῦ γράμματος πόνος καταβέβληται, δεῖξαι τὴν αὐτὴν καὶ μίαν πρωτόκτιστον ἡμέραν σύστοιχον τῇ τοῦ θείου εὐαγγελισμοῦ καὶ τῆς ὑπερφυοῦς ἐξ ἁγίας παρθένου συλλήψεως τοῦ μονο‐ γενοῦς υἱοῦ τοῦ θεοῦ ἡμέρᾳ καὶ τῇ τῆς ζωοποιοῦ ἐκ νεκρῶν ἀναστάσεως θεοειδεστέρᾳ καὶ ὁλοφώτῳ τοῖς ἀξίοις ἑορτάζειν αὐτὴν ἐν πνεύματι καὶ
25ἀληθείᾳ. Αὕτη Χριστιανοῖς ὀρθοδόξοις πρῶτον πάσχα καλῶς ἐχρημάτισεν, οὐκ ἐν
ζύμῃ παλαιᾷ καὶ φυγῇ τοῦ κατ’ Αἴγυπτον αἰσθητοῦ Φαραῶ καὶ τῶν αὐτοῦ389

390

πικρῶν ἐργοδιωκτῶν, ἀλλ’ ἐν καταλήψει τῆς νοητῆς Αἰγύπτου, τῆς κακίας καὶ ἀγνοίας καὶ τοῦ ταύτης ἀρχηγοῦ διαβόλου, ὑπὲρ τοὺς τύπους καὶ τὴν νομικὴν σκιὰν αὐτῷ τῷ ἀληθινῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου κατατρυφῶσιν ἔργῳ καὶ λόγῳ (τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ
5ἡμῶν ἐτύθη Χριστός) καὶ τῇ αὐτοῦ χάριτι καὶ ἀπολυτρώσει πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπειγομένοις διὰ σταυροῦ τῶν τῇδε παθῶν ἑκουσίου καὶ τα‐ φῆς καὶ ἀναστάσεως, ἤτοι ταπεινώσεως μέχρι θανάτου, θανάτου δὲ σταυ‐ ροῦ, δι’ ἧς ὁ πάσης δυνάμεως καὶ ἀρχῆς καὶ ἐξουσίας δημιουργός, εὐδο‐ κίᾳ τοῦ ἀγεννήτου πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου καὶ ὁμοουσίου πνεύ‐
10ματος, πατήσας τὸν ἀδρανῆ καὶ ὑπερήφανον τύραννον ἐν τῇ τυραννουμένῃ ταπεινῇ φύσει τῶν ἀνθρώπων διὰ βασκανίαν τὴν παρ’ αὐτοῦ ἐξανέστησεν, οὐ μόνον τοῖς ἐξ Ἀδὰμ ἐν Ἅιδῃ φρουρουμένοις πνεύμασι χαρισάμενος ἄφε‐ σιν, ἀλλὰ καὶ τοῖς ἐν σαρκὶ ζῶσι καὶ πιστεύσασιν αὐτῷ, ὡς ἐκ τῶν ἱερῶν εὐαγγελίων ἐστὶ καταμαθεῖν.
15 ‘Χαίρετε‘ γὰρ ταῖς γυναιξὶ πρώτῃ φωνῇ, δι’ ὧν ἅπασα λύπη τῷ γένει εἰσέφρησεν, προσεφθέγξατο καὶ τοῖς ἱεροῖς μαθηταῖς ‘εἰρήνη ὑμῖν‘ ὁ πά‐ σης εἰρήνης καὶ φιλοθέου στοργῆς αἴτιος, οὐ μόνον ταῖς λογικαῖς φύσεσιν, ἀλλὰ καὶ οὐρανῷ καὶ γῇ καὶ στοιχείοις καὶ πάσῃ κτίσει συντάξας τὸ εἶναι τῇ σχετικῇ ἀλληλουχίᾳ.
20 Ὁ δὲ αὐτὸς θεὸς καὶ κύριος ἡμῶν ἐπὶ μʹ τὰς ὅλας ἡμέρας ὀπτανόμενος καὶ λέγων τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν οὐ διέλειψε τοῖς ἑαυτοῦ μαθηταῖς, ἡνίκα καὶ ἐπ’ ὄψεσιν αὐτῶν εἰς οὐρανοὺς ἀνελήφθη ἐν τῷ ἁγίῳ ὄρει τῶν ἐλαιῶν τῇ αὐτῇ τεσσαρακοστῇ μετὰ τὴν ἁγίαν ἀνάστασιν ἡμέρᾳ, εʹ μὲν οὔσῃ τῆς ἑβδομάδος, τρίτῃ δὲ τοῦ κατὰ Ῥωμαίους Μαΐου μηνός.
25 Ἔστιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ͵εφλδʹ ἔτος τοῦ κόσμου, καὶ τοῦτο πρῶτον ἄγον ἡμέραν ἔτος κυριακήν, τὸ πρῶτον κυριακὸν πάσχα Μαρτίου μηνὸς κεʹ κατὰ Ῥωμαίους, κατὰ δὲ Αἰγυπτίους Φαμενὼθ κθʹ, κατὰ δὲ τὰς θεοπνεύστους παλαιὰς καὶ νέας γραφὰς Νισὰν αʹ πρωτόκτιστος ἡμέρα τοῦ πρωτοκτίστου μηνὸς ὑπάρχουσα, καθ’ ἣν ἡ ἐν Χριστῷ καινὴ κτίσις
30ἀρξαμένη πάντας εἰς ζωὴν ἐκ θανάτου μετήγαγε τοὺς ὀρθῶς εἰς αὐτὸν
πιστεύοντας.390

391

(1t)

Ἀφρικανοῦ περὶ τῶν κατὰ τὸ σωτήριον πάθος καὶ τὴν
2tζωοποιὸν ἀνάστασιν
3 Τὸ δὲ καθ’ ἕκαστον τῶν πράξεων αὐτοῦ καὶ θεραπειῶν σωμάτων καὶ ψυχῶν καὶ τῶν τῆς γνώσεως ἀποκρύφων, ἀναστάσεώς τε τῆς ἐκ νεκρῶν
5αὐταρκέστατα τοῖς πρὸ ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις αὐτοῦ δεδήλω‐ ται. καθ’ ὅλου τοῦ κόσμου σκότος ἐπήγετο φοβερώτατον, σεισμῷ τε αἱ πέτραι διερρήγνυντο καὶ τὰ πολλὰ Ἰουδαίας τε καὶ τῆς λοιπῆς γῆς κατερ‐ ρίφη. Τοῦτο τὸ σκότος ἔκλειψιν τοῦ ἡλίου Θάλλος ἀποκαλεῖ ἐν τρίτῃ τῶν ἱστο‐
10ριῶν, ὡς ἐμοὶ δοκεῖ, ἀλόγως. Ἑβραῖοι γὰρ ἄγουσι τὸ πάσχα κατὰ σελήνην ιδʹ, πρὸ δὲ μιᾶς τοῦ πάσχα τὰ περὶ τὸν σωτῆρα συμβαίνει. ἔκλειψις δὲ ἡλίου σελήνης ὑπελθούσης τὸν ἥλιον γίνεται· ἀδύνατον δὲ ἐν ἄλλῳ χρόνῳ πλὴν ἐν τῷ μεταξὺ μιᾶς καὶ τῆς πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀπο‐ βῆναι. πῶς οὖν ἔκλειψις νομισθείη κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης
15τῆς σελήνης ἡλίῳ; ἔστω δή, συναρπαζέτω τοὺς πολλοὺς τὸ γεγενημένον καὶ τὸ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἐν τῇ κατὰ τὴν ὄψιν 〈πλάνῃ〉. Φλέγων ἱστορεῖ ἐπὶ Τιβερίου Καίσαρος ἐν πανσελήνῳ ἔκλειψιν ἡλίου γεγονέναι τελείαν ἀπὸ ὥρας ϛʹ μέχρις θʹ, δῆλον ὡς ταύτην. τίς δ’ ἡ κοι‐
20νωνία σεισμῷ καὶ ἐκλείψεσι, πέτραις τε ῥηγνυμέναις καὶ ἀναστάσει νεκ‐ ρῶν, τοσαύτη τε κίνησις κοσμική; Ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μνημονεύεται, ἀλλ’ ἦν σκότος θεοποίητον, διότι τὸν κύριον συνέβη παθεῖν, καὶ λόγος αἱρεῖ ὅτι
οʹ ἑβδομάδες εἰς τοῦτον συναιροῦνται τὸν χρόνον ἐν τῷ Δανιήλ.391

392

Καὶ μεθ’ ἕτερα· ἀπὸ δὲ Ἀρταξέρξου αἱ οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χρι‐ στοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπ’ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη ἔτει τῷ ιεʹ καὶ ρʹ τῆς Περσῶν βασιλείας, αὐτοῦ δ’ Ἀρταξέρξου κʹ ἔτει, ὀλυμπιάδος πγʹ
5ἔτει δʹ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν ὀλυμπιάδος σβʹ ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ιϛʹ, ἔτη συνάγεται υοεʹ, ἅπερ Ἑβ‐ ραϊκὰ υϙʹ ἔτη γίνεται, κατὰ τὸν σεληνιαῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὡς ἔστι πρόχειρον εἰπεῖν ἡμερῶν κθʹ 𐅵, τοῦ κυκλικοῦ ἐνιαυτοῦ τοῦ καθ’ ἥλιον ὑπάρχοντος ἡμερῶν τξεʹ δʹ, τὴν κατὰ σελήνην
10δωδεκάμηνον παραλλάσσειν ἡμέρας ιαʹ καὶ δʹ. διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ηʹ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ιαʹ δʹ ποιεῖ τρίμηνον. τὰ τοίνυν υοεʹ ἔτη ὀκταετίαι μὲν γίνονται νθʹ καὶ μῆνες τρεῖς, ὡς τριμήνου ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη συνάγε‐ ται ιεʹ, ταῦτά τε πρὸς τοῖς υοεʹ ἔτεσιν οʹ ἑβδομάδες. μὴ δή τις ἡμᾶς τῶν
15κατ’ ἀστρονομίαν ἀριθμῶν ἀπείρους εἶναι νομιζέτω, τξεʹ ἡμερῶν καὶ δʹ προτεταχέναι αὐτήν. οὐδὲ γὰρ ἀγνοίᾳ τἀληθοῦς, διὰ δὲ τὴν λεπτολογίαν τὸ ψηφιζόμενον συνετέμομεν. Τοῖς δὲ ἐπ’ ἀκριβὲς πάντα πειρωμένοις ἐξετάζειν καὶ τοῦθ’ ὡς ἐν βραχεῖ παρακείσθω. τὸ μὲν ἔτος ἐπίπαν ἕκαστόν ἐστιν ἡμερῶν τξεʹ, καὶ ἡμέρας
20καὶ νυκτὸς εἰς ἐννεακαιδέκατον διαιρεθείσης μέρη τούτων τὰ εʹ. μεταξὺ δὲ τοῦ λήγειν τὸν ἐνιαυτὸν ἡμερῶν τξεʹ δʹ καὶ τὸν ἀπὸ ιθʹ τῆς νυχθημέρου μερῶν εʹ εἰς τὰ υοεʹ ἡμέραι τὸ παράλληλόν εἰσιν ϛʹ καὶ δʹ. ἔτι γε μὴν τὸν τῆς σελήνης μῆνα κατὰ τὴν ἀκριβῆ λεπτολογίαν εὑρίσκομεν κθʹ 𐅵, ἡμέρας καὶ νυκτὸς διαιρεθείσης εἰς μέρη σεʹ. τούτων τὰ οʹ 𐅵, ἃ γίνεται
25ἐνενηκοστοτέταρτα τρία. καὶ ταῦτα περὶ ὀλίγων χρόνων καταγίνεται. Συμβαίνει δὲ τοίνυν ἀπὸ Ἀρταξέρξου βασιλείας ἔτους κʹ, ὡς ἐν τῷ Ἔσδρᾳ παρ’ Ἑβραίοις, ὅπερ καθ’ Ἕλληνας ἦν ὀλυμπιάδος ὀγδοηκοστῆς τέταρτον
ἔτος, μέχρις ϛʹ καὶ ιʹ Τιβερίου Καίσαρος, ὅπερ ἦν ὀλυμπιάδος σβʹ ἔτος βʹ,392

393

ἐπισυνάγεσθαι τὰ προειρημένα υοεʹ, ἃ γίνεται καθ’ Ἑβραίους ἔτη υϙʹ, ὡς προείρηται, τοῦτ’ ἔστιν ἑβδομάδες οʹ, καθὰ προεφητεύθη τῷ Δανιὴλ ὑπὸ τοῦ Γαβριὴλ ἡ Χριστοῦ παρουσία. εἰ δέ τῳ δοκεῖ τὰ ιεʹ ἔτη τὰ Ἑβραϊκὰ πλάνην ἐγγεννᾶν, μετ’ ἐκεῖνα εἰς ἡμᾶς ἔτη ςʹ ἐγγὺς καὶ οὐδὲν
5ἐν μέσῳ παράδοξον ἱστόρηται. δύναται δὲ καὶ ἡ μία καὶ ἡμίσεια ἑβδομάς, ἣν ἐπὶ συντελείᾳ παραλαμβάνεσθαι δεῖν ὑπονοοῦμεν, παρηγορεῖν τὸν ἐπι‐ ζητούμενον τῶν ιεʹ ἐτῶν καὶ κουφίζειν χρόνον, ὅτι τε συμβολικώτερον αἱ προφητεῖαι ἐξενηνεγμέναι τυγχάνουσι δῆλον. ὁπόσον δὲ ἐφ’ ἡμῖν, ὀρ‐ θῶς οἶμαι τὴν γραφὴν ἐδεξάμεθα, ἐπεὶ καὶ συναιρεῖσθαί πως 〈ἡ〉 ἡγου‐
10μένη τῆς ὀπτασίας περικοπὴ δοκεῖ, ἧς ἡ ἀρχή· ‘ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ‘, ἔνθα περὶ τῆς καθαιρέσεως τῆς Περσῶν ἀρχῆς ὑφ’ Ἑλλήνων προδηλοῖ, ἣν διὰ τοῦ κριοῦ καὶ τοῦ τράγου προδηλοῖ· ἡ θυσία, φησίν, ἡ ἀρθεῖσα καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα, ἅπερ εἰς ͵βτʹ ἡμέ‐ ρας περιγραφήσεται. εἰ γὰρ εἰς μῆνα τὴν ἡμέραν λογισαίμεθα, ὡς ἀλλα‐
15χοῦ κατὰ προφητείαν εἰς ἐνιαυτοὺς αἱ ἡμέραι παραλαμβάνονται καὶ ἄλλως ἀλλαχόθι, ἀναλύσαντες ὁμοίως τοῖς πρὸ τούτου εἰς μῆνας τοὺς Ἑβραϊ‐ κούς, εὕροιμεν ἂν κʹ τῆς Ἀρταξέρξου βασιλείας ἀπὸ τῆς ἁλώσεως Ἱερου‐ σαλὴμ συντελούμενον τὸν χρόνον. ἔτη γὰρ συνάγονται ρπεʹ καὶ ἐνιαυτὸς εἷς, ἐν ᾧ τὴν πόλιν ἐτείχισεν ὁ Νεεμίας. τοὺς οὖν ρπϛʹ ἐνιαυτοὺς μῆνας
20εὑρίσκομεν ͵βτʹ Ἑβραϊκούς, τῆς ὀκταετίας ἀκολούθως τοὺς πρὸς τούτοις ἐμβολίμους τρεῖς μῆνας προσλαμβανούσης. ἀπὸ δὲ Ἀρταξέρξου, ὅθεν ὁ λόγος ἐξῆλθεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, οʹ ἑβδομάδες συντελοῦνται. ἰδίᾳ δὲ περὶ τούτων καὶ ἀκριβέστερον ἐν τῷ περὶ ἑβδομάδων καὶ τῆσδε τῆς προφητείας ἀπεδείξαμεν.
25 Θαυμάζω δὲ Ἰουδαίων μὲν μήπω φασκόντων ἐληλυθέναι τὸν κύριον, τοὺς ἀπὸ Μαρκίωνος δὲ ἀπὸ τῶν προφητειῶν μὴ προηγορεῦσθαι, οὕτω γυμνῶς ὑπ’ ὄψιν τῶν γραφῶν δεικνυουσῶν. Καὶ μετ’ ὀλίγα· συνάγονται δὲ τοίνυν οἱ χρόνοι ἐπὶ τὴν τοῦ κυρίου παρουσίαν ἀπὸ Ἀδὰμ καὶ τῆς ἀναστάσεως ἔτη ͵εφλαʹ. ἀφ’ οὗ χρόνου
30ἐπὶ ὀλυμπιάδα σνʹ ἔτη ρϙβʹ, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ἀποδέδεικται.393

394

(1t)

Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν αὐτῶν
2 Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῄει ἔτους ιθʹ τῆς Τιβερίου βασιλείας. καθ’ ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἑλληνικοῖς ὑπομνήμασιν εὕρομεν ἱστορούμενα
5κατὰ λέξιν ταῦτα. ὁ ἥλιος ἐξέλιπε. Βιθυνία ἐσείσθη. Νικαίας τὰ πολλὰ ἔπεσεν. ἃ καὶ συνᾴδει τοῖς περὶ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν συμβεβηκό‐ σιν. γράφει δὲ καὶ Φλέγων ὁ τὰς ὀλυμπιάδας περὶ τῶν αὐτῶν ἐν τῷ ιγʹ ῥήμασιν αὐτοῖς τάδε· τῷ δὲ δʹ ἔτει τῆς σβʹ ὀλυμπιάδος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη τῶν ἐγνωσμένων πρότερον, καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας
10ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ Νικαίας κατεστρέψατο. καὶ ταῦτα μὲν ὁ δηλωθεὶς ἀνήρ. τεκμήριον δ’ ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέ‐ ναι τὸν σωτῆρα ἡ τοῦ {κυρίου} κατὰ Ἰωάννην εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ διαγενέ‐
15σθαι μαρτυρεῖ. κατὰ τοὺς αὐτοὺς δὲ χρόνους καὶ Ἰώσηππος ἱστορεῖ ἐν ἡμέρᾳ πεντηκοστῆς κινήσεως καὶ κτύπου ἱερέας ἀντιλαμβάνεσθαι πρῶ‐ τον, ἔπειτα φωνῆς ἀθρόας ἔνδοθεν ἀκοῦσαι ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ αὐτοῖς ῥήμασιν εἰπούσης· μεταβαίνωμεν ἐντεῦθεν. καὶ ἄλλο δέ τι ὁ αὐτὸς ἀναγρά‐ φει Ἰώσηππος, ὡς Πιλάτου τοῦ ἡγεμόνος κατὰ τὸν αὐτὸν χρόνον Καίσαρος
20τὰς εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ἅσπερ οὐκ ἦν θέμις, ἀναθέντος, μεγίστου τε θορύβου καὶ στάσεως ἀρχὴν ἐμβεβληκότος τοῖς Ἰουδαίοις· ἔνθεν ἐπι‐ στήσεις πόσαι τὸ Ἰουδαίων ἔθνος διεδέξαντο συμφοραί. Φλάκκος Ἀσύλαιος τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου ἐπίτροπος ὑπὸ Τι‐ βερίου ἐκπέμπεται. πολλὰ δὲ τοῦ Ἰουδαίων ἔθνους ἐπεβούλευσεν.
25 Ὅτι μὲν ͵εφλαʹ, οὐχὶ δὲ ͵εφλγʹ ὁ Ἀφρικανὸς λέγων δύο σφάλλεται ἔτη κατὰ τὴν ἀψευδῆ τῶν εὐαγγελίων ὑφήγησιν. πρόδηλον γὰρ ὅτι τῷ λʹ ἔτει
ἀρχομένῳ που ἢ μικρῷ πρὸς ἢ ἔλαττον διὰ τὸ εἰρημένον, ‘Ἰησοῦς δὲ ἦν394

395

ὡσεὶ ἐτῶν λʹ‘ παρὰ τῷ μεγάλῳ εὐαγγελιστῇ Λουκᾷ ἐβαπτίσθη καὶ ἐδίδαξε καὶ ἐθεράπευσε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπὶ τρία ἔτη· ὡς εἶναι τὸν ἀπὸ τῆς θείας αὐτοῦ συλλήψεως χρόνον ἀρξάμενον τῷ ͵εφαʹ ἔτει τοῦ κόσμου, τῇ πρώτῃ τοῦ πρωτοκτίστου μηνὸς Νισάν, Μαρτίου κεʹ,
5μέχρι τῆς ζωοποιοῦ ἀναστάσεως κατὰ τὴν αὐτὴν συμπεσοῦσαν ἡμέραν κεʹ Μαρτίου ἐτῶν λγʹ καὶ ἡμέρας μιᾶς τῷ ͵εφλδʹ ἔτει ἀρξαμένην, ἀφ’ ἧς ἐπὶ τὴν εἰς οὐρανοὺς μετὰ σώματος θεοπρεπῆ θείαν ἀνάληψιν ἡμέραι μʹ. ἀπὸ δὲ Ἀδὰμ ἐπὶ τὴν αὐτὴν ἔτη ͵εφλγʹ, ἡμέραι μʹ. εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις περὶ τῆς αὐτῆς πολλαχοῦ λεγομένης, ὅτι ἐν αὐτῇ τὸν θάνατον
10πατήσας ὁ κύριος ἡμῶν πρωτοκτίστῳ ἡμέρᾳ ζωὴν ἡμῖν ἐκ νεκρῶν ἐπήγα‐ σε, σκοπείτω εἰς τὴν ιαʹ περίοδον τῶν φλβʹ. κυκλικῶν ἐτῶν κατὰ τὸ σιγʹ ἔτος τῆς αὐτῆς περιόδου τὴν ιδʹ τοῦ παρ’ Ἑβραίοις πάσχα, καὶ εὑρήσει κατὰ τὴν κγʹ τοῦ αὐτοῦ Μαρτίου μηνὸς ἐν ἡμέρᾳ παρασκευῇ καταντῶσαν ἐπὶ τὸ σωτήριον πάθος, ὃ ὑπὲρ ἡμῶν ἑκουσίως ὑπέστη, καὶ ταφεὶς ὑπὸ
15Ἰωσὴφ τοῦ ἐξ Ἀριμαθαίας καὶ Νικοδήμου ἀνέστη τῇ μετὰ τὴν αὐτὴν παρασκευὴν ἐπιφωσκούσῃ τρίτῃ ἡμέρᾳ, μιᾷ σαββάτων, πρώτῃ δὲ τοῦ παρ’ Ἑβραίοις Νισὰν πρώτου μηνός, ἥτις ἀεὶ τῇ κεʹ Μαρτίου μηνὸς μία καὶ ἡ αὐτή ἐστιν. Ὁ μὲν οὖν Ἀφρικανὸς συμφώνως τῇ ἀποστολικῇ παραδόσει τῷ ͵εφʹ
20ἔτει τὴν θείαν χρονολογήσας σάρκωσιν, περὶ τὸ πάθος καὶ τὴν σωτήριον ἀνάστασιν δυσὶν ἔτεσι διήμαρτε, κατὰ τὸ ͵εφλαʹ ἔτος τοῦ κόσμου ταύτην συναγαγών. Εὐσέβιος δὲ ὁ Παμφίλου τὰ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ γενέσεως, ἣ κατὰ τοὺς χρόνους Νίνου καὶ Σεμιράμεως τῶν Ἀσσυρίων βασιλέων ὡμολόγηται,
25συντεμὼν ἔτη ͵γρπδʹ ἐστοιχείωσε τῷ Ἑβραϊκῷ ἐξακολουθήσας καὶ τὸν
δεύτερον Καϊνᾶν ἔτη ρλʹ ζήσαντα πρὸ τῆς τεκνώσεως μὴ στοιχειώσας, οὗ395

396

ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς μέμνηται ἐν τῇ κατ’ αὐτὸν γενεαλογίᾳ, ὡς καὶ ἀλλαχοῦ λέλεκται. τὸ δὲ καθ’ ἡμᾶς τοῦτο χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως γενέσεως Ἀβραὰμ ἔτη ͵γλβʹ περιέχει συμφώνως τῇ θείᾳ Μωυσέως γραφῇ καὶ ταῖς γενεαῖς τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. καὶ ἀπὸ τῆς γεν‐
5νήσεως Ἀβραὰμ ἕως τοῦ σωτηρίου σταυροῦ καὶ τῆς ζωοποιοῦ ἀναστάσεως ͵βμηʹ ἔτη συνῆξεν, ἅτινα κατὰ τὸν ἀληθῆ λόγον ἔτη ͵βσκαʹ ἡμῖν ἐπιλε‐ λόγισται. ἔτη δὲ τὰ πάντα ἐξ Ἀδὰμ ͵εφλγʹ, κατὰ δὲ Εὐσέβιον ͵εσλβʹ, ὅπερ ἀλλότριον πάντη τῆς ἀποστολικῆς παραδόσεως· ὃ καὶ ἐκ παραλογι‐ σμοῦ τοιοῦδε πέπονθε πρὸς τοῖς ρλʹ τοῦ Καϊνᾶν ἔτεσι καὶ τῶν ἐν τοῖς κρι‐
10ταῖς ἀλλοφύλων ἔτη ριαʹ, παραλείψας τά τε τῆς ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ καὶ ἔτι τὰ Δαρείου τοῦ καὶ Ἀστυάγους ἔτη ιαʹ. Πανόδωρος δέ τις τῶν κατ’ Αἴγυπτον εἷς μοναχός, ἱστορικὸς οὐκ ἄπει‐ ρος χρονικῆς ἀκριβείας, ἐν τοῖς χρόνοις ἀκμάσας Ἀρκαδίου βασιλέως καὶ Θεοφίλου Ἀλεξανδρείας ἀρχιεπισκόπου, ἀλήθειαν ἀσπασάμενος ἐν πολ‐
15λοῖς, ζʹ διήμαρτεν ἔτεσιν, ἐλθὼν εἰς τὴν σωτήριον σάρκωσιν τῷ ͵ευϙγʹ ἔτει ταύτην συλλογισάμενος. ἡ δὲ αἰτία τοῦ σφάλματος αὐτοῦ γέγονεν οὕτως· ἐπεὶ γὰρ τὸ πρῶτον ἔτος Φιλίππου τοῦ Ἀριδαίου τοῦ μετὰ Ἀλέξαν‐ δρον τὸν Μακεδόνα βασιλεύσαντος Μακεδόνων αʹ, καθ’ ὃ ἔτος καὶ ὁ Κλαύδιος Πτολεμαῖος τὴν τῶν προχείρων κανόνων ψηφηφορίαν ἐπήξατο,
20ἀρχὴν Αἰγυπτιακοῦ καὶ Ἑλληνικοῦ ἔτους κατὰ τὴν πρώτην τοῦ Θὼθ μη‐ νὸς παρ’ Αἰγυπτίοις λεγομένου, κθʹ τοῦ Αὐγούστου μηνὸς οὖσαν ἀπο‐ καταστατικήν, ὁμόχρονον ὁμολογουμένως ἐστὶ τῷ ͵εροʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τοῦ αὐτοῦ πρώτου ἔτους Φιλίππου μέχρι τῆς καθαιρέσεως Κλεο‐ πάτρας ἔτη κατὰ τοὺς ἀστρονομικοὺς κανόνας ἐπισυνάγεται ςϙδʹ, ἀπὸ
25τοῦ αὐτοῦ ͵εροʹ κοσμικοῦ ἔτους ἔτη γίνονται ͵ευξγʹ ἀπὸ Ἀδὰμ ἕως καθ‐ αιρέσεως Κλεοπάτρας κατὰ τοῦτο, ὅπερ οὐ συνᾴδει τῇ ἐκκλησιαστικῇ παραδόσει, ὡς πρὸς τὸ μγʹ ἔτος Αὐγούστου Καίσαρος, ἡνίκα ὁ κύριος ἡμῶν ἐσαρκώθη. μόνα γὰρ ἀπὸ τῆς αὐτῆς καθαιρέσεως καὶ ὑποταγῆς Αἰγύπτου μγʹ ἔτη λέγεται βεβασιλευκέναι παρὰ τοῖς μαθηματικοῖς ὁ
30Αὔγουστος, ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται κατὰ τὸ ͵εφεʹ ἔτος τοῦ396

397

κόσμου τελευτήσας ὁ Αὔγουστος. τὸ δ’ αὐτὸ εʹ ἔσται τῆς τοῦ σωτῆρος ἡλικίας. ἀλλ’ ὅτι μέν ἐστι πρόδηλον, ὅτι δὲ κατὰ τὸν Αὐγούστου Καίσαρος θάνατον ιεʹ ἐγγὺς ἦγεν ἔτος ὁ κύριος καὶ κατὰ τὸ ιεʹ ἔτος Τιβερίου Καίσα‐ ρος ὡσεὶ ἐτῶν ἦν λʹ, ὡς τὰ λόγια, καὶ τοῦτο προφανές. ἔσται ἄρα ὁ μὲν
5Αὐγούστου Καίσαρος θάνατος μεταξύ που τοῦ ͵εφιδʹ κοσμικοῦ ἔτους καὶ τοῦ ͵εφιεʹ, ἡ δὲ ἀρχὴ τῆς ὅλης βασιλείας αὐτοῦ τῷ ͵ευνηʹ. Πανόδωρος δὲ τῇ μαθηματικῇ ἐξακολουθῶν ἐκδόσει τὴν μὲν ἀρχὴν τῆς Αὐγούστου βασιλείας τῷ ͵ευναʹ ἔτει τοῦ κόσμου ἐστοιχείωσε, τὸ δὲ τέλος τῷ ͵εφϛʹ, τὴν δὲ σωτήριον γέννησιν τῷ ͵ευϙγʹ, οὐ καλῶς δια‐
10νοησάμενος.
11tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΔ
12tΤῆς θείας σαρκώσεως ἔτη λδʹ
13 Πρώτῃ ἡμέρᾳ τούτου τοῦ ἔτους, Μαρτίου κεʹ, ἡμέρᾳ κυριακῇ, ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν ἀνέστη τριήμερος, καὶ ὤφθη
15πρῶτον ταῖς μυροφόροις, ἔπειτα τοῖς ἀποστόλοις, οὓς καὶ ἀπέστειλεν εἰς πάντα τὰ ἔθνη διδάσκειν τὰ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος δόγμα‐ τα, ἀναληφθεὶς εἰς οὐρανοὺς τῇ μʹ ἡμέρᾳ, Μαΐου γʹ, καὶ καταπέμψας αὐ‐ τοῖς τὸ παράκλητον πνεῦμα τῇ ἁγίᾳ νʹ ἡμέρᾳ, διαμερίζων αὐτοῖς γλώσσας πυρίνας καὶ τὰ λοιπὰ θεῖα χαρίσματα.
20 Πέτρῳ καὶ Ἰακώβῳ τῷ ἀδελφοθέῳ καὶ Ἰωάννῃ μετὰ τὴν ἀνάληψιν τῶν λοιπῶν ἀποστόλων ἡγεῖσθαι προσέταξεν ὁ κύριος, ὡς ἂν μὴ ἐπιδικάζοιν‐ το δόξης· οἳ καὶ πρῶτον Ἱεροσολύμων εἵλαντο τὸν αὐτὸν Ἰάκωβον, ὥς φησι Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων· ὁ δ’ αὐτὸς καὶ ἐν ζʹ συνῳδά φησιν ὧδε·
25 Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρ‐ έδωκε τὴν γνῶσιν ὁ κύριος. οὗτοι τοῖς λοιποῖς παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς οʹ, ὧν εἷς ἦν πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελφόθεος
τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας.397

398

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΔ
2tΤῆς θείας σαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ
3tΧριστοῦ ἔτη λδʹ
4Κατὰ τὰς αὐτὰς ἡμέρας οἱ μαθηταὶ ἐπηρώτων τὸν κύριον ἐν τῷ ὄρει
5τῶν ἐλαιῶν· εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Τῷ αὐτῷ ἔτει Ἰάκωβος ὁ ἀδελφόθεος πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπὸ τῶν ἀποστόλων καθίσταται. Δύο ἦσαν Ἰάκωβοι, ὅ τε ἀδελφόθεος υἱὸς ὢν τοῦ Ἰωσὴφ ὁ λεγόμενος
10δίκαιος, περὶ οὗ καὶ Παῦλός φησιν· ‘ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου‘, ὃς κατὰ τοῦ πτερυγίου βληθεὶς ὑπὸ Ἰουδαίων ξύλῳ πληγεὶς γναφικῷ τελειοῦται, καὶ ἕτερος ὁ ἐκτμηθεὶς τὴν κεφαλὴν ἀδελφὸς Ἰωάννου τοῦ θεολόγου. Πρῶτος εἰς ἀποστολὴν Ματθίας εἷς τῶν οʹ μαθητῶν τοῦ κυρίου κλη‐
15ροῦται δι’ εὐχῆς καὶ ἐπιθέσεως χειρῶν τῶν μακαρίων ἀποστόλων ἀντὶ Ἰούδα τοῦ προδότου. Ἑπτὰ τὸν ἀριθμόν, δοκεῖ μοι, πρὸς ὑπηρεσίαν τῶν ἀδελφῶν ὑπὸ τῶν ἀποστόλων κατεστάθησαν. ὧν πρῶτος ἦν Στέφανος ὁ πρωτομάρτυς ὁ μετὰ τὸν σωτῆρα παρὰ τῶν κυριοκτόνων λιθοβοληθεὶς καὶ τὸν φερώνυ‐
20μον ἀξίως ὑπενεγκάμενος στέφανον ὑπὲρ αὐτοῦ. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης υἱὸς Ἡρώδου ἔτη κδʹ. Τῷ αὐτῷ ἔτει Πιλᾶτος μετὰ τὴν στάσιν Ἰουδαίων διὰ τὰς Καίσαρος εἰκόνας τὸν λεγόμενον κορβωνᾶν ἤτοι ἱερὸν θησαυρὸν εἰς ὑδάτων κατ‐ αγωγὴν ἐδαπάνησε, καὶ αὖθις στασιάζειν ἠνάγκαζεν.
25 Ὁ δ’ αὐτὸς Πιλᾶτος Τιβερίῳ τὰ κατὰ τὸν σωτῆρα ἀναγαγὼν καὶ τοῦ Χριστιανῶν δόγματος ἐκίνησεν εἰς ἔρωτα πίστεως, Τιβέριός τε πρὸς τὴν
σύγκλητον ἐκοινολογήσατο περὶ τῆς εἰς Χριστὸν πίστεως. τῆς δὲ μὴ398

399

πειθομένης, ἀλλὰ μωρίαν ἡγουμένης τὸ κήρυγμα τοῦ σταυροῦ, ὁ αὐτὸς θάνατον ἐψηφίσατο κατὰ τῶν διωκτῶν τῶν Χριστιανῶν, ὡς Τερτυλλιανὸς ἱστορεῖ. Σηιανὸς ἔπαρχος Τιβερίου Καίσαρος περὶ τελείας ἀπωλείας τοῦ ἔθνους
5τῶν Ἰουδαίων πολλὰ συνεβούλευσε τῷ Καίσαρι, ὡς Φίλων Ἰουδαῖος ἐξ Ἀλεξανδρείας διάγων ἱστορεῖ ἐν τῇ δευτέρᾳ τῆς περὶ αὐτῶν πρε‐ σβείας. Γάιος ἑαυτὸν ἀποθεοῖ. ὁ αὐτὸς τὴν γυναῖκα Μεμμίου Ῥηγούλου λαβὼν πατέρα ταύτης τὸν ἴδιον ἄνδρα Μέμμιον λέγειν εἶναι ἠνάγκασεν.
10 Ἐν Ἱερουσαλὴμ ἐπὶ Ἡρώδου τοῦ τετράρχου κατὰ τῶν ἀποστόλων καὶ τῆς ὅλης ἐκκλησίας ἐπιβουλή.
12tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΕ
13tΤῆς θείας σαρκώσεως ἔτη λεʹ
14Πέτρος καὶ Ἰωάννης εἰς τὸ ἱερὸν ἀνιόντες τὸν ἐκ γενετῆς χωλὸν ἐθερά‐
15πευσαν.
16tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΣ
17tΤῆς θείας σαρκώσεως ἔτη λϛʹ
18Τὰ κατὰ τὸν Ἀνανίαν καὶ Σαπφείραν ἐν Ἱερουσαλὴμ πραχθέντα Πέτρῳ. Θωμᾶς Θαδδαῖον εἰς Ἔδεσαν καὶ Ἰούδας κατὰ θεῖον χρησμὸν ἐξέπεμ‐
20ψαν εὐαγγελίσασθαι. ὃς τόν τε Αὔγαρον ἰασάμενος ἐν λόγῳ κυρίου, καθὼς καὶ προέγραψεν αὐτῷ ὁ σωτὴρ πέμψας καὶ τὸν ἅγιον αὐτοῦ χαρακτῆρα,
λέγων ὅτι ‘μετὰ τὸ ἀναληφθῆναί με ἀποστέλλω σοὶ τινὰς τῶν μαθητῶν399

400

μου, ἵνα ἰάσωνταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς σοῖς παράσχωσι‘, καὶ τοὺς αὐτόθι πάντας ἐφώτισε λόγοις καὶ ἔργοις· ὃν ἡ πόλις ἅπασα μέχρι νῦν εὐσεβεῖ τὸν αὐτὸν ἀχειροποίητον δεσποτικὸν σέβουσα χαρακτῆρα.
4tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ
5tΤῆς θείας σαρκώσεως ἔτη λζʹ
6 Τούτῳ τῷ ἔτει διωγμοῦ κατὰ τῆς ἐκκλησίας γενομένου πολλοὶ μὲν τῶν πιστῶν διεσπάρησαν, πρὸς οὓς πρώτην ἔγραψε καθολικὴν ἐπιστολὴν Ἰάκωβος ὁ ἀδελφόθεος, τοῖς ἐν τῇ διασπορᾷ τοῦτο ἐπιγράψας. Στέφανος δὲ ὁ μέγας πρωτομάρτυς ἀπόστολος καὶ πρωτοδιάκονος λίθοις
10ἀνῃρέθη Σαύλου τοῦ μετὰ ταῦτα διὰ θεοπτίας ἐπιστρέψαντος. Κατὰ τὸν αὐτὸν χρόνον συνεργοῦντος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ Παῦλος μεταβληθεὶς ὁ μέγας ἀπόστολος καὶ ἐν Δαμασκῷ φωτισθεὶς ὑπὸ Ἀνανίου φυγὰς ἧκεν εἰς Ταρσὸν διδάσκων τὸν λόγον τοῦ θεοῦ, κἀ‐ κεῖθεν πάλιν εἰς Ἀντιόχειαν.
15 Φίλιππος εἷς τῶν ζʹ σὺν τῷ πρωτομάρτυρι προχειρισθέντων εἰς δια‐ κονίαν ὑπὸ τῶν ἀποστόλων ἐν τοῖς διασπαρεῖσι γενόμενος, ἀπὸ Ἱερουσαλὴμ κατελθὼν εἰς Σαμάρειαν δυνάμεως θείας ἐπληρώθη, ὥστε καὶ Σίμωνα τὸν μάγον καταπλαγέντα τοῖς θαύμασιν αὐτοῦ προσελθεῖν ἅμα τοῖς ἑταί‐ ροις καὶ τῷ Φιλίππῳ μαθητευθῆναί τε καὶ βαπτισθῆναι δολερῶς. ὅθεν
20καὶ οἱ ἀπ’ αὐτοῦ μέχρι νῦν ὑποκρινόμενοι βαπτίζεσθαι πάντη τῶν θείων ἐντολῶν καὶ δογμάτων εἰσὶν ἀλλότριοι, μὴ δεχόμενοι τὸν περὶ ἀναστάσεως λόγον μηδὲ τὸν ὁρώμενον κόσμον θεοῦ λέγοντες εἶναι, πᾶσαν θεοβδέ‐
λυκτον αἰσχρουργίαν μετερχόμενοι. τούτοις ἑαυτὸν μὲν πατέρα καλεῖσθαι400

401

τοῖς ἀθλίοις παραδέδωκεν, εἰκόνι τε Διὸς ὀνόματι προσκυνεῖσθαι, τὴν δὲ σὺν αὐτῷ πόρνην Ἑλένην ἀντὶ Ἀθηνᾶς προσκυνεῖσθαι ἐδίδαξεν ὁμοίως τῇ αὐτῇ εἰκόνι. Ἰουδαίοις δὲ Χριστὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ οὐχὶ πατέρα. Τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελ‐
5φόθεος ἔτη κηʹ. Ῥωμαίων βασιλεὺς δʹ Γάιος Καλλιγούλας ἔτη γʹ.
7tΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ
8tΤῆς θείας σαρκώσεως ἔτη λζʹ
9Πόντιος Πιλᾶτος ἐπὶ Γαΐου Καίσαρος ποικίλαις περιπεσὼν συμφοραῖς,
10ὥς φασιν οἱ τὰ Ῥωμαίων συγγραψάμενοι, αὐτοφονευτὴς ἑαυτοῦ ἐγένετο. Γάιος Καλλιγούλας ἔκγονος Τιβερίου πολλοὺς ἀναιτίως τῆς γερουσίας ἀνελών, ὁ αὐτὸς τὰς ἰδίας ἀδελφὰς κατὰ νήσους φυγαδεύσας, ὁ αὐτὸς τοὺς ἐν ἐξορίαις ἀνελὼν ὕστερον ὑπὸ τῶν ἐν στρατείαις ἐπισήμων ἀνῃρέθη. Οὗτος καὶ τὸν Ἰούλιον Κανὸν ἕνα τῶν Στωικῶν φιλοσόφων ἀνεῖλε, περὶ
15οὗ παράδοξον Ἕλλησιν, ὡς δοκῶ, πέπλασται. ἀπαγόμενος γὰρ πρὸς τὸ θανεῖν ἀταράχως λέγεταί τινι τῶν ἑταίρων Ἀντιόχῳ τοὔνομα Σελευκεῖ συνεπομένῳ προειπεῖν, ὡς ἐντεύξεται αὐτῷ κατὰ τὴν αὐτὴν νύκτα μετὰ τὴν ἔξοδον καὶ διαπορήσει τι τῶν σπουδῆς ἀξίων, καὶ ὅτι μετὰ τρεῖς ἡμέρας Ῥέκτος εἷς τῶν ἑταίρων ὑπὸ Γαΐου φονευθήσεται. ἃ καὶ γέγονε,
20τοῦ μὲν ἀναιρεθέντος τριταίου, τοῦ δὲ Ἀντιόχου τὴν ἐποψίαν εἰπόντος τῆς νυκτός, ὅτι φανεὶς Ἰούλιος Κανὸς τὰ περὶ διαμονῆς τῆς ψυχῆς καὶ καθαρω‐ τέρας φωτὸς μετὰ τὴν ἔξοδον διηγήσατο. ταῦτα Πλούταρχος ὁ Χαιρω‐ νεὺς ἱστορεῖ.
Ἰουδαίων ἀλλόφυλος δʹ Ἡρώδου παῖς Ἀγρίππας ἔτη ζʹ.401

402

(1t)

ΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΘ
2tΤῆς θείας σαρκώσεως ἔτη λθʹ
3 Ἀγρίππας Ἡρώδου παῖς ἐπὶ Τιβερίου Καίσαρος φρουρηθεὶς διὰ τὰς κατὰ τοῦ ἰδίου πατρὸς κατηγορίας καὶ ἀνεθεὶς τῶν δεσμῶν ὑπὸ Γαΐου
5Καίσαρος βασιλεὺς Ἰουδαίων ἐκπέμπεται. Ἡρώδης δὲ ὁ τούτου πατὴρ ἐν Λουγδόνῳ τῆς Γαλλίας ἐξορισθεὶς ἐν ἐσχάτῃ πενίᾳ σὺν Ἡρωδιάδι τῇ μοιχαλλίδι θνήσκει. τὴν γὰρ ὀρχησα‐ μένην κόρην ἐπὶ τῆς ἀποτομῆς τοῦ μεγάλου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ζῶσαν κατέπιεν ἡ γῆ.
10 Φλάγκος Ἀγκύλιος Αἰγύπτου ἔπαρχος παντοίαις συμφοραῖς τὸ Ἰουδαίων ἔθνος καθυπέβαλε. Γάιος ἀνδριάντα ἑαυτοῦ Διὸς ἐπιφανοῦς καλουμένου ἐν τοῖς Ἱεροσολύ‐ μοις ἀναθεῖναι Πετρωνίῳ τῷ Συρίας ἐπάρχῳ προσέταξε. Φίλων ἱστορεῖ ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ Φλάγκῳ, ὅτι πρεσβείαν ὡς
15περὶ Ἰουδαίων πρὸς Γάιον ἐποιήσατο, ὑπὲρ ὧν Φλάγκος Ἰουδαίοις ἐπι‐ βουλεύων εἰκόνων καὶ ἀνδριάντων καὶ βωμῶν ἀναθέσεσι τὰς συναγωγὰς ἐμίανε. τότε καὶ ὁ τῶν Ἀλεξανδρέων δῆμος συνεπιθέμενος ποικίλως Ἰου‐ δαίους ἐκόλασεν. Ἰώσηππος καὶ Φίλων ἱστοροῦσιν ἐν ταῖς ἁπανταχοῦ συναγωγαῖς Ἰου‐
20δαίων ἀνδριάντας καὶ εἰκόνας Γαΐῳ καὶ βωμοὺς ἀνατεθῆναι. Τούτοις τοῖς χρόνοις Σίμων ὁ μάγος Σαμαρεὺς ἐκ κώμης Γιτθῶ τῆς Σαμαρείας ἀναφανεὶς πολλοὺς ἐξηπάτα σημείοις καὶ τέρασι ψεύδους,
πρὸς ὃν Φίλιππος, εἷς τῶν ἅμα Στεφάνῳ τῷ πρωτομάρτυρι, πρῶτος ἐν‐402

403

στὰς κατῄσχυνε, μετὰ τὴν Στεφάνου τελείωσιν περιάγων ἔξω τῆς Ἱερου‐ σαλήμ, ἡνίκα λέγεται πρῶτος ἐξ ἐθνῶν ὑπ’ αὐτοῦ βαπτισθῆναι ὁ εὐνοῦχος Αἰθίοψ αὐτός τε Σίμων, ὀνόματι μόνῳ τὸν Χριστιανισμὸν ὑποδύς, ἀνά‐ στασιν δὲ μὴ ὁμολογῶν μηδὲ τὸν κόσμον εἶναι τοῦ θεοῦ, πᾶσάν τε αἰ‐
5σχρουργίαν εἰσηγούμενος τοῖς ἑαυτοῦ μαθηταῖς.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ
7tΤῆς θείας σαρκώσεως ἔτη μʹ
8 Πέτρος ὁ κορυφαῖος τὴν ἐν Ἀντιοχείᾳ πρώτην θεμελιώσας ἐκκλησίαν εἰς Ῥώμην ἄπεισι κηρύττων τὸ εὐαγγέλιον. ὁ δ’ αὐτὸς μετὰ τῆς ἐν Ἀν‐
10τιοχείᾳ ἐκκλησίας καὶ τῆς ἐν Ῥώμῃ πρῶτος προέστη ἕως τελειώσεως αὐτοῦ. Πέτρος τὴν πρώτην καθολικὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἀπέστειλεν, ὡς Εὐσέβιος, ἑπόμενον ἔχων καὶ Μάρκον τὸν εὐαγγελιστήν, τότε Ῥωμαίοις αἰτήσασι συντάξαντα τὸ εὐαγγέλιον, ὡς Κλήμης ἐν ϛʹ τῶν Ὑποτυπώσεων
15καὶ Παπίας ὁ Ἱεραπόλεως ἐπίσκοπος· οὗ καὶ μέμνηται ἐν αὐτῇ Μάρκου καὶ τῆς πόλεως Βαβυλῶνος· ἄλλοι δὲ ἀπὸ Ἰόππης φασὶ γεγράφθαι. Παύλου καὶ Σίλα ἐπάνοδος ἐν Δέρβῃ καὶ Λύστροις καὶ Φρυγίᾳ Ἰσαυρίᾳ τε καὶ Κιλικίᾳ καὶ Γαλατίᾳ καὶ Τρωάδι. Παύλου καὶ Μάρκου αἱ ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ καὶ Βεροίῃ
20πράξεις. Παύλου ἐν Ἀθήναις καὶ Κορίνθῳ πράξεις. Παύλου αἱ ἐν Ἐφέσῳ καὶ Κεγχρεαῖς Καισαρείᾳ τε καὶ Ἀντιοχείᾳ, Ἰτα‐ λίᾳ καὶ Φρυγίᾳ πράξεις. Παύλου τὰ ἐν Ἐφέσῳ ἰδίως.
25Παῦλος τὰ ἐν Τρωάδι καὶ Μιλήτῳ παρέθετο Ἐφεσίοις. Τὰ ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων κατὰ Παύλου. Παύλου τὰ ἐν Καισαρείᾳ κατὰ Φίλικα καὶ Δρουσίλλαν.
Παύλου τὰ ἐν Καισαρείᾳ καὶ τὰ Ἰουδαίων κατ’ αὐτοῦ.403

404

Μάρκος ὁ εὐαγγελιστὴς Αἰγύπτῳ καὶ Ἀλεξανδρείᾳ τὸν σωτήριον λόγον εὐηγγελίζετο. Τῆς Ἀντιοχέων ἐκκλησίας πρῶτος ἐπίσκοπος Εὐόδιος ἐχρημάτισεν ἔτη κθʹ.
5Ῥωμαίων εʹ Κλαύδιος ἔτη ιγʹ.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ
7tΤῆς θείας σαρκώσεως ἔτη μʹ
8 Ἡ ἐν ταῖς πράξεσιν Ἀγάβου προφητεία πεπέρασται, λιμοῦ μεγάλου κατασχόντος τὴν οἰκουμένην ἐπὶ Κλαυδίου.
10 Κλαύδιος κατὰ Βρεττανῶν ἐθριάμβευσε. Κλαύδιος τοὺς πολίτας Ῥώμης ἀπογραψάμενος μυριάδας εὗρεν χϙδʹ καὶ ͵α. Κλαύδιος Φίλικα τῆς Ἰουδαίας ἡγεμόνα ἐξέπεμψε.
14tΤὰ ὑπόλοιπα Ἰουδαίων
15tἀλλοφύλου Ἀγρίππα τοῦ καὶ Ἡρώδου ἐστὶν οὕτως
16 Παῦλος καὶ Βαρναβᾶς ἐν τῇ συναγωγῇ τῆς κατὰ Πισιδίαν Ἀντιοχείας ἐπαρρησιάσαντο. Παῦλος καὶ Βαρναβᾶς ἐδίδασκον ἐν Ἰκονίῳ, ἡνίκα τὰ ἐν Λύστροις καὶ Δέρβῃ καὶ Πέργῃ καὶ Ἀταλίᾳ καὶ Ἀντιοχείᾳ, αἵ τε ἐν Φοινίκῃ καὶ Σα‐
20μαρείᾳ καὶ Ἱερουσαλὴμ πράξεις τῶν δύο. Ἀγρίππας θεμέλια πηξάμενος τρίτου τείχους τῆς Ἱερουσαλὴμ καὶ φο‐ βηθεὶς Κλαύδιον Καίσαρα τοῦ ἔργου ἐπαύσατο. Οὗτος ὁ Ἀγρίππας, ὁ καὶ Ἡρώδης ἐν ταῖς πράξεσι καλούμενος, ὁ τὴν
ἀργυρῆν ἐσθῆτα περιθέμενος καὶ ἐν τῷ θεάτρῳ Καίσαρος καταδεξά‐404

405

μενος ὡς θεὸς εὐφημεῖσθαι, ὑπ’ ἀγγέλου πληγεὶς σκωληκόβρωτος ἀπο‐ θνήσκει. Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων τελευτήσαντος Ἀγρίππας υἱὸς αὐτοῦ ὑπὸ Κλαυδίου τὴν ἀρχὴν ἐγχειρίζεται Ἰουδαίων.
5Ἰουδαίων εʹ ἀλλόφυλος Ἀγρίππας βʹ ἔτη κγʹ.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜΣ
7tΤῆς θείας σαρκώσεως ἔτη μϛʹ
8Θρᾴκη ἀπὸ τοῦδε τοῦ χρόνου ἐπαρχία ἐχρημάτισε, βασιλεύουσα πρίν. Νῆσος μεταξὺ Θήρας καὶ Θηρασίας σταδίων λʹ ἐφάνη.
10 Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων στάσεως γενομένης ἐν Ἱερουσαλὴμ συμπα‐ τηθέντες περὶ τὰς τῶν πυλῶν ἐξόδους Ἰουδαῖοι ὤλοντο περὶ τὰς τρεῖς μυριάδας, Κουμανοῦ Ῥωμαίων στρατηγοῦντος καὶ τῆς ὅλης Ἰουδαίας ἡγεμονεύοντος. Λιμοῦ κατὰ τὴν Ἑλλάδα γεγονότος μεγάλου ὁ τοῦ σίτου μόδιος ἓξ δι‐
15δράχμων ἐπράθη. Τότε καὶ Ἀθηναίοις ἐπεγράφη βωμὸς ἀγνώστῳ θεῷ.
17tἸουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ αʹ λόγου
18tπρὸς Ἀντώνιον βασιλέα ὑπὲρ Χριστιανῶν
19Μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανοὺς προεβάλλοντο οἱ δαίμονες
20ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθη‐ σαν ὑφ’ ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν, Σίμωνα μέν τινα Σαμαρέα τὸν
ἀπὸ κώμης λεγομένης Γιτθίων, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν405

406

ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν, τῇ βασιλίδι πόλει Ῥώμῃ, θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ’ ὑμῶν ὡς θεὸς τετίμηται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· Σίμωνι δέω σάγκτω, ὅπερ ἐστὶ Σίμωνι
5θεῷ ἁγίῳ, καὶ σχεδὸν μὲν πάντες Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνε‐ σιν ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι καὶ Ἑλένην τινὰ συμπερινοστήσασαν αὐτῷ κατ’ ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν ἐν Τύρῳ τῆς Φοινίκης, τὴν ἀπ’ αὐτοῦ πρώτην ἔννοιαν λέγουσι.
9tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝ
10tΤῆς θείας σαρκώσεως ἔτη νʹ
11Ἀντιοχείας ἐπίσκοπος Εὐόδιος ἔτη κθʹ Ἀλεξανδρείας ἐπίσκοπος 〈Μάρκος ὁ εὐαγγελιστὴσ〉 ἔτη 〈βʹ〉
13tΤὰ ὑπόλοιπα Ῥωμαίων Κλαυδίου ἔτη
14Κλαύδιος Ῥωμαίων ἔτη ιγʹ μετὰ Γάιον ἐβασίλευσε, φονικὸς ἀνήρ, θεῖος
15τοῦ αὐτοῦ Γαΐου, ὃς Κελτοὺς καὶ Βρεττανοὺς ὅπλοις ἀνδρείως ὑπηγάγετο, ὁμοίως καὶ Θρᾷκας, ἀναιρεθέντος αὐτῶν τοῦ βασιλέως Ῥυμετάλκου ὑπὸ τῆς ἰδίας γαμετῆς. Οὗτος ἐρασθεὶς ἀδελφιδῆς οἰκείας ἐνομοθέτησε πρῶτος, ὥς φασι, θυ‐ γατέρας ἀδελφῶν ἄγεσθαι.
20 Ἐπὶ τούτου πολλοὶ τῶν ἐν παιδεύσει λόγων Ἑλληνικῶν ἤκμαζον, ὧν ἐπισημότερος ἐδόκει ὁ ἐκ Τυάνων τῆς Ἰταλίας Ἀπολλώνιος, Πυθαγορικῆς
εἰς ἄκρον ἠσκημένος φιλοσοφίας, ὡς καὶ αὐτοῦ Πυθαγόρου δαιμονιώτε‐406

407

ρον ἅψασθαι, καθὰ Φιλόστρατος καὶ ἄλλοι τῶν ἀκριβούντων ἱστοροῦσι τὰ κατ’ αὐτόν. Ἐν τούτοις τοῖς χρόνοις ἐφάνη τὸ ὄρνεον ὁ φοίνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνʹ δὲ ἐτῶν φανείς, ὡς καὶ Δέξιππος συμφωνεῖ.
5 Τότε καὶ Λαοδίκεια καὶ Ἱεράπολις τῆς Ἀσίας καὶ ἄλλαι πόλεις, Ἀν‐ τιόχειά τε κατεσείσθησαν. Ἐπὶ αὐτοῦ Φίλιξ Ἰουδαίας ἡγεμονεύειν σταλεὶς πολλῶν καὶ ἄλλων Ἰουδαίων ἀπατώντων, ἐν οἷς καὶ ὁ Αἰγύπτιος ψευδοπροφήτης, ἅμα τρισ‐ μυρίοις μείζοσιν ἐπιχειρῶν πράγμασι, τῇ Φίλικος κατελύθη στρατηγίᾳ.
10συμφωνεῖ Ἰώσηππος ἐν τούτῳ ταῖς πράξεσι τῶν ἀποστόλων, ἔνθα τῷ θείῳ Παύλῳ ὑπὸ τοῦ χιλιάρχου λέλεκται· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας; ἐπὶ αὐτοῦ Παῦλος ὑπὸ Ἰουδαίων κατηγορηθεὶς τὴν ἀπολογίαν πεποίηται.
15 Ἐπὶ αὐτοῦ Ἰουδαίων στάσις γέγονεν ἐν Καισαρείᾳ Στράτωνος καὶ πολ‐ λοὶ διεφθάρησαν. Ἐπὶ αὐτοῦ ὁ κατὰ Ἄγαβον λιμὸς τῆς οἰκουμένης καὶ ὁ τὴν Ἰουδαίαν ἔπειτα ἰδίως καταλαβών, καθ’ ὃν Ἑλένη τοῦ Ἀδιαβηνῶν ἔθνους βασίλισσα σῖτον πολλῶν χρημάτων ἐξ Αἰγύπτου ὠνησαμένη τοῖς ἀποροῦσι διένειμεν·
20ἧς αἱ στῆλαι διαφανεῖς κατὰ τόπους προαστείους φέρονται, ὡς Ἰώσηππος. Συμφωνοῦσιν αἱ πράξεις τοὺς κατὰ Ἀντιόχειαν ἱστοροῦσαι πιστούς, καθ’ ὅ τι ἄν τις εἶχεν, ἀποστεῖλαι τοῖς οἰκοῦσι τὴν Ἰουδαίαν πιστοῖς διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. Ἐν τοῖς χρόνοις Κλαυδίου φησὶν Εὐσέβιος ἐν δευτέρῳ τῶν ἐκκλησιαστι‐
25κῶν ἱστοριῶν, ἐπὶ τοῦ πρώτου Ἀγρίππα τοῦ καὶ Ἡρώδου, καθὼς αἱ πρά‐407

408

ξεις φασίν, ὅτι ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλε δὲ τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, περὶ οὗ καὶ Κλήμης ἐν ζʹ τῶν Ὑποτυπώσεών φησιν, ὅτι ὁ εἰσαγαγὼν αὐτὸν εἰς τὸ δικαστήριον ἰδὼν αὐτὸν μαρτυρήσαντα συνωμολόγησεν αὐτῷ καὶ αὐτὸς
5εἶναι Χριστιανός. συναπήχθησαν οὖν ἄμφω, φησί, κατὰ τὴν ὁδὸν καὶ ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγα σκεψάμενος ‘εἰρήνη σοι‘ εἶπε καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομή‐ θησαν. καὶ τότε ἰδὼν Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ἀρέσαντα Ἰουδαίοις ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ἀνεῖλεν ἄν,
10εἰ μὴ παραδόξως ἀγγέλου ἐπιστασίᾳ τῶν δεσμῶν λυθεὶς καὶ τῆς φρουρᾶς ἐξηνέχθη. Ἀλλ’ εἰ μὲν περὶ τοῦ πρώτου ἐπισκόπου Ἱεροσολύμων ταῦτα νοεῖται Ἰακώβου τοῦ ἀδελφοθέου, ἀντιπίπτει τῷ ἱστοροῦντι λόγῳ κατὰ τὸ ηʹ ἔτος Νέρωνος, ὅπερ ἦν τῆς αὐτοῦ ἐπισκοπῆς ἔτος που λʹ, λίθοις ὑπὸ Ἰου‐
15δαίων καὶ γναφικῷ ξύλῳ ἀναιρεθῆναι, ἀπὸ τοῦ πτερυγίου καταβληθέντα, ὡς καὶ αὐτὸς Εὐσέβιος ἐν τῷ κανόνι παρέθετο· εἰ δὲ περὶ ἄλλου, ὑγιὴς ὁ λόγος.
18tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ
19tΤῆς θείας σαρκώσεως ἔτη νγʹ
20tΕὐσεβίου ἐκ τοῦ βʹ λόγου τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν κατὰ
21tτὸν μακάριον Παῦλον καὶ Ἰάκωβον τὸν ἀδελφόθεον
22 Τούτου δὲ Φίστος διάδοχος ὑπὸ Νέρωνος πέμπεται, καθ’ ὃν δικαιολο‐ γησάμενος ὁ Παῦλος δέσμιος ἐπὶ Ῥώμην ἄγεται. Ἀρίσταρχος αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτον πάντων ἐπιστολῶν γράφει παραδοὺς ἐν
25τούτοις καταλῦσαι τὴν ἱστορίαν, διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διατρῖψαι καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμε‐ νος. τότε μὲν οὖν ἀπολογησάμενον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν
λόγος ἔχει στείλασθαι τὸν ἀπόστολον, δεύτερον δὲ ἐπιβάντα τῇ αὐτῇ πόλει408

409

τῷ κατ’ αὐτὸν τελειωθῆναι μαρτυρίῳ. ἐν ᾧ δεσμοῖς ἐχόμενος τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει, ὁμοῦ σημαίνων τὴν προτέραν αὐτῷ γενομένην ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ περὶ τούτων τὰς αὐτοῦ μαρτυρίας.
5 Ἐν τῇ πρώτῃ μου, φησίν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάν‐ τα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὡς ἂν τὸ κήρυγμα
10δι’ αὐτοῦ πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, ἐρρύσθη ἐκ στό‐ ματος λέοντος, τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικε, διὰ τὸ ὠμόθυμον προσειπών. οὐκοῦν ἑξῆς προστέθεικε παραπλήσιόν τι τό ‘ῥύσεταί με ἐκ στόματος λέοντος.‘ ἑώρα γὰρ τὴν οὔπω μέλλουσαν αὐτοῦ τελευτήν· διὸ καί φησι ‘καὶ ῥύσεταί με ἐκ στόματος λέοντος ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ
15σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον‘, σημαίνων παραυτίκα μαρ‐ τύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προλέγει γραφῇ φάσκων· καὶ ὁ και‐ ρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Ἱεροσολύμων βʹ ἐπίσκοπος Συμεών, ὁ καὶ Σίμων, υἱὸς τοῦ Κλεόπα ἔτη κγʹ.
20 Τῆς Ἀλεξανδρέων ἐκκλησίας μετὰ Μάρκον τὸν εὐαγγελιστὴν πρῶτος ἐπίσκοπος Ἀνιανὸς ἐχειροτονήθη, ὃς προέστη ἔτη κβʹ. Ῥωμαίων ϛʹ ἐβασίλευσε Νέρων ἔτη ιγʹ.
23tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ
24tΤῆς θείας σαρκώσεως ἔτη νγʹ
25 Νέρων ἀνεῖλε τὴν ἑαυτοῦ μητέρα Ἀγριππίναν καὶ τὴν τοῦ πατρὸς ἀδελ‐ φήν.
Ἐν Ῥώμῃ σεισμὸς μέγας ἐγένετο.409

410

Νέρων ἐπὶ Ῥώμης κιθαρίζων ἐνίκησε. Κατὰ τῆς Νέρωνος τραπέζης κεραυνὸς ἔπεσεν. Ἐμπρησμοὶ γεγόνασι πολλοὶ ἐν Ῥώμῃ, πόλεις τε τῆς Ἀσίας κατέπεσον τρεῖς, Λαοδίκεια, Ἱεράπολις καὶ Κολοσσαί.
5tΤὰ ὑπόλοιπα Ἰουδαίων εʹ ἀλλοφύλου Ἀγρίππα βʹ ἔτη
6 Φίστος διάδοχος Φίλικος ὑπὸ Νέρωνος ἐπέμφθη, ἐφ’ οὗ ὁ θεῖος Παῦλος, παρόντος καὶ Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων, ἀπολογησάμενος δέσμιος εἰς Ῥώμην ἐκπέμπεται. Φίστον Ἀλβῖνος διεδέξατο.
10 Ἀλβῖνον Γέστιος Φλῶρος διεδέξατο. Ἰουδαῖοι Ῥωμαίων ἀπέστησαν ἐπὶ Γεστίου Φλώρου διὰ πλεονεξίαν αὐτοῦ ἄμετρον. ἐφ’ οὓς ὁ Νέρων Οὐεσπασιανὸν ἐξέπεμψε στρατοπεδάρχην πολλὰ τῆς Ἰουδαίας ἀγανακτησάμενος. Σημειωτέον ἐκ τῶν ἀποστολικῶν ῥητῶν ὅτι δεύτερον ὁ θεῖος Παῦλος
15παρέστη τῷ Καίσαρι ἐν Ῥώμῃ. καὶ τὸ μὲν πρῶτον ὁ Νέρων ἠπιώτερόν πως διακείμενος κατὰ τοῦ Χριστιανῶν δόγματος, ἀκούσας αὐτοῦ τὴν ἀπο‐ λογίαν ἀπέλυσεν, οἰκονομοῦντος τοῦ πνεύματος τελειωθῆναι τοῖς πᾶσι δι’ αὐτοῦ τὸ κήρυγμα, ὡς αὐτός φησιν ἐν τῇ πρὸς Τιμόθεον βʹ ἐπιστολῇ, ὅτε δὴ καὶ τὸν Λουκᾶν γράφει συνεῖναι, ὃς τὰς τῶν ἀποστόλων πράξεις
20εἰς ταύτην περιέγραψε τὴν πρώτην ἀπολογίαν τοῦ Παύλου ἐλθεῖν, καὶ συνῆν αὐτῷ, ὡς ἔοικε, σιωπήσας τὸν περὶ τοῦ μαρτυρίου αὐτοῦ λόγον, καθ’ ὃν οὐ παρῆν, δηλονότι τὸ δεύτερον τοῦ μακαρίου Παύλου ἐξ οἰκείας αἰτήσεως ἀναπεμφθέντος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης ὑπὸ Φίστου πρὸς Νέρωνα καὶ τὸ δεύτερον παραστάντος αὐτῷ καὶ τελειωθέντος τῷ
25δι’ αἵματος μαρτυρίῳ. ὅθεν Ἰουδαῖοι τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς τοῦ ἀνελεῖν αὐτὸν ἀστοχήσαντες ἐπὶ τὴν ἀναίρεσιν Ἰακώβου τοῦ ἀδελφοθέου τρέπον‐ ται· περὶ ἧς Ἡγήσιππος ἀξιόλογος μαθητὴς τῶν ἀποστόλων τάδε φησὶν
ἐν εʹ ὑπομνήματι·410

411

(1t)

Ἡγησίππου μαθητοῦ τῶν ἀποστόλων ἐκ τοῦ εʹ ὑπομνήματος περὶ τοῦ
2tἁγίου Ἰακώβου τοῦ ἀδελφοθέου
3 Διαδέχεται τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Χριστοῦ χρό‐
5νων μέχρι καὶ ἡμῶν, ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο. οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. οἶνον καὶ σίκερα οὐκ ἔπιε, καὶ ἔμψυχον οὐκ ἔφαγε, καὶ ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο καὶ βα‐ λανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι· οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν, ηὑρίσκετό
10τε κείμενος ἐπὶ τοῖς γόνασι καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ θεῷ καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διά γε τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ ἐκαλεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ, δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ.
15 Τινὲς οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λόγῳ προγεγραμμένων μοι ἐν τοῖς ὑπομνήμασιν ἐπυνθάνοντο αὐτῷ, τίς ἡ θύρα τοῦ Ἰησοῦ, καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα· ἐξ ὧν τινες ἐπίστευον ὅτι Ἰησοῦς ἐστιν ὁ Χρι‐ στός· αἱ δὲ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνάστασιν οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσοι δὲ καὶ ἐπίστευσαν,
20διὰ Ἰάκωβον. Πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ Φαρισαίων καὶ γραμματέων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ
25ὄντος τοῦ Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι τοὺς ἐλθόντας πάντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα· ἡμεῖς γὰρ
μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ‐411

412

βάνεις. πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι· καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες ἡμεῖς πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν.
5 Ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρω‐ θέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐρωτᾶτε περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ αὐτὸς κάθηται
10ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ; καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου καὶ λεγόντων· ὡσαννὰ τῷ υἱῷ Δαβίδ, τὸ ἔμπαλιν οἱ αὐτοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ. ἀλλ’ ἀναβάντες
15καταβάλωμεν αὐτόν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη· καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· ἄρωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἤρξαντο λιθάζειν αὐτόν. ἐν
20ᾗ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· παρακαλῷ κύριε θεὲ πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτως δὲ καταλιθοβολούντων αὐτὸν εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχάβ, υἱοῦ Ῥα‐ χαείμ, τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου, ἔκραξε λέγων· παύσασθε, τί ποιεῖτε; εὔχεται ὑπὲρ ἡμῶν ὁ δίκαιος. καὶ λαβών τις ἀπ’ αὐτῶν εἷς τῶν
25γναφέων τὸ ξύλον, ἐν ᾧ ἀποπιέζει τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἐπ’ αὐτοῦ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς
Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς.412

413

Ταῦτα μὲν Ἡγήσιππος τῶν τοῦ καθ’ ἡμᾶς ὀρθοῦ λόγου ἀξιόπιστος συγγραφεὺς ὀρθῶς ἱστορεῖ, ᾧ καὶ Ἰώσηππος οὐκ ἀπᾴδοντα συμφωνεῖ γράφων ταύτην γενέσθαι τὴν αἰτίαν τῆς κατὰ Οὐεσπασιανὸν ἁλώσεως Ἰουδαίων.
5tἸωσήππου περὶ τῶν αὐτῶν
6 Ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐ‐ τὸν ὄντα Ἰουδαῖοι ἀπέκτειναν. Ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι,
10θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως. αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰου‐ δαίους, καθὼς ἤδη δεδηλώκαμεν. ἅτε δὴ τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον διὰ τὸ τεθνάναι μὲν Φίστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν καθίζει συνέδριον κριτῶν καὶ παραγαγὼν εἰς αὐτὸ τὸν
15ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγόμενον, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς κατὰ παρανομησάντων κατηγορίαν ποιησάμενος, παραδέ‐ δωκε καταλευσθησομένους. ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι
20τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράττειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι· τινὲς δὲ ἐκ τῶν κατὰ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντι, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει μετ’ ὀργῆς τῷ Ἀνάνῳ λή‐
25ψεσθαι παρ’ αὐτοῦ δίκας ἀπειλῶν. καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τῆς ἀρχιερωσύνης ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν
Ἰδαμμαίου κατέστησε.413

414

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΓ
2tΤῆς θείας σαρκώσεως ἔτη ξγʹ
3tΤὰ ὑπόλοιπα τοῦ Νέρωνος
4Νέρων πρῶτος κατὰ Χριστιανῶν κινήσας διωγμὸν πρὸς τῷ τέλει τῆς
5αἰσχίστης ζωῆς καὶ βασιλείας αὐτοῦ, καθ’ ὃν Πέτρος καὶ Παῦλος ἐμαρ‐ τύρησαν οἱ θεῖον ἀπόστολοι, πολλοὺς καὶ ἄλλους Χριστιανῶν ἀνεῖλε, πλείονας ἐκδιώξας. Νέρων τοὺς θείους ἀποστόλους Πέτρον καὶ Παῦλον ἀνελών, πολλούς τε Χριστιανῶν διαφθείρας καὶ πλείονας διώξας, ἐπὶ τούτοις κιθαρῳδίαις καὶ
10τραγῳδίαις κατά τε Ῥώμην καὶ τὴν Ἑλλάδα πομπεύων, Ἰσθμίοις καὶ Πυθίοις καὶ Ἠλείοις καὶ Ἀκτίοις ἐστεφανοῦτο κήρυξιν ἅρματι πωλικῷ καὶ τῷ τελείῳ καὶ δεκαπώλῳ· μεταθέμενος καὶ τὴν ὀλυμπιάδα κατὰ σκηνῆς αἰσχρῶς ἑαυτὸν ὑπεδείκνυ. Τότε καὶ τὸν Ἰσθμὸν ἠβουλήθη διορύξαι πρὸς τὸ γενέσθαι νῆσον τὴν
15Πελοπόννησον. Οὗτος εἰς Ῥώμην ἐπανελθὼν ἐκ τῆς Ἑλλάδος ἐκεῖθεν πάλιν εἰς Ἄργος φεύγει πειρασθεὶς ἐπαναστάσεως καὶ ὑπό τινος τῶν οἰκετῶν βιαίως ἀναι‐ ρεῖται, ὡς δὲ ἕτεροι, ἑαυτὸν διαχειρισάμενος τέθνηκεν. Οὐεσπασιανὸς ὑπατικὸς ἀνὴρ δυνατὸς ὑπὸ Νέρωνος κατὰ Ἰουδαίων
20ἀποστάντων πεμφθεὶς καὶ δυσὶ πολέμοις τούτους τρεψάμενος ἀπέκλεισεν. Ἰώσηππος δὲ στρατηγῶν Ἰουδαίων μόλις περισωθεὶς θεσπίζει τῷ Οὐεσπασιανῷ τὰ τῆς Νέρωνος τελευτῆς καὶ τῆς αὐτοῦ βασιλείας. Νέρων υἱοθετήθη μὲν τῷ πρὸ αὐτοῦ Ῥωμαίων βασιλεύσαντι Κλαυδίῳ, πρόγονος ὢν αὐτοῦ. ἐβασίλευσε δὲ Ῥωμαίων μετὰ Κλαύδιον ἔτη ιγʹ, κατὰ
25δὲ ἄλλους ιδʹ. τούτου δὲ τῆς βασιλείας ἀτυχεστέραν ἢ αἰσχροτέραν ἐν οὐδενὶ χρόνῳ φαίνονται βασιλευθέντες Ῥωμαῖοι. πάσης γὰρ τυραννίδος καὶ ὠμότητος ἔργα παρ’ αὐτοῦ πέπρακται, ἀκρασίαι, μιαιφονίαι τῆς τε
μητρὸς Ἀγριππίνης καὶ Ὀκταβίας τῆς οἰκείας γαμετῆς, ἀδελφοῦ τε γνη‐414

415

σίου καὶ θείου πρὸς πατρὸς καὶ ἄλλων πολλῶν συγγενῶν, καὶ τῶν ἐν γερουσίᾳ. ἐπὶ πᾶσι δ’ αὐτοῦ τοῖς ἀτυχήμασι καὶ τὸν πρῶτον κατὰ Χρι‐ στιανῶν ἐνεδείξατο διωγμόν, ἡνίκα Πέτρος καὶ Παῦλος οἱ θειότατοι ἀπό‐ στολοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρήσαντες κατεστέφθησαν ἀγῶνι, ὁ μὲν κατὰ
5κεφαλῆς ἀνασκολοπισθείς, ὡς αὐτὸς ᾑρετίσατο, ὁ δὲ τὴν ἁγίαν ἐκτμηθεὶς κεφαλὴν Παῦλος· περὶ ὧν ὁ Ῥωμαϊκὸς συγγραφεὺς Τερτυλλιανὸς τάδε γράφει· Ἐντύχετε τοῖς ὑπομνήμασιν ὑμῶν· ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο δογματίσαντα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας
10ὠμὸς ἦν εἰς πάντας διώκτης. τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυ‐ χώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται οὐκ ἄν, εἰ μὴ μέγα τι ἀγαθῶν ἦν, ὑπὸ Νέρωνος κατακριθῆναι. ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς μά‐ λιστα πρῶτος ἀνακηρυχθεὶς ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφα‐ γάς. Παῦλος δὴ οὖν ἐπὶ τῆς Ῥώμης τὴν κεφαλὴν ἀπετμήθη καὶ Πέτρος
15ὡσαύτως ἀνασκολοπισθῆναι κατ’ αὐτὸν λέγεται. καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Παύλου καὶ Πέτρου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόρρησις. τούτοις καὶ Γάιος ἱστορικός, ἀνὴρ ἐκκλησιαστι‐ κός, ὅμοια γράφει Πρόκλῳ τινὶ τῆς Φρυγῶν αἱρέσεως διαλεγόμενος ἐν τοῖς χρόνοις Ζεφυρίνου, πεντεκαιδέκατος τῆς Ῥωμαίων ἐκκλησίας ἐπί‐
20σκοπος κατὰ Σεβῆρον Ῥωμαίων αὐτοκράτορα· ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βασίκανον ἐπὶ τὴν ὁδὸν τὴν Ὀστείαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν. Τούτοις ἀκόλουθα καὶ Διονύσιος ὁ Κορίνθου ἐπίσκοπος γράφει, ὡς δη‐
25λονότι κατὰ τὸν αὐτὸν καιρὸν ἐμαρτύρησαν· ταῦτα καὶ ὑμεῖς διὰ τῆς το‐
σαύτης νουθεσίας τὴν ἀπὸ Παύλου καὶ Πέτρου φυτείαν γενηθεῖσαν Ῥω‐415

416

μαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέ‐ ραν Κόρινθον φοιτήσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν, ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ἐκδιδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. Τῆς Ῥωμαίων ἐκκλησίας αʹ ἐπίσκοπος μετὰ Πέτρον τὸν κορυφαῖον
5Λίνος ἔτη ιηʹ.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΔ
7tΤῆς θείας σαρκώσεως ἔτη ξδʹ
8 Νέρωνος τὸν βίον αἰσχρῶς καταλύσαντος Οὐεσπασιανὸς ὑπὸ τῶν στρα‐ τευμάτων κατὰ τὴν Ἰουδαίαν βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη. Γαλβᾶς
10δὲ στρατηγῶν Ἰβηρίας εἰς Ῥώμην παρελθὼν κρατεῖ μῆνας ζʹ. τοῦτον Ὄθων ἀνελὼν εἷς τῶν ἐν τέλει κρατεῖ μῆνας γʹ ἐπὶ τῆς Ῥώμης, ὃν Βιτέλ‐ λιος κτείνας κρατεῖ μῆνας ηʹ. οὗτος Σαβῖνον τὸν ἀδελφὸν Οὐεσπασιανοῦ διατρίβοντα κατὰ τὴν Ῥώμην καὶ φόβῳ τῆς ἀναρρήσεως τοῦ ἀδελφοῦ ἐν τῷ Καπετωλίῳ προσφυγόντα κατὰ τὸν ναὸν τοῦ Διὸς ἀνεῖλε, πολιορκήσας
15τὸν ἄνδρα καὶ τὸν ναὸν ἐμπρήσας. Ὁ δὲ αὐτὸς ὑπὸ Δομετιανοῦ παραχρῆμα ἀνῃρέθη τοῦ νεωτέρου παιδὸς Οὐεσπασιανοῦ πεμφθέντος εἰς τοῦτο παρὰ τοῦ πατρός. τὸν γὰρ πρεσβύτε‐ ρον υἱὸν Τίτον τὸν πρὸς Ἰουδαίους πόλεμον ἐκτελέσαντα καταλιπὼν αὐτὸς ἐπὶ τὴν Ἑλλάδα παραγίνεται, χαίρων, ὡς Ἕλληνες μυθεύονται, ἐφ’ οἷς
20ἠκηκόει παρὰ τοῦ Τυανέως Ἀπολλωνίου περὶ τοῦ χρόνου τῆς βασιλείας καὶ τῶν λοιπῶν εὐδοκιμήσεων, κατὰ τὴν Αἴγυπτον συντυχὼν αὐτῷ ἐξ Ἰνδῶν καὶ Βραχμάνων ἐπανελθόντι τῶν ἐκεῖσε Γυμνοσοφιστῶν. ἐλθὼν οὖν εἰς Ἑλλάδα χειροῦται τὰς ἀποστάσας πόλεις, κἀκεῖθεν εἰς Ῥώμην παραγίνεται, βασιλεύσας κοσμίως καὶ ἀντιθέτως τῷ Νέρωνι. βίους γὰρ
25καὶ τὰ τῆς πόλεως ἀνακαλεῖται δίκαια, τούς τε ἐπαναστάντας βαρβάρους Βροξύλους καὶ Βρεττανοὺς καὶ Δάκας καὶ Σαρμάτας διὰ τῶν παίδων
παραστησάμενος Δομετιανοῦ καὶ Κυρεναλίου.416

417

(1t)

Εὐσεβίου
2 Τίτος Ἰουδαίους πολιορκήσας καὶ τὰ Ἱεροσόλυμα κατασκάψας ϛʹ μυριάδας ἀνδρῶν ἐφόνευσε. φησὶ δὲ καὶ Ἰώσηππος λιμῷ καὶ μαχαίρᾳ ριʹ μυριάδας ἀπολέσθαι, καὶ ἄλλας τρεῖς μυριάδας διαπεπρᾶσθαι αἰχμαλώ‐
5των. αἴτιον δὲ τοῦ τοσοῦτον πλῆθος κατὰ τὴν πόλιν εὑρῆσθαί φησι τὴν τοῦ πάσχα ἑορτήν, ἐν ᾗ πάντες οἱ τοῦ ἔθνους συνεληλυθότες ὡς ἐν εἱρκτῇ συνεκλείσθησαν. ἔδει γὰρ τοὺς ἐν ἡμέραις τοῦ πάσχα ἐπιβεβουλευκότας τῷ σωτῆρι ἡμῶν μὴ ἄλλοτε ἢ τότε τὰ ἐπίχειρα ὧν ἐτόλμησαν παθεῖν. Οὐεσπασιανὸς τὸ Καπετώλιον ἐμπρησθὲν ἀνῳκοδόμησεν.
10 Ἐν Ἀλεξανδρείᾳ στάσις. Ὁ κολοσσὸς Ῥόδου ἀνεστάθη μῆκος ποδῶν ρκζʹ ἐκ χαλκοῦ. Λοιμὸς κατὰ τὴν Ῥώμην μέγας, ὡς καθ’ ἡμέραν ὑπὲρ μυρίους θνήσκειν ἐπὶ πολλὰς ἡμέρας. Ἐν Κύπρῳ τρεῖς πόλεις σεισμῷ κατεπτώθησαν.
15Οὐεσπασιανὸς ἀποικίας ἐκπέμψας τελευτᾷ νόσῳ. Ἀντιοχείας ἐπίσκοπος Ἰγνάτιος ὁ θεοφόρος ἔτη λʹ.
17tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΣ
18tΤῆς θείας σαρκώσεως ἔτη ξϛʹ
19tΤὰ ὑπόλοιπα Ἀγρίππα Ἰουδαίων βασιλέως
20 Ἕως τοῦ μικροῦ τούτου Ἀγρίππα ἡ ὑπὸ ἀλλοφύλων βασιλεία τῶν Ἰου‐ δαίων κατηργήθη διαρκέσασα ρʹ ἔτη οὕτω· Ἡρώδης πρῶτος ὁ τὰ νήπια ἀνελὼν ἐν Βηθλεὲμ ἔτη λζʹ. Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ. Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ ἔτη κδʹ.
25Ἀγρίππας ὁ υἱὸς Ἡρώδου, ὁ σκωληκόβροτος Ἡρώδης, ἔτη ζʹ.417

418

Ἀγρίππας ὁ υἱὸς αὐτοῦ, ὁ μικρὸς λεγόμενος, ἔτη κγʹ. Ὁμοῦ ἔτη ρʹ. Συνάγεται ὁ πᾶς χρόνος κατὰ τόδε τὸ χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως ἔτους δευτέρου Οὐεσπασιανοῦ ἔτη ͵εφξζʹ.
5Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ͵γτκεʹ. Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ἀβραὰμ ͵βσνεʹ. Ἀπὸ δὲ τῆς ἐξόδου 〈τοῦ λαοῦ διὰ Μωυσέως ἔτη ͵αψναʹ. Ἀπὸ δὲ τῆς πρώτης ἐπισκευῆσ〉 τοῦ ναοῦ διὰ Σολομῶνος ἔτη 〈͵απηʹ〉. 〈Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆσ〉 ἤτοι δευτέρου ἔτους Δαρείου ἔτη
10〈φοδʹ〉. {Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆς ἔτη} Ἀπὸ δὲ τῆς Ἀντιόχου πολιορκίας ἔτη 〈σνηʹ〉. Ἀπὸ δὲ τοῦ σωτηρίου σταυροῦ ἔτη λδʹ.
14tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΕ
15tΤῆς θείας σαρκώσεως ἔτη οεʹ
16 Βασιλεὺς Ῥωμαίων ηʹ Τίτος υἱὸς Οὐεσπασιανοῦ ἔτη βʹ. Τῆς συγκλήτου πρεσβευσαμένης, ὥς τινες, Τίτος θεὸς ἀνηγορεύθη δευ‐ τέρῳ τῆς βασιλείας αὐτοῦ ἔτει, καὶ παραχρῆμα θνήσκει θεηλάτως· ὡς δὲ Ἕλληνες ἱστοροῦσι, φαρμάκῳ Δομετιανὸς αὐτὸν ἀνεῖλεν ὁ ἀδελφὸς ἔρωτι
20τῆς μοναρχίας. εὐδαίμονα δέ φασιν αὐτὸν ἀποδεῖξαι τοῖς πράγμασι τὴν πόλιν καὶ τὴν ὅλην Ῥωμαίων ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ, εἴπερ τινὰ τῶν πρὸ αὐτοῦ. ἐπ’ αὐτοῦ ὁ μέγας κατὰ τὴν Ῥώμην ἐμπρησμός. ἐπ’ αὐτοῦ καὶ τὸ Βέσβιον ὄρος κατὰ κορυφῆς ῥαγὲν πῦρ ἀνέβλυσε τοσοῦτον, ὡς κατα‐ φλέξαι τὴν παρακειμένην χώραν σὺν ταῖς πόλεσιν.
25Ἀλλὰ τοῦτον Δομετιανός, ὡς εἴρηται, φθόνῳ τῆς εὐπραγίας καὶ τῷ τῆς418

419

αὐτοκρατορίας ἔρωτι φαρμάκῳ δολοφονήσας βασιλεύει μετ’ αὐτὸν ἔτη ιβʹ, σὺν αὐτῷ δὲ ιδʹ, κατὰ δὲ ἄλλους ιεʹ, κάκιστα χρησάμενος τῇ ἀρχῆ, ἅπαν ὠμότητος καὶ πλεονεξίας καὶ φονικῆς πράξεως καὶ αἰσχρουργίας εἶδος μετιών, ὡς καὶ αὐτὰ τὰ βασίλεια πληρωθῆναι τῆς ἀκολασίας. οὗτος Νερ‐
5βᾶν μετέστησεν ὡς ἐπίβουλον τῆς ἀρχῆς καὶ δι’ αὐτὸν Ἀπολλώνιον τὸν Τυανέα φιλόσοφον ἐφρούρησεν ὡς φίλον αὐτοῦ, κείρας αὐτὸν καὶ δέσμιον ἀγαγὼν εἰς δικαστήριον. ἀλλ’ οὐδ’ οὕτως ἔπεισε τὸν φιλόσοφον μὴ τοῖς πραττομένοις ἐπιπλήττειν καὶ ἐγγελᾶν. τότε μυθεύονται καὶ τὸ πολυθρύ‐ λητον ἔπος εἰρηκέναι πρὸς αὐτὸν καὶ παραχρῆμα γενέσθαι ἄφαντον, ὡς
10Φιλόστρατος μαρτυρεῖ· οὐ μέν με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. Δομετιανὸς εὐπατρίδας πολλοὺς μετέστησε Ῥώμης· τότε καὶ ἄξυλον ναὸν κατεσκεύασεν· εὐνουχίζειν ἄνδρας ἐκέλευσεν· Σεβαστὴν ἀνηγόρευσε τὴν ἰδίαν γαμετήν. Τοὺς μαθηματικοὺς δεύτερον ἀπήλασε φιλοσόφους τῆς Ῥώμης.
15 Τῆς Ἑστίας τρεῖς παρθένοι ἱέρειαι κατεδικάσθησαν ἁλοῦσαι φθορᾷ. καὶ αὖθις Κορνηλία ἡ πρώτη τῶν τῆς Ἑστίας παρθένων ἱέρεια ζῶσα κατωρύγη φθορᾷ περιπεσοῦσα. Ἐπὶ αὐτοῦ Δάκες καὶ Νασαμῶνες ἐπαναστάντες Ῥωμαίοις διεφθάρησαν. Δομετιανὸς ἐθριάμβευσε κατὰ Δακῶν καὶ Γερμανῶν.
20 Ὁ αὐτὸς ἐν ταῖς πόλεσιν ἄμπελον φυτεύεσθαι ἐκώλυσε, πολλούς τε τῶν εὐπατριδῶν ἀνεῖλε. Δομετιανὸς τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξεν, ἵνα μή τις Ἰουδαίων βασιλικοῦ γένους ἀπολειφθῇ. Οὗτος μετὰ Νέρωνα δεύτερος Χριστιανοὺς ἐδίωξε, καὶ Ἰωάννην τὸν
25θεολόγον ἀπόστολον ἐν Πάτμῳ τῇ νήσῳ περιώρισεν, ἔνθα τὴν ἀποκά‐ λυψιν ἑώρακεν, ὡς ὁ ἅγιος Εἰρηναῖός φησι. πολλοὶ δὲ Χριστιανῶν ἐμαρ‐ τύρησαν κατὰ Δομετιανόν, ὡς ὁ Βρέττιος ἱστορεῖ, ἐν οἷς καὶ Φλαυία Δο‐ μετίλλα ἐξαδελφὴ Κλήμεντος Φλαυίου ὑπατικοῦ ὡς Χριστιανὴ εἰς νῆσον
Ποντίαν φυγαδεύεται· αὐτός τε Κλήμης ὑπὲρ Χριστοῦ ἀναιρεῖται. τούτου419

420

δὲ Στέφανός τις τῶν ἀπελευθέρων εἷς τῇ περὶ τὸν δεσπότην εὐνοίᾳ Κλή‐ μεντα ἐνεδρεύσας τὸν Δομετιανὸν ἀνεῖλε, τιμῆς τε παρὰ τῆς συγκλήτου ἠξιώθη ὡς αἴσχους μεγίστου Ῥωμαίους ἀπαλλάξας. Τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος γέγονε μετὰ Πέτρον τὸν κορυ‐
5φαῖον Ἀνέγκλητος ἔτη βʹ.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΣ
7tΤῆς θείας σαρκώσεως ἔτη οϛʹ
8Ῥωμαίων βασιλεὺς Δομετιανὸς ἔτη ιβʹ.
9tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΖ
10tΤῆς θείας σαρκώσεως ἔτη οζʹ
11Τῆς Ῥωμαίων ἐκκλησίας ἡγήσατο δʹ Κλήμης ἔτη θʹ.
12tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΗ
13tΤῆς θείας σαρκώσεως ἔτη οηʹ
14Τούτου καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Φιλιππησίους μέμνηται αʹ ἐπιστολῇ
15εἰπών· μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. τούτου ἐπιστολὴ μία γνησία Κορινθίοις φέρεται ὡς ἀπὸ τῆς Ῥωμαίων ἐκκλησίας γραφεῖσα, στάσεως ἐν Κορίνθῳ συμβάσης τότε, ὡς μαρτυρεῖ Ἡγήσιππος, ἥτις καὶ ἐκκλησιάζεται. Ῥωμαίων εʹ ἐπίσκοπος Εὐάρεστος ἔτη θʹ.
20Ἐν Ῥώμῃ θεοσημίαι πολλαὶ καὶ καθ’ ὅλης τῆς οἰκουμένης γεγόνασιν.
Ἀλεξανδρείας γʹ ἐπίσκοπος Αἰμίλιος ἔτη ιβʹ.420

421

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ
2tΤῆς θείας σαρκώσεως ἔτη πζʹ
3tἩγησίππου περὶ τῶν ἐκ γένους Δαβὶδ καὶ τοῦ σωτῆρος ὑπὸ τῶν αἱρετικῶν
4tδιαβληθέντων τῷ Δομετιανῷ
5 Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου υἱῶν Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλάτευσαν ἐκ γένους ὄντας Δαβίδ. τούτους ὁ ἰούκατος ἤγαγε πρὸς Δομετιανόν. ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ, ὡς καὶ Ἡρώδης, καὶ ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι ἐννακισχίλια δη‐
10νάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς πλέθρων λθʹ μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. Ἱεροσολύμων γʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ζʹ.
15tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ
16tΤῆς θείας σαρκώσεως ἔτη πζʹ
17Ἀπολλώνιος ὁ Τυανεὺς καὶ Εὐφράτης φιλόσοφοι ἤκμαζον.
18tΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΗ
19tΤῆς θείας σαρκώσεως ἔτη πηʹ
20Δομετιανοῦ αἱ τιμαὶ καθῃρέθησαν ὑπὸ τῆς συγκλήτου, καὶ οἱ ἀδίκως
ἀπελασθέντες ἐπανῆλθον· ἔνιοι δὲ καὶ ἀπέλαβον τὰς οὐσίας.421

422

(1t)

Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδόνου ἐκ τοῦ βʹ λόγου τοῦ πρὸς τὰς
2tαἱρέσεις περὶ τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου
3 Καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ κυρίου μαθητῇ συμβεβληκότες παραδεδωκέναι τὸν Ἰωάννην. παρέ‐
5μεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων. Τούτοις ἀκόλουθα καὶ Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ ‘Τίς ὁ σῳζόμενος πλούσιοσ‘ γράφει, μετὰ τὴν Δομετιανοῦ τοῦ τυράν‐ νου τελευτὴν ἐπανελθεῖν ἐκ τῆς Πάτμου τὸν Ἰωάννην τὸν θεολόγον, ἐπισκόπους τε παρακληθέντα τοῖς πλησιοχώροις ἔθνεσι καταστῆσαι, τισὶ
10δὲ καὶ ὅλας ἐκκλησίας ἁρμόσαι. ἐν οἷς καὶ τὴν περὶ τοῦ νεανίσκου προσ‐ τίθησιν εὔχρηστον ἱστορίαν τοῖς ἐκ πολλῶν ἁμαρτημάτων μεταμελομέ‐ νοις συμβαλλομένην, ὅπως αὐτὸν ἐπισκόπῳ τινὶ τῶν παρὰ τὴν Ἀσίαν παρέθετο, διαμαρτυράμενος αὐτῷ περὶ τῆς αὐτοῦ σωτηρίας. κἀκεῖνος βα‐ πτίσας αὐτὸν καὶ στοιχειώσας τῷ θείῳ λόγῳ εἴασεν· ὃν ἡλικιῶταί τινες
15ἀπατήσαντες λῄσταρχον διὰ ῥώμην σώματος προεστήσαντο. τοῦτον ὁ θεολόγος ἀπαιτήσας παρὰ τοῦ ἐπισκόπου μετά τινα χρόνον ὡς Χριστοῦ παραθήκην, κἀκείνου διαποροῦντος, εἶτα διδαχθέντος περὶ τοῦ νεανίσκου τὴν ζήτησιν ἀπαιτεῖσθαι καὶ οὐ περὶ χρημάτων, στενάξας ὁ αὐτὸς ἐπί‐ σκοπος ἔφη τεθνάναι θεῷ καὶ ἀρχιλῃστὴν ἀποφῆναι. ὁ δὲ ἀπόστολος
20αὐτοῦ καταγνούς, φησί, τῆς περὶ τὸν νεανίσκον ἀμελείας, ἔφιππος δι’ ἑαυ‐ τοῦ καταλαβὼν τὸ λῃστήριον καὶ τὸν νεανίαν φεύγοντα καταδιώξας εὐχαῖς καὶ δάκρυσιν ἐν γήρει βαθυτάτῳ καταλαμβάνει, λόγοις τε χρηστοῖς καὶ πρὸς μετάνοιαν ἄγουσι καὶ ἐλπίδα ζωῆς φωταγωγήσας, οἰμωγαῖς καὶ δάκρυσι μεθ’ ἑαυτοῦ ἐπανήγαγε, τὴν διὰ μετανοίας τε σωτηρίαν καὶ
25ἄφεσιν χαρισάμενος καὶ τῇ ἐκκλησίᾳ ἐπιστήσας, ὡς πάντας μέγα παρά‐ δειγμα καὶ τρόπαιον ἀναστάσεως καὶ παλιγγενεσίας γνώρισμα τὴν με‐ τάνοιαν διδαχθῆναι ἐν αὐτῷ.
Ῥωμαίων βασιλεὺς ιʹ Νερούας ἐβασίλευσεν ἔτος αʹ.422

423

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΘ
2tΤῆς θείας σαρκώσεως ἔτη πθʹ
3 Νερούας πράως καὶ σοφῶς βασιλεύσας νόσῳ τελευτᾷ ἐν κήποις Σαλου‐ στιανοῖς.
5 Ἐπὶ τούτου φησὶν ὁ Φιλόστρατος Ἀπολλώνιον τελευτῆσαι τὸν Τυανέα καταγηράσαντα, καὶ τὰ περὶ τῆς τελευτῆς τῷ Νερβᾷ κατασημᾶναι καὶ γράμμασιν οἰκείοις. Ῥωμαίων ιαʹ ἐβασίλευσε Τραϊανὸς ἔτη ιθʹ.
9tΚΟΣΜΟΥ ΕΤΗ ΕΦϙ
10tΤῆς θείας σαρκώσεως ἔτη ϙʹ
11 Ἰοῦστος Τιβερεὺς Ἰουδαῖος συγγραφεὺς ἐγνωρίζετο. Τερτυλλιανὸς ἱστορεῖ Πλίνιον Σεκοῦνδον ἡγούμενον ἐπαρχίας πλήθη Χριστιανῶν κατακρῖναι θανάτῳ. περὶ ὧν ἀπορῶν τί πράξοι κοινοῦται Τραϊανῷ, μηδὲν ἄξιον θανάτου πράττειν αὐτοὺς πλὴν τοῦ μὴ θύειν εἰδώ‐
15λοις, καὶ ὅτι Χριστὸν ὡς θεὸν ἕωθεν ὑμνοῦσιν ἀνιστάμενοι, ἀπεχόμενοι πάντων κακῶν. πρὸς ὃν ἀντέγραψε Τραϊανός, μὴ ἐκζητεῖσθαι Χριστια‐ νούς. Τραϊανὸς δὲ Δάκας καὶ Σκύθας ὑποτάξας κατ’ αὐτῶν ἐθριάμβευσεν, ἐπαρχίαν ποιήσας τὴν Δακίαν.
20 Ἐν Ῥώμῃ ἐνεπρήσθη ἡ χρυσῆ οἰκία. Ἀσίας δʹ πόλεις κατεπτώθησαν, Ἐλαία, Μύρινα, Πιτάνη καὶ Κύμη, Ἑλλάδος δὲ Ὀπουντία καὶ Ὤριτος. Τὸ Πάνθεον ὑπὸ κεραυνοῦ διεφθάρη. Γαλατίας γʹ πόλεις σεισμῷ κατεπτώθησαν.
25Ῥώμης ϛʹ ἐπίσκοπος Ἀλέξανδρος ἔτη ιβʹ.423

424

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦϙΕ
2 Ἰγνάτιος ὁ θεοφόρος βʹ ἐπίσκοπος Ἀντιοχείας ἐπὶ Τραϊανοῦ τῷ ὑπὲρ Χριστοῦ κατεστέφθη μαρτυρίῳ. Ἀντιοχείας γʹ ἐπίσκοπος Ἥρων ἔτη κʹ.
5tΚΟΣΜΟΥ ΕΤΗ ΕΦϙΣ
6Ἀλεξανδρείας δʹ ἐπίσκοπος Κέρδων ἔτη ιʹ.
7tΚΟΣΜΟΥ ΕΤΗ ΕΦϙΖ
8〈Ἱεροσολύμων ἐπίσκοπος βʹ Συμεών, ὁ καὶ Σίμων, υἱὸς τοῦ Κλεόπα ἔτη κγʹ.〉
10Οὗτος ἐπὶ Τραϊανοῦ ἐμαρτύρησεν ἐν τῷ κατ’ αὐτὸν διωγμῷ. Ἱεροσολύμων ἐπίσκοπος γʹ Ἰοῦστος ἔτη ϛʹ Ἱεροσολύμων ἐπίσκοπος δʹ Ζακχεῖος ἔτη δʹ.
13tΚΟΣΜΟΥ ΕΤΗ ΕΦϙΖ
14tΤῆς θείας σαρκώσεως ἔτη ϙζʹ
15 Ἰωάννην τὸν θεολόγον καὶ ἀπόστολον Εἰρηναῖος καὶ ἄλλοι ἱστοροῦσι παραμεῖναι τῷ βίῳ ἕως τῶν χρόνων Τραϊανοῦ· μεθ’ ὃν Παπίας Ἱεραπολί‐ της καὶ Πολύκαρπος Σμύρνης ἐπίσκοποι ἀκουσταὶ αὐτοῦ ἐγνωρίζοντο.
Ἱεροσολύμων ἐπίσκοπος εʹ Τωβίας ἔτη δʹ.424

425

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΧ
2tΤῆς θείας σαρκώσεως ἔτη ρʹ
3tΤὰ ὑπόλοιπα Ῥωμαίων ιαʹ Τραϊανοῦ ἔτη
4Ἰουδαῖοι κατὰ Λιβύην καὶ Κυρήνην καὶ Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ
5Θηβαΐδα πολεμήσαντες πρὸς τοὺς συνοικοῦντας Ἕλληνας διεφθάρησαν. Ἀντιόχεια κατεπτώθη παρόντος Τραϊανοῦ. Τραϊανὸς Λυσίῳ Κύντῳ τῆς Μεσοποταμίας ἐξᾶραι τοὺς στασιάσαντας ἐκέλευσεν. ὁ δὲ πολλὰς μυριάδας Ἰουδαίων ἀνελὼν ἡγεμὼν τῆς Ἰουδαίας διὰ τοῦτο καθίσταται.
10 Τοὺς ἐν Σαλαμῖνι τῆς Κύπρου Ἕλληνας Ἰουδαῖοι ἀνελόντες τὴν πόλιν κατέσκαψαν. Τραϊανὸν ἡ σύγκλητος θεὸν ἐψηφίσατο. Τραϊανὸς νόσῳ τελευτᾷ κατ’ Εὐσέβιον ἐν Σελινοῦντι, κατὰ δὲ ἄλλους ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας δυσεντερίᾳ.
15Ῥωμαίων ζʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ἀλεξανδρείας 〈εʹ〉 ἐπίσκοπος Πρῖμος ἔτη ιβʹ. Ἱεροσολύμων ϛʹ ἐπίσκοπος Βενιαμὶν ἔτη βʹ. Ἱεροσολύμων ζʹ ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. Ἱεροσολύμων ηʹ ἐπίσκοπος Ματθίας ἔτη βʹ.
20tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΘ
21tΤῆς θείας σαρκώσεως ἔτη ρθʹ
22Ῥωμαίων ιβʹ ἐβασίλευσεν Ἀδριανὸς Αἴλιος ἔτη καʹ. Κοδρᾶτος ὁ ἱερὸς τῶν ἀποστόλων ἀκουστὴς Αἰλίῳ Ἀδριανῷ τῷ αὐτο‐
κράτορι λόγους ἀπολογίας ὑπὲρ Χριστιανῶν ἐπέδωκεν, ὧδέ πως ἱστορῶν,425

426

ἐν οἷς ἔφη· τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν· ἀληθῆ γὰρ ἦν. οἱ θεραπευθέντες καὶ οἱ ἀναστάντες ἐκ νεκρῶν οὐκ ὤφθησαν μόνον θερα‐ πευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε
5καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο. τούτῳ καὶ Ἀρι‐ στείδης Ἀθηναῖος φιλόσοφος ὑπὲρ Χριστιανῶν ἀκόλουθα τῷ αὐτοκράτορι προσεφώνησεν Ἀδριανῷ, ἅπερ δεξάμενος ὁ Καῖσαρ σὺν τοῖς παρὰ Σερε‐ νίου λαμπροτάτου ἡγουμένου, ὡς ἄδικον εἴη κτείνειν γράψαντος Χρι‐ στιανοὺς ἀκρίτως ἐπὶ μηδενὶ τῶν ἐγκλημάτων, γράφει Μινουκίῳ Φου‐
10νάνῳ ἀνθυπάτῳ τῆς Ἀσίας Ἀδριανὸς μηδένα κτείνειν ἄνευ ἐγκλημάτων καὶ κατηγορίας. Ἀδριανὸς Ἰουδαίους κατὰ Ἀλεξανδρέων στασιάζοντας ἐκόλασεν. Ἀδριανὸς χρεῶν ὀφειλὰς τῶν ὑπ’ αὐτὸν πόλεων ἀνηκούσας τῷ δημοσίῳ λόγῳ ἀπέκοψε, καύσας τοὺς χάρτας.
15 Ὁ αὐτὸς Ῥωμαίοις φόρους πολλοὺς ἐχαρίσατο, ὅθεν ἡ σύγκλητος θεὸν αὐτὸν ἐψηφίσατο. Ὁ αὐτὸς Νικομήδειαν σεισμῷ καταπτωθεῖσαν καὶ Νίκαιαν πόλεις Βι‐ θυνίας χρήμασιν ἀνεστήσατο. Ὁ αὐτὸς Ἀθηναίοις ἀξιώσασιν ἐκ τῶν Δράκοντος καὶ Σόλωνος νόμους
20ἐπισυνέταξε, χειμάσας εἰς Ἀθήνας καὶ μυηθεὶς τὰ Ἐλευσίνια καὶ γεφυρώ‐ σας Ἐλευσῖνα κατακλυσθεῖσαν ὑπὸ Κηφισοῦ ποταμοῦ. Πλούταρχος Χαιρωνεὺς φιλόσοφος ἐπιτροπεύειν Ἑλλάδος ὑπὸ τοῦ αὐτο‐ κράτορος κατεστάθη γηραιός. Σέξτος φιλόσοφος καὶ Ἀγαθόβουλος καὶ Οἰνόμαος ἐγνωρίζετο.
25Σαυρομάται κατεπολεμήθησαν. Ἰουδαῖοι κατὰ Λιβύην καὶ Αἴγυπτον διεφθάρησαν πολέμῳ. Ἀποικίαν εἰς Λιβύην ἐρημωθεῖσαν Ἀδριανὸς ἔπεμψεν. Ἀδριανὸς πατὴρ πατρίδος καὶ ἡ γυνὴ αὐτοῦ Σεβαστὴ ἀνηγορεύθη.
Ῥώμης ηʹ ἐπίσκοπος Τελεσφόρος ἔτη ιʹ.426

427

Ἀντιοχείας δʹ ἐπίσκοπος Κορνήλιος ἔτη ιγʹ. Ἀλεξανδρείας ϛʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ιʹ. Νικόπολις καὶ Καισάρεια σεισμῷ κατεπτώθησαν. Ἱεροσολύμων θʹ ἐπίσκοπος Φίλιππος ἔτη βʹ.
5Ἱεροσολύμων ιʹ ἐπίσκοπος Σενέκας ἔτος αʹ. Ἱεροσολύμων ιαʹ ἐπίσκοπος Ἰοῦστος ἔτη δʹ. Ἱεροσολύμων ιβʹ ἐπίσκοπος Λευὶς ἔτη δʹ.
8tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΑ
9tΤῆς θείας σαρκώσεως ἔτη ρκαʹ
10tΤὰ ὑπόλοιπα Ῥωμαίων βασιλέως ιβʹ Ἀδριανοῦ Αἰλίου ἔτη
11 Ἀδριανὸς παραχειμάζων ἐν Ἀθήναις μυεῖται τὰ Ἐλευσίνια· ἔνθα καὶ ἦξεν ἀγῶνα, ἐπισκευάσας πολλὰ τῷ τόπῳ καὶ βιβλοθήκας συστησάμενος. Ἀδριανὸς κατὰ Ἰουδαίων ἀποστάντων στράτευμα ἐξέπεμψε, καταδρα‐ μόντων τὴν Ἰουδαίαν ἀπ’ Αἰγύπτου καὶ Λιβύης μετὰ πολλοὺς πολέμους.
15ἡγεῖτο δὲ τῆς Ἰουδαίας Τίννιος Ῥοῦφος ὁ καὶ πολεμήσας τοὺς Ἰουδαίους· τῆς Ἰουδαίων ἀποστάσεως Χωχεβᾶς τις ὁ μονογενὴς ἡγεῖτο, ὃς ἑρμηνεύετο ἀστήρ. οὗτος Χριστιανοὺς ποικίλως ἐτιμωρήσατο μὴ βουλομένους κατὰ Ῥωμαίων συμμαχεῖν. Ἰουδαῖοι κακῶς ἀπήλλαξαν, καὶ ὁ πρὸς αὐτοὺς πόλεμος πέρας ἔσχεν, ἁλόντων τῶν Ἱεροσολύμων τὸ ἔσχατον, ὡς μηδὲ
20λίθον ἐπὶ λίθον ἀφεθῆναι κατὰ τὴν θείαν φωνήν. ἔνθεν οὖν εἵργονται πάντη τῆς πόλεως ἐπιβαίνειν προστάξει θεοῦ καὶ Ῥωμαίων κράτει δια‐ σπαρέντες κατὰ παντός. Ἀδριανὸς ὕδρωπι τελευτᾷ ἐν Βαΐαις τῆς Ἰταλίας. Ῥώμης θʹ ἐπίσκοπος Ὑγιηνὸς ἔτη δʹ.
25Ἀντιοχείας εʹ ἐπίσκοπος Ἔρως ἔτη κϛʹ. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη ιγʹ.
Ἱεροσολύμων ιγʹ ἐπίσκοπος Ἐφραῒμ ἔτη βʹ.427

428

Φαβουρῖνος καὶ Πολέμων ὁ ῥήτωρ ἐγνωρίζοντο. Ἡρώδης ῥήτωρ Ἀθηναῖος. Μάρκος ῥήτωρ Βυζάντιος. Ἱεροσολύμων ιδʹ ἐπίσκοπος Ἰωσὴφ ἔτη βʹ.
5 Ἱεροσολύμων ιεʹ ἐπίσκοπος Ἰούδας ἔτη βʹ. Καθ’ ὃν ἡ ἐπὶ Ἀδριανοῦ τελεία καὶ ἐσχάτη γέγονε τῆς πόλεως καὶ τοῦ ἔθνους Ἰουδαίων ἅλωσις. λοιπὸν πρῶτος ἐξ ἐθνῶν ἐπίσκοπος Ἱεροσολύ‐ μων Μάρκος ἔτη ηʹ.
9tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΘ
10tΤῆς θείας σαρκώσεως ἔτη ρκθʹ
11Ἱεροσολύμων ιϛʹ ἐπίσκοπος, αʹ δὲ ἐξ ἐθνῶν Μάρκος ἔτη ηʹ.
12tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛ
13tΤῆς θείας σαρκώσεως ἔτη ρλʹ
14Ῥωμαίων ιγʹ ἐβασίλευσε Τίτος Ἀντωνῖνος, ὁ ἐπικληθεὶς εὐσεβής, σὺν
15τοῖς παισὶν Αὐρηλίῳ καὶ Λουκίῳ ἔτη κγʹ. Ἀντωνῖνος πατὴρ πατρίδος προσηγορεύθη. Ἰουστῖνος φιλόσοφος προσηγορεύθη, ὃς ὑπὲρ τοῦ καθ’ ἡμᾶς ὀρθοῦ λό‐ γου βίβλον ἀπολογίας Ἀντωνίνῳ ἐπέδωκε. Ῥωμαίων ἐπίσκοπος ιʹ Πῖος ἔτη ιεʹ.
20Κατὰ τοὺς χρόνους Ὑγιηνοῦ καὶ Πίου τῶν ἐπισκόπων Ῥώμης ἕως428

429

Ἀνικήτου Οὐαλεντινιανὸς καὶ Κέρδων ἀρχηγοὶ τῆς Μαρκίωνος αἱρέσεως ἐπὶ Ῥώμης ἐγνωρίζοντο. Μεσομήδης Κρὴς ποιητὴς νόμων κιθαρῳδικῶν ἐγνωρίζετο, καὶ Ταῦρος Πλατωνικὸς καὶ Βηρύτιος.
5 Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο. Ἐπίκτητος καὶ Εὐφράτης καὶ Περεγρῖνος ὁ ἑαυτὸν ἐμπρήσας κατὰ μίμησιν Καλανοῦ Βραχμᾶνος τοῦ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα γυμνοσοφιστοῦ. Μάξιμος Τύριος, Ἀπολλώνιος στωικὸς Χαλκηδόνιος, Βασιλείδης Σκυ‐ θοπολίτης· οὗτοι καὶ διδάσκαλοι Οὐηρισίμου Καίσαρος γεγόνασι.
10 Κρίσκος κυνικὸς φιλόσοφος Ἰουστίνῳ τῷ καθ’ ἡμᾶς θείῳ φιλοσόφῳ τὸν μαρτυρικὸν συνεσκεύασε θάνατον ἐλεγχόμενος ὑπ’ αὐτοῦ λιχνότητα κυνικήν. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη 〈ιγʹ〉. Ἀλεξανδρείας ηʹ ἐπίσκοπος Μαρκιανὸς ἔτη ιʹ. Ἱεροσολύμων ιϛʹ ἐπίσκοπος Μάρκος ἔτη ηʹ.
15Ἱεροσολύμων ιζʹ ἐπίσκοπος Κασσιανὸς ἔτη εʹ.
16tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛΗ
17tΤῆς θείας σαρκώσεως ἔτη ρληʹ
18tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΜ
19tΤῆς θείας σαρκώσεως ἔτη ρμʹ
20Ῥώμης ιʹ ἐπίσκοπος Πῖος ἔτη 〈ιεʹ〉.
Ῥώμης ιαʹ ἐπίσκοπος Ἀνίκητος ἔτη ιαʹ.429

430

Ἐπὶ τούτου Πολύκαρπος ἐν Ῥώμῃ πολλοὺς ἐξ αἱρέσεων μετήγαγεν. Ἀλεξανδρείας θʹ ἐπίσκοπος Κελαδίων ἔτη ιδʹ. Ἱεροσολύμων ιηʹ ἐπίσκοπος Πούπλιος ἔτη εʹ. Ἱεροσολύμων ιθʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ.
5Ἱεροσολύμων κʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη βʹ.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΝΓ
7tΤῆς θείας σαρκώσεως ἔτη ρνγʹ
8 Ῥωμαίων ιδʹ ἐβασίλευσε Μάρκος Αὐρήλιος ὁ καὶ Οὐῆρος, Λούκιός τε Αὐρήλιος καὶ Κόμοδος ἔτη ιθʹ.
10 Λούκιος Καῖσαρ ἱερουργῶν ἐν Ἀθήναις εἶδε πῦρ ἀπὸ δυσμῶν εἰς ἀνατο‐ λὴν κατ’ οὐρανὸν φερόμενον. Λούκιος Καῖσαρ Πάρθους ὑποτάξας κατ’ αὐτῶν ἐθριάμβευσεν. Οὐολόγεσσος Πάρθων βασιλεὺς τὴν Ῥωμαίων χώραν κατέδραμε. Περεγρῖνος ὁ φιλόσοφος ἐν τῇ πανηγύρει πῦρ ἀνάψας ἑαυτὸν ἐνέπρησε
15μιμούμενος Κάλανον Βραχμᾶνον τὸν κατὰ Ἀλέξανδρον γυμνοσοφιστήν. Πολύκαρπος ὁ ἱερώτατος Σμύρνης ἐπίσκοπος τῷ ὑπὲρ Χριστοῦ μαρτυ‐ ρίῳ ἐτελειώθη διωγμοῦ κατὰ τὴν Ἀσίαν γεγονότος. Πολλοὶ δὲ καὶ κατὰ τὰς Γαλλίας νομίμως ὑπὲρ Χριστοῦ ἤθλησαν, ὧν τὰ μαρτύρια ἀναγέγραπται εἰς μνημόσυνον τοῖς μετέπειτα.
20 Ῥωμαῖοι Γερμανοὺς καὶ Σαυρομάτας καὶ Δάκας Κουάδους κατεπά‐ λαισαν, λοιμώδης τε νόσος ἐπικρατήσασα μέχρι Ῥώμης ἔφθασε. Λούκιος αὐτοκράτωρ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἔτει ἐτελεύτησεν. Ἀπολλινάριος ἐπίσκοπος Ἱεραπόλεως τῆς ἐν Ἀσίᾳ, ἱερὸς ἀνήρ, ἤκμαζε, καὶ Μελίτων Σαρδιανῶν ἐπίσκοπος τῆς Λυδίας, ὃς καὶ βίβλον ἀπολογίας
25Ἀντωνίνῳ ὑπὲρ Χριστιανῶν ἐπέδωκε.430

431

Διονύσιος ἐπίσκοπος Κορίνθου, ἱερὸς ἀνήρ, ἐγνωρίζετο. Ὀππιανὸς ἁλιευτικῶν ποιητὴς ἤκμαζε Κίλιξ τῷ γένει. Ταῖς Χριστιανῶν εὐχαῖς ὁ Ῥωμαίων στρατὸς δίψει διαφθείρεσθαι μέλ‐ λων ἐν Κουάδοις περισῴζεται θεοῦ ὕσαντος καὶ τοὺς πολεμίους Γερμα‐
5νοὺς καὶ Σαυρομάτας σκηπτῷ διαφθείραντος, ὡς καὶ αὐτὸς Ἀντωνῖνος ἐπιστέλλων μαρτυρεῖ. Περτίναξ ἡγεῖτο τοῦ στρατοῦ. 〈Ῥωμαίων ἐπίσκοπος ιαʹ Ἀνίκητος ἔτη ιαʹ,〉 ἐφ’ οὗ Πολύκαρπος ἐν Ῥώμῃ. Ῥωμαίων ιβʹ ἐπίσκοπος Σωτήριχος ἔτη θʹ.
10Ἀντιοχείας ϛʹ ἐπίσκοπος Θεόφιλος ἔτη ιγʹ. Θεοφίλου τούτου συγγράμματα διάφορά εἰσι καὶ φέρονται. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἱεροσολύμων καʹ ἐπίσκοπος Γάιος ἔτη γʹ. Ἱεροσολύμων κβʹ ἐπίσκοπος Σύμμαχος ἔτη βʹ.
15Ἱεροσολύμων κγʹ ἐπίσκοπος Γάιος ἄλλος ἔτη γʹ. Ἱεροσολύμων κδʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη δʹ. Ἡ κατὰ Φρύγας συνέστη ψευδοπροφητία. Ἡρωδιανὸς γραμματικὸς ἄριστος ἤκμαζε.
19tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΕ
20tΤῆς θείας σαρκώσεως ἔτη ρξεʹ
21Τὰ ὑπόλοιπα Ῥωμαίων ιδʹ Μάρκου Αὐρηλίου Ἀντωνίνου τοῦ καὶ
Οὐήρου ἔτη Γαληνὸς ἰατρὸς ἄριστος ἤκμαζε τῷ γένει Περγαμηνός.
Ἰουλιανὸς νομοθέτης ἐν Ῥώμῃ καὶ Φρόντων ὁ ῥήτωρ.431

432

Ἀριστείδης Σμυρναῖος σοφιστής. Νικόστρατος λογοποιός. Ὀππιανὸς Κίλιξ ποιητὴς ἁλιευτικῶν. Σέξτος ἀδελφιδοῦς Πλουτάρχου τοῦ Χαιρωνέως φιλοσόφου.
5 Ἀττικὸς Πλατωνικὸς φιλόσοφος. Ἀντωνῖνος κοινωνὸν τῆς βασιλείας Κόμοδον ἴδιον παῖδα ἀνέδειξεν. Ὁ αὐτὸς κατὰ τῶν πολεμίων σὺν αὐτῷ ἐθριάμβευσεν. Ἀντωνῖνος καὶ Κόμοδος οἱ αὐτοκράτορες διανομὰς καὶ θέας παντοίας παρέσχον, τά τε δημόσια τέλη ἀνῆκαν καὶ τοὺς τῶν χρεῶν χάρτας ἐπὶ
10τῆς Ῥωμανισίας ἀγορᾶς κατέφλεξαν. νόμους καὶ διατάξεις εὖ συνειδότες ἀνενεώσαντο. Ἀντωνῖνος ἐν Παννονίαις, ὡς δέ τινες ἄλλοι, ἐν Σπανίαις νόσῳ τελευτᾷ. Ῥωμαίων ιγʹ ἐπίσκοπος Ἐλευθέριος ἔτη ιεʹ. Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ.
15 Ἱεροσολύμων κεʹ ἐπίσκοπος Ἠλίας ἔτη βʹ. Ἱεροσολύμων κϛʹ ἐπίσκοπος Ἀπίων, οἱ δὲ Καπίτων, ἔτη δʹ. Σμύρνα πόλις τῆς Ἀσίας σεισμῷ κατεπτώθη καὶ πρὸς ἀνοικοδομὴν ἀνείθη τῶν φόρων ἔτη ιʹ.
19tΚΟΣΜΟΥ ΕΤΗ ΕΧΟΒ
20tΤῆς θείας σαρκώσεως ἔτη ροβʹ
21Ῥωμαίων ιεʹ ἐβασίλευσε Κόμοδος ἔτη ιγʹ.
Κόμοδος ὑπὸ τῆς συγκλήτου Σεβαστὸς ἀνηγορεύθη.432

433

Ὁ αὐτὸς κατὰ Γερμανῶν ἐθριάμβευσεν. Εἰρηναῖος ἐπίσκοπος Λουγδόνων πόλεως Γαλλίας θείοις λόγοις καὶ πρά‐ ξεσι διέλαμπε. Τὸ Σεραπεῖον ἐν Ἀλεξανδρείᾳ κατεφλέχθη.
5 Τὰς ἐν τῷ Καπετωλίῳ βιβλοθήκας καὶ ἄλλα τούτου μέρη σκηπτὸς κατέφλεξε. Τοῦ ἐν Ῥόδῳ ἡλιακοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀφελὼν Κόμοδος τὴν ἑαυτοῦ ἔστησεν. Ἐμπρησμὸς μέγας τὸ παλάτιον Ῥώμης καὶ τὴν οἰκίαν τῶν παρθένων
10καὶ ἄλλα πλεῖστα ἐνέπρησε. Κόμοδος τοὺς ἐν γερουσίᾳ τιμίους ἀνελών, ἐν οἷς καὶ Ἰουλιανὸν νομο‐ θέτην καὶ Ἀντωνῖνον ἴδιον ἀδελφιδοῦν, ὑπὸ Ναρκίσσου τινὸς ἱπποδαμα‐ στοῦ βασιλέως διαφθείρεται ἐν τοῖς βασιλείοις. Ῥωμαίων ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη ιβʹ.
15Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἀλεξανδρείας ιαʹ ἐπίσκοπος Ἰούλιος ἔτη ιʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη μγʹ.
20Ἱεροσολύμων κζʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ. Ἱεροσολύμων κηʹ ἐπίσκοπος Ἀντωνῖνος ἔτη εʹ. Ἱεροσολύμων κθʹ ἐπίσκοπος Οὐάλης ἔτη γʹ.
Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη δʹ.433

434

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΠΕ
2tΤῆς θείας σαρκώσεως ἔτη ρπεʹ
3Ῥωμαίων ιϛʹ ἐβασίλευσεν Ἑλύιος Περτίναξ μῆνας ϛʹ. Ῥωμαίων ιζʹ ἐβασίλευσε Σευῆρος ἔτη ιηʹ.
5 Περτίναξ ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου βασιλεὺς Ῥωμαίων ἀνηγο‐ ρεύθη ἄριστος ἀνήρ, σφόδρα τῶν στρατιωτικῶν προνοῶν· ὑπὸ στρατιωτῶν ἀναιρεῖται διὰ τοῦτο, βασιλεύσας κατὰ μὲν Εὐσέβιον μῆνας ϛʹ, κατὰ δὲ ἄλλους οὐδὲ τρεῖς ὅλους· μεθ’ ὃν βασιλεύσας Ἰουλιανὸς ὁ κληθεὶς Δίδιος διὰ τὸ χρήμασι τὴν βασιλείαν ὠνήσασθαι καθαιρεῖται τῆς ἀρχῆς μετὰ δύο
10μῆνας ὑπὸ τῶν φίλων Σευήρου. Σευῆρος δὲ βασιλεύσας εὐθὺς τοὺς Περτίνακος φονευτὰς ἀνεῖλε. Κλήμης ὁ Στρωματεὺς πρεσβύτερος Ἀλεξανδρείας ἄριστος διδάσκαλος ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ συντάττων διέλαμπε. Πάνταινος φιλόσοφος ἀπὸ στωικῶν ἐν τῷ θείῳ λόγῳ διέπρεπεν.
15 Ἀφρικανὸς ἱστορικὸς Χριστιανὸς ἤκμαζε. Λεωνίδης Ὠριγένους πατὴρ ἐμαρτύρησε διωγμοῦ γεγονότος ἐν Ἀλεξαν‐ δρείᾳ. Μουσιανὸς ἐκκλησιαστικὸς συγγραφεὺς ἐγνωρίζετο. Ὠριγένης ὁ ματαιόφρων ἐν Ἀλεξανδρείᾳ κενοδοξῶν Ἑλληνικοῖς δόγμα‐
20σιν ἐνεωτέριζε. τοῦτον Εὐσέβιος ὁ Παμφίλου ὡς ὁμόφρων ἐκθειάζων σὺν αὐτῷ λογισθείη. Νίγερα στρατηγὸν ἐπαναστάντα τοῖς πράγμασι καὶ τὸ Βυζάντιον χει‐ ρωσάμενον κατά τε Νικαίας μητροπόλεως Βιθυνίας Περσικὴν δύναμιν ἀθροίσαντα, καὶ Οὐλίγισσον τὸν Περσῶν βασιλέα καὶ ἄλλους βαρβάρους
25ὁ Σευῆρος ἀναιρεῖ διὰ τῶν ἑαυτοῦ στρατηγῶν, τό τε Βυζάντιον ἀναλαμβάνει434

435

πολιορκίᾳ, διαφθείρας τοὺς Νίγερος συνδρόμους. Σευῆρος πρὸς Οὐλίγισ‐ σον καὶ Πέρσας πολεμήσας φυγάδα τοῦτον τρεψάμενος κατέστησε, τήν τε Νίσιβιν ἀνέλαβε, πάλαι προδοθεῖσαν Πέρσαις. Ῥώμης ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη 〈ιβʹ〉.
5Ῥώμης ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ, κατὰ δὲ Εὐσέβιον ἔτη ιβʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη 〈κεʹ〉. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη 〈μγʹ〉. Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη 〈δʹ〉. Ἱεροσολύμων λαʹ ἐπίσκοπος Δολιχιανὸς ἔτη ιβʹ.
10tΚΟΣΜΟΥ ΕΤΗ ΕΧϙΣ
11tΤῆς θείας σαρκώσεως ἔτη ρϙϛʹ
12
Τὰ ὑπόλοιπα Ῥωμαίων ιζʹ βασιλέως Σευήρου ἔτη Σευῆρος Οὐλιγίσσου Περσῶν βασιλέως φυγόντος πρὸς τὴν Νίσιβιν καὶ ἄλλας πόλεις Πέρσαις προδοθείσας, Ῥωμαίοις δὲ πρότερον ἀνηκούσας,
15παρεστήσατο. Σευῆρος Ἀδιαβηνοὺς καὶ Ἄραβας συμμαχήσαντας τῷ Νίγερι καθυπέ‐ ταξεν. Ὁ αὐτὸς Κολχικὴν ἤτοι Λαζικὴν παρεστήσατο. Σευῆρος εἰς Ῥώμην ἐλθὼν Ἀλβῖνον τυραννήσαντα κατὰ Λουγδόνων πό‐
20λιν ἀνεῖλε. Σευῆρος εἰς Βρεττανίαν ἐλθὼν νόσῳ πολεμίᾳ τελευτᾷ ἤγουν ἐπιλη‐ ψίᾳ. Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ ἢ ιβʹ.
Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη 〈κεʹ〉.435

436

Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη 〈μγʹ〉. Ἱεροσολύμων λαʹ ἐπίσκοπος Δολιχιανὸς ἔτη ιβʹ. Ἱεροσολύμων λβʹ ἐπίσκοπος Δῖος ἔτη ηʹ.
4tΚΟΣΜΟΥ ΕΤΗ ΕΨ
5tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΑ
6tΤῆς θείας σαρκώσεως ἔτη σαʹ
7 Ῥωμαίων ιηʹ ἐβασίλευσεν Ἀντωνῖνος ὁ ἐπικληθεὶς Καράκαλλος, υἱὸς ὢν Σευήρου, ἔτη ζʹ σὺν ἀδελφῷ Γέτᾳ, ὃν καὶ ἀνεῖλε, φονικώτερος γεγο‐ νὼς Κομόδου καὶ πολλοὺς ἀνελὼν ἀδίκως.
10 Οὗτος ἐλθὼν εἰς Ἀλεξάνδρειαν τὸ ταύτης ἐπίσημον σὺν πολλῷ πλήθει διέφθειρε διὰ στάσιν δημοτικήν, ἀκόρεστος ὢν αἱμάτων καὶ μηδέν ποτε πράξας ἀξιόλογον. Ὁ δ’ αὐτὸς Ἀρταβάνῃ τῷ Περσῶν βασιλεῖ πολεμεῖν δοκιμάσας ἀναι‐ ρεῖται δόλῳ πρὸς Καρίαις καὶ Ἐδέσσῃ. πόλεις δ’ αὗται τῆς Ὀσροϊνῆς.
15 Μακρῖνος δὲ τούτου παῖς συνὼν αὐτῷ διεδέξατο τὴν ἀρχήν, ἔτος αʹ ἄρξας καὶ μῆνας ϛʹ, ὥς τινες, χρηστὸς καὶ περὶ πάντα σπουδαῖος φανείς, μάλιστα δὲ τὰ στρατιωτικά, τό τε ὑπήκοον φυλάξας ἀνεπηρέαστον. οὗ χάριν τινὲς τῶν τῆς ἑῴας στρατιωτῶν ἐπιβουλεύσαντες αὐτῷ. Ἀντωνῖνον Αὐρήλιον ἀνηγόρευσαν βασιλέα Ἐδεσσηνόν. τούτῳ πολεμῆσαι πειραθεὶς
20ὁ Μακρῖνος ἐλαττοῦται, καὶ φεύγων περὶ τὸ Βυζάντιον ὡς αἰχμάλωτος περιενεχθεὶς διεφθάρη. Ῥωμαίων ιηʹ ἐβασίλευσε Μακρῖνος ἔτος αʹ, ὡς δὲ ἄλλοι λέγουσι, καὶ
μῆνας ϛʹ. ἐσφάγη δὲ ἐν Ἀρχελαΐδι.436

437

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ
2Κιρκισίοις Ἡφαιστίοις ἐκάη τὸ ἀμφιθέατρον ἐν Ῥώμῃ. Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη 〈κεʹ〉.
5Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη 〈μγʹ〉. Ἱεροσολύμων λβʹ ἐπίσκοπος Δῖος ἔτη 〈ηʹ〉. Ἱεροσολύμων λγʹ ἐπίσκοπος Γερμανίων ἔτη δʹ.
9tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ
10tΤῆς θείας σαρκώσεως ἔτη σιʹ
11 Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἀντωνῖνος Αὐρήλιος ἔτη δʹ. Ἀντωνῖνος Αὐρήλιος Ἐδεσσηνὸς μετὰ Μακρῖνον ἐβασίλευσεν ἔτη δʹ, ἀνὴρ θηλυδρίας ὅλος, ἐπὶ τὸ γυναικεῖον ἦθος τετραμμένος, κοσμούμενος καὶ ἐργαζόμενος τὰ γυναικῶν, φονικώτατος σφόδρα· διὸ καὶ ὑπὸ στρατιω‐
15τῶν ἀκοντισθεὶς ἀνῃρέθη κακῶς σὺν τῇ μητρί. μεθ’ ὃν βασιλεύει Ἀλέξαν‐ δρος ὁ Μαμμαίας υἱὸς ἀδελφιδοῦς αὐτοῦ, ἐν Ἀρκαῖς γῆς παράλου τεχθεὶς Φοινίκης, ὑπαγόμενος Οὐλπιανοῦ τοῦ νομοθέτου τῇ γνώμῃ, σφόδρα τῆς στρατιωτικῆς εὐταξίας ἀντεχομένου. διὸ καὶ ἀνῃρέθη τοῦ βασιλέως ὁρῶν‐ τος ὑπὸ στρατιωτῶν. Οὐράνιος δέ τις ἐν Ἐδέσσῃ τῆς Ὀσροϊνῆς αὐτοκράτωρ
20ἀναγορευθεὶς καὶ κατὰ Ἀλεξάνδρου τυραννήσας διαφθείρεται ὑπ’ αὐτοῦ, ἡνίκα καὶ Πέρσας καταδραμόντας Καππαδοκίαν καὶ Νίσιβιν πολιορκοῦν‐ τας Ἀλέξανδρος ἐξώθησεν. ἀλλ’ εἰς Ῥώμην ἐπανελθὼν ἀναιρεῖται σὺν τῇ μητρὶ Μαμμαίᾳ ὑπὸ στρατιωτικοῦ θορύβου. Μάξιμος δέ τις Μυσὸς τὸ γένος στρατηγὸς Κελτικῆς ὑπὸ τῶν στρατευμάτων βασιλεὺς Ῥωμαίων
25ἀνηγορεύθη, κρατήσας τῆς βασιλείας Ῥωμαίων ἔτη γʹ.437

438

Ῥωμαίων ιϛʹ ἐπίσκοπος Κάλλιστος ἔτη ηʹ. Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἱεροσολύμων λδʹ ἐπίσκοπος Γορδιανὸς ἔτη εʹ.
4tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙΕ
5
Τῆς θείας σαρκώσεως ἔτη σιεʹ Ῥωμαίων κʹ ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς ἔτη ιγʹ. Ἱππόλυτος ἱερὸς φιλόσοφος ἐπίσκοπος Πόρτου κατὰ τὴν Ῥώμην σφόδρα διαπρεπῶς ἤνθει ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ, πλεῖστα ψυχωφελῆ συν‐ τάττων ὑπομνήματα. εἴς τε γὰρ τὴν ἑξαήμερον καὶ εἰς τὰ μετὰ τὴν ἑξαήμε‐
10ρον, εἰς πολλά τε τῶν προφητῶν, μάλιστα Ἰεζεκιὴλ καὶ Δανιὴλ τῶν με‐ γάλων, ἔτι μὴν εἰς τὰ ᾄσματα καὶ εἰς ἄλλας παντοίας παλαιὰς καὶ νέας γραφάς, ἐν οἷς καὶ εἰς τὴν ἐν Πάτμῳ τοῦ θεολόγου ἀποκάλυψιν πρὸς Μαρκίωνα καὶ τὰς λοιπὰς αἱρέσεις, καὶ τὸν ἑξκαιδεκαετηρικὸν τοῦ πάσχα κανόνα ἐξέθετο περιγράψας εἰς τὸ αʹ ἔτος Ἀλεξάνδρου τοῦ Μαμμαίας
15τούτου, καὶ συντόμως φάναι θεοφράδης ποταμὸς τῇ ἐκκλησίᾳ ζώντων ναμάτων γέγονε, τὸν μαρτυρικὸν περιθέμενος στέφανον πρὸς τῷ τέλει. Ἐκ τούτου λαβὼν ἀφορμὰς Ὠριγένης ὁ τάλας ὑπεμνημάτισε πολλὰς τῶν γραφῶν, Ἀμβροσίου παρορμῶντος αὐτὸν εἰς τοῦτο καὶ χορηγοῦντος ἀναγκαίας τε χρείας ἀφθόνως καὶ ταχυγράφους ζʹ παριστῶντος, ἀμείβον‐
20τας ἀλλήλους ὑπαγορεύοντος, καὶ καλλιγράφους πλείους ἅμα κόραις ἠσκη‐ μέναις γράφειν, ἄφατόν τε προθυμίαν αὐτῷ παρέχοντος εἰς τὸ συντάττειν.
ἀλλ’ εἰς βάραθρον Ἑλληνικῆς τερατολογίας παρολισθήσας ἀποκατάστασιν438

439

καὶ προΰπαρξιν ἐδογμάτισεν ἕτερά τε ἀνόσια δόγματα· καὶ διὰ τοῦτο τοῦ χοροῦ τῶν ἁγίων ἐξώσθη. Μαμμαία τοῦ αὐτοκράτορος Ἀλεξάνδρου μήτηρ θεοσεβὴς ἦν σφόδρα. αὕτη λέγεται ὁμιλῆσαι τῷ Ὠριγένει ἐν Ἀντιοχείᾳ διατρίβουσα, μεταπεμ‐
5ψαμένη αὐτὸν ἐκ τοῦ Φάρου. ἡ δ’ αὐτὴ καὶ πᾶσι τοῖς ὀνομαστοῖς τηνι‐ καῦτα Χριστιανῶν διδασκάλοις προσέκειτο διὰ τὴν εἰς Χριστὸν πίστιν. Καὶ Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς μετὰ τὴν ἀναίρεσιν Οὐρανίου τοῦ τυράννου καὶ τὴν κατὰ Περσῶν εὐδοκίμησιν ἐπανελθὼν ἐν Ῥώμῃ ἀναι‐ ρεῖται σὺν μητρὶ Μαμμαίᾳ ἐν Μογοντιακῷ στρατιωτικῇ ἐπαναστάσει.
10Περσῶν αʹ Ἀρταξέρξης ἔτη ιεʹ. Ῥώμης ιζʹ ἐπίσκοπος Οὐρβανὸς ἔτη ζʹ. Ἀντιοχείας ιʹ ἐπίσκοπος Φίλητος ἢ Φίλιππος ἔτη ηʹ. Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ϛʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος πάλιν Νάρκισσος ἔτη ιʹ.
15 Ἐμμαοὺς ἡ ἐν Παλαιστίνῃ κώμη, περὶ ἧς φέρεται ἐν τοῖς ἱεροῖς εὐαγγε‐ λίοις, Νικόπολις ἐτιμήθη καλεῖσθαι ὑπὸ Ἀλεξάνδρου τοῦ αὐτοκράτορος, Ἀφρικανοῦ πρεσβευσαμένου τὰς ἱστορίας ἐν πενταβίβλῳ συγγραψαμένου. Ἀφρικανὸς τὴν ἐννεάβιβλον τῶν Κεστῶν ἐπιγεγραμμένην πραγματείαν ἰατρικῶν καὶ φυσικῶν καὶ γεωργικῶν καὶ χυμευτικῶν περιέχουσαν δυνά‐
20μεις Ἀλεξάνδρῳ τούτῳ προσφωνεῖ. Ἀφρικανὸς Αὔγαρόν φησιν ἱερὸν ἄνδρα τοῦ πρώην Αὐγάρου ὁμώνυμον βασιλεύειν Ἐδέσσης κατὰ τούτους τοὺς χρόνους. Ἐβασίλευσαν οὖν Ἀσσύριοι ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ Δελκετάδου. εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελι‐
25ταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς μέχρι Σαρδανα‐
πάλου, καθὰ Βίωνι καὶ Ἀλεξάνδρῳ δοκεῖ τῷ Πολυίστορι. Σαρδανάπαλον439

440

δὲ ἀνεῖλεν Ἀρβάκης ὁ Μῆδος καὶ Βελεοῦς ὁ Βαβυλώνιος, καὶ μετήγαγεν εἰς Μήδους τὴν βασιλείαν. ἐβασίλευσαν οὖν οἱ Ἀσσύριοι ἔτη ͵ατϛʹ. οὕτω γὰρ λέγοντι Κτησίᾳ καὶ Διόδωρος ὁ Σικελιώτης συμφθέγγεται. τῶν δὲ Μήδων λʹ ἔτη βασιλευσάντων, τὸν ὕστατον βασιλέα Μήδων Ἀστυάγην
5Κῦρος καθεῖλεν ὁ Πέρσης καὶ εἰς Πέρσας τὴν ἡγεμονίαν μετήγαγεν. Ἐβασίλευσαν δὲ οἱ Πέρσαι ἔτη σκηʹ μέχρις Δαρείου τοῦ Ἀρσάμου, ὃν νικήσας ὁ Φιλίππου Ἀλέξανδρος Μακεδόσι τὴν Περσῶν βασιλείαν παρ‐ έδωκεν. ἐκράτησαν δὲ τῆς Περσικῆς ἀρχῆς Μακεδόνες ἔτη ςϙγʹ, οὓς ἐκ‐ βαλὼν Ἀρσάκης ὁ Παρθυαῖος Πάρθοις τὴν βασιλείαν Περσῶν παρέδω‐
10κεν· ἔνθεν καὶ Ἀρσακίδαι οἱ βασιλεῖς Περσῶν ὀνομάζονται. Ἐβασίλευσαν δὲ Πάρθοι ἀπὸ Ἀρσάκου ἀρξάμενοι μέχρις Ἀρταβάνου ἔτη σοʹ. ἐβασίλευσε δὲ Ῥωμαίων ὁ Μαμμαίας Ἀλέξανδρος, ἡνίκα Ἀρτά‐ βανος ὁ Πάρθος Περσῶν ἐβασίλευσε. μετὰ δὲ τὸν Ἀρτάβανον τὸ γένος Χοσρόου βασιλεύειν ἤρξατο. ἤρξατο δὲ οὕτως· Ἀρταξέρξης Πέρσης ἀφα‐
15νής τε καὶ ἄδοξος ἀθροίσας ἄνδρας ἀτάκτους ἀνεῖλεν Ἀρτάβανον καὶ πε‐ ριέθετο κίδαριν, καὶ αὖθις Πέρσαις ἐπανήγαγε τὴν βασιλείαν. ἦν δὲ μάγος καὶ ἐξ ἐκείνου οἱ μάγοι γεγόνασι παρὰ Πέρσαις ἐπίδοξοι. λέγουσι δὲ τὴν τοῦ Ἀρταξέρξου μητέρα ἀνδρὶ συνοικεῖν Παβεκῷ τοὔνομα σκυτοτόμῳ μὲν τὴν τέχνην, ἀστρολόγῳ δὲ καὶ περὶ ταῦτα ἐνησκημένῳ. στρατιώτην δὲ
20ὀνόματι Σάνανον διὰ τῆς Καδουσαίων πορευόμενον χώρας ὑποδεχθῆναι εἰς τὸν οἶκον Παβεκῷ, καὶ προγνῶναι δῆθεν διὰ τῆς ἀστρολογίας τὸν Παβεκὸν ὅτι δὴ ἡ τοῦ Σανάνου γονὴ ἐπὶ μέγα εὐδαιμονίας ἀρθήσεται. μὴ ἔχων δὲ θυγατέρα ἢ ἀδελφὴν ἢ ἄλλο πρὸς γένος συναπτόμενον γύναιον, συγκατέκλινε τὴν ἰδίαν γαμετὴν τῷ Σανάνῳ, καὶ συλλαβοῦσα ἔτεκε τὸν
25Ἀρταξάρην.440

441

Ἐξ ἐκείνου τοίνυν τοῦ Ἀρταξάρου τοῦ καὶ Ἀρταξέρξου τὸ Χοσρόου κατ‐ άγεται γένος. ἐβασίλευσαν δὲ οὕτως· Ἀρταξάρης, ὁ καὶ Ἀρταξέρξης, ἔτη ιεʹ. τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Ἀλεξάνδρου τοῦ Μαμμαίας.
5Σαπώρης ἔτη λαʹ. Ὁρμίσδας ἔτος αʹ. Οὐραράνης ἔτη γʹ. Οὐραράκης ἔτη ιζʹ. Οὐραράνης ἔτος αʹ, ἄλλος δʹ.
10Ναρσῆς ἔτη ηʹ. Ὁρμίσδας ἔτη ηʹ. Σαβώρης ἔτη οʹ. τούτῳ δέδωκεν Ἰοβιανὸς τὴν Νίσιβιν. Ἀρταξὴρ ἔτη δʹ. Σαβὼρ υἱὸς Ἀρταξὴρ ἔτη εʹ.
15Οὐραράνης ἔτη ιαʹ. Οὐραράνης ἄλλος ἔτη κʹ. Ἰσδιγέρδης ἔτη καʹ. Περόζης ἔτη κδʹ. Ἰσδιγέρδης ἔτη ιζʹ.
20Καβάδης ἔτη ιαʹ, καὶ ἐξεβλήθη. Οὐάλας ἔτη δʹ. Καβάδης πάλιν ἔτη λʹ. Ζαμάσπης ἔτη δʹ. Ὁρμίσδας ἔτη ιεʹ.
25Χοσρόης υἱὸς Καβάδου ἔτη μηʹ. Χοσρόης ὁ μέγας, ὁ ἐπὶ Ἡρακλείου ἀναιρεθεὶς ὑπὸ Σιρόου υἱοῦ αὐτοῦ,
ἔτη λθʹ.441

442

Σιρόης ὁ υἱὸς Χοσρόου μῆνας ηʹ. Ἀδεσὴρ μῆνας ζʹ. Σαρβαράξας μῆνας βʹ. Βοράνη ἡ θυγάτηρ Χοσρόου μῆνας ζʹ.
5Ὁρμίσδας ὁ διωχθεὶς ὑπὸ τῶν Σαρακηνῶν ἔτη 〈ιαʹ〉.
6tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΚΗ
7tΤῆς θείας σαρκώσεως ἔτη σκηʹ
8Ῥωμαίων καʹ ἐβασίλευσε Μαξιμῖνος ἔτη γʹ. Μαξιμῖνος κατὰ Χριστιανῶν διωγμὸν ἐκίνησεν.
10 Οὗτος τύραννός τις καὶ ἀγριώτατος ἦν, ὡς καὶ τὴν ἰδίαν γαμετὴν ἀνελεῖν. Οὗτος ἀνῃρέθη κακῶς ὑπὸ τῶν στρατευμάτων ἐν Ἀκυληίᾳ. Θεμιστοκλῆς φιλόσοφος ἤκμαζεν, ᾧ τὸν Πύθιον Ἕλληνες μαρτυρῆσαι μυθεύονται τόδε ἔπος ἀνειπόντα· ἐσθλὸς ἀνὴρ μακάρεσσι τετιμένος ὀλ‐ βιοδαίμων.
15 Πλωτῖνος φιλόσοφος ὁ τὰς ἐννεάδας γράψας ἤκμαζε. Περσῶν βʹ ἐβασίλευσε Σαπώρης ἔτη λαʹ. Ῥώμης ιηʹ ἐπίσκοπος Ἀντέρως μῆνα αʹ. Ῥώμης ιθʹ ἐπίσκοπος Ποντιανὸς ἔτη γʹ. τινὲς Ποντιανὸν πρὸ τοῦ Ἀντέρωτός φασιν ἐπισκοπῆσαι Ῥώμης.
20Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ϛʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιϛʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος Νάρκισσος ἔτη ιʹ. Ἱεροσολύμων λϛʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ. Ὠριγένης ὁ ματαιόφρων ἀπὸ Ἀλεξανδρείας εἰς Καισάρειαν Παλαιστίνης
25μετέστη.442

443

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΑ
2tΤῆς θείας σαρκώσεως ἔτη σλαʹ
3Ῥωμαίων κβʹ ἐβασίλευσε Γορδιανὸς ἔτη ϛʹ. Οὗτος ἐξ Ἰταλίας εἰς Πάρθους ἐλθὼν καὶ Σαπώρην τὸν Ἀρταξέρξου
5υἱὸν Περσῶν βασιλέα πολεμήσας ἐτρέψατο καὶ Νίσιβιν καὶ Κάρρας ἀρ‐ θείσας ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου τοῦ Μυσοῦ Ῥωμαίοις ὑπέταξεν. ἀλλὰ πρὸς Κτησιφῶντα γενόμενος ἀναιρεῖται ὑπὸ τῶν οἰκείων στρατιωτῶν ὑπάρχου Φιλίππου γνώμῃ τοῦ μετ’ αὐτὸν βασιλεύσαντος ἔτη εʹ, κατὰ δὲ τοὺς πολλοὺς ἔτη ζʹ.
10Ῥώμης κʹ ἐπίσκοπος Φαβιανὸς μάρτυς ἔτη ιγʹ. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη ιγʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιϛʹ. Ἱεροσολύμων λϛʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ.
14tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΖ
15tΤῆς θείας σαρκώσεως ἔτη σλζʹ
16Ῥωμαίων κγʹ ἐβασίλευσε Φίλιππος ἔτη ζʹ. Πλωτῖνος φιλόσοφος τῆς Πλατωνικῆς διατριβῆς καθηγούμενος. Τούτου Πορφύριος ἠκροάσατο. Θεόπομπος φιλόσοφος ἐν Χαιρωνείᾳ ἤκμαζε.
20Νικάτωρ ὁ σοφιστὴς Ἀθήνησιν ἤκμαζε. Φίλιππος τοσοῦτον προσετέθη τῇ πίστει Χριστοῦ, ὡς καὶ τὰ ἡμαρτη‐
μένα προθύμως ἐξαγορεῦσαι καὶ τῶν ἐπὶ τῆς ἐκκλησίας εὐχῶν κοινω‐443

444

νῆσαι τῷ πλήθει τῇ νυκτὶ τῆς ἑορτῆς τοῦ πάσχα. ἔνθεν τε πλέον παρρη‐ σιασθῆναι τὸν θεῖον λόγον. Τότε καὶ Ὠριγένης ὁ ἄθλιος ἑξηκοστὸν ἄγων ἔτος διαλέξεις ἐποιεῖτο τῷ πλήθει ταχυγράφοις ἐκλαμβανομένας. ἐπέστελλε δὲ καὶ Φιλίππῳ τῷ βα‐
5σιλεῖ καὶ Σευήρᾳ τῇ τούτου γυναικὶ βασιλίδι. Τότε κατὰ τὴν Ἀραβίαν τινὲς ἐδογμάτιζον ἀσεβῶς συνδιαφθείρεσθαι τῇ ψυχῇ τὸ σῶμα κατὰ τὴν τελευτὴν καὶ ἐν τῇ ἀναστάσει πάλιν συνανα‐ βιώσασθαι· σύνοδός τε κατ’ αὐτῶν συνεκροτήθη μεγάλη. Ἔτι τε ἡ λεγομένη αἵρεσις τῶν Ἑλκεσαϊτῶν συνέστη, ἥτις πολλά τινα
10τῶν ἐν ταῖς θείαις γραφαῖς ἀθετεῖ τέλεον, {δὲ} τῶν θείων ἀποστόλων ῥη‐ τοῖς τισι χρωμένη παροδικῶς ἐκ παλαιᾶς καὶ νέας. τὸ δὲ ἀρνεῖσθαι ἀδιά‐ φορόν φησιν, ὅτι ὁ μὲν νοήσας τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. φέρουσιν αὐτοὶ καὶ βίβλον ἐξ οὐρανοῦ μυθεύοντες πεπτωκέ‐ ναι, ἧς ὁ ἀκηκοὼς ἄφεσιν λήψεται πταισμάτων ἄλλην παρ’ ἣν ὁ κύριος
15ἡμῶν ἐχαρίσατο ἡμῖν, τερατευόμενοι. Φίλιππος οὖν κρατήσας Ῥωμαίων ἔτη ζʹ μετὰ τὴν εἰς Σαπώρην τὸν Περ‐ σῶν βασιλέα σπονδὴν ἀναζεύγνυσιν ἐν Ῥώμῃ, καὶ πολεμεῖ πρὸς Δέκιον αὐτοκράτορα παρὰ τῶν στρατευμάτων ἀναρρηθέντα, ἡνίκα καὶ ἀναιρεῖται. Δέκιος δὲ τὴν ἀρχὴν διαδεξάμενος δύο ἔτη διὰ τὸ πρὸς Φίλιππον ἔχθος
20πικρὸν ἤγειρε κατὰ Χριστιανῶν διωγμόν, ἐν ᾧ Φαβιανὸς ἐπὶ τῆς Ῥώ‐ μης ὁ ταύτης ἐπίσκοπος τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον, Βαβυλᾶς τε κατὰ τὴν Ἀντιόχειαν ἐπισκοπῶν, καὶ Ἱεροσολύμων Ἀλέξανδρος ὁ ἱερὸς τὸ δεύτερον παραστὰς ἡγεμονικοῖς βήμασιν ἐπὶ τῆς εἱρκτῆς τελευτᾷ. Τότε καὶ Κυπριανὸς διαπρέπων ἔργοις καὶ λόγοις θεοσεβείας, ὁ μέγας
25Καρθαγένης ἐπίσκοπος, τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ τελειοῦται. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη ιγʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιϛʹ.
Ἱεροσολύμων λϛʹ ἐπίσκοπος Ἀλέξανδρος, ὁ καὶ μάρτυς, ἔτη ιεʹ.444

445

(1t)

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΔ
2tΤῆς θείας σαρκώσεως ἔτη σμδʹ
3Ῥωμαίων κδʹ ἐβασίλευσε Δέκιος ἔτη βʹ. Ῥώμης 〈καʹ〉 ἐπίσκοπος Κορνήλιος ἔτη γʹ.
5 Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη ιζʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Δεκίου Φίλιππον ἀνελόντος ἅμα τοῖς παισὶ καὶ τὸν κατὰ Χριστιανῶν διωγμὸν ἐξάψαντος οἱ τῶν ἐπισήμων ἐκκλησιῶν τῆς οἰκουμένης, ὡς προ‐
10εσήμανται, ἱεράρχαι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεστέφθησαν, Φα‐ βιανὸς μὲν τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας, Βαβυλᾶς δὲ τῆς Ἀν‐ τιοχέων, καὶ ὁ Ἱεροσολύμων ἱερώτατος Ἀλέξανδρος δὶς παραστὰς τυραν‐ νικοῖς βήμασι καὶ τελευτήσας ἐν τῇ φρουρᾷ μετὰ πεπαρρησιασμένην καὶ ἀξιόθεον ὁμολογίαν.
15 Ἐπὶ τούτοις καὶ Κυπριανὸς ὁ μέγας Καρθαγένης ἐπίσκοπος πλείστοις ἱεροῖς λόγοις καὶ ἐπιστάλμασιν ὑπαλείψας πολλοὺς ἐν τῷ αὐτῷ κατὰ Δέ‐ κιον διωγμῷ καὶ μάρτυρας προθύμως πείσας γενέσθαι τῷ ὑπὲρ τοῦ κυρίου μαρτυρίῳ τελειοῦται, πολλὰ τῷ ἀρχεκάκῳ δράκοντι ἀντιπαλαίσας, ὡς ἡ κατ’ αὐτὸν συγγραφὴ δηλοῖ, τῆς κατὰ Ἰουστίναν τὴν ἁγίαν καλλιπάρθε‐
20νον δαιμονιώδους προσβολῆς δηλοῦσα τὸ ἀδρανὲς καὶ τῆς αὐτοῦ πρὸς θεὸν προφανοῦς ἐξαγορεύσεως τὸ ἀνυπόκριτον. Πολλῶν δὲ καὶ ἄλλων τελειωθέντων ὑπὲρ Χριστοῦ ἐν τῷ αὐτῷ διωγμῷ, ὧν τὰ ὀνόματα μόνος ὁ μαρτυρηθεὶς ὑπ’ αὐτῶν κύριος οἶδεν, Ὠριγένης αὐχῶν ἐπὶ λόγοις σεσοφισμένοις καὶ μύθοις Ἑλληνικοῖς ἀπελείφθη τοῦ
25τηλικούτου στεφάνου, οὐδὲν διὰ θείας χρηστότητος, ἀλλὰ δι’ ὑπερήφανον καὶ αὐτοπεποίθητον γνώμην. ἀλλὰ ταῦτα Εὐσεβίῳ τῷ Καισαρεῖ οὐ δοκεῖ,
ὃς μείζω πάντων ἁγίων καὶ διδασκάλων αὐτὸν ἀποδεῖξαι σπουδάζων ἐν445

446

ἕκτῳ τῆς ἐκκλησιαστικῆς αὐτοῦ ἱστορίας λόγῳ ὁμοφρονῶν αὐτῷ πολλοῖς ἐγκωμίοις αὐτὸν ἐνυβρίζει, μὴ εἰδὼς ἃ λέγει ἢ περὶ ὧν διαβεβαιοῦται. πάνυ γὰρ ὀλίγον περὶ τῶν κατὰ τούσδε τοὺς χρόνους ἱερῶν καὶ μακαρίων πατέρων ἐπιμνησθείς, Κλήμεντος λέγω τοῦ Στρωματέως, Ἱππολύτου
5τοῦ ἱερομάρτυρος, Ἀφρικανοῦ τοῦ ἱστορικοῦ, Διονυσίου τοῦ μεγάλου Ἀλεξανδρείας καὶ ἄλλων, μόνου τοῦ ματαιόφρονος Ὠριγένους τὴν ἐκ παι‐ δὸς ἀναγωγὴν ἐκθειάζει μέχρι τῆς ἐν τῷ μαρτυρίῳ λειποτακτήσεως. Φα‐ βιανοῦ τε γὰρ τοῦ λεχθέντος ἱερομάρτυρος καὶ ἐπισκόπου Ῥώμης πέρι καὶ Βαβυλᾶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξάνδρου Ἱεροσολύμων ἐν ὀλίγοις
10διεξῆλθε τοῖς ῥήμασιν, ἐπὶ δὲ τὸν ὁμόφρονα ἐλθὼν Ὠριγένην πλεῖστα προεγκωμιάσας τὸν θεοκατάρατον ὧδέ που προστίθησι φήσας· Τὰ μὲν οὖν Ὠριγένει κατὰ τὸν διωγμὸν ξυμβάντα οἷα καὶ ὅσα καὶ ὁποίας ἔτυχε τελευτῆς, τοῦ πονηροῦ δαίμονος ἐφαμίλλως τῷ ἀνδρὶ πανστρατιᾷ πα‐ ραταξαμένου πάσῃ τε μηχανῇ καὶ δυνάμει κατ’ αὐτοῦ στρατηγήσαντος,
15παρὰ πάντας τε τοὺς τηνικάδε πολεμηθέντας διαφερόντως ἐπισκήψαντος αὐτῷ, οἷά τε καὶ ὅσα διὰ τὸν τοῦ Χριστοῦ λόγον ὁ ἀνὴρ ὑπέμεινε, δεσμὰ καὶ βασάνους τὰς κατὰ τοῦ σώματος τάς τε ὑπὸ σιδήρῳ καὶ μυχοῖς εἱρκτῆς τιμωρίας καὶ ὡς ἐπὶ πλείσταις ἡμέραις τοὺς πόδας ὑπὸ τέσσαρα τοῦ κο‐ λαστηρίου ξύλα παραταθεὶς στίγματά τε καὶ πυρὸς ἀπειλὰς καὶ ὅσα ἄλλα
20πρὸς τῶν ἐχθρῶν ἐπενεχθέντα καρτερῶς ἤνεγκεν, οἵου τε τὰ κατ’ αὐτὸν ἔτυχε τέλους, μηδαμῶς αὐτὸν ἀνελεῖν παντὶ σθένει τοῦ δικαστοῦ φιλονεί‐ κως ἐνστάντος, ὁποίας τε μετὰ ταῦτα καταλιπὼν φωνάς, καὶ αὐτὰς πλή‐ ρεις τοῖς ἀναλήψεως δεομένοις ὠφελείας, πλεῖσται ὅσαι τοῦ ἀνδρὸς ἐπι‐ στολαὶ τἀληθὲς ὁμοῦ καὶ ἀκριβὲς περιέχουσιν.
25 Τούτοις Εὐσέβιος καὶ πλείστοις πρὸ τούτων ἄλλοις Ὠριγένους τοῦ δυσσεβοῦς ἐγκωμίοις χρησάμενος ἀμάρτυρον αὐτῷ καταλέλοιπε τὸ μαρτύ‐ ριον καὶ τὸν δρόμον ἀτέλεστον· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησὶν ὁ κύριος, σωθήσεται, οὐχ ὁ πολλὰ παθὼν καὶ λειποτακτήσας. ἐπάγει δὲ καὶ περὶ
τοῦ μακαρίου Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Γερμανὸν446

447

αὐτοῦ ἐπιστολῆς τὴν χρῆσιν προθεὶς ὁ αὐτὸς Καισαρεὺς Εὐσέβιος, Ὠρι‐ γένει καὶ τούτῳ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ χαριζόμενος, ὡς ἂν μὴ μόνος φανῇ λειποτακτήσας, ἀλλὰ καὶ ἄλλους ἔχων ἐν τούτῳ συμμετόχους. ἔχει δὲ ἡ χρῆσις Διονυσίου πως ὧδε·
5 Ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι, οὐδεμίαν ἐπ’ ἐμαυτοῦ βαλλόμενος, οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμψεν εἰς ἀναζήτησίν μου. κἀγὼ μὲν τεσσάρων ἡμερῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν μὲν τοῦ φρουμενταρίου προσδοκῶν, ὁ
10δ’ ἅπαντα μὲν περιῆλθεν ἀνερευνῶν, τὰς ὁδούς, τοὺς ποταμούς, τοὺς ἀγρούς, ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν. οὐ γὰρ ἐπίστευον οἴκοι με διωκόμενον μένειν, καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε καὶ οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελ‐
15φῶν ἅμα συνεξήλθομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο γέγονε τὰ ἑξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι. εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ ταῦτα ἐπάγων· ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς σὺν ἐμοὶ γενομένοις ὑπὸ τοῖς στρατιώ‐ ταις εἰς Ταπόσιριν ἤχθην. ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν
20ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς· ἐλθὼν δὲ ὕστερον εὗρε τὸν οἶκον ἔρημον καὶ φρουροῦντας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους. Καὶ μεθ’ ἕτερά φησι· καὶ τίς ὁ τῆς θαυμαστῆς αὐτοῦ οἰκονομίας τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ἀπηντᾶτό τις τῶν χωριτῶν ὑποφεύγοντι τῷ Τιμοθέῳ καὶ τεταραγμένῳ καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. ὁ δὲ
25τἀληθὲς ἐξεῖπεν, κἀκεῖνος ἀκούσας (ἀπῄει δ’ εὐωχησόμενος γάμῳ, δια‐ παννυχίζειν γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος) εἰσελθὼν ἀπήγ‐ γειλε τοῖς κατακειμένοις ἐν τῷ γάμῳ. οἱ δὲ ὁρμῇ μιᾷ πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον ἐπισπεύδοντες ἡμῖν, καὶ ἠλάλαξαν καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμᾶς στρατιωτῶν γενομένης ἐπέστησαν
30ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. κἀγὼ μέν,
οἶδεν ὁ θεός, ὡς λῃστὰς εἶναι πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπα‐447

448

γὴν ἀφικομένους, μένων ἐπὶ τῆς εὐνῆς ἤμην ἐν τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα παρακειμένην αὐτοῖς ὤρεγον. οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι. καὶ τότε συνεὶς ἐφ’ ᾧ παρῆσαν ἀνέ‐ κραγον δεόμενος αὐτῶν καὶ ἱκέτευον ἀπιέναι καὶ ἡμᾶς ἐᾶν· εἰ δὲ βούλονταί
5τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι καὶ τὴν κεφαλὴν αὐ‐ τοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινω‐ νοί μου καὶ μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν. κἀγὼ μὲν παρῆκα ἑαυτὸν ὕπτιον πρὸς τοὔδαφος, οἱ δὲ διαλαβόντες χειρῶν καὶ πο‐ δῶν σύροντες ἐξήγαγον. ἐπηκολούθουν δέ μοι οὗτοι τῶν πάντων μάρτυρες,
10Γάιος, Φαῦστος, Πέτρος, Παῦλος. οἱ καὶ ὑπολαβόντες με φοράδην ἐξ‐ ήγαγον τοῦ πολιχνίου καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον. οὕτω μὲν οὖν ἡ τοῦ μεγάλου τούτου πατρὸς περιέχουσα χρῆσις πάντη τῆς Ὠριγέ‐ νους λειποταξίας διενήνοχεν. Ὁ δ’ αὐτός, φησί, καὶ περὶ τῶν ἐν Ἀλεξανδρείᾳ μαρτυρησάντων ἐπὶ
15Δεκίου σοφώτατος Διονύσιος γράφει πρὸς τὸν Ἀντιοχείας ἐπίσκοπον Φά‐ βιον· οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος παρ’ ἡμῖν ὁ διωγμὸς ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προὔλαβε, καὶ φθάσας ὁ κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητής, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ’ ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν εἰς τὴν ἐπιχώριον αὐτοῦ δεισιδαιμονίαν ἀναρριπίσας.
20οἱ δὲ ἐρεθισθέντες ὑπ’ αὐτοῦ καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβό‐ μενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν δαιμόνων ταύτην ὑπέλαβον τὸ καθ’ ἡμῶν φονᾶν. πρῶτον μὲν οὖν πρεσβύτην Μητρανὸν ὀνόματι συναρπά‐ σαντες καὶ κελεύσαντες ἄθεα λέγειν ῥήματα, μὴ πειθόμενον ξύλοις τε παίοντες τὸ σῶμα καὶ καλάμοις ὀξέσιν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς,
25ἀπαγαγόντες εἰς τὸ προάστειον κατελιθοβόλησαν· εἶτα πιστὴν γυναῖκα Κώινταν καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες ἠνάγκαζον προσκυνεῖν, ἀποστρεφομένην τε καὶ βδελυττομένην ἐκδήσαντες τῶν ποδῶν διὰ πάσης τῆς πόλεως κατὰ τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομένην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες
30κατέλευσαν τόπον. εἶθ’ ὁμοθυμαδὸν ἅπαντες ὅρμησαν ἐπὶ τὰς τῶν θεο‐448

449

σόφων οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι γειτνιῶντας ἐπισπεύδοντες ἦγον ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δ’ εὐτελέστερα καὶ ὅσα ξύλων ἐπεποίητο διαρρήσσοντες καὶ κατακαίον‐ τες ἐν ταῖς ὁδοῖς, ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαμα. ἐξέ‐
5κλιναν δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοί, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὁμοίως ἐκείνοις, οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ ᾔδει τις πλὴν εἰ μή πού τις εἷς ἐκπεσὼν μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο. ἀλλὰ καὶ τὴν θαυμασιωτάτην ποτὲ παρθένον πρεσβῦτιν Ἀπολ‐ λωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας κόπτοντες τὰς σιαγόνας
10ἐξήλασαν, πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύ‐ σειν, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα· ἡ δ’ ὑπο‐ παραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ καταπέφλεκται. Σαραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασά‐ νοις αἰκισάμενοι καὶ πάντα τὰ ἄρθρα διακλάσαντες ἀπὸ τοῦ ὑπερῴου πρη‐
15νῆ κατέρραξαν. οὐδεμία δὲ ὁδός, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νυκτός, οὐ μεθ’ ἡμέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνεῖ ῥήματα, τοῦτον εὐθέως δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι. καὶ ταῦτα ἐπὶ πολὺ μὲν ἤκμασε τὸ πρῶτον, διαδεξαμένους δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ’ ἡμῶν ὠμότητα
20πρὸς ἀλλήλους αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχο‐ λίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς ἐπιφανεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ’ ἡμᾶς ἀπειλῆς φόβος ἐπανέτεινε τὸ κήρυγμα. καὶ παρῆν τὸ πρόσταγμα αὐτοσχέ‐ διον εἰπεῖν, οἷον τὸ προρρηθὲν ὑπὸ τοῦ κυρίου, ἢ παρὰ βραχὺ τὸ φοβερώ‐
25τατον, ὡς εἰ δυνατὸν σκανδαλισθῆναι καὶ τοὺς ἐκλεκτούς. πλὴν πάντες γε κατεπτήχεσαν. καὶ πολλοὶ μὲν εὐθέως τὴν περιφανεστέραν οἱ μὲν ἀπήν‐ των δεδιότες, οἱ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, οἱ δὲ ὑπὸ τῶν ἀμφ’ αὐτοῖς ἀφείλκοντο, ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ
ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ449

450

θύσοντες, ἀλλ’ αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλῶν τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι καὶ ἄλλους μὲν εἶναι πρὸς πάντας δειλούς, ὑποτρέμοντας καὶ πρὸς τὸ τεθνάναι καὶ πρὸς τὸ θῦσαι· οἱ δέ τινες ἑτοιμότεροι τοῖς βωμοῖς προσέτρεχον, ἰσχυρι‐
5ζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον γεγονέναι Χριστιανούς· περὶ ὧν ἡ τοῦ κυρίου πρόρρησις ἀληθεστάτη ὅτι δυσκόλως σωθήσονται. τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν
10ἐξωμόσαντο· οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες, πρὸς τὸ ἑξῆς ἀπεῖπον. οἱ δὲ στερροὶ καὶ μακάριοι στῦλοι τοῦ κυρίου κραταιωθέν‐ τες ὑπ’ αὐτοῦ καὶ τῆς ἰσχυρᾶς ἐν αὐτοῖς πίστεως ἀνάλογον καὶ ἀξίαν δύναμιν καὶ καρτερίαν λαβόντες θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασι‐ λείας μάρτυρες. ὧν πρῶτος Ἰουλιανὸς ἄνθρωπος ποδαλγός, μὴ στῆναι
15μηδὲ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη, ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο, ὁ δὲ ἕτερος Κρονίων ὀνόματι, ἐπίκλην δὲ ὁ Νοῦς, καὶ αὐτὸς ὁ πρεσβύτερος Ἰουλιανὸς ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγίστης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ κεχυμένου τοῦ δήμου
20παντὸς κατεκάησαν. στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς ἐκβοησάντων ἐκείνων προαχθεὶς ὁ ἀν‐ δρειότατος ὁ πρόμαχος τοῦ θεοῦ Βησᾶς κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας ἀπετμήθη τὴν κεφαλήν. καί τις ἕτερος τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ,
25προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ γενομένης πρὸς ἄρνησιν, οὐχ ὑπαχθείς, ζῶν καταπέφλεκται. Ἐπίμαχός τε καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον μυρίας διενεγκόντες ἀλγηδόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν, καὶ σὺν αὐτοῖς γυναῖκες δʹ, Ἀμμωναρία τε ἁγία παρθένος, πάνυ φιλονείκως αὐτὴν ἐπὶ πλεῖστον
30τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος
κελεύει φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη. αἱ δὲ λοιπαί,450

451

σεμνοτάτη πρεσβῦτις Μερκουρία καὶ αἱ ὑπόλοιπαι μὲν οὐχ ὑπὲρ τὸν κύριον δὲ ἀγαπήσασαι τὰ τέκνα Διονυσία, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος σιδήρῳ τεθνᾶσι μηκέτι πεῖραν λαβοῦσαι. τὰς γὰρ ὑπὲρ πασῶν ἡ πρόμαχος Ἀμμωναρία
5ἀναδέδεκται.
6tἜτι περὶ τῶν ἐν Χριστῷ τελειωθέντων κατὰ τὸν ἐπὶ Δεκίου διωγμὸν ἐκ
7tτῆς αὐτῆς τοῦ μακαρίου Διονυσίου ἐπιστολῆς
8 Ἥρων δὲ καὶ Ἀστὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαετὴς Διόσκορος παρεδόθησαν. καὶ πρῶτον τὸ μειράκιον
10λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον καὶ βασάνοις καταναγκάζειν ὡς εὐέν‐ δοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διόσκορος. τοὺς δὲ λοιποὺς ἀγριώτατα ξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ τούτους ἔδωκε. τὸν δὲ Διόσ‐ κορον ἐλλαμπρυνόμενόν τε δημοσίᾳ καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινόμενον θαυμάσας παρῆκεν, ὑπὲρ ὧν ἦν φήσας εἰς μετάνοιαν αὐτὸν
15διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν ἐστι Διόσ‐ κορος εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον εἶναι τὸν ἆθλον. Νεμεσίων τις κἀκεῖνος Αἰγύπτιος ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃ‐ στῶν, ἀποδυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῃ τὴν ἀλλοτριωτάτην διαβολήν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης ἐπὶ τὸν ἡγεμόνα.
20ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν ἢ τοὺς λῃστὰς βασάνοις τε καὶ μάστιξι λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. ἀθρόον δέ τι σύνταγμα στῖφος στρατιωτικόν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης καὶ σὺν αὐτοῖς πρεσβύ‐ της Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου. κρινομένου δέ τινος ὡς
25Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ῥέποντος ἐπρίοντο οὗτοι παρεστηκότες καὶ τοῖς προσώποις ἐνένευον καὶ τὰς χεῖρας ἀνέτεινον καὶ συνεσχηματίζοντο τοῖς σώμασιν. ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ὅλως λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον εἶναι Χρι‐ στιανοὶ λέγοντες, ὥστε τὸν ἡγεμόνα καὶ τοὺς συνέδρους ἐν φόβῳ γενέσθαι,
30καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους ἐφ’ οἷς πείσονται φαίνεσθαι,451

452

τοὺς δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμ‐ πευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοῦ θεοῦ. Ἄλλοι δὲ πλεῖστοι κατὰ χώρας καὶ κώμας ὑπὸ τῶν ἐθνῶν διεσπάσθη‐
5σαν, ὧν ἑνὸς παραδείγματος ἕνεκεν ἐπιμνησθήσομαι. Ἰσχυρίων ἐπετρό‐ πευέ τινι τῶν ἀρχόντων. τοῦτον ὁ μισθοδότης ἐκέλευσε θῦσαι, μὴ πει‐ θόμενον δὲ ὕβριζε, ἐμμένοντα προὐπηλάκιζε, βακτηρίαν μεγάλην λαβὼν διὰ τῶν ἐντέρων καὶ τῶν σπλάγχνων διώσας ἀπέκτεινε. τί δεῖ λέγειν τὸ πλῆθος τῶν ἐν ἐρημίαις καὶ ὄρεσι πλανηθέντων ὑπὸ λιμοῦ καὶ δίψης καὶ
10κρύους καὶ λῃστῶν καὶ νόσων καὶ θηρίων διεφθαρμένων, ὧν οἱ περιγενό‐ μενοι τῆς ἐκείνων εἰσὶν ἐκλογῆς καὶ νίκης μάρτυρες; ἓν δὲ καὶ τούτων εἰς δήλωσιν ἔργον παραθήσομαι. Χαιρήμων ἦν ὑπέργηρως τῆς Νείλου καλουμένης πόλεως ἐπίσκοπος. οὗτος εἰς τὸ Ἀράβιον ὄρος ἅμα τῇ συμβίῳ αὐτοῦ φυγὼν οὐκ ἐπανελήλυθεν, οὐδὲ ἠδυνήθησαν ἰδεῖν οὐκέτι, καίπερ
15πολλὰ διερευνησάμενοι, οἱ ἀδελφοὶ οὔτε αὐτοὺς οὔτε τὰ σώματα αὐτῶν. πολλοὶ δὲ οἱ κατ’ αὐτὸ τὸ Ἀραβικὸν ὄρος ἐξανδραποδισθέντες ὑπὸ βαρ‐ βάρων Σαρακηνῶν οἱ μὲν μόλις ἐπὶ πλείστοις χρήμασιν ἐλυτρώθησαν, οἱ δὲ μέχρι καὶ νῦν οὐδέπω. ταῦτα διεξῆλθον οὐ μάτην, ἀδελφέ, ἀλλ’ ἵνα εἰδῇς ὅσα καὶ ἡλίκα δεινὰ παρ’ ἡμῖν συνέβη, ὧν οἱ μᾶλλον πεπειραμένοι
20πλεῖον ἂν εἰδεῖεν. Καὶ μετὰ βραχύ· αὐτοὶ τοίνυν οἱ θεῖοι μάρτυρες παρ’ ἡμῖν, οἱ νῦν τοῦ Χριστοῦ πάρεδροι καὶ τῆς βασιλείας αὐτοῦ κοινωνοὶ καὶ μέτοχοι τῆς κρί‐ σεως αὐτοῦ καὶ συνδικάζοντες αὐτῷ, τῶν παραπεπτωκότων ἀδελφῶν τι‐ νας ὑπευθύνους τοῖς τῶν θυσιῶν ἐγκλήμασι γενομένους προσελάβοντο,
25καὶ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῶν ἰδόντες δεκτήν τε γενέσθαι δυ‐ ναμένην τῷ μὴ βουλομένῳ καθόλου τὸν θανατὸν τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν δοκιμάσαντες προσεδέξαντο καὶ συνήγαγον καὶ προσευχῶν αὐτοῖς ἐκοινώνησαν καὶ ἑστιάσεως. τί οὖν ἡμῖν, ἀδελφοί, περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμψυχοι καὶ ὁμογνώμονες αὐτοῖς
30καταστῶμεν καὶ τὴν κρίσιν αὐτῶν τῇ χάριτι φυλάξωμεν καὶ τοῖς ἐλεηθεῖ‐452

453

σιν ὑπ’ αὐτῶν χρηστευσώμεθα ἢ τὴν κρίσιν αὐτῶν ἄδικον ποιησώμεθα καὶ δοκιμαστὰς αὐτοὺς τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν καὶ τὴν χρηστότητα λυπήσωμεν καὶ τὴν τάξιν ἀνασκευάσωμεν; σαφῶς διὰ τούτων ἐλέγχει τὴν Ναυάτου μισανθρωπίαν ὁ ἱερὸς Διονύσιος.
5 Ὃς Ναυᾶτος πρεσβύτερος τῆς Ῥωμαίων ἐκκλησίας ὤν, κατὰ τούτους δὲ τοὺς χρόνους τῆς ἐπισκοπῆς ἀναξίως ὀρεγόμενος καὶ ἀποτυχὼν ἐν ἄλλοις τε ἀτοπήμασι κατεγνωσμένος, μάλιστα φιλαργυρίᾳ καὶ οἰήσει καὶ φιλαυτίᾳ, προφάσει δῆθεν τῶν ἐπιθυσάντων ἐν τῷ κατὰ Δέκιον διωγμῷ καὶ διὰ μετανοίας παραδεχθέντων εἰς κοινωνίαν τῇ ἐκκλησίᾳ, ταύτης
10ἀπέσχισεν, ἀρχηγὸς καὶ αἱρεσιάρχης τῶν ἑαυτοὺς Καθαροὺς ὀνομαζόντων δι’ ὑπερήφανον γνώμην ὀφθεὶς καὶ σὺν αὐτοῖς ἐξωσθεὶς τοῦ παραδείσου τῆς ἐκκλησίας ψήφῳ πατέρων ἁγίων ξʹ συνελθόντων ἐν Ῥώμῃ
13tΠερὶ τῆς κατὰ Ναυάτου συνόδου γενομένης ὑπὸ Κορνηλίου ἐν Ῥώμῃ
14συνοδικῶς ὅτι μετὰ πλείστων πρεσβυτέρων τε καὶ διακόνων καὶ τοῦτον
15ἐκκηρυξάντων σὺν τοῖς ὁμόφροσιν ἀπανθρώποις, τοὺς δὲ παραπεπτωκότας ἀδελφοὺς διὰ μετανοίας δεξαμένων. τῆς δὲ τοιαύτης συνόδου Κορνήλιος ἐπίσκοπος Ῥώμης ἐξῆρχεν, ὃς καὶ γράφει πρὸς Φάβιον ἐπίσκοπον Ἀν‐ τιοχείας τὰ παραστάντα τῇ συνόδῳ καὶ πάλιν ἰδίως περὶ τῆς Ναυάτου κακοπραγίας λέγων·
20 Ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος τῆς ἐπισκοπῆς ὁ θαυμάσιος καὶ κρύπτων ἐν ἑαυτῷ τὴν προπετῆ ταύτην ἐπιθυμίαν ἐλάνθανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ κατ’ ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογοῦντας ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι. Μάξιμος πρεσβύτερος τῶν παρ’ ἡμῖν καὶ Οὐρβανὸς δὶς τὴν ἐξ ὁμολογίας δόξαν ἀρίστην καρπωσάμενοι, Σιδώνιός
25τε καὶ Κελερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ ἔλεον καρ‐
τερικώτατα διενεγκὼν καὶ τῇ ῥώμῃ τῆς αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς453

454

σαρκὸς ἐπιρρώσας, κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον· οὗτοι δὴ οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν καὶ καταφωράσαντες τὴν ἐν αὐτῷ πανουρ‐ γίαν τε καὶ παλιμβουλίαν τάς τε ἐπιορκίας καὶ τὰς ψευδολογίας καὶ τὴν ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν,
5καὶ ἅπαντα αὐτοῦ τὰ τεχνάσματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ὑπεστέλλετο, παρόντων τοῦτο μὲν ἐπισκόπων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαϊκῶν παμπόλλων, ἐξήγγειλαν, ἀποδυρόμενοι καὶ μεταγινώσκοντες ἐφ’ οἷς πεισθέντες τῷ δολερῷ καὶ κακοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας ἀπελείφθησαν.
10 Καὶ μετ’ ὀλίγα· ἀμήχανον ὅσην, ἀγαπητὲ ἀδελφέ, τροπὴν καὶ μεταβολὴν ἐν βραχεῖ καιρῷ ἐθεασάμεθα ἐπ’ αὐτοὺς γενομένην. ὁ γάρ τοι λαμπρότα‐ τος καὶ δι’ ὅρκων φοβερῶν τινων πιστούμενος μηδ’ ὅλως ἐπισκοπῆς ὀρέγεσθαι, αἰφνίδιον ἐπίσκοπος ὥσπερ ἐκ μαγγάνου τινὸς εἰς τὸ μέσον ῥιφεὶς ἀναφαίνεται. οὗτος γάρ τοι ὁ δογματιστής, ὁ τῆς ἐκκλησιαστικῆς
15ἐπιστήμης ὑπερασπιστής, ὁπηνίκα παρασπάσασθαί τε καὶ ὑφαρπάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ἐπεχείρει, δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας τὴν ἑαυτῶν σωτηρίαν ἐπελέξατο, ὡς ἂν εἰς βραχύ τι μέρος καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ κἀκεῖθεν ἐπισκόπους τρεῖς ἀγροί‐ κους καὶ ἁπλουστάτους πλαστῇ τινι ἐξαπατῆσαι ἐπιχειρήσει, διαβεβαιού‐
20μενος καὶ διισχυριζόμενος δεῖν αὐτοὺς ἐν τάχει παραγενέσθαι εἰς Ῥώμην, ὡς δή τις πᾶσα διχοστασία γεγονυῖα σὺν καὶ ἑτέροις ἐπισκόποις μεσιτευόν‐ των διαλυθῇ· οὓς παραγενομένους, ἅτε δή, ὡς ἔφθημεν λέγοντες, ἀνθρώ‐ πους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανίας καὶ ῥᾳδιουργίας, συγκλεισθέντας ὑπό τινων ὁμοίων αὐτῷ τεταραγμένων ἀνθρώπων, ὥρᾳ
25ιʹ μεθύοντας καὶ κραιπαλῶντας μετὰ βίας ἠνάγκασεν εἰκονικῇ τινι καὶ ματαιότητι καὶ ματαίᾳ χειρεπιθεσίᾳ ἐπισκοπὴν αὐτῷ δοῦναι, ἣν ἐνέδρᾳ καὶ πανουργίᾳ 〈μὴ〉 ἐπιβάλλουσαν αὐτῷ ἐκδικεῖ. ἐξ ὧν εἷς μετ’ οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν ἀποδυρόμενος καὶ ἐξομολογούμενος τὸ ἑαυ‐
τοῦ ἁμάρτημα, ᾧ καὶ ἐκοινωνήσαμεν λαϊκῷ, ὑπὲρ αὐτοῦ δεηθέντος παντὸς454

455

τοῦ παρόντος λαοῦ. καὶ τῶν δὲ λοιπῶν ἐπισκόπων διαδόχους εἰς τοὺς τόπους ἐν οἷς ἦσαν χειροτονήσαντες ἀπεστάλκαμεν. ὁ ἐκδικητὴς οὖν τοῦ εὐαγγελίου οὐκ ἠπίστατο ἕνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ οὐκ ἠγνόει (πῶς γάρ;) πρεσβυτέρους εἶναι μϛʹ, διακόνους ζʹ, ὑπο‐
5διακόνους ζʹ, ἀκολούθους δύο καὶ μʹ, ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα πυλωροῖς δυσὶ καὶ νʹ, χήρας σὺν θλιβομένοις ὑπὲρ ͵αφʹ, οὓς πάντας ἡ τοῦ δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει· ὧν οὐδὲ τοσοῦτον πλῆθος καὶ οὕτως ἀναγκαῖον ἐν τῇ ἐκκλησίᾳ διὰ τῆς τοῦ θεοῦ προνοίας πλούσιός τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἀναριθμήτου λαοῦ ἀπὸ τῆς
10τοιαύτης ἀπογνώσεώς τε καὶ ἀπαγορεύσεως ἐπέστρεψέ τε καὶ ἀνεκαλέ‐ σατο εἰς τὴν ἐκκλησίαν. Τούτοις ἐπάγων μεθ’ ἕτερά φησι· φέρε δὴ ἑξῆς εἴπωμεν τίσιν ἔργοις ἢ τίσι πολιτείαις τεθαρρηκὼς ἀντεποιήθη τῆς ἐπισκοπῆς. ἆρά γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἐκκλησίᾳ ἀνεστράφθαι καὶ πολλοὺς ἀγῶνας ὑπὲρ αὐτῆς
15ἠγωνίσθαι καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ’ οὐκ ἔστιν ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ σατανᾶς φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν· ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν νόσῳ περιπεσὼν χαλεπῇ καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος ἐν αὐτῇ τῇ κλίνῃ οὗ ἔκειτο περιχυθεὶς ἔλαβεν, εἴ γε
20χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι. οὐ μὴν οὐδὲ τῶν λοιπῶν ἔτυχε διαφυ‐ γὼν τὴν νόσον ὧν χρὴ μεταλαμβάνειν κατὰ τὸν τῆς ἐκκλησίας κανόνα, τοῦ τε σφραγισθῆναι ὑπὸ τοῦ ἐπισκόπου. τούτων δὲ μὴ τυχὼν πῶς ἂν τοῦ ἁγίου πνεύματος ἔτυχε; Καὶ αὖθις ἐπιφέρει· οὐ διὰ δειλίαν καὶ φιλοζωίαν ἐν τῷ καιρῷ τῆς διώ‐
25ξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος; ἀξιούμενος γὰρ καὶ παρακα‐ λούμενος ὑπὸ τῶν διακόνων ἐξελθεῖν τοῦ οἰκίσκου, ἐν ᾧ καθεῖρξεν ἑαυτόν, καὶ βοηθῆσαι τοῖς ἀδελφοῖς ὅσα θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ κινδυ‐ νεύουσιν ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχῆσαι καὶ παρακαλοῦσι τοῖς διακόνοις, ὡς καὶ χαλεπαίνοντα
30ἀπιέναι καὶ ἀπαλλάττεσθαι. μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος ἔφη·
ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής.455

456

Εἶτ’ ἐπιφέρει μετ’ ὀλίγον· καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν ἐκ‐ κλησίαν τοῦ θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χά‐ ριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαϊκῶν πολλῶν,
5ἐπεὶ μὴ ἐξὸν ἦν τὸν ἐπὶ κλίνῃ διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτὸν τοῦτον μόνον χειρο‐ τονῆσαι. Τούτοις προστίθησιν ὁ Κορνήλιος τὸ ἀτοπώτατον τῆς Ναυάτου ἀνευ‐ λαβείας φάσκων· ποιήσας γὰρ τὰς προσφορὰς καὶ διανέμων ἑκάστῳ τὸ
10μέρος καὶ ἐπιδιδοὺς τούτῳ ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς χερσὶ τὰς τοῦ λαβόντος καὶ μὴ ἀφεὶς ἕως ἂν ὀμνύοντες εἴπωσι ταῦτα (τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις)· ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μηδέποτέ με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον.
15καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον ἑαυτῷ κατ‐ αράσαιτο. καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν, ‘οὐκ‐ έτι ἐπανήξω πρὸς Κορνήλιον‘ λέγει. Φαβίῳ μὲν γὰρ Ἀντιοχείας ἐπισκόπῳ χωλαίνοντι περὶ Ναυάτου Κορνήλιος τὰ προτεταγμένα, καὶ ὅπως αὐτὸν οἱ πολλοὶ καταλιμπάνοντες τῇ ἐκκλησίᾳ προσέτρεχον, ἔγραφεν ἀναγκαίως,
20ἐν οἷς καὶ τὰ περὶ Μωυσέως τοῦ μακαρίου μάρτυρος, ὅπως αὐτὸν ἀκοι‐ νώνητον ἐποίησε τὸν Ναυᾶτον πρὸ τοῦ μαρτυρίου, καταγνοὺς αὐτοῦ τῆς θρασύτητος, ἅμα τοῖς συναποσχισταῖς αὐτοῦ πέντε πρεσβυτέροις, προσ‐ θείς, ἐν τῷ τέλει τῆς ἐπιστολῆς τῶν συνελθόντων ἐν Ῥώμῃ ἐπισκόπων κατ’ αὐτοῦ τὸν κατάλογον πεποίηται κατ’ ὄνομα καὶ παροικίαν, τῶν τε
25μὴ συνελθόντων διά τινας ἀναγκαίας περιστάσεις, εὐδοκησάντων δὲ γράμ‐ μασιν οἰκείοις τῇ θείᾳ κατ’ αὐτοῦ κρίσει. ἀκόλουθα δὲ τούτοις καὶ Διο‐ νύσιος ὁ μέγας Ἀλεξανδρείας τούτῳ ταὐτῷ Φαβίῳ περὶ μετανοίας ἐπιστέλ‐ λων, μνήμης ὁμοῦ καὶ θαύματος ἄξιόν τι προστίθησι, μετὰ τὴν τῶν ἔναγ‐ χος ἐπ’ Ἀλεξανδρείας μαρτυρησάντων καὶ τὴν λοιπὴν ἱστορίαν αὐτῷ
30διεξιών.456

457

(1t)

Ἐκ τῆς Διονυσίου πρὸς Φάβιον ἐπιστολῆς κατὰ Ναυάτου
2 Ἓν δέ σοι τοῦτο παράδειγμα παρ’ ἡμῖν συμβεβηκὸς ἐκθήσομαι· Σαρα‐ πίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἄμεμπτος μὲν τὸν πολὺν διαβιώσας χρόνον, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο καὶ οὐδεὶς προσ‐
5εῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. ἐν νόσῳ δὲ γενόμενος τριῶν ἑξῆς ἡμερῶν ἄφωνος καὶ ἀναίσθητος διετέλεσε. βραχὺ δὲ ἀνασφήλας τῇ τετάρτῃ προσ‐ εκαλέσατο τὸν θυγατριδοῦν καὶ ‘μέχρι τίνος, φησίν, ὦ τέκνον, μὲ κατέχετε; δέομαι σπεύσατε καί με θᾶττον ἀπολύσατε, τῶν πρεσβυτέρων μοί τινα κάλεσον.‘ καὶ ταῦτα εἰπὼν πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρε‐
10σβύτερον· νὺξ δὲ ἦν κἀκεῖνος ἠσθένει. ἀφικνεῖσθαι μὲν οὖν οὐκ ἠδυνήθη, ἐντολῆς δὲ ὑπ’ ἐμοῦ δεδομένης τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ καὶ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν’ εὐέλπιδες ἀπαλλάττωνται, βραχὺ τῆς εὐχαριστίας ἔδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ
15παῖς φέρων, ἐγγύς τε γενομένῳ τῷ παιδὶ πρὶν τοῦ εἰσελθεῖν ἀνενέγκας πά‐ λιν ὁ Σαραπίων ‘ἧκες, ἔφη, τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθέν, καὶ ἀπαλλάττομαι.‘ ἀπέ‐ βρεξεν ὁ παῖς καὶ ἅμα ἐνέχεε τῷ στόματι, καὶ μικρὸν ἐκεῖνος καταβροχθί‐ σας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέ‐
20μεινεν, ἕως λυθῇ καὶ τῆς ἁμαρτίας ἐξαλειφθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ; Ἐπέστειλε δὲ αὐτῷ Ναυατιανῷ πρὸς λέξιν ὧδέ πως· Διονύσιος Ναυα‐ τιανῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις, ἐὰν ἀναχωρήσῃς ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκ‐
25κλησίαν τοῦ θεοῦ· καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆ‐ σαι γενομένης ἢ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία· κατ’ ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ
30μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης,457

458

σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε ἐχόμενον τῆς εἰρήνης ἐν κυρίῳ εὔχομαι. θαυμασίως διὰ βραχέων μὲν λόγων, συνεκτικωτάτων δὲ ἐννοιῶν ὁ θεῖος Διονύσιος πᾶσαν πανουργίαν ἀπέκλεισε τῷ Ναυάτῳ, πρόφασιν αἰτιωμένῳ τὴν τῶν ἀδελφῶν ἔνστασιν καὶ οὐ τὴν ἰδίαν θρασύ‐
5τητα τῆς κατὰ Ῥώμην ἐκκλησίας ἀπόσχισιν. ἀλλὰ καὶ τοῖς κατ’ Αἴγυπτον ὁ αὐτὸς ἱερώτατος γράφει Διονύσιος περὶ μετανοίας καὶ τῆς τῶν ἐν τῷ διωγμῷ παραπεσόντων ἀποδοχῆς μετὰ τὴν ἐπιστροφήν, τὰς τῶν παραπτω‐ μάτων τάξεις ἄριστα διεξελθών, καὶ πρὸς Κόλωνα τῆς Ἐρημουπολιτῶν πό‐ λεως ἐπίσκοπον ἐξαίρετον περὶ μετανοίας γραφὴν πεποίηται, καὶ ἄλλην
10ἐπιστρεπτικὴν πρὸς Ἀλεξανδρέας καὶ ἑτέραν περὶ μαρτυρίου πρὸς Ὠρι‐ γένην, ὥς φησιν, οὐ μὴν ἀλλὰ καὶ Λαοδικεῦσι Θηλυμίδρους ἐπισκοποῦντος αὐτῶν, Ἀρμενίοις τε Μερουζάνους προεστῶτος αὐτῶν ἐπισκόπου. ἐπειδὴ δὲ Ἕλενος Ταρσοῦ Κιλικίας ἐπίσκοπος καὶ οἱ σὺν αὐτῷ Φιρμιλιανός τε Καππαδοκίας καὶ Θεόκτιστος Παλαιστίνης ἐπίσκοποι γράμμασι Διονύ‐
15σιον τοῦτον ἐδυσώπουν συνελθεῖν αὐτοῖς ἐν Ἀντιοχείᾳ διασκεψόμενον σὺν αὐτοῖς τὰ περὶ Ναυάτου, Φαβίου ἐπισκόπου Ἀντιοχείας καὶ ἄλλων τινῶν ὑποκατακλινομένων τῷ σχίσματι, δεξάμενος παρὰ Κορνηλίου ἐπισκόπου Ῥώμης τὴν κατὰ Ναυάτου ἐπιστολήν, ἀντιγράφει αὐτῷ δηλῶν καὶ τὰς παρακλήσεις τῶν εἰρημένων ἀνδρῶν. ἀλλ’ ἐν τούτοις Φαβίου κοιμηθέντος
20Δημητριανὸς ἐπίσκοπος Ἀντιοχείας καθίσταται. Διονύσιος δὲ καὶ ἄλλαις διαφόροις ἐπιστολαῖς καὶ λόγοις ἱεροῖς σπουδαίως τὴν Ῥωμαίων μάλιστα ἐκκλησίαν συνιστᾶν ὑπὸ Ναυάτου ταραττομένην ἠγωνίζετο, τὸν περὶ με‐ τανοίας πρεσβεύων ἁπανταχοῦ καὶ ὁμονοίας λόγον, ἐν οἷς καὶ διακονικὴν ἐπιστολὴν περὶ εἰρήνης δι’ Ἱππολύτου γράφει Ῥωμαίοις, καὶ ἄλλην περὶ
25μετανοίας, τοῖς τε συμπεριφερομένοις ὁμολογηταῖς τῇ τοῦ Ναυάτου πλάνῃ ἰδίαν, καὶ δύο τοῖς ἐξ αὐτῶν ὁμολογητῶν ἀποστᾶσιν αὐτοῦ καὶ τῇ ἐκκλησίᾳ ἑνωθεῖσι.
28tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΣ
29tΤῆς θείας σαρκώσεως ἔτη σμϛʹ
30Ῥωμαίων κεʹ ἐβασίλευσε Γάλλος καὶ Βουλουσιανός. Ῥωμαίων κβʹ ἐπίσκοπος Κορνήλιος ἔτη γʹ.
Ῥωμαίων κγʹ ἐπίσκοπος Λούκιος ἔτη βʹ.458

459

Ναυᾶτος αἱρεσιάρχης πρεσβύτερος Ῥώμης ἐγνωρίζετο. Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη ιζʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ.
5 Σκύθαι περαιωθέντες οἱ λεγόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ Δεκίου πλεῖστοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. οὗτοι τοὺς Μυ‐ σοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· Δέκιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς Δέξιππος ἱστορεῖ, καὶ τρισμυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππόπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ’ αὐτῶν καὶ Θρᾷκας πολ‐
10λοὺς ἀναιρεθῆναι. ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς Δέκιος ἐπιθέμενος ἀναιρεῖται ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ λίαν οἰκτρῶς ὁ θεομάχος, οἵ τε Σκύθαι μετὰ πλείστων αἰχμαλώ‐ των καὶ λαφύρων ἐπανέρχονται. καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον ἀναγορεύουσιν ἅμα Βουλουσιανῷ τῷ Δεκίου
15παιδί· οἳ καὶ βασιλεύουσι κατὰ Δέξιππον μῆνας ιηʹ, πράξαντες οὐδὲν ἀξιόλογον, κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ, καὶ καθ’ ἑτέρους ἔτη βʹ. ἐσφάγη‐ σάν τε προδοθέντες ὑπὸ τῆς ἰδίας δυνάμεως ἐν ἀγορᾷ Φλαμενίου τῆς αὐτῆς κακοτροπίας ἐχόμενοι τῷ Δεκίῳ, ὥς πού φησιν ὁ μακάριος Ἀλεξανδρείας ἐπίσκοπος Διονύσιος Ἑρμάμμωνι γράφων περὶ τοῦ Γάλλου· ἀλλ’ οὐδὲ ἐκεῖ‐
20νος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ προεσκόπησε τί ποτε ἐκεῖνος ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὐφραινομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγ‐ μάτων καὶ τοὺς ἱεροὺς ἄνδρας τοὺς περὶ τῆς εἰρήνης αὐτῷ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεὸν ἡμῶν ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξε καὶ
25τὰς ὑπὲρ αὐτοῦ προσευχάς. Τούτοις τοῖς χρόνοις ὁ μέγας καὶ θαυματουργὸς Γρηγόριος ἐν τελειότητι τῆς κατὰ Χριστὸν φιλοσοφίας διέλαμπεν, οὗ μνήμην ἁρμόζουσαν ὁ Και‐
σαρείος Εὐσέβιος οὐκ οἶδα τίνος ἕνεκα, καίπερ Ὠριγένους τοῦ δυσσεβοῦς459

460

ἀλόγοις ἐνδιατρίψας ἐγκωμίοις, οὐ πεποίηται, τοῦ καθ’ ὅλης τῆς οἰκου‐ μένης ἐξηχουμένου θείοις τε λόγοις καὶ τέρασιν ἐξαστράπτοντος, ὡς καὶ αὐτοῖς δαίμοσι προστάττειν οἷά τισιν ἀνδραπόδοις διὰ πολλὴν πρὸς θεὸν παρρησίαν καὶ βίου καὶ λόγου καθαρότητα. νομίζω δὲ τὸν Εὐσέβιον τὸ τῆς
5θείας ἀρετῆς τοῦ θαυματουργοῦ καὶ θεοφόρου Γρηγορίου μέγεθος σιω‐ πῆσαι διὰ τὸ πανταχοῦ τῶν δογμάτων ἀκέραιον καὶ ἀλλότριον τῶν Ὠριγένους ληρημάτων καὶ τῶν Ἀρείου βλασφημιῶν, οἷς Εὐσέβιος ἐλελώβητο. Ὁ αὐτὸς Εὐσέβιος καὶ τὸ Κυπριανοῦ τοῦ μεγάλου Καρθαγένης τῆς κατὰ
10Λιβύην ἐπισκόπου καὶ μάρτυρος σεσίγηκε μαρτύριον, κατὰ Γάλλον καὶ Βουλουσιανὸν εἰσάγων αὐτὸν περιεῖναι τῷ βίῳ καὶ τὴν ἐν Καρθαγένῃ σύν‐ οδον συστησάμενον κατὰ τῶν μὴ δεχομένων τινὰς τῶν ἐξ αἱρέσεων ἀνα‐ βαπτίζεσθαι, παλαιοῦ, φησίν, ἔθους κεκρατηκότος ἐν τῇ ἐκκλησίᾳ μόνῃ τῇ διὰ τῶν χειρῶν ἐπιθέσει τούτους καθαίρειν καὶ εὐχῇ. ὁ δέ γε θεολογι‐
15κώτατος Γρηγόριος ὁ Ναζιανζοῦ ἐν τῷ εἰς Κυπριανὸν λόγῳ κατὰ Δέκιόν φησιν αὐτὸν τελειωθῆναι. Κατὰ τὸν Γάλλου χρόνον ἑβδομηκοστὸν ἄγοντα ἔτος λέγει τεθνάναι τὸν Ὠριγένην Εὐσέβιος, προστεθεικότα δηλονότι τὸν ψυχικὸν θάνατον τοῖς τῆς ἀσεβείας δόγμασι.
20 Πρῶτον Κυπριανῷ δογματίσαντι διὰ λουτροῦ τινας τῶν ἐξ αἱρέσεων ἐπιστρέφοντας ἀποκαθαίρεσθαι Στέφανος μετὰ Λούκιον τὸν Ῥωμαίων διέπων θρόνον ἀντέπεσεν ὡς νεώτερόν τι παρὰ τὴν κρατήσασαν καινοτο‐ μοῦντι συνήθειαν. Στεφάνῳ τούτῳ Ῥώμης ἐπισκόπῳ τὴν πρώτην περὶ βαπτίσματος ὁ μέγας ἐπιστέλλει Διονύσιος, καὶ αὖθις περὶ τοῦ κατὰ
25Κυπριανὸν δόγματος παραινεῖ πλεῖστα γράφων, τῶν ἁπανταχοῦ ἐκκλη‐
σιῶν εἰρηνευουσῶν ἐκ τῆς Ναυάτου δυσχερείας καὶ αὐτὸν εἰρηνεύειν, οὕτως γράφων ἑξῆς·460

461

(1t)

Ἐκ τῆς Διονυσίου ἐπιστολῆς περὶ βαπτίσματος πρὸς Στέφανον ἐπίσκοπον
2tῬώμης παραινετική
3 Ἴσθι νῦν ἀδελφὲ ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες
5οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ’ ὑπερβολὴν ἐπὶ τῇ παρὰ προσ‐ δοκίαν εἰρήνῃ γενομένῃ, Δημητριανὸς ἐν Ἀντιοχείᾳ, Θεόκτιστος ἐν Και‐ σαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, Μαρῖνος ἐν Τύρῳ κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρους, Ἕλενος ἐν Ταρ‐ σῷ καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα Καπ‐
10παδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ μήτε βάρος ἅψω τῷ λόγῳ. αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς ἐπεστείλατε ἥ τε Με‐ σοποταμία Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι εἰπεῖν ἀγαλλιῶνται πᾶσαι πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελφίᾳ δοξάζοντες τὸν θεόν. ταῦτα μὲν ὁ
15Διονύσιος δυσὶν ἔτεσι προστάντι Στεφάνῳ τῆς ἐκκλησίας Ῥώμης καὶ τελευτήσαντι γράφει καὶ ἄλλα τούτοις ὅμοια κατευνάζων πρὸς εἰρήνην. Ξύστῳ δὲ μετὰ Στέφανον τὸν θρόνον διαδεξαμένῳ δευτέραν ἐπιστολὴν ὁ αὐτὸς Διονύσιος γράφει, ἐν ᾗ τὴν γνώμην Στεφάνου καὶ τὴν τῶν λοιπῶν ἐπισκόπων περὶ τῆς αὐτοῦ Στεφάνου γνώμης ἐπίκρισιν δηλοῖ λέγων·
20tΤοῦ αὐτοῦ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς
21tΞύστον δευτέρας ἐπιστολῆς περὶ βαπτίσματος
22 Ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ περὶ Φιρμιλιανοῦ καὶ πάντων τῶν τε ἀπὸ Κιλικίας καὶ Καππαδοκίας καὶ δηλονότι Γαλατίας καὶ πάντων τῶν ἑξῆς ὁμορούντων, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν αὐτὴν
25ταύτην αἰτίαν, ἐπειδὴ τοὺς αἱρετικούς, φησίν, ἀναβαπτίζουσι. καὶ σκόπει
τὸ μέγεθος τοῦ πράγματος. ὄντως γὰρ δόγματα περὶ τούτου γέγονεν ἐν461

462

ταῖς μεγίσταις τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς προσ‐ ιόντας ἐξ αἱρέσεων προκατηχηθέντας εἶτα ἀπολούεσθαι καὶ ἀνακαθαίρε‐ σθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου ζύμης ῥύπον. καὶ περὶ τοῦ Ναυάτου πάντων δεόμενος ἐπέστειλα. καὶ μεθ’ ἕτερα· καὶ τοῖς ἀγαπητοῖς δὲ ἡμῶν
5καὶ συμπρεσβυτέροις Διονυσίῳ καὶ Φιλήμονι, συμψήφοις πρότερον Στε‐ φάνῳ γενομένοις καὶ περὶ τῶν αὐτῶν μοι γράφουσι, πρότερον μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα. τούτοις ἐπάγει καὶ περὶ τῶν κατὰ Σα‐ βέλλιον τὸν κατὰ Λιβύην αἱρετικὸν ταῦτα· περὶ γὰρ τοῦ νῦν κινηθέντος ἐν τῇ Πτολεμαΐδι τῆς Πενταπόλεως δόγματος ὄντος ἀσεβοῦς καὶ βλασφη‐
10μίαν πολλὴν ἔχοντος περί τε τοῦ παντοκράτορος θεοῦ πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπιστίαν τε πολλὴν περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως τοῦ ἐνανθρωπήσαντος λό‐ γου, εἰς ἀναισθησίαν δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἑκατέρωθεν πρὸς ἐμοῦ καὶ τῶν γραμμάτων καὶ τῶν διαλεξομένων ἐπέστειλά τινα, ὡς
15ἠδυνήθην παρασχόντος τοῦ θεοῦ διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά σοι. ταῦτα ἐν τῷ δευτέρῳ διεξελθὼν περὶ βαπτίσματος λόγῳ πρὸς Ξύστον ὁ θεῖος Διονύσιος θαυμαστήν τινα θεοπτίαν ἐν τῷ τρίτῳ περὶ βαπτίσματος διέξεισι, πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γράφων·
20tἘκ τοῦ πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γʹ λόγου περὶ βαπτίσματος
21tΔιονυσίου Ἀλεξανδρείας καὶ τῆς κατ’ αὐτὸν ὁράσεως
22 Ἐγὼ δὲ καὶ τοῖς συντάγμασι καὶ ταῖς παραδόσεσι τῶν αἱρετικῶν ἐνέτυ‐ χον, χραίνων μέν μου πρὸς ὀλίγον τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν ἐν‐ θυμήσεσιν, ὄνησιν δὲ ταύτην ἀπ’ αὐτῶν λαμβάνων, τοῦ ἐξελέγχειν αὐτοὺς
25παρ’ ἐμαυτῷ καὶ πολλῷ πλέον βδελύττεσθαι. καὶ δή τινος ἀδελ‐ φοῦ πρεσβυτέρων ἀπείργοντος καὶ δεδιττομένου συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ (λυμανεῖται γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ) καὶ ἀληθῆ λέγοντος ὡς ᾐσθόμην, ὅραμα θεόπεμπτον προσελθὸν ἐπέρρωσέ με,
καὶ λόγος πρός με γενόμενος προσέταξε διαρρήδην λέγων· πᾶσιν ἐν‐462

463

τύγχανε οἷς ἂν εἰς χεῖρας λάβοις· διευθύνειν γὰρ ἕκαστα καὶ δοκιμάζειν ἱκανὸς εἶ καὶ σοὶ γέγονε τοῦτο ἐξ ἀρχῆς καὶ τῆς πίστεως αἴτιον. ἀπεδεξά‐ μην τὸ ὅραμα, ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ λεγούσῃ πρὸς τοὺς δυνατωτέρους· γίνεσθε δόκιμοι τραπεζῖται. πρὸς τοῦτοις εἰπὼν περὶ πα‐
5σῶν αἱρέσεων ἐπάγει· τοῦτον ἐγὼ τὸν κανόνα καὶ τὸν τύπον παρὰ τοῦ μακαρίου πάπα ἡμῶν Ἡρακλᾶ παρέλαβον. τοὺς γὰρ προσιόντας ἀπὸ τῶν αἱρέσεων καὶ τῆς ἐκκλησίας ἀποστάντας, μᾶλλον δὲ οὐδ’ ἀποστάντας, ἀλλὰ συνάγεσθαι μὲν δοκοῦντας, καταμηνυθέντας δὲ ὡς προσφοιτῶντάς τινι τῶν ἑτεροδιδασκαλούντων, ἀπελάσας τῆς ἐκκλησίας, δεομένους οὐ
10προσήκατο, ἕως δημοσίᾳ πάντα ὅσα ἀκηκόασι παρὰ τοῖς ἀντιθεμένοις ἐξέφρασαν, καὶ τότε συνήγαγεν αὐτούς, οὐ δεηθεὶς ἑτέρου βαπτίσματος ἐπ’ αὐτῶν· τοῦ γὰρ ἁγίου πρότερον παρ’ αὐτοῦ τετυχήκεσαν. εἶτα λεπτῶς περὶ τοῦδε τοῦ δόγματος διεξελθὼν ἐπιφέρει βεβαιῶν αὐτό· μεμάθηκα καὶ τοῦτο ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ τοῦτο μόνον παρεισήγαγον, ἀλλὰ καὶ
15πρὸ πολλοῦ κατὰ τοὺς πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκονίῳ καὶ Συνάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν, ὧν τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλονεικίαν ἐμβάλλειν οὐχ ὑπομένω· οὐ γὰρ μετακινήσεις, φησίν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου. ταῦτα καὶ ἐν τῇ τρίτῃ ἐπιστολῇ
20περὶ βαπτίσματος ὁ μέγας Διονύσιος γράφει, ἐν δὲ τῇ τετάρτῃ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολῇ, ἣν Διονυσίῳ πρεσβυτέρῳ Ῥώμης ἐπιστέλλει τῷ καὶ τὸν θρόνον μετὰ βραχὺ διαδεξαμένῳ ἀνδρὶ λογίῳ καὶ θαυμαστῷ, ταῦτά φησιν·
24tἘκ τῆς Διονυσίου Ἀλεξανδρείας ἐπισκόπου δʹ ἐπιστολῆς περὶ βαπτίσμα‐
25tτος γραφείσης Διονυσίῳ πρεσβυτέρῳ Ῥώμης
26 Ναυατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ἐκλύσαντι καὶ ταῖς
περὶ τοῦ θεοῦ διδασκαλίαις ἀνοσιωτάτην ἐπικλύσαντι καὶ τῷ τὸν κύριον463

464

ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πᾶσι δὲ τούτοις καὶ τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμο‐ λογίαν ἀνατρέποντι, τό τε πνεῦμα τὸ ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς αὐτούς, παντελῶς φυγαδεύοντι.
5 Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξύστον ἐγέγραπτο, ἐν ᾗ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπὼν τοιοῦτόν τι κατ’ αὐτὸν γεγονὸς ἐκτίθεται λέγων· καὶ γὰρ ὄντως, ἀδελφέ, καὶ συμβουλῆς δέομαι καὶ γνῶ‐ σιν αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πράγματος, δεδιὼς μὴ παρασφάλλομαι. τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος
10ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμαι δὲ καὶ τῆς τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως τῆς συναγωγῆς ὑπόγυον βαπτιζόμενος περιτυχὼν καὶ τῶν ἐπερωτήσεων καὶ τῶν ἀποκρίσεων ἐπακούσας, προσῆλθέ μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ πίπτων πρὸ ποδῶν μου, ἐξομολογούμε‐ νος μὲν καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετικοῖς βεβάπτισται,
15μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν τι ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν ἀπὸ τῶν ἀνόμων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος, καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν· ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας αὐταρκῆ τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ
20ὑπακούσαντα καὶ συνεπιφθεγξάμενον τὸ ἀμὴν καὶ τραπέζῃ παραστάντα καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς ἐκτείναντα καὶ ταύτην κατα‐ δεξάμενον καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετασχόντα ἱκανὸν χρόνον οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνασκευάζειν ἐπιτολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγα‐
25θῆς ἐλπίδος τῇ μετοχῇ τῶν ἁγίων προσιέναι. ὁ δὲ οὔτε πενθῶν παύεται πέφρικέ τε τῇ τραπέζῃ προσιέναι καὶ μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται. ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολή, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας
Ξύστῳ καὶ τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ προσπεφωνημένη, ἐν ᾗ διὰ μακρᾶς464

465

ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταῦτα φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.
4tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΗ
5tΤῆς θείας σαρκώσεως ἔτη σμηʹ
6Ῥωμαίων κϛʹ ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ. Περσῶν γʹ ἐβασίλευσεν Ὁρμίσδας ἔτος ἕν. Περσῶν δʹ ἐβασίλευσεν Οὐαραράνης ἔτη γʹ. Ῥώμης κδʹ ἐπίσκοπος Στέφανος ἔτη βʹ.
10Ῥώμης κεʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ῥώμης κϛʹ ἐπίσκοπος Διονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιδʹ ἐπίσκοπος Δημητριανὸς ἔτη δʹ. Ἀντιοχείας ιεʹ ἐπίσκοπος Παῦλος ὁ Σαμοσατεὺς ἔτη ηʹ. Οὗτος ἐξώσθη θείᾳ ψήφῳ καὶ κρίσει πατέρων ἁγίων τὴν Ἀρτέμωνος
15ἀνανεωσάμενος αἵρεσιν. Ἀντιοχείας ιϛʹ ἐπίσκοπος Δομνῖνος ἔτη γʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη ιζʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ.
20 Μετὰ Γάλλον καὶ Βουλουσιανὸν τὸν Δεκίου παῖδα διαδέχεται τὴν Ῥω‐ μαίων ἀρχὴν κατὰ μὲν τοὺς πλείστους Οὐαλεριανὸς καὶ Γαλιηνὸς παῖς αὐτοῦ. τούτων ἀναιρεθέντων προδοσίᾳ καὶ τῆς οἰκείας δυνάμεως, ὡς προείρηται, κρατοῦσι τῆς αὐτῆς ἀρχῆς ἔτη ιεʹ, κατὰ δέ τινας Αἰμιλιανὸς τριετῆ προΐσταται χρόνον, καὶ τούτου κατὰ γνώμην ἀναιρεθέντος Οὐαλε‐
25ριανοῦ ὁ αὐτὸς Οὐαλεριανὸς Ῥωμαίων βασιλεὺς ἀνεδείχθη.465

466

Ἐπὶ Οὐαλεριανοῦ δὲ καὶ Γαλιηνοῦ πάλιν οἱ Σκύθαι διαβάντες τὸν Ἴστρον ποταμὸν τήν τε Θρᾴκην ἐδῄωσαν καὶ Θεσσαλονίκην ἐπολιόρκησαν τὴν Ἰλλυρίδα πόλιν, οὐδὲν ἄριστον ἐπ’ αὐτῇ δράσαντες τῇ τῶν φυλάκων ἀν‐ δρείᾳ. διὰ τοῦτο ταραχθέντες Ἕλληνες τὰς Θερμοπύλας ἐφρούρησαν τό τε
5τεῖχος Ἀθηναῖοι ἀνῳκοδόμησαν καθαιρεθὲν ἀπὸ τῶν Σύλλου χρόνων, Πελοποννήσιοι δὲ ἀπὸ θαλάσσης εἰς θάλασσαν τὸν Ἰσθμὸν διετείχισαν, οἱ δὲ Σκύθαι μετὰ πολλῶν λαφύρων εἰς τὰ ἴδια ἦλθον. Ἐπὶ τούτοις καὶ Σαπώρης ὁ τῶν Περσῶν βασιλεὺς καταδραμὼν Συρίαν ἦλθεν εἰς Ἀντιόχειαν καὶ πᾶσαν Καππαδοκίαν ἐδῄωσε. τοῦ δὲ Ῥωμαϊκοῦ
10στρατοῦ λιμώξαντος ἐν Ἐδέσσῃ καὶ διὰ τοῦτο ταραχθέντος Οὐαλεριανὸς πτοηθεὶς καὶ σχηματισάμενος ἐπὶ δευτέραν ἰέναι μάχην ἑαυτὸν προὔδωκε τῷ Περσῶν βασιλεῖ Σαπώρῃ, συνθέμενος καὶ τὴν τοῦ πλήθους προδοσίαν· ἣν αἰσθόμενοι Ῥωμαῖοι μόλις διέφυγον ὀλίγων ἀναιρεθέντων. οὓς κα‐ ταδιώκων ὁ Περσῶν βασιλεὺς Σαπώρης τήν τε μεγάλην Ἀντιόχειαν αἱρεῖ
15καὶ τὴν Κιλίκων Ταρσὸν καὶ τὴν Καππαδόκων Καισάρειαν. τότε Πέρσαι διασπαρέντες ὑπὸ πλεονεξίας ἄλλοι ἀλλαχοῦ καὶ τὴν πρὸς θάλασσαν Πομπηιούπολιν αἱρεῖν μέλλοντες, Λυκαονίαν τε πορθοῦντες, ἀναιροῦνται πλεῖστοι, Βαλλίστου τούτοις ἐπελθόντος ἀδοκήτως ναυσὶ μετὰ δυνάμεως τοῦ Ῥωμαίων στρατηγοῦ, ὃν φυγόντες προεστήσαντο ἑαυτοῖς. οὗτος καὶ
20τὰς Σαπώρου παλλακίδας σὺν πολλῷ πλούτῳ λαβὼν εἰς Σεβαστὴν καὶ Κώρυκον μετέστη σὺν τῷ στόλῳ, ἔνθα τρισχιλίους Περσῶν ἀνεῖλε. τού‐ τοις Σαπώρης περιαλγήσας μετὰ σπουδῆς ἀναστρέφει καὶ φόβου· καὶ Οὐαλεριανὸς μένει παρὰ Πέρσαις ἕως τέλους ζωῆς. Ὠδέναθος δὲ Παλμυ‐ ρηνὸς ἀνὴρ στρατηγικὸς συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε Περσῶν
25ἀναστρέφοντας κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃς καὶ στρα‐
τηγὸς τῆς ἑῴας ὑπὸ Γαλιηνοῦ διὰ τοῦτο τετίμηται, διαφθείρας καί τινας466

467

τῶν ἐπαναστάντων αὐτῷ Ῥωμαίων κατὰ Φοινίκην. τότε πάλιν οἱ Σκύ‐ θαι καὶ Γότθοι λεγόμενοι ἐπιχωρίως διὰ τῆς Ποντικῆς θαλάσσης ἐλθόν‐ τες εἰς Βιθυνίαν καὶ πᾶσαν Ἀσίαν καὶ Λυδίαν χωρήσαντες τήν τε Νικο‐ μήδειαν Βιθυνίας πόλιν μεγάλην ἔλαβον καὶ τὰς Ἰωνίδας πόλεις διέφθει‐
5ραν, τὰς μὲν ἀτειχίστους, τὰς δὲ μερικῶς ὀχυρωθείσας καταλαβόντες· οὐ μὴν ἀλλὰ καὶ Φρυγίας ἥψαντο, Τροίαν πορθήσαντες, Καππαδοκίαν καὶ Γαλατίαν. ἀλλὰ πάλιν Ὠδέναθος κατὰ Περσῶν ἀριστεύσας καὶ Κτησι‐ φῶντα πολιορκίᾳ παραστησάμενος, ἀκούσας τὰς συμφορὰς τῆς Ἀσίας σπουδαίως ἐπὶ τὴν Ποντικὴν Ἡράκλειαν ἔρχεται διὰ Καππαδοκίας σὺν
10ταῖς δυνάμεσι τοὺς Σκύθας καταληψόμενος. καὶ ὁ μὲν αὐτόθι δολοφονεῖται πρός τινος Ὠδενάθου τοὔνομα καὶ αὐτοῦ, οἱ δὲ Σκύθαι πρὶν αὐτὸν ἐλθεῖν ἐπανῆλθον εἰς τὰ ἴδια διὰ τοῦ αὐτοῦ Πόντου. καὶ διαφθείρουσιν Ὠδέναθον τὸν Ὠδενάθου φονευτὴν οἱ τούτου δορυφόροι, Ζηνοβίᾳ δὲ τῇ γαμετῇ αὐτοῦ τὴν ἀρχὴν τῆς ἑῴας ἐγχειρίζουσι.
15 Τότε καὶ Αἴλουροι πεντακοσίαις ναυσὶ διὰ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὸν Πόντον διαπλεύσαντες τὸ Βυζάντιον καὶ Χρυσόπολιν κατέλαβον. ἔνθα συμβαλόντες μάχην καὶ μικρὸν ὑποστρέψαντες πρὸς τὸ στόμιον τοῦ Εὐξείνου Πόντου τὸ λεγόμενον ἱερόν, τῇ ἑξῆς αἰσίῳ καταπλεύσαντες πνεύ‐ ματι τὸν πορθμὸν Κυζίκου μὲν πρῶτον μεγίστης πόλεως Βιθυνίας προσ‐
20άγουσιν, εἶτα καὶ τὰς νήσους Λῆμνον καὶ Σκῦρον δῃοῦσι, καὶ εἰς τὴν Ἀττικὴν φθάσαντες ἐμπιπρῶσι τὰς Ἀθήνας Κόρινθόν τε καὶ Σπάρτην καὶ τὸ Ἄργος καὶ τὴν ὅλην Ἀχαΐαν κατέδραμον, ἕως Ἀθηναῖοι κατά τινας στε‐ νὰς δυσχωρίας ἐνεδρεύσαντες αὐτοὺς πλείστους ἀνεῖλον, συνδραμόντος καὶ Γαλιηνοῦ τοῦ βασιλέως καὶ τρισχιλίους ἀνελόντος παρὰ τὸν Νέσσον. τότε
25Ναυλοβάτος ὁ τῶν Αἰλούρων ἡγούμενος Γαλιηνῷ τῷ βασιλεῖ δοὺς ἑαυτὸν ἔκδοτον ὑπατικῆς ἠξιώθη τιμῆς παρ’ αὐτοῦ. Αὐρίολος δέ τις Ῥωμαίων στρατηγὸς Κελτικὸς τὸν Γαλιηνὸν δολοφονεῖ. καὶ ταῦτα μὲν περὶ Οὐαλε‐ ριανοῦ καὶ Γαλιηνοῦ τῶν βασιλέων. Ἄξιον δὲ καὶ Διονυσίου τοῦ μεγάλου ἐπισκόπου Ἀλεξανδρείας παραθέ‐
30σθαι τὰς χρήσεις περὶ τῶν αὐτῶν βασιλέων καὶ τοῦ κατ’ αὐτοὺς διωγμοῦ
καὶ τῆς οἰκείας ἐν Χριστῷ σπουδῆς καὶ ὁμολογίας.467

468

(1t)

Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆς
2 Καὶ τῷ Ἰωάννῃ δὲ ἀποκαλύπτεται περὶ τούτων· ἐδόθη γὰρ αὐτῷ, φησί, στόμα λαλοῦν μεγάλα καὶ βλάσφημα, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο. ἀμφότερα δέ ἐστιν ἐπὶ Οὐαλεριανοῦ θαυμάσαι, καὶ
5τούτων μάλιστα τὰ πρὸ αὐτοῦ ὡς οὕτως ἔσχε, συννοεῖν ὡς μὲν ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς ἀνθρώπους τοῦ θεοῦ. οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ αὐτοῦ βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, οὐδ’ οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι ὡς ἐκεῖνοι. οἰκειότατα ἐξ ἀρχῆς καὶ προσφιλέστατα φανερῶς ἦν αὐτοὺς ὑποδεχόμενος καὶ πᾶς τε ὁ
10οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο καὶ ἦν ἐκκλησία θεοῦ. ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ διδάσκαλος καὶ τῶν ἀπ’ Αἰγύπτου μάγων ὁ ἀρχισυν‐ άγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας κτείννυσθαι κελεύων ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρ‐ χοντας (καὶ γάρ εἰσι καὶ ἦσαν ἱκανοὶ παρόντες καὶ ὁρώμενοι καὶ μόνον
15ἐμπνέοντες καὶ φθεγγόμενοι διασκεδάσαι τὰς τῶν ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετάς τε ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ἀκαλλιερήτους ἐπιτελεῖν ὑποθέμενος, παῖδας ἀθλίους ἀποσφάττειν καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ τοῦ θεοῦ κατακόπτειν καὶ καταχορδεύειν πλάσματα, ὡς ἐκ τούτων
20εὐδαιμονήσοντα. Τούτοις ἐπιφέρει λέγων· καλὰ γοῦν αὐτοῖς Μακρῖνος τῆς ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια. πρῶτον μὲν ἐπὶ τὸν καθ’ ὅλου λόγον λεγόμενος εἶναι βασιλέως, οὐδὲν εὔλογον οὐδὲ καθολικὸν ἐφρόνησεν, ἀλλ’ ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ· οὐαὶ τοῖς προφητεύουσιν
25ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ ἐν πᾶσι. διὸ καὶ τῆς μὲν καθολικῆς ἐκκλησίας αὐτοῦ γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ καὶ ὡς πορρωτάτω τῆς
ἑαυτοῦ σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαληθεύων ὄνομα.468

469

Καὶ πάλιν μεθ’ ἕτερά φησιν· ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ θεοῦ προαχθείς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκθοθείς, κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε, κἀγὼ ἐκλέξομαι τὰ ἐμπλέγματα αὐτῶν καὶ τὰς
5ἁμαρτίας ἀνταποδώσω αὐτοῖς. οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν παρα‐ μανεὶς καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. ἐναρ‐ γὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις, ἣν εἶπεν ὁ θεός· ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με. τὰς
10γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας ὧν εἰ τύχοι ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν εἰς ἐκείνους τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς θεὸν μῖσος ἐξεμόρξατο. καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ, οὐ μὴν δὲ καὶ Μακρίνου ταῦτα ὁ μέγας λέγει Διονύσιος.
14tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΓ
15tΤῆς θείας σαρκώσεως ἔτη σξγʹ
16 Ῥώμης κζʹ ἐβασίλευσε Κλαύδιος ἔτος ἕν. Κλαύδιος κρατήσας ἔτος ἕν. Πράττουσι δὲ καὶ ἐπὶ τούτου δυστυχῶς Αἴλουροι πάλιν εἰσβαλόντες ναυτικῷ πλείστῳ κατὰ διαφόρους τόπους τῆς Ῥωμαίων χώρας καὶ ποτὲ
20μὲν ναυμαχίαις, ποτὲ δὲ καὶ χειμῶσι, ποτὲ δὲ καὶ λοιμῷ πιεσθέντες, ὑφ’ οὗ κατασχεθεὶς ὁ αὐτὸς Κλαύδιος τελευτᾷ τὸν βίον. μεθ’ ὃν Κεντίλ‐ λιος κατέσχεν ὅλας ἡμέρας ιζʹ καὶ ἀπέθανε.
23tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΔ
24tΤῆς θείας σαρκώσεως ἔτη σξδʹ
25Ῥώμης κηʹ ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη ϛʹ. Αὐρηλιανὸς τοὺς Παλμυρηνοὺς ἐχειρώσατο καὶ Γαλλίαν ὑπέταξεν, ἐφ’
οὗ φασι Φιλόστρατον τὸν Ἀθηναῖον ἱστοριογράφον καὶ Λογγῖνον ἀκμάσαι.469

470

Τότε Ζηνοβία κατὰ Ῥωμαίων ἐπαίρεται, δύναμιν ἀθροίσασα πλείστην, καὶ Αἰγύπτου κρατεῖ, Πρόβον ἀνελοῦσα τὸν ἐκεῖ τότε στρατηγοῦντα Ῥωμαίων. ταύτην τὴν ἀκοὴν Αὐρηλιανὸς οὐκ ἐνεγκὼν ἔρχεται μετὰ στρα‐ τιᾶς καὶ πλησίον Ἀντιοχείας τῆς κατὰ Συρίαν ἐν Ἴμμαις καλουμένῳ χω‐
5ρίῳ τοὺς μὲν Παλμυρηνοὺς διαφθείρει, Ζηνοβίαν δὲ χειρωσάμενος εἰς Ῥώμην ἤγαγε, καὶ φιλανθρωπίᾳ χρησάμενος πολλῇ συνάπτει ταύτην ἐνδό‐ ξως ἀνδρὶ τῶν ἐν γερουσίᾳ. Κρατεῖ δὲ καὶ Γάλλων κινηθέντων τότε. Ὁρμήσας δὲ καὶ ἐπὶ Σκύθας ὑπὸ τῆς ἰδίας στρατιᾶς ἀναιρεῖται στάσει
10περιπεσὼν μεταξὺ Βυζαντίου καὶ Ἡρακλείας ἐν τῷ καινῷ λεγομένῳ φρου‐ ρίῳ τῶν Θρᾳκῶν, μέλλων τινὰ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Ὁ δ’ αὐτὸς καὶ Ἡλίου ναὸν ἐν Ῥώμῃ κατεσκεύασε χρυσῷ καὶ λίθοις ἀξιάγαστον. Τὴν Τραϊανοῦ δὲ Δακίαν βαρβάροις ἀφεὶς ἄνδρας καὶ γυναῖκας εἰς τὸ
15μεσαίτατον τῆς Μυσίας στήσας ἑκατέρωθεν, Δακίαν δὲ μέσην ὀνομάζεσθαι. Περσῶν εʹ Οὐραράκης ἐβασίλευσεν ἔτη ιζʹ. Ῥώμης κϛʹ ἐπίσκοπος Διονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιϛʹ ἐπίσκοπος Δόμνος ἔτη γʹ. Ἀντιοχείας ιζʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ.
20Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ.
22tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΕ
23tΤῆς θείας σαρκώσεως ἔτη σξεʹ
24Ῥωμαίων κθʹ βασιλεὺς Αὐρηλιανὸς ὁ προγεγραμμένος ἔτη ϛʹ.
25 Τῷ ϛʹ αὐτοῦ ἔτει Αὐρηλιανὸς μέλλων διωγμὸν κινεῖν κατὰ Χριστιανῶν θείῳ κεραυνῷ διακωλύεται. συσκευῆς δὲ γενομένης περὶ αὐτοῦ ἐκ τῶν
κατ’ αὐτὸν ἐδολοφονήθη ἐν καινῷ φρουρίῳ.470

471

Μεθ’ ὃν βασιλεύει Τάκητος μῆνας ϛʹ. Οὗ σφαγέντος ἐν Πόντῳ βασιλεύει Φιλωριανὸς ἡμέρας πηʹ. Οὗ σφαγέντος ἐν Ταρσῷ βασιλεύει Πρόβος ἔτη ϛʹ, μῆνας δʹ. Ὁμοῦ γίνονται ἔτη ζʹ.
5tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟ
6tΤῆς θείας σαρκώσεως ἔτη σοʹ
7 Τῷ γʹ ἔτει Πρόβου Ἀνατόλιος ὁ Λαοδικείας ἐπίσκοπος φιλοσόφοις μαθήμασι διαπρέπων ἐγνωρίζετο. Τῷ δʹ ἔτει Πρόβου ἡ τῶν μανέντων Μανιχαίων πανώλεθρος ἀπώλεια
10τῷ τῶν ἀνθρώπων παρεισήχθη βίῳ. Τῷ ϛʹ ἔτει Πρόβου Σατορνῖνος στρατοπεδάρχης τὴν καινὴν Ἀντιόχειαν ἤρξατο κτίζειν, ὃς ὕστερον ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ ἐσφάγη ἐν Ἀπαμείᾳ ὑπὸ τῶν ἰδίων. Πρόβος ἐσφάγη ἐν Σερμείῳ. Ῥωμαίων βασιλεὺς λβʹ Κᾶρος σὺν τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ
15ἔτη βʹ.
16tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΕ
17tΤῆς θείας σαρκώσεως ἔτη σοεʹ
18 Τῷ πρώτῳ ἔτει Καρίνου ἐλθόντος Νουμεριανοῦ ἐν Ἀντιοχείᾳ καὶ θελή‐ σαντος εἰσελθεῖν ἐν τῇ ἐκκλησίᾳ καὶ κατασκοπῆσαι τὰ τῶν Χριστιανῶν
20μυστήρια, ὁ ἅγιος Βαβυλᾶς ἐκώλυσεν αὐτὸν λέγων· οὐκ ἔξεστί σοι ἰδεῖν τὰ τῶν Χριστιανῶν μυστήρια μεμολυσμένῳ ὄντι ἐκ τῶν εἰδωλικῶν θυ‐ σιῶν. καὶ ἀγανακτήσας Νουμεριανὸς ἐφόνευσεν αὐτόν.
Ῥωμαίων κζʹ ἐπίσκοπος Φίλιξ ἔτη εʹ.471

472

Τῆς Ῥωμαίων ἐκκλησίας μετὰ Φίλικα ἐπίσκοπος γέγονεν Εὐτυχιανὸς μῆνας ηʹ· μεθ’ ὃν Γάιος κηʹ ἐπίσκοπος ἔτη ιεʹ. Ἀντιοχείας ιηʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ιηʹ.
5Ἀλεξανδρείας ιϛʹ ἐπίσκοπος Θεωνᾶς ἔτη ιθʹ. Ἱεροσολύμων ληʹ ἐπίσκοπος Ὑμέναιος ἔτη ιβʹ.
7tΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΣ
8tΤῆς θείας σαρκώσεως ἔτη σοϛʹ
9tΤὰ ὑπόλοιπα τοῦ Ῥωμαίων βασιλέως Κάρου
10 Τῷ βʹ αὐτοῦ ἔτει Κᾶρος ἀνὴρ Γαλάτης ἀνδρεῖος ὑπάρχων ἐχειρώσατο Σαρμάτας ἐπαναστάντας. πολεμήσας δὲ καὶ Πέρσαις παρέλαβε Κτησι‐ φῶντα· ὃς παρὰ τῷ ποταμῷ Τίγριδι διαστρατοπεδευόμενος κεραυνοῦ κατασκήψαντος ἀθρόως ἅμα τῇ σκηνῇ διαφθείρεται. Μεθ’ ὃν ὁ Νουμεριανὸς υἱὸς αὐτοῦ βασιλεύει λʹ μόνας ἡμέρας. ἐπανιὼν
15γὰρ ἐκ Περσῶν καὶ ὀφθαλμιάσας ὑπὸ τοῦ ἰδίου πενθεροῦ φονεύεται, τὴν μὲν προσηγορίαν Ἄπερος, ἐξάρχου δὲ κατὰ τὸ στρατόπεδον ὄντος καὶ βασι‐ λεῦσαι σπουδάσαντος, πλὴν ἀλλὰ τῆς ἐλπίδος ἀποτυχόντος· ἡ στρατεία γὰρ πᾶσα Διοκλητιανὸν ἀνηγόρευσε βασιλέα συστρατευσάμενον τῷ Κάρῳ τότε καὶ πολλὴν ἀνδρείαν ἐπιδειξάμενον, Δαλμάτην τὸ γένος καὶ τῆς συγ‐
20κλήτου βουλῆς μετέχοντα, ἐν ὑπατείαις ἠξιωμένον. ἦν δὲ τότε κατὰ τὴν Ῥώμην Καρῖνος ὁ Κάρου παῖς ὑπὸ τοῦ πατρὸς ἐκεῖ καταλειφθείς, ἡνίκα ἐπὶ Πέρσας ἐστράτευσε, χαλεπὸς τοῖς Ῥωμαίοις φανείς. Διοκλητιανὸς δὲ παραλαβὼν τὴν ἀρχὴν τὸν μὲν ὕπαρχον Ἄπερα τὸν τοῦ Νουμεριανοῦ σφα‐ γέα παραχρῆμα φονεύει, τὸν δὲ Καρῖνον ἀδίκως τῇ ἀρχῇ χρώμενον ἀνα‐
25ζεύξας εἰς Ῥώμην ἀναιρεῖ, καὶ ἄριστος κατὰ πᾶσαν τὴν ἡγεμονίαν φανεὶς
τοῖς Ῥωμαίοις ἐβασίλευσεν κʹ χρόνους.472

473

Ῥώμης κηʹ ἐπίσκοπος Γάιος ἔτη ιεʹ. Ἀντιοχείας ιηʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιϛʹ ἐπίσκοπος Θεωνᾶς ἔτη ιθʹ. Ἱεροσολύμων ληʹ ἐπίσκοπος Ὑμέναιος ἔτη ιβʹ.
5tἘκ τῆς ἐκκλησιαστικῆς συγγραφῆς Εὐσεβίου τοῦ Παμφίλου
6tπερὶ Παύλου τοῦ Σαμοσάτων καὶ τῆς κακίας αὐτοῦ
7 Ἐν τούτῳ δὲ καὶ Δημητριανοῦ κατὰ Ἀντιόχειαν τὸν βίον μεταλλάξαντος τὴν ἐπισκοπὴν Παῦλος ὁ Σαμοσάτων παραλαμβάνει. τούτου δὲ ταπεινὰ καὶ χαμαιπετῆ περὶ τοῦ Χριστοῦ παρὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν
10φρονήσαντος, ὡς κοινοῦ τὴν φύσιν ἀνθρώπου γενομένου, ὁ μὲν κατὰ Ἀλεξάνδρειαν Διονύσιος παρακληθείς, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀφίκοιτο, γῆρας ὁμοῦ καὶ ἀσθένειαν τοῦ σώματος αἰτιασάμενος ἀνατίθεται τὴν παρουσίαν, δι’ ἐπιστολῆς τὴν αὐτοῦ γνώμην ἣν ἔχει περὶ τοῦ ζητουμένου παραστήσας. οἱ δὲ λοιποὶ τῶν ἐκκλησιῶν ποιμένες ἄλλος ἄλλοθεν ὡς ἐπὶ
15λυμεῶνα τῆς Χριστοῦ ποίμνης συνῄεσαν οἱ πάντες ἐπὶ τὴν Ἀντιόχειαν σπεύδοντες. τούτων οἳ μάλιστα διέπρεπον, Φιρμιλιανὸς μὲν τῆς Καππα‐ δοκῶν Καισαρείας ἐπίσκοπος ἦν, Γρηγόριος δὲ καὶ Ἀθηνόδωρος ἀδελφοὶ τῶν κατὰ Πόντον παροικιῶν ποιμένες, καὶ ἐπὶ τούτοις Ἕλενος τῆς ἐν Ταρσῷ παροικίας καὶ Νικομᾶς τῆς ἐν Ἰκονίῳ, οὐ μὴν ἀλλὰ τῆς ἐν Ἱερο‐
20σολύμοις ἐκκλησίας Ὑμέναιος, τῆς ὁμόρου ταύτης Καισαρείας Μάξιμος ἔτι πρὸς τούτοις, τῶν κατὰ Βόστραν δὲ καὶ οὗτος ἀδελφῶν διαπρεπῶς ἡγεῖτο· μυρίους τε ἄλλους οὐκ ἂν ἀπορήσαι τις ἅμα πρεσβυτέροις καὶ δια‐ κόνοις τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐν τῇ προειρημένῃ πόλει συγκροτηθέντας ἀπαριθμούμενος· ἀλλὰ τούτων γε οἱ μάλιστα ἐπιφανεῖς οἵδε ἦσαν. πάν‐
25των οὖν κατὰ καιροὺς διαφόρως καὶ πολλάκις ἐπὶ ταὐτὸ συνιόντων λόγοι καὶ ζητήσεις καθ’ ἑκάστην ἀνεκινοῦντο σύνοδον, τῶν μὲν ἀμφὶ τὸν Σαμο‐ σατέα 〈τὰ〉 τῆς κακοδοξίας ἐπικρύπτειν ἔτι καὶ παρακαλύπτεσθαι πειρω‐ μένων, τῶν δὲ ἀπογυμνοῦν καὶ εἰς φανερὸν ἄγειν τὴν αἵρεσιν καὶ τὴν εἰς Χρι‐
στὸν βλασφημίαν αὐτοῦ διὰ σπουδῆς ποιουμένων. ἐν τούτῳ δὲ Διονύσιος τε‐473

474

λευτᾷ κατὰ τὸ ιβʹ ἔτος τῆς Γαλιηνοῦ βασιλείας προστὰς τῆς κατὰ Ἀλεξάν‐ δρειαν ἐπισκοπῆς ἔτεσι ιζʹ, διαδέχεται δ’ αὐτὸν Μάξιμος. Γαλιηνοῦ δὲ ἐφ’ ὅλοις ἐνιαυτοῖς πεντεκαίδεκα τὴν ἀρχὴν κεκρατηκότος Κλαύδιος κατ‐ έστη διάδοχος. δεύτερον οὗτος διελθὼν ἔτος Αὐρηλιανῷ μεταδίδωσι τὴν
5ἡγεμονίαν. Καθ’ ὃν τελευταίας συγκροτηθείσης πλείστων ὅσων ἐπισκόπων συνό‐ δου, φωραθεὶς καὶ πρὸς ἁπάντων ἤδη σαφῶς καταγνωσθεὶς ἑτεροδοξίαν ὁ τῆς κατὰ Ἀντιόχειας αἱρέσεως ἀρχηγός, ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν καθολι‐ κῆς ἐκκλησίας ἀποκηρύττεται. μάλιστα δ’ αὐτὸν εὐθύνας ἐπικρυπτόμενον
10διήλεγξε Μαλχίων, ἀνὴρ τά τε ἄλλα λόγιος καὶ σοφίας ἀνάπλεως, τοῦ τῶν ἐπ’ Ἀντιοχείας Ἑλληνικῶν παιδευτηρίων προεστώς, οὐ μὴν ἀλλὰ καὶ δι’ ὑπερβάλλουσαν τῆς εἰς Χριστὸν πίστεως γνησιότητα πρεσβυτερίου τῆς αὐτόθι παροικίας ἠξιωμένος. οὗτός γέ τοι ἐπισημειουμένων ταχυγράφων ζήτησιν πρὸς αὐτὸν ἐνστησάμενος, ἣν καὶ εἰς δεῦρο φερομένην ἴσμεν, μό‐
15νος ἴσχυσε τῶν ἄλλων κρυψίνουν ὄντα καὶ ἀπατηλὸν φωρᾶσαι τὸν ἄνθρω‐ πον. μίαν δὴ οὖν ἐκ κοινῆς γνώμης οἱ ἐπὶ τὸ αὐτὸ συγκεκροτημένοι ποιμέ‐ νες διαχαράξαντες ἐπιστολὴν εἰς πρόσωπον τοῦ τε Ῥωμαίων ἐπισκόπου Διονυσίου καὶ Μαξίμου τοῦ κατὰ Ἀλεξάνδρειαν ἐπὶ πάσας τε διαπέμπονται τὰς ἐπαρχίας, τὴν αὐτῶν μὲν σπουδὴν τοῖς πᾶσι φανερὰν καθιστάντες,
20καὶ τοῦ Παύλου δὲ τὴν διάστροφον ἑτεροδοξίαν, ἐλέγχους τε καὶ ἐρωτήσεις ἃς πρὸς αὐτὸν ἀνακεκινήκασι, καὶ ἔτι τὸν πάντα βίον τε καὶ τρόπον τοῦ ἀνδρὸς διηγούμενοι. ἐξ ὧν μνήμης ἕνεκεν καλῶς ἂν ἔχοι ταύτας αὐτῶν ἐπὶ τοῦ παρόντος διελθεῖν τὰς φωνάς. Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμένην πᾶσι συλλειτουρ‐
25γοῖς ἡμῶν ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις καὶ πάσῃ τῇ ὑπὸ τὸν οὐρανὸν καθολικῇ ἐκκλησίᾳ Ἕλενος καὶ Ὑμέναιος καὶ Θεόφιλος καὶ Θεότεκνος καὶ Μάξιμος καὶ Πρόκλος, Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος καὶ Βωλανὸς καὶ Πρωτογένης καὶ Ἱέραξ καὶ Εὐτυχὴς καὶ Θεόδωρος καὶ
Μαλχίων καὶ Λούκιος καὶ οἱ λοιποὶ πάντες οἱ σὺν ἡμῖν παροικοῦντες τὰς474

475

ἐγγὺς πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. Τούτοις μετὰ βραχέα ἐπιλέγουσι ταῦτα· ἐπιστέλλομεν δὲ ἅμα καὶ παρα‐ καλοῦμεν καὶ πολλοὺς καὶ τῶν μακρὰν ἐπισκόπων ἐπὶ τὴν θεραπείαν τῆς
5θανατηφόρου διδασκαλίας, ὥσπερ καὶ Διονύσιον τὸν ἐπὶ τῆς Ἀλεξανδρείας καὶ Φιρμιλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκῶν τοὺς μακαρίτας, ὧν ὁ μὲν καὶ ἐπέστειλεν εἰς τὴν Ἀντιόχειαν, τὸν ἡγεμόνα τῆς πλάνης οὐδὲ προσρήσεως ἀξιώσας οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ, ἀλλὰ τῇ παροικίᾳ πάσῃ, ἧς καὶ τὸ ἀντίγραφον ὑπετάξαμεν. ὁ δὲ Φιρμιλιανὸς καὶ δὶς ἀφικόμενος
10κατέγνω μὲν τῶν ὑπ’ ἐκείνου καινοτομουμένων, ὡς ἴσμεν καὶ μαρτυροῦ‐ μεν οἱ παραγενόμενοι καὶ ἄλλοι πολλοὶ συνίσασιν, ἐπαγγειλαμένου δὲ με‐ ταθήσεσθαι, πιστεύσας καὶ ἐλπίσας ἄνευ τινὸς περὶ τὸν λόγον λοιδορίας τὸ πρᾶγμα εἰς δέον καταστήσασθαι ἀνεβάλλετο, παρακρουσθεὶς ὑπὸ τοῦ καὶ τὸν θεὸν τὸν ἑαυτοῦ καὶ κύριον ἀρνουμένου καὶ τὴν πίστιν ἣν καὶ αὐτὸς
15πρότερον εἶχε μὴ φυλάξαντος. ἔμελλε δὲ νῦν ὁ Φιρμιλιανὸς εἰς τὴν Ἀντιό‐ χειαν διαβήσεσθαι, καὶ μέχρι γε Ταρσοῦ ἧκεν, ἅτε τῆς ἀρνησιθέου κακίας αὐτοῦ πεῖραν εἰληφώς. ἀλλὰ γὰρ μεταξὺ συνεληλυθότων ἡμῶν καὶ κα‐ λούντων καὶ ἀναμενόντων, ἄχρι ἂν ἔλθῃ, τέλος ἔσχε τοῦ βίου. Μεθ’ ἕτερα δ’ αὖθις τὸν βίον αὐτοῦ οἵας ἐτύγχανεν ἀγωγῆς διαγράφου‐
20σιν ἐν τούτοις. ὅπου δὲ ἀποστὰς τοῦ κανόνος ἐπὶ κίβδηλα καὶ νόθα δι‐ δάγματα μετελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις κρίνειν, οὐδ’ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς καὶ μήτε παρὰ πατέρων παραλαβὼν μη‐ δεμίαν εὐπορίαν μήτε ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν καὶ ὧν αἰτεῖ
25καὶ σείει τοὺς ἀδελφούς, καταβραβεύων τοὺς ἀδικουμένους καὶ ὑπισχνού‐ μενος βοηθήσειν μισθοῦ, ψευδόμενος δὲ καὶ τούτους καὶ μάτην καρπού‐ μενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος τὴν θεοσέβειαν, οὔτε
ὡς ὑψηλὰ φρονεῖ καὶ ὑπερῆρται κοσμικὰ ἀξιώματα ὑποδυόμενος καὶ δου‐475

476

κηνάριος μᾶλλον ἢ ἐπίσκοπος θέλων καλεῖσθαι καὶ σοβῶν κατὰ τὰς ἀγορὰς καὶ ἐπιστολὰς ἀναγινώσκων καὶ ὑπαγορεύων ἅμα βαδίζων δημο‐ σίᾳ καὶ δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δ’ ἐφεπομένων πολλῶν τὸν ἀριθμόν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι μισεῖσθαί τε διὰ τὸν
5ὄγκον αὐτοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας, οὔτε τὴν ἐν ταῖς ἐκκλη‐ σιαστικαῖς συνόδοις τερθρείαν ἣν μηχανᾶται δοξοκοπῶν καὶ φαντασιοκο‐ πῶν καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασάμενος οὐχ ὡς Χριστοῦ μαθη‐ τής, ἀλλ’ ὡς Ἀντιχρίστου πρόδρομος καὶ μιμητής, σήκρητον δὲ ὥσπερ οἱ
10τοῦ κόσμου ἄρχοντες ἔχων τε καὶ ὀνομάζων, παίων τε τῇ χειρὶ τὸν μηρὸν καὶ τὸ βῆμα ἀράττων τοῖς ποσὶ καὶ τοῖς μὴ ἐπαινοῦσι μηδὲ ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὀθόναις μηδὲ ἐκβοῶσί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς ἀμφ’ αὐτὸν στασιώταις, ἀνδράσι τε καὶ γυναίοις, ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ’ οὖν ὡς ἐν οἴκῳ θεοῦ σεμνοπρεπῶς καὶ εὐτά‐
15κτως ἀκούουσιν ἐπιτιμῶν καὶ ἐνυβρίζων καὶ εἰς τοὺς ἀπελθόντας ἐκ τοῦ βίου τούτου παροινῶν ἐξηγητὰς τοῦ λόγου φορτικῶς ἐν τῷ κοινῷ καὶ μεγαλορημονῶν περὶ ἑαυτοῦ καθάπερ οὐκ ἐπίσκοπος, ἀλλὰ σοφιστὴς καὶ γόης· ψαλμοὺς μὲν τοὺς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν παύσας, ὡς δὴ νεωτέρους καὶ νεωτέρων ἀνδρῶν συγγράμματα, εἰς ἑαυτὸν δὲ ἐν
20μέσῃ τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ τοῦ πάσχα ἡμέρᾳ ψαλμῳδεῖν γυναῖκας παρα‐ σκευάζων, ὧν καὶ ἀκούσας ἄν τις φρίξειεν, οἷα καὶ τοὺς θωπεύοντας αὐτὸν ἐπισκόπους τῶν ὁμόρων ἀγρῶν τε καὶ πόλεων καὶ πρεσβυτέρους ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις καθίησι διαλέγεσθαι. τὸν μὲν γὰρ υἱὸν οὐ βούλεται συνομολογεῖν ἐξ οὐρανοῦ κατεληλυθέναι (ἵνα τι προλαβόντες τῶν μελ‐
25λόντων γραφήσεσθαι θῶμεν, καὶ τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ’ ἐξ ὧν ἐπέμψαμεν ὑπομνημάτων δείκνυται πολλαχόθεν, οὐχ ἥκιστα δὲ ὅπου λέγει Ἰησοῦν Χριστὸν κάτωθεν), οἱ δὲ εἰς αὐτὸν ψάλλοντες καὶ ἐγκωμιά‐ ζοντες ἐν τῷ λαῷ ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον ἑαυτῶν ἐξ οὐρανοῦ κατ‐ εληλυθέναι λέγουσι, καὶ ταῦτα οὐ κωλύει, ἀλλὰ καὶ λεγομένοις πάρεστιν
30ὁ ὑπερήφανος. τὰς δὲ συνεισάκτους αὐτῷ γυναῖκας, ὡς Ἀντιοχεῖς ὀνο‐
μάζουσι, καὶ τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ476

477

τὰ ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύπτει συνειδὼς καὶ ἐλέγξας, ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγορεῖν τῷ καθ’ ἑαυτοὺς φόβῳ, ἀλλὰ καὶ πλουσίους ἀπέφηνεν, ἐφ’ ᾧ πρὸς τῶν ταῦτα ζηλούντων φιλεῖται καὶ θαυμάζεται, τί ἂν ταῦτα γράφοι‐
5μεν; ἐπιστάμεθα δέ, ἀγαπητοί, ὅτι τὸν ἐπίσκοπον καὶ τὸ ἱερατεῖον ἅπαν παράδειγμα εἶναι δεῖ τῷ πλήθει πάντων καλῶν ἔργων, καὶ οὐδὲ ἐκεῖνο ἀγνοοῦμεν ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυναῖκας ἐξέπεσον, οἱ δὲ ὑπωπτεύθησαν, ὥστε εἰ καὶ δοίη τις αὐτῷ τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος φυομένην ἐχρῆν εὐλαβη‐
10θῆναι μή τινας σκανδαλίσῃ, τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψῃ. πῶς γὰρ ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον μὴ συγκαταβαίνειν ἐπὶ πλέον εἰς ταὐτὸν γυναικί, μὴ ὀλίσθῃ φυλαττόμενον, ὡς γέγραπται, ὅστις μίαν μὲν ἀπέστησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς τὴν ὄψιν ἔχει μεθ’ ἑαυ‐ τοῦ, κἂν ἀπίῃ που, συμπεριφέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιπλάμε‐
15νος; ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται καθ’ αὑτούς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυναστείαν αὐτοῦ πεφόβηνται ὥστε κατηγορεῖν μὴ τολμᾶν. ἀλλὰ ταῦτα μέν, ὡς προειρήκαμεν, εὔθυνεν ἄν τις ἄνδρα τὸ γοῦν φρόνημα καθολικὸν ἔχοντα καὶ συγκαταριθμούμενον ἡμῖν, τὸν δὲ ἐξορχησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύσαντα τῇ μιαρᾷ αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ
20χρὴ μόλις τὸν πατέρα αὐτοῦ δηλῶσαι;) οὐδὲ δεῖν ἡγούμεθα τούτων τοὺς λογισμοὺς ἀπαιτεῖν. Εἶτ’ ἐπὶ τέλει τῆς ἐπιστολῆς ταῦτ’ ἐπιλέγουσιν· ἠναγκάσθημεν οὖν ἀντιτασσόμενον αὐτὸν τῷ θεῷ καὶ μὴ εἴκοντα ἐκκηρύξαντες, ἕτερον ἀντ’ αὐτοῦ τῇ καθολικῇ ἐκκλησίᾳ καταστῆσαι ἐπίσκοπον θεοῦ προνοίᾳ,
25ὡς πεπείσμεθα, τὸν τοῦ μακαρίου Δημητριανοῦ καὶ ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον, πᾶσι τοῖς πρέπουσιν ἐπισκό‐ πῳ καλοῖς κεκοσμημένον. ἐδηλώσαμεν οὖν ὅπως τούτῳ γράφητε καὶ παρὰ τούτου τὰ κοινωνικὰ δέχησθε γράμματα, τῷ δὲ Ἀρτεμᾷ οὗτος ἐπιστελ‐
λέτω καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ κοινωνείτωσαν.477

478

Τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἀποπεπτωκότος Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας διεδέξατο. ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς ἐκκλησίας οἴκου θελήσαντος, βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς αἰσιώτατα
5περὶ τοῦ πρακτέου διείληφε, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπι‐ στέλλοιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αἰσχύνης ὑπὸ
τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς ἐκκλησίας.478